Migne Reading Room

PG 18 · cols. 1265–1276 · Read from the page

Sermon on Palm Sunday

Sermon on Palm Sunday

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:1265Read from the page
τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς δοξολογίας τῶν πιστῶν κατὰ τὸ φαινόμενον· λεληθότως δὲ καὶ κρυπτῶς ἡ ἔγερσις πάσης τῆς ἀνθρωπίνης φύσεως. Καὶ ὥσπερ [τοὺς ἀνθρώπους] τὸ τοῦ Λαζάρου σημεῖον καὶ ἔγερσις ἐκείνη ὑμνολογεῖν ἐποίησε τοὺς ἀνθρώπους τὸν Κύριον, οὕτως καὶ τοὺς ἁγίους ἀγγέλους δοξολογεῖν παρεσκεύασε τὸ σημεῖον τῆς ἐγέρσεως πάσης τῆς ἀνθρωπίνης φύσεως· καὶ ὅσον μείζων ἡ τῶν πάντων ἔγερσις τῆς ἐγέρσεως Λαζάρου, τοσοῦτον καὶ ἡ δόξα τότε μειζοτέρα. Καὶ ἡ μὲν συνείδησις τῶν βοώντων, ἐξισταμένη τῷ θαύματι, ἐκίνει αὐτοὺς δοξάζειν· ἡ δὲ θεία οἰκονομία τὴν ἔγερσιν πάσης τῆς ἀνθρωπίνης φύσεως λεληθότως ἐκίνει οὐ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἀγγέλους, θαυμάζειν τὸν Ἰησοῦν. Εἶδον γὰρ, ἀληθῶς εἶδον, καὶ ἔμαθον, καὶ κατεσοφίσθησαν σοφίαν, ἣν οὐκ ᾔδεισαν, αἱ ἀγγελικαὶ δυνάμεις διὰ τῆς Ἐκκλησίας τῶν πιστῶν ἐκφαινομένην ἀπὸ τοῦ Θεοῦ τὰ πάντα κτίσαντος, τὴν πρὸ τῶν αἰώνων ἐν αὐτῷ κεκρυμμένην· λέγω δὴ τῶν διδαχῶν, καὶ ἐπαγγελιῶν, καὶ θαυματουργιῶν τοῦ Κυρίου Ἰησοῦ, καθώς που ὁ θεσπέσιος Παῦλός φησιν· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Μανθάνουσι γὰρ αἱ ἄνω δυνάμεις, ἅπερ οὐδέπω εἶδον, οὐδὲ ἤκουσαν. Κτίσματα γάρ εἰσι· καὶ τὸ κτίσμα οὐκ ἔστιν, ὃ μὴ χρείαν ἔχει μαθεῖν. Ἀλλ' οὐδὲ τὰ μέλλοντα γενέσθαι γινώσκουσιν, ει μή τι δ' ἂν ὑπὸ τῆς ἁγίας καὶ σεπτῆς καὶ προσκυνητῆς Τριάδος μυηθῶσιν. Ἔμαθον οὖν καὶ ἐπεβεβαιώθησαν τὴν ἀνάστασιν τοῦ Ἀδὰμ, θεωρήσαντες τὸν Θεὸν ἐγείραντα τὸν υἱὸν τῆς χήρας. Ὡς χήρα γὰρ ἐγένετο ἡ γῆ, ἀποθανόντος τοῦ πρωτοπλάστου αὐτῆς υἱοῦ. Ἰδόντες δὲ αὐτὸν πάλιν ἐγείραντα τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, κατεσοφίσθησαν, ὅτι καὶ τὴν Εὔαν μετὰ τοῦ Ἀδὰμ ἐγερεῖ. Πάλιν ἀναστήσας τὸν παῖδα τοῦ ἀλλοφύλου ἑκατοντάρχου, ἐδίδαξε καὶ [εἰς] τοῦτο, ὅτι καὶ τὰ ξένα ἔθνη ἐγερεῖ. Ἰδοὺ τρεῖς διαφοραὶ τῶν νεκρῶν. Ἐγείραντος δὲ τὸν Λάζαρον τὸν τεταρταῖον νεκρὸν, καὶ τεταρταῖον ἐκ τοῦ μνημείου, τὸν ὑπὸ τεσσάρων στοιχείων συσπασθέντα, τὸν ὀζέσαντα, τὸν σαπέντα, τὸν ὑπὸ σκωλήκων κυριευθέντα, ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ταῖς ἐπουρανίοις, καὶ τοῖς ἐπιγείοις, ὅτι πᾶσαν τὴν ἐκ τεσσάρων συσταθεῖσαν ἀνθρωπότητα ἐγερεῖ, κἂν ὤζεσεν ἐν τῇ ἁμαρτίᾳ τῆς παραβάσεως· κἂν ἐσάπη ἐν τῇ ἀσεβείᾳ τῆς εἰδωλολατρείας· κἂν ὡς ὑπὸ σκωλήκων, ὑπὸ δαιμόνων κατεκυριεύθη, καὶ ἐζωγρεύθη εἰς τὸ ἐκείνων θέλημα. Ταῦτα οὖν ἰδόντες οἱ ἄγγελοι κρυπτῶς, καὶ ἄνθρωποι φανερῶς, ἐξέστησαν, ἐξεθαμβήθησαν, καὶ ἤρξαντο βοᾷν καὶ λέγειν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Οὐχ ὡς σημειοφόρον δὲ μόνον ἐπήνουν, ἀλλὰ καὶ ὡς βασιλέα ὅτι ᾐχμαλώτευσε πᾶσαν τὴν ἀπ' αἰῶνος ὑπὸ τοῦ διαβό-
of the Jews, and believed in Jesus. And this is the cause of the doxology of the faithful according to what appears; but secretly and hiddenly the raising of all human nature. And just as [with men] the sign of Lazarus and that raising made men hymn the Lord, so too the sign of the raising of all human nature prepared the holy angels to glorify Him; and by as much as the raising of all is greater than the raising of Lazarus, by so much was the glory then greater. And the conscience of those crying out, astonished at the miracle, moved them to glorify Him; while the divine dispensation secretly moved not only men, but also the angels, to marvel at Jesus for the raising of all human nature. For the angelic powers saw, truly saw, and learned, and were instructed in a wisdom which they did not know, manifested through the Church of the faithful from God Who created all things, which was hidden in Him before the ages; I mean that of the teachings, and promises, and wonder-workings of the Lord Jesus, as somewhere the divine Paul says: That now to the principalities and the powers might be made known through the Church the manifold wisdom of God. For the powers above learn things which they have never yet seen, nor heard. For they are creatures; and there is no creature which does not have need to learn. Nor do they know the things that are about to come to pass, unless in some way they be initiated by the holy and venerable and adorable Trinity. They learned, therefore, and were assured of the resurrection of Adam, when they beheld God raising the son of the widow. For the earth had become as a widow, when her first-formed son died. And seeing Him again raising the daughter of the ruler of the synagogue, they were instructed that He will raise Eve also together with Adam. Again, having raised up the servant of the foreign centurion, He taught unto this also, that He will raise the foreign nations too. Behold three differences of the dead. And when He raised Lazarus, four days dead, and on the fourth day out of the tomb, convulsed by four elements, stinking, decayed, mastered by worms, it was made known to the principalities and to the powers in the heavens, and to those on earth, that He will raise the whole humanity composed of four elements, even though it stank in the sin of transgression; even though it decayed in the impiety of idolatry; even though, as by worms, it was mastered by demons, and taken captive unto their will. Seeing these things, therefore, the angels secretly, and men openly, were amazed, were utterly astonished, and began to cry out and say: Hosanna in the highest. And they praised Him not only as a worker of signs, but also as a king, because He led captive all the captivity that from of old by the dev-
Notes, col. 1265

On the reading

Printed ει, for εἰ.

PG 18:1268Read from the page
λου καὶ τοῦ θανάτου αἰχμαλωτισθεῖσαν αἰχμαλωσίαν. Ἕνεκεν τούτων καὶ τῶν τοιούτων βασιλέα αὐτὸν κηρύττουσιν οἱ θεῖοι προφῆται.
il and death had been led captive. On account of these and suchlike things the divine prophets proclaim Him king.
Ἐπειδὴ δὲ οἱ προειρημένοι προφῆται ἑστιάτορες τῶν λογικῶν ὑπάρχουσι· καὶ ὥσπερ οἱ μῆνες τοῦ ἐνιαυτοῦ κατὰ μέρος τρέφουσι τὰ ἀνθρώπινα σώματα, οὕτως καὶ οὗτοι κατὰ μέρος ἡμᾶς, μᾶλλον κοινῶς τρέφουσι κατὰ ἑορτὴν, ἢ καὶ πάντοτε τὰς ψυχὰς τῶν πιστῶν, καὶ μεθύσκουσι ταῖς θεϊκαῖς διδασκαλίαις Χριστιανοὺς, καθώς που εἷς ἐξ αὐτῶν φησι· Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου. Δεῦτε ἀκούσωμεν, καὶ διηγήσονται ἡμῖν πάντες οἱ ἀγαπῶντες τὴν βασιλείαν τοῦ Θεοῦ, τί περὶ αὐτῆς ἡμῖν προφητεύει ὁ μέγας Ζαχαρίας, ὁ ἔνδοξος ἐν προφήταις. Συνίωμεν ὃ κῆρυξ εὐαγγελίζεται, προτρέχων τῆς βασιλείας πρὸ πολλῶν τῶν χρόνων. Δεῦτε, ἀπολαύσωμεν, ὡς λογικοὶ δαιτύμονες, τὰ διὰ στόματος Θεοῦ ἐκπορευόμενα ῥήματα διὰ τοῦ πνευματικοῦ ἑστιάτορος Ζαχαρίου· αὐτῷ γὰρ ἔλαχε θρέψαι ἡμᾶς ἐν τῇ ἑορτῇ ταύτῃ· καθώς φησιν ὁ Κύριος, ὅτι Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἐπειδὴ γὰρ ἡ λύπη παρὰ τοῖς ἀνθρώποις μισητὴ τυγχάνει, ποθητὴ δὲ ἡ χαρά· ἀπὸ χαρᾶς ἄρχεται βοᾷν λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών. Χαῖρε σφόδρα, βοᾷ ὁ προφήτης πρὸς τὴν αἰχμαλωσίαν. Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Διὰ τὶ χαῖρε; καὶ διὰ τί σφόδρα τέρπου καὶ εὐφραίνου; Ὅτι ἥκει ὁ ἐπιστρέφων σε, καθὼς προανεφώνησεν ὁ Πατὴρ τοῦ ἐπιστρέφοντός σε βασιλέως λέγων· Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Χαῖρε, φησὶν, ὅτι ὑπεστράφης ἐκ τῆς αἰχμαλωσίας τῶν δαιμόνων, καὶ ἐκ τῆς ἐξουσίας τοῦ αἰῶνος τούτου, εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἣν ἐξεδέχετο ὁ πατήρ σου Ἀβραὰμ, καθώς που ὁ μακάριος Παῦλός φησιν· Ὑμεῖς δὲ προσεληλύθατε Σιων ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν τοῖς οὐρανοῖς, καὶ κριτῇ Θεῷ ζῶντι, καὶ πνεύμασι δικαίων τετελειωμένων· ὅθεν ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ἔνθα πάντων τῶν δικαίων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Τότε τέρπου καὶ εὐφραίνου, καὶ χαῖρε σφόδρα, θύγατερ, ταύτης τῆς Σιὼν, δῆλον. Καὶ διὰ τί φησι, Σφόδρα χαίρω, ὦ προφῆτα; Χαῖρε, διότι οὐκέτι ὀδύναις ἐκείναις αἰχμαλωτεύσῃ· σφόδρα δὲ, διότι οὐχ ὡς οἱ λοιποὶ βασιλεῖς, οὕτως ὁ ῥυόμενός σε· ἀλλὰ βασιλεὺς αἰώνιος, καὶ αἰωνία αὐτοῦ ἡ βασιλεία, καθώς φησιν ὁ ἄγγελος Γαβριὴλ πρὸς τὴν μητέρα αὐτοῦ καὶ παρθένον Μαριάμ· Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος· καὶ καθὼς αἰωνία αὐτοῦ ἡ βασιλεία, οὕ-
And since the aforesaid prophets are banquet-hosts of rational souls, and just as the months of the year in turn nourish human bodies, so these also in turn nourish us, or rather in common at each feast, or even always, nourish the souls of the faithful, and inebriate Christians with divine teachings, as somewhere one of them says: They shall be inebriated from the fatness of Thy house. Come, let us hear, and all who love the kingdom of God will declare to us, what the great Zechariah, the glorious among the prophets, prophesies to us concerning it. Let us understand what the herald proclaims as good tidings, running ahead of the kingdom many ages before. Come, let us enjoy, as rational guests, the words proceeding out of the mouth of God through the spiritual banquet-host Zechariah; for to him it fell by lot to nourish us in this feast; as the Lord says, Man shall not live by bread alone, but by every word proceeding out of the mouth of God. For since sorrow is hated among men, and joy is desired, from joy he begins to cry out, saying: Rejoice greatly, O daughter of Sion. Rejoice greatly, cries the prophet to the captivity. O depth of the riches and wisdom and knowledge of God! Why rejoice? and why delight and be glad greatly? Because He who turns thee back has come, as the Father of the King who turns thee back proclaimed beforehand, saying: When the Lord turned back the captivity of Sion, we became as those comforted; then was our mouth filled with joy, and our tongue with exultation. Rejoice, he says, because thou hast been turned back from the captivity of the demons, and from the power of this age, unto the Jerusalem above, which thy father Abraham awaited, as somewhere the blessed Paul says: But you have come to Mount Sion and to the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal gathering, and to the church of the firstborn enrolled in the heavens, and to God the living Judge, and to the spirits of the righteous made perfect; whence pain, sorrow, and groaning have fled away; where the dwelling of all the rejoicing righteous is. Then delight and be glad, and rejoice greatly, O daughter of this Sion, clearly. And why, she says, do I rejoice greatly, O prophet? Rejoice, because thou shalt no longer be held captive by those pains; and greatly, because not as the rest of kings, so is He who delivers thee; but He is an eternal King, and eternal is His kingdom, as the angel Gabriel says to His mother and Virgin Mary: And of His kingdom there shall be no end; and just as His kingdom is eternal, s-
Notes, col. 1268

On the reading

Printed Σιων, for Σιὼν.

PG 18:1269Read from the page
τως αἰωνία σου ἡ σωτηρία. Διὰ τοῦτο οὖν Χαῖρε σφόδρα· κήρυττε, θύγατερ Ἱερουσαλήμ. Τί κηρύξω, ὦ προφῆτα; Κήρυττε τῷ βασιλεῖ σου, τῷ κατελθόντι ἀπὸ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ σῶσαί σε, εὐχαριστίαν, δοξολογίαν, ὑμνολογίαν. Κήρυττε Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ὅθεν παρεγένετο σῶσαί σε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Καὶ σκόπει μοι τὸν εὐαγγελιστὴν, πῶς διπλοῦν τὸν Χριστὸν κηρύττει. Ἐν τῷ γὰρ λέγειν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, τὴν ὑψηλὴν τῆς θεότητος φύσιν δηλοῖ· ἐν δὲ τῷ λέγειν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, τὴν τῆς ἀνθρωπότητος οὐσίαν σημαίνει· τὸ εὐλογημένον σπέρμα, ὃ εὐλογήθη ὁ εὐλογημένος Ἀβραὰμ, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθῆναι πάντα τὰ ἔθνη τῆς γῆς. Εὐλογημένη, φησὶν, ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαβίδ.
o eternal is thy salvation. On this account, therefore, Rejoice greatly; proclaim, O daughter of Jerusalem. What shall I proclaim, O prophet? Proclaim to thy King, Who came down from the heights of heaven to save thee, thanksgiving, doxology, hymnody. Proclaim Hosanna in the highest, whence He came to save thee: Blessed is He Who comes in the name of the Lord. And consider for me the evangelist, how he proclaims Christ as twofold. For in saying, Hosanna in the highest, he declares the lofty nature of the Godhead; and in saying, Blessed is He Who comes in the name of the Lord, he signifies the substance of the humanity: the blessed seed, wherewith the blessed Abraham was blessed, that in his seed all the nations of the earth should be blessed. Blessed, he says, is the coming kingdom of our father David.
Αναλάβωμεν πάλιν τὴν φωνὴν τὴν προτέραν, καὶ ὥσπερ μασθὸν προφητικὸν ἐκπιέσωμεν· ἔτι γὰρ ἔχει γάλακτος. Φησὶ γάρ· Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἱερουσαλήμ. Καὶ τίνος ἕνεκεν θύγατερ Σιὼν, καὶ οὐ Σιών; καὶ θύγατερ Ἱερουσαλὴμ, καὶ οὐ Ἱερουσαλήμ; Πρόσεχε συνετῶς, παρακαλῶ. Ὥσπερ γὰρ τὰ ὀνόματα τῶν βοτανῶν, καὶ τῶν πετεινῶν, καὶ τῶν τετραπόδων, καὶ τῶν ἀνθρώπων, κατὰ τὴν διαφορὰν τῆς μορφῆς καὶ τῆς δυνάμεως οὕτω καὶ τὸ ὄνομα κέκτηται, οὕτως ἑκάστη κεραία τῶν θείων λογίων ἰδίαν δύναμιν καὶ θεωρίαν κέκτηται. Οὐκοῦν ἐρευνήσωμεν, τί δήποτε τὴν νῦν πιστὴν Ἱερουσαλὴμ πρῶτον καλεῖ ὁ προφήτης θυγατέρα Σιὼν [κήρυττε, θύγατερ Ἱερουσαλήμ]. Φησὶ γάρ· Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἱερουσαλήμ. Σιὼν ἑρμηνεύεται διψῶσα. Ἔστι δὲ αὕτη ἡ συναγωγὴ τῶν δικαίων καὶ προφητῶν· τῶν ἀπ' αἰῶνος μέχρι τῆς Χριστοῦ παρουσίας· διψήσαντες ἑνωθῆναι καὶ εὐαρεστῆσαι τῇ θείᾳ καὶ προσκυνητῇ οὐσίᾳ τῆς θεότητος, καθώς φησιν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος· Ἵνα γένωνται θείας κοινωνοὶ φύσεως. Οὗτοι, ζητοῦντες τὸν Χριστὸν καὶ διψῶντες, ἐκλήθησαν Σιὼν, καθὼς εἷς ἐξ αὐτῶν ἔλεγεν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. Ὅταν δὲ ἐπέτυχον καὶ ἤγγισαν, μᾶλλον δὲ ὤφθησαν καὶ ἐθεώρησαν τὸ πρόσωπον αὐτοῦ· οὕτω γὰρ λέγει ἑτέρα ἔκδοσις· ἐγένοντο Ἱερουσαλὴμ, ὁρῶντες Θεὸν, καὶ σκοπευτήριον πάσης τῆς γνώσεως. Θυγατέρα δὲ ταύτης Σιὼν καλεῖ τοὺς διὰ τῆς πίστεως διψῶντας, καὶ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ Εὐαγγελίου, ζητοῦντας εὑρεῖν τὸν Κύριον, τὸν ἐν αὐτοῖς κεκρυμμένον, καθώς φησι τὸ ἅγιον Πνεῦμα· Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Καὶ ὅταν ἐπιτύχωσι, καλοῦνται θυγάτηρ τῆς προειρημένης Ἱερουσαλὴμ, θεωροῦντες τὸν Θεὸν, καὶ σκοποῦντες τὴν πνευματικὴν γνῶσιν. Παρακαλῶν δὲ ὁ προφήτης διὰ τοῦ πνεύματος τὸν Θεὸν ἀναδεῖξαι τὴν τοιαύτην Σιὼν καὶ Ἱερουσαλὴμ, φησί· Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπαρχῆς. Οὐκ-
Let us take up again the former utterance, and press it out like a prophetic breast; for it still has milk. For he says: Rejoice greatly, O daughter of Sion; proclaim, O daughter of Jerusalem. And for what reason daughter of Sion, and not Sion? and daughter of Jerusalem, and not Jerusalem? Attend intelligently, I pray. For just as the names of herbs, and of birds, and of four-footed beasts, and of men, according to the difference of form and of power, have thus acquired their name too, so every tittle of the divine oracles possesses its own force and contemplation. Let us therefore search out why the prophet first calls the now faithful Jerusalem daughter of Sion [proclaim, O daughter of Jerusalem]. For he says: Rejoice greatly, O daughter of Sion; proclaim, O daughter of Jerusalem. Sion is interpreted thirsting. And this is the synagogue of the righteous and of the prophets, those from of old until the coming of Christ, who thirsted to be united and to be well-pleasing to the divine and adorable substance of the Godhead, as Peter, the chief of the apostles, says: That they may become partakers of the divine nature. These, seeking Christ and thirsting, were called Sion, as one of them said: My soul hath thirsted for God, the strong, the living. But when they attained and drew near, or rather were seen and beheld His face—for so another edition says—they became Jerusalem, seeing God, and a watchtower of all knowledge. And daughter of this Sion he calls those who thirst through faith, and through the working of the commandments of the Gospel seek to find the Lord hidden in them, as the Holy Spirit says: This is the generation of those who seek the Lord, who seek the face of the God of Jacob. And when they attain, they are called daughter of the aforesaid Jerusalem, beholding God, and contemplating spiritual knowledge. And the prophet, entreating God through the Spirit to show forth such a Sion and Jerusalem, says: Remember Thy congregation, which Thou hast possessed from the beginning. Therefore-
Notes, col. 1269

On the reading

Printed Αναλάβωμεν, for Ἀναλάβωμεν.

PG 18:1272Read from the page
οῦν μετ' αὐτῆς τῆς μητρός σου Σιὼν, Χαῖρε σφόδρα, θύγατερ Ἱερουσαλὴμ ἐπουρανίου· μετὰ τῆς μητρός
with her, thy mother Sion, Rejoice greatly, O daughter of the heavenly Jerusalem; with thy mother
Καὶ τί φησι τὸ Εὐαγγέλιον· Ὅτε ἤγγισαν εἰς Ἱερουσαλὴμ, καὶ ἦλθον εἰς Βηθφαγῆ; Ἵνα γὰρ φάγωσιν αὐτὸν οἱ πιστοὶ, ἤρχετο ἐν τῷ ὑπερῴῳ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν (ὅ ἐστιν ἐκ τοῦ λαοῦ πιστὴ Ἐκκλησία). Τότε ὁ Κύριος ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ· οἵτινές εἰσι δύο χοροὶ τῶν προφητῶν καὶ ἀποστόλων. Μαθητεύοντες γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι, εἶχον μεθ' ἑαυτῶν τὰ θεόπνευστα τῶν προφητῶν λόγια, τὰ μαρτυροῦντα τῷ Χριστῷ, ὃν τρόπον ἐθεώρησεν αὐτοὺς Ἰεζεκιὴλ ὁ μέγας ἐν προφήταις· Τροχὸς, φησὶν, ἐν τροχῷ, πετόμενος καὶ τρέχων. Λέγοντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ· Πορευθέντες εἰς τὴν κατέναντι κώμην· ἀπέστειλεν αὐτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην τῶν ἐθνῶν· ὅτι ἐναντίοι ἦσαν τέως τῆς ἐκ τοῦ λαοῦ πιστῆς Ἐκκλησίας. Καιρῷ γὰρ εὐθέτῳ ἀπέστειλεν αὐτοὺς εἰς τὴν κατέναντι κώμην τῶν ἐθνῶν· ἑτοίμη γὰρ ἦν δέξασθαι τοὺς προειρημένους δύο χοροὺς τῶν ἀποστόλων καὶ προφητῶν. Καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν πῶλον· οἵτινές εἰσι τὰ ἔθνη· τοῦ ἐπιβῆναι καὶ βασιλεῦσαι ἐπ' αὐτὰ, καθώς φησιν ὁ Ψαλμῳδός· Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· Κύριος κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ· ἐφ' ᾧ οὐδείς ποτε ἀνθρώπων κεκάθικεν. Οὐδὲ γὰρ Θεὸν εἶχον ἐπιβαίνοντα καὶ βασιλεύοντα ἐπ' αὐτὰ, οὐδὲ νόμον οὐδὲ προφήτας. Λύσαντες αὐτὸν, φησὶν, ἀγάγετέ μοι. Ἔλυσαν γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι ἀπὸ τῆς σκοτίας, τουτέστι τῆς τοῦ Θεοῦ ἀγνωσίας, ἀπὸ τῆς πλάνης, ἀπὸ τῆς ἁμαρτίας, ἀπὸ τῆς δουλείας τοῦ ἀλλοτρίου, ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους, τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου· καὶ ἤγαγον πρὸς τὸν κτίστην καὶ δημιουργὸν αὐτῶν Κύριον. Καὶ ἰδοὺ κάθηται ἐπ' αὐτὰ, καὶ βασιλεύει ὡς ἐπὶ τῶν χερουβὶμ, κράζοντα καὶ λέγοντα· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ, καὶ δόξα ἐν ὑψίστοις. Οὕτω γάρ φησιν ὁ Λουκᾶς. Εἰρήνη ἐν τῷ οὐρανῷ, τίνος ἕνεκεν λέγει; Οὐκ εἶχον οἱ ἄγγελοι εἰρήνην ἐν τῷ οὐρανῷ; Ναί· καὶ πάνυ εἶχον ἐν ἑαυτοῖς τὴν εἰρήνην· εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν, καθώς φησιν ὁ σοφώτατος Παῦλος· εἶχον εἰρήνην ἐν οὐρανῷ· ἀλλὰ μετὰ τῶν ἀνθρώπων οὐκ εἶχον. Ὁ οὐρανὸς εἰρήνην εἶχε καθ' ἑαυτόν. Ὅταν δὲ ἴδον οἱ ἄγγελοι πᾶσαν τὴν ἀνθρωπότητα ἀγειρομένην διὰ τοῦ σημείου τοῦ Λαζάρου, καὶ τὰ ἔθνη λυόμενα δίκην τοῦ πώλου, καὶ ἐρχόμενα εἰς τὸ βασιλεύεσθαι ὑπὸ τοῦ δημιουργοῦ αὐτῶν· τότε εἰρηνεύθη καὶ ὁ οὐρανὸς μετὰ τῶν ἀνθρώπων, καὶ ὁμοθυμαδὸν ἔκραζον καὶ ἔλεγον· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ, καὶ δόξα ἐν ὑψίστοις. Καὶ ἐπέθηκεν ἐπάνω τοῦ πώλου τὰ ἱμάτια· ἅτινα σημαίνουσι τὴν χάριν τὴν παρ' αὐτοῦ δοθεῖσαν αὐτοῖς ἐν τοῖς ἔθνεσι, καὶ δι' αὐτῆς ἐπεβίβασαν τὸν Ἰησοῦν ἐπ' αὐ-
And what says the Gospel: When they drew near to Jerusalem, and came to Bethphage? For in order that the faithful might eat Him, He came in the upper room towards the Mount of Olives (which is the faithful Church from the people). Then the Lord sent two of His disciples; who are two choirs of the prophets and apostles. For in making disciples of the nations, the apostles had with themselves the God-inspired oracles of the prophets, bearing witness to Christ, in the way that Ezekiel, the great among the prophets, beheld them: A wheel, he says, within a wheel, flying and running. When Jesus said to them: Go into the village opposite; He sent them into the whole world of the nations; because until then they were opposite to the faithful Church from the people. For at a seasonable time He sent them into the opposite village of the nations; for it was ready to receive the aforesaid two choirs of the apostles and prophets. And to bring to Him the colt; which are the nations; that He might mount and reign over them, as the Psalmist says: God hath reigned over the nations; the Lord sitteth upon His holy throne; whereon no man has ever sat. For they neither had God mounting and reigning over them, nor law nor prophets. Loose him, He says, and bring him to Me. For the apostles loosed the nations from darkness, that is, from ignorance of God, from error, from sin, from the slavery of the stranger, from the power of darkness, of the ruler of this age; and brought them to the Lord, their Creator and Maker. And behold, He sits upon them, and reigns as upon the cherubim, while they cry out and say: Hosanna in the highest; blessed is He Who comes in the name of the Lord; peace in heaven, and glory in the highest. For so Luke says. Peace in heaven, for what reason does he say it? Did the angels not have peace in heaven? Yes; they very much had peace in themselves: the peace that surpasses all understanding, as the most wise Paul says; they had peace in heaven; but with men they did not have it. Heaven had peace in itself. But when the angels saw the whole humanity being raised up through the sign of Lazarus, and the nations being loosed like the colt, and coming to be ruled as king by their Maker; then heaven also was made at peace with men, and with one accord they cried out and said: Blessed is He Who comes in the name of the Lord; peace in heaven, and glory in the highest. And they laid their garments upon the colt; which signify the grace given by Him to them among the nations, and through it they set Jesus upon the-
Notes, col. 1272

On the reading

Printed ἀγειρομένην, for ἐγειρομένην.

PG 18:1273Read from the page
τά· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ διὰ τὰς ἰδίας ἀρετὰς, καθὼς σημαίνει ὁ εὐαγγελιστὴς, λέγων· Ἄλλοι δὲ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. Εἰς τοῦτο δὲ τὰς ἰδίας ἀρετὰς, ἃς συνέζευξαν χάριτι, αἰνίττεται, ὡς φανερῶς λέγει ὁ θεσπέσιος Παῦλος· Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Ἕως δὲ [τούτου] τὰ τῆς χάριτος. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν ἡμῶν, εἰδότες, ὅτι θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐκ αἰσχύνει· ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται εἰς τὰς καρδίας ἡμῶν διὰ Πνεύματος ἁγίου, τοῦ δοθέντος ἡμῖν. Τὸ δὲ, Ἐν τῇ γῇ ὑπεστρώννυον, ὅτι σωματικῶς καὶ φανερῶς καὶ αἰσθητῶς ἐθεωροῦντο αἱ ἀρεταὶ αὐτῶν ἐνώπιον τῶν ἐθνῶν, καθ-
m; and not only this, but also through their own virtues, as the evangelist signifies, saying: And others spread their garments in the way. And unto this he hints at their own virtues, which they yoked with grace, as the divine Paul clearly says: Being therefore justified by faith, let us have peace towards God through our Lord Jesus Christ, through Whom also we have had access in faith into this grace wherein we stand, and we boast in hope of the glory of God. So far the things of grace. And not only so, but we also boast in our tribulations, knowing that tribulation worketh patience; and patience, proof; and proof, hope; and hope maketh not ashamed; because the love of God hath been poured out into our hearts through the Holy Spirit Who was given to us. And the phrase, They spread in the land, is because bodily and openly and sensibly their virtues were beheld before the nations, a-
Οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, μετὰ αἴνων καὶ κλάδων ἐλαιῶν καὶ βαΐων· οἵτινες σημαίνουσι τὴν πρακτικὴν ἐργασίαν τοῦ ἔξω ἀνθρώπου· καὶ βαΐα φοινίκων, οἵτινες μηνύουσι τὴν πνευματικὴν καὶ πρακτικὴν καὶ γνωστικὴν καὶ καθαρὰν τοῦ ἔσω ἀνθρώπου ἐργασίαν. Ἔκραζον λέγοντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Ἐν ἀληθείᾳ γὰρ πάντες οἱ ὄχλοι τῶν δικαίων καὶ προφητῶν καὶ ἱερέων, οἵτινές εἰσιν οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες, πίστει κράζουσι, καὶ λέγουσιν· Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· ὡς ὁ εὐαγγελιστής φησι· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ρηθὲν διὰ τοῦ προφήτου, λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών. Πρὸς τίνας λέγεις, Εἴπατε, ὦ προφῆτα; Ἰδοὺ σὺ κηρύττεις· ἰδοὺ σὺ λέγεις. Ἐγὼ, φησὶν, ἐπεθύμουν ἰδεῖν καὶ ἀκοῦσαι· οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πολλοὶ προφῆται καὶ δίκαιοι. Ἀλλὰ καὶ τοῖς εὑρισκομένοις καὶ μαθητευομένοις, καὶ θεωροῦντας καὶ ἀκούοντας τοῦ βασιλέως Σιὼν λέγω, ἵνα εἴπωσι καὶ κηρύξωσιν· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι. Καὶ οὐκ εἶπε ψιλῶς, ἔρχεται· ἀλλ' ἔρχεταί σοι· τουτέστι, σοῦ γενέσθαι, καὶ ἐν σοὶ οἰκῆσαι. Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων. Σώζων ἀπὸ τῆς δουλείας τοῦ ἐχθροῦ τοὺς πιστεύοντας ἐπ' αὐτόν. Πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον υἱὸν ὑποζυγίου· τουτέστι ταπεινόφρων, καὶ ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ ἐξολοθρεύων τὰ ἅρματα τῆς βασιλείας Ἐφραΐμ· τουτέστι τοῦ διαβόλου, ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὰ ἔθνη. Ἐξωλόθρευσε δὲ καὶ κατὰ τὸ γράμμα καὶ τὴν βασιλείαν τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ ἐπαύθη. Καὶ ἵππον, φησὶν, ἐξ Ἱερουσαλήμ· τουτέστι πᾶσαν τὴν ὑπερηφανίαν τῆς
And the multitudes that went before and that followed cried out, with praises and branches of olives and palms; which signify the practical working of the outer man; and branches of palms, which declare the spiritual and practical and gnostic and pure working of the inner man. They cried out, saying: Hosanna in the highest. For in truth all the multitudes of the righteous and prophets and priests, who are those going before and those following, cry out in faith, and say: Hosanna to the Son of David; Blessed is He Who comes in the name of the Lord; Hosanna in the highest; as the evangelist says: Now all this came to pass, that what was spoken through the prophet might be fulfilled, saying: Tell the daughter of Sion. To whom dost thou say, Tell, O prophet? Behold, thou proclaimest; behold, thou sayest. I, he says, desired to see and to hear; not I alone, but also many prophets and righteous men. But also to those who are found and made disciples, and who behold and hear the King of Sion, I say, that they may say and proclaim: Tell the daughter of Sion: Behold, thy King cometh to thee. And he did not say simply, cometh; but, cometh to thee; that is, to become thine, and to dwell in thee. Behold, thy King cometh to thee, righteous and saving. Saving from the slavery of the enemy those who believe in Him. Meek, and mounted upon a colt, the foal of an ass; that is, lowly-minded, and in His lowliness of mind destroying the chariots of the kingdom of Ephraim; that is, of the devil, who reigned over Israel and over the nations. And according to the letter also He destroyed the kingdom of the people of the Jews, and it ceased. And the horse, he says, out of Jerusalem; that is, all the pride of the
Notes, col. 1273

On the reading

Printed ρηθὲν, for ῥηθὲν.

PG 18:1276Read from the page
αὐτῶν ἀρχῆς διὰ τοῦ ταπεινοῦ αὐτοῦ πωλου. Ὁ δὲ πατριάρχης Ἰακὼβ, εὐλογῶν τὸν Ἰούδαν, καὶ ἐκφαίνων τὴν εὐλογίαν τὴν πρὸς τοὺς πατέρας αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ, ἥτις ἐστὶν ὁ Χριστὸς, λέγει· Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ. Πρὸς γὰρ τὴν ἄμπελον τὴν μεταστᾶσαν ἐξ Αἰγύπτου, τὴν πληρώσασαν πᾶσαν τὴν γῆν ἀπὸ τῆς διδαχῆς τῶν προφητῶν αὐτῆς καὶ δικαίων, ἐδέσμευσε πάντα τὰ ἔθνη. Ὁ γὰρ πῶλος ἀκάθαρτός ἐστιν ἐν τῷ νόμῳ· οὕτω καὶ τὰ ἔθνη. Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ. Διὰ τί; Ἵνα δέξωνται παρ' αὐτοῦ τὸν νόμον καὶ τοὺς προφήτας, καὶ τὴν ἐν αὐτοῖς θεογνωσίαν· τουτέστι τὸν Χριστὸν, ὅς ἐστιν εὐλογία τῶν ἐθνῶν καὶ κάθαρσις. Φησὶ γάρ· Καὶ τῇ ἕλικι τὸν
rule of theirs through His lowly colt. And the patriarch Jacob, blessing Judah, and manifesting the blessing unto his fathers Abraham and Isaac, which is Christ, says: Binding His colt to the vine. For to the vine removed out of Egypt, which filled all the earth from the teaching of her prophets and righteous men, He bound all the nations. For the colt is unclean in the law; so too the nations. Binding His colt to the vine. Why? That they may receive from Him the law and the prophets, and the knowledge of God that is in them; that is, Christ, Who is the blessing and cleansing of the nations. For he says: And to the tendril the
Οὐκοῦν δεσμευθῶμεν καὶ ἡμεῖς εἰς τὸν Χριστὸν ἀλύτως. Ἐὰν ὅλως ἀγωνιζώμεθα τοῦ σωθῆναι ἀπὸ τῶν ἑορτῶν αὐτοῦ, καὶ αὐτὸς συνεγερεῖ ἡμᾶς τῷ Λαζάρῳ ἀπὸ τῶν νεκρῶν ἡμῶν ἔργων, τῶν χωρὶς αὐτοῦ γενομένων. Οὕτω συνδειπνοῦμεν αὐτῷ ἐν τῇ Βηθανίᾳ, ἥτις ἑρμηνεύεται οἶκος τῆς ὑπακοῆς. Οὕτως ἁρμοδίως συνάγωμεν τοὺς λογισμοὺς ἡμῶν ἀπὸ τῆς αἰχμαλωσίας τῆς λήθης μετὰ τῶν αἰσθητηρίων τοῦ σώματος, κράζοντες καὶ λέγοντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, εἰσελθεῖν εἰς τὴν ἑαυτοῦ Ἱερουσαλήμ· οὐ διὰ τὸ παθεῖν, ὥσπερ τότε, ἀλλ' ἵνα σώσῃ αὐτὴν, καὶ δοξασθῇ ὑπ' αὐτῆς· καθὼς φωνεῖ αὐτὴν Δαβὶδ λέγων· Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον· αἴνει τὸν Θεόν σου, Σιών. Δεύτερον εἶπεν· Ἐπαίνει καὶ αἴνει, ψυχῇ καὶ σώματι. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου· οἵτινές εἰσι πίστις, ἐλπὶς, ἀγάπη, μελέτη, μακροθυμία, ὑπομονή. Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί· οἵτινές εἰσι τὰ πιστὰ νήπια τὰ δεχόμενα τὸν Κύριον μετὰ τῶν κλάδων· τουτέστι μετὰ καρπῶν νέων· τὰ θηλάζοντα τὸ γάλα τῆς διδασκαλίας τοῦ Χριστοῦ. Πιστεύοντες γὰρ εἰς αὐτὸν, εὐθέως αἰνοῦσι, καθὼς γέγραπται· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Γενώμεθα αὐτῷ ὄχημα ἅγιον ἀντὶ ἀκαθάρτου πώλου, ἵνα ἐπιβῇ ἐφ' ἡμᾶς. Ζεύξωμεν αὐτῷ τὸ ἅρμα τῶν λογισμῶν ἡμῶν, καὶ βασιλεύσει ἐφ' ἡμᾶς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Λάβωμεν ἱλαρὰν πολιτείαν ὡς κλάδη ἐλαιῶν, Τοῦ ἱλαρῦναι τὸ πρόσωπον ἡμῶν ἐλαίῳ, καθὼς φησιν ὁ Ψαλμῳδός· καὶ πάλιν· Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ· ἄρωμεν πάλιν ἐν τῷ ἔσω ἀνθρώπῳ τὴν θεϊκὴν καὶ πνευματικὴν ἐργασίαν, ὡς τὰ τῶν φοινίκων βαΐα, καὶ ἀκολουθήσωμεν εὐχαριστοῦντες αὐτῷ· καὶ ἀντὶ μὲν τῆς ἀσπρότητος [ἁπλότητος] τὴν ὀρθὴν καὶ ἀμίαντον καὶ ἁπλῆν πίστιν· ἀντὶ δὲ τῆς ὀξύτητος τὴν ὑπομονητικὴν ἐλπίδα· τὴν κεντοῦσαν
Therefore let us also be bound to Christ indissolubly. If we strive at all to be saved from His feasts, He Himself will also raise us up together with Lazarus from our dead works, which were done apart from Him. Thus we sup with Him in Bethany, which is interpreted house of obedience. Thus let us fitly gather together our thoughts from the captivity of forgetfulness with the senses of the body, crying out and saying: Hosanna in the highest; Blessed is He Who comes in the name of the Lord, to enter into His own Jerusalem; not in order to suffer, as then, but that He may save her, and be glorified by her; as David calls to her, saying: Praise the Lord, O Jerusalem; praise thy God, O Sion. A second time he said: Praise and praise, in soul and body. For He hath strengthened the bars of thy gates; which are faith, hope, love, meditation, long-suffering, patience. He hath blessed thy children within thee; who are the faithful babes that receive the Lord with the branches; that is, with new fruits; who suck the milk of the teaching of Christ. For believing in Him, straightway they praise Him, as it is written: Out of the mouth of babes and sucklings Thou hast perfected praise. Let us become for Him a holy vehicle instead of an unclean colt, that He may mount upon us. Let us yoke for Him the chariot of our thoughts, and He shall reign over us for ever, and of His kingdom there shall be no end. Let us take up a cheerful way of life as branches of olives, To make our face cheerful with oil, as the Psalmist says; and again: Serve the Lord with gladness; let us take up again in the inner man the divine and spiritual working, as the branches of palms, and let us follow giving thanks to Him; and instead of whiteness [simplicity], right and undefiled and simple faith; and instead of sharpness, patient hope, which pricks
Notes, col. 1276

On the reading

Printed πωλου, for πώλου.

Printed καθὼς φησιν, for καθώς φησιν.