PG 18:1309Read from the pageεκτικα μέρη του παντος κόσμου, οὐρανὸν αὐτὸν τον τὰς θείας δυνάμεις ἀπειληφότα, καὶ γῆν τὸ τῶν θνητῶν οἰκητήριον· καὶ οὐρανῷ μὲν ἀκούειν, γῇ δὲ ἐνωτίζεσθαι παρακελεύεται, δι' αὐτῶν τὰς ἀφανεῖς δυνάμεις ἐν αὐτοῖς ἀνακαλούμενος. Καὶ μετ' ὀλίγα, ἐπειδὴ κέντρον μνήμης παρασχέσθαι αὐτοῖς ἠβούλετο τῶν λεγομένων ὁ προφήτης, ἀναγκαῖον τοῦ οὐρανοῦ καὶ γῆς μαρτυρίαν παραλαμβάνει· ἵνα, κἂν λήθην ποιήσωνται τῶν λεχθέντων παρὰ τοῦ προφήτου, οὐρανὸς καὶ γῆ ὁρώμενοι ὑπομιμνήσκωσι τῶν τοῦ Θεοῦ ῥημάτων
compassing parts of the whole world, heaven itself which has received the divine powers, and earth the dwelling-place of mortals; and he exhorts heaven indeed to hear, and earth to give ear, through them calling upon the invisible powers within them. And a little further on, since the prophet wished to furnish them with a goad of remembrance of the things spoken, he necessarily takes to witness the testimony of heaven and earth; so that, even if they should forget the things spoken by the prophet, heaven and earth being seen may remind them of the words of God.
Υἱῶν μνήμην πεποίηται, καὶ γεγεννηκέναι φάσκει, δεικνὺς, ὡς οὐκ ἀλλοτρίους εἰσεποιήσατο, ἀλλ' ὡς αὐτοῦ ὄντας ποιήματα, πατρικῆς κηδεμονίας ἠξίωσε· καὶ ὑψωκέναι δὲ λέγει ὑπομιμνήσκων τῆς ἀπ' Αἰγύπτου ἐξόδου, καὶ τῶν ἐν μέσῳ θαυμάτων, καὶ τῶν ἐφεξῆς αὐτοῖς δοθέντων παρ' αὐτοῦ· ἀθέτησιν δὲ κυρίως καλεῖ τὴν αὐτῶν ἀποστασίαν, καὶ τὴν περὶ τὰ εἴδωλα πλάνησιν.
He has made mention of sons, and says that He has begotten them, showing that He did not adopt strangers, but accounted them worthy of fatherly care as being His own handiwork; and He says also that He has exalted them, reminding them of the exodus from Egypt, and of the wonders in the midst thereof, and of the things subsequently given to them by Him; and He properly calls their apostasy, and their straying after idols, a rejection.
Σημαίνει τὴν παντελῆ αὐτῶν ἀκαρπίαν· ἕως μὲν γὰρ καρπῶν ἀγαθῶν πεπλήρωται ἀμπελὼν, τὸν φρουροῦντα καὶ φυλάττοντα κέκτηται, ὃς, σκηνὴν πηξάμενος, ἄνωθεν ἀφ' ὑψηλοῦ ἀφορᾷ, καὶ περισκοπεῖ καὶ φυλάττει τὸν ἀμπελῶνα· εἰ δὲ τούτου καρπὸς ἀφαιρεθείη, τηνικαῦτα ὁ φύλαξ, ὡς μὴ εἰς μάταιον κάμνοι, τὴν σκηνὴν ἔρημον ἀπολιπὼν, ἀναχωρεῖ τῆς φυλακῆς.
He signifies their utter unfruitfulness: for so long indeed as a vineyard is filled with good fruits, it possesses him who guards and watches over it, who, having pitched a booth, looks down from above on high, and surveys and watches over the vineyard; but if its fruit should be taken away, then the watchman, that he may not labour in vain, leaving the booth desolate, withdraws from the watch.
Ἐπειδὴ γὰρ ὁ μὲν Ἰσραὴλ αὐτὸν οὐκ ἔγνω, καὶ ὁ λαὸς αὐτὸν οὐ συνῆκε, τὸ δὲ ἐξ αὐτῶν σπέρμα ὁ ἀποστολικὸς χορὸς συνῆκέ τε αὐτὸν καὶ ἐπέγνω· εἰκότως ἀφορίζεται τοῦ πλήθους· ἄτοπον γὰρ τὸ νομίζειν τοὺς ἀποστόλους τῶν ἀσεβῶν σπέρμα λέγεσθαι, περὶ ὧν ἀνωτέρω ἔλεγε· « Τὸ σπέρμα πονηρὸν υἱοὶ ἄνομοι· » πρέπει δὲ τῶν προφητῶν σπέρμα αὐτοὺς εἶναι ἡγεῖσθαι.
For since Israel indeed knew Him not, and the people understood Him not, whereas the seed from among them, the apostolic choir, both understood Him and knew Him, it is reasonably set apart from the multitude; for it is absurd to suppose that the apostles are called the seed of the ungodly, concerning whom he said above: A wicked seed, lawless sons; rather it is fitting to deem them to be the seed of the prophets.
Οὐ λουτροῖς τοῖς καθαίρουσι τὴν ἐπιφάνειαν τοῦ σώματος· οὐδὲ γὰρ τοῦτο ἐβέβλαπτο· ἀλλὰ πνευματικοῖς δυναμένοις ἀφανίσαι μὲν γνόφον ἁμαρτημάτων, καθᾶραι δὲ ψυχῆς κακὸν συνειδός· καὶ ταῦτα ποιεῖν ἀφ' ἑαυτῶν.
Not with washings that cleanse the surface of the body, for neither had this been harmed, but with spiritual ones able to blot out the darkness of sins and to cleanse an evil conscience of soul; and to do these things of themselves.
Καταλιπόντες γὰρ τὸν εὐεργέτην τε καὶ σωτῆρα, ἐπήλπισαν τοῖς ἀψύχοις καὶ ἀναισθήτοις· διὸ γυμνοὶ πάσης ἀγαθῆς δόξης ἐτύγχανον, δίκην στυπείου κατακαυθησόμενοι, καὶ οὐκ ἔσται ὁ σβέσων· τίς γὰρ ἐξελέσθαι δυνατὸς, τοῦ Θεοῦ τὴν κατ' αὐτῶν ἀπόφασιν ἐξενηνοχότος; Τὴν ἐν τῇ αἰχμαλωσίᾳ τοίνυν αἰσχύνην αἰνίττεται ὁ λόγος· πάντων ἐκποδὼν γενομένων τῶν ἐπιθυμημάτων αὐτῶν· ματαιωθείσης δὲ καὶ τῆς ἐλπίδος αὐτῶν τῆς ἐπὶ τοῖς εἰδώλοις.
For having forsaken their Benefactor and Saviour, they put their hope in things lifeless and senseless; wherefore they were stripped of all good glory, about to be burned up after the manner of tow, and there shall be none to quench it; for who is able to deliver, when God has pronounced sentence against them? The word therefore hints at the shame in the captivity, when all their desirable things have been put out of the way, and their hope in idols has also been frustrated.
Κἂν λόγος, κἂν ὅρασις λέγηται, οὐδὲν διοίσει· καὶ γὰρ ἐν ὄψεσί τι φαίνεται· οὕτως ἡ γνῶσις διαβαίνει εἰς ψυχὴν, ὅτ' ἂν Θεὸς δεικνύῃ, ὡς δεξαμένης κατὰ διάνοιαν τοὺς τούτων λόγους· κἂν διὰ λόγων ἀκούῃ, οὕτως βεβαιοῦται τὴν διάνοιαν, ὡς ἀθρόως δεχομένης τὴν πάντων γνῶσιν. — Ἐνταῦθα οὐ λέγει κατὰ, αλλὰ περὶ, δεικνὺς, ὡς ἐκεῖ μὲν ἐδήλου τὴν κατ' αὐτῶν ἐσομένην καὶ τῶν τόπων ἐρήμωσιν.
Whether it be called word or vision, it will make no difference; for in visions also something appears; thus knowledge passes into the soul, whenever God shows it, as receiving according to the understanding the reasons of these things; and even if it hears through words, it is so confirmed in understanding as receiving all at once the knowledge of all things. Here he does not say against, but concerning, showing that there indeed he was declaring the desolation that would come against them and their places.
Notes, col. 1309
On the reading
Printed εκτικα, for εκτικὰ.
Printed παντος, for παντὸς.
PG 18:1312Read from the pageΝόμον δὲ καλεῖ καὶ λόγον τοῦ Σωτηρος ἡμῶν· και γὰρ ἀπὸ Ἱερουσαλὴμ φανεὶς, ἤλεγξε μὲν τὰ ἔθνη πλανώμενα· οὐ κατακρίνων ὁμολογήσαντας, ἀλλ' ἐπεγνωκότας εὐεργετῶν.
And he calls the word of our Saviour both law and word: for indeed having appeared from Jerusalem, He convicted the nations that were going astray, not condemning those who confessed Him, but conferring benefits on those who acknowledged Him.
Τὰ τῶν κακῶν αἴτια· εἰς συναίσθησιν ἐρχόμενοι, ὅτι δὴ, μάτην καταλιπόντες τὸν Θεὸν, αὐτοῖς προσεκύνουν· ἀναλογίσονται γὰρ, ὅτι δὴ μᾶλλον νυκτερίσι προσεκύνουν ταῖς ἐν τούτοις ἐμφωλευούσαις αἴσθησιν κεκτημέναις ἢ τοῖς τούτων καταγωγίοις ἀναισθήτοις οὖσι. Τῆς δίκης, φησὶν, ὑμᾶς καταλαβούσης, καὶ μὴ ὄντος τοῦ βοηθήσαντος, ἀκόλουθον εἰς τὰς πέτρας κατακρύπτεσθαι· ἐξ ὧνπερ, φησὶ, καὶ τὰ εἴδωλα ἐλαξεύσατε· οὐδὲ γὰρ ἐνέγκαι δυνήσεσθε, φησὶ, τὴν καθ' ὑμῶν κινηθεῖσαν παρὰ τοῦ Θεοῦ ὀργήν· ἀλλὰ τὸ μὲν ὑμέτερον ἀσθενὲς ὁμολογηθήσεται· φανεῖται δὲ ἡ μεγαλειότης τοῦ Θεοῦ
The causes of evils: coming to a realization that in vain, having forsaken God, they worshipped them; for they will reckon that they were worshipping rather the bats that nest in these, which possess sensation, than their abodes, which are senseless. When justice, he says, overtakes you, and there is none to help, it follows that you will hide yourselves in the rocks, out of which, he says, you also hewed the idols; for neither will you be able to bear, he says, the wrath stirred up against you from God; but your weakness indeed will be confessed, while the majesty of God will be made manifest.
Τὸ καθ' ἡμᾶς σωτήριον βάπτισμα σημαίνεται διὰ τούτων· δι' οὗ μάλιστα καθαροὶ ἐξ ὑπαρχῆς ἀναδεικνύμεθα
Our saving baptism is signified through these things, through which above all we are shown forth pure afresh.
Τὸ δὲ, « ἐν κέρατι, ἐν τόπῳ πίονι, » τὸ ἐξαίρετον καὶ κεχωρισμένον τοῦ τόπου δηλοῖ. Φραγμὸν δὲ καὶ χάρακας καὶ φύτευμα καὶ οἰκοδομὴν λέγει τήν τε τοῦ γένους περιποίησιν καὶ τὴν αὐτοῦ φρουρὰν καὶ διὰ προφητῶν ἐπιμέλειαν, δι' ὧν πάντων γεωργούμενοι οὐκ ἀκάνθας φέρειν ἠδύναντο, ἀλλὰ τὸν ἐπάξιον καὶ προσήκοντα τῶν πόνων καρπόν. Ὅτι δὲ οὐ τοιοῦτος ὁ κομισθεὶς παρ' αὐτῶν καρπὸς, μαρτυρεῖ ὁ τῷ Σωτῆρι ἡμῶν ἐπιτεθεὶς ἀκάνθινος στέφανος, ἐγκαλύπτων τὸν ἀφανῆ ἐν ψυχαῖς ἀκανθώδη αὐτῶν τρόπον.
And the phrase, in a horn, in a fat place, declares the choice and set-apart character of the place. And by hedge and stakes and planting and building he means both the preservation of the race and His guarding of it and care through the prophets, being cultivated through all of which they ought not to have borne thorns, but fruit worthy and befitting the labours. And that the fruit brought forth by them was not such, the crown of thorns placed upon our Saviour bears witness, unveiling their unseen thorny disposition in their souls.
Τὴν ἐπίσκεψιν τοῦ Θεοῦ την μετὰ τὴν πληγὴν γενομένην λέγει, ὡς εἰς τὴν ἀρχαίαν ἐπανήξει δόξαν δωροφοροῦσα τῷ Θεῷ ἐκ τοῦ ἐπισυναγομένου αὐτῇ σπόρου ἐκ τῆς ἐμπορίας, ἃ ἔσται τοῖς ἐν τῇ Ἱερουσαλὴμ κατοικοῦσι πρόσοδος· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Χειρὰμ ἱστόρηται παρὰ τῆς θείας Γραφῆς.
He speaks of the visitation of God that takes place after the stroke, how she will return to her ancient glory, bringing gifts to God from the seed gathered in for her from merchandise, which things will be revenue for those who dwell in Jerusalem; just as indeed in the time of Hiram also is recorded by the divine Scripture (3 Kings 9:11 ff.).
Ἀκόλουθον τὰς οὕτω διακειμένας ψυχὰς σπεύδειν ἐν τοῖς ὄρθροις ἀποδιδόναι τὰς εὐχαριστίας ἐπὶ τῶν παρεληλυθότων· οὐδὲ γὰρ νὺξ ἡ εἰς ἀνάπαυλαν τῶν σωμάτων δοθεῖσα ἀναπαῦσαι δυνήσεται τὸν ἐν αὐτῇ ὑπνώττοντα, εἰ μή πού γε ἐκείνου σύνθημα εἴη. Ἀναγκαίως οὖν ἡ τοιαύτη ψυχὴ καὶ τοὺς ὄρθρους προλαμβάνει, ἵνα καὶ περὶ τῶν παρεληλυθότων εὐχαριστήσῃ, καὶ περὶ τῆς μελλούσης αὐτὸν διαδέξασθαι ἡμέρας παρακαλέσῃ. Ὑπὸ δὲ τῶν προσταγμάτων τοῦ Θεοῦ φωτίζεσθαι τὴν διάνοιαν τῶν εὐσεβῶν εὔδηλον· ὥσπερ γὰρ ἐν παντὶ ῥήματι Θεοῦ τρέφεται ἡ ψυχὴ, οὕτως καὶ ἐν παντὶ προστάγματι καταυγάζεται καὶ φωτίζεται.
It is fitting that souls so disposed should hasten at dawn to render thanksgivings for the things that are past; for neither will night, which is given for the rest of bodies, be able to give rest to him who sleeps in it, unless indeed there be a token from Him. Of necessity therefore such a soul anticipates the dawns also, so that it may both give thanks for the things that are past, and make supplication concerning the day that is about to succeed it. And that the mind of the pious is enlightened by the commandments of God is evident; for just as the soul is nourished by every word of God (Matt. 4:4), so also by every commandment is it illumined and enlightened.
Σπουδὴ τοίνυν ἑκάστων ἐστὶ καὶ μελέτη τὸ δικαιοσύνην μαθεῖν· οὐδὲ γὰρ ὡς ἕν τι τῶν ἐν τῇ φύσει κειμένων καὶ τοῦτο ἡμῖν συμπέφυκεν, ἵνα ἀμελε-
It is therefore the earnest endeavour and study of each to learn righteousness; for neither has this grown up with us naturally as one of the things implanted in nature, so that unheed-
Notes, col. 1312
On the reading
Printed Σωτηρος, for Σωτῆρος.
PG 18:1313Read from the pageτήτως αὐτὸ ἔχωμεν, ὥσπερ οὖν τὸ βλέπειν ἢ βαδίζειν· ἀλλ' ἑκάστῳ χρεία σπουδῆς, πρὸς τὸ ἀποστῆσαι μὲν τὴν διάνοιαν ἀδικίας, προσλαβεῖν δὲ δικαιοσύνην· ιδοὺ γὰρ οἱ ἐν ἀσεβείᾳ ζήσαντες ἐκποδὼν γεγόνασιν· οὐδὲ γὰρ οἷόν τέ ἐστιν ἀληθείας ἐργάτην εὑρεθῆναι τὸν μὴ δικαιοσύνην μελετήσαντα. — Ἐκλαμβάνεται ταῦτα καὶ εἰς τὸν διάβολον, καὶ εἰς τοὺς ἀγνώμονας Ἰουδαίους, ὡς, πολλῶν εὐεργεσιῶν τυχόντες, ἔτι ἐπέμενον τὸ ὄμμα τῆς διανοίας κεκαμμυκότες· τοῦ γὰρ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημήσαντος, καὶ τῶν ἐθνῶν πιστευσάντων, οὗτοι οὐ μόνον περὶ τὸν εὐεργέτην ἀγνώμονες γεγόνασιν, ἀλλὰ καὶ ζήλῳ πονηρῷ ἐκκαιόμενοι, περίκαυστοι γενέσθαι ἠβούλοντο, ἤπερ ὁρᾷν τὰ ἔθνη σωζόμενα.
ingly we might possess it, just like seeing or walking; but each has need of earnest effort in order to turn his mind away from unrighteousness and to take up righteousness; for behold, those who lived in ungodliness have been put out of the way; for neither is it possible for him who has not practised righteousness to be found a worker of truth. These things are understood also of the devil, and of the ungrateful Jews, in that, having obtained many benefits, they still remained having closed the eye of their understanding; for when our Lord Jesus Christ sojourned among men, and the nations believed, these not only proved ungrateful towards their Benefactor, but also, burning with evil jealousy, wished to be consumed by fire rather than see the nations being saved.
Ἐνταῦθα τὴν ἀνταπόδοσιν λέγει, τὴν κατ' ἀξίαν τῶν ἁμαρτημάτων ἐπαχθεῖσαν δίκην· ἐκείνων γὰρ πάντων, φησὶν, ἡμῖν δικαίως ἀνταποδοθέντων καὶ ὥσπερ χρέος ἐκτισάντων, ἀπόδος ἡμῖν τὸν μονογενῆ Υἱόν σου· οὐδὲ γὰρ ἄλλος τίς ἐστιν ἴαμα ἡμῶν ἢ ὁ μονογενής σου Υἱὸς παραγενόμενος ἐπὶ γῆς.
Here he speaks of the recompense, the punishment inflicted according to the desert of their sins; for now that all those things, he says, have been justly recompensed to us and we have as it were paid off a debt, give back to us Thine only-begotten Son; for neither is there any other who is our healing than Thine only-begotten Son having come upon earth.
Ὅτι μὲν ἡ πάντων δεσποτεία προσῆκε τῷ Θεῷ, παντὶ δῆλον, καὶ οὐκ ἄν τις ὑπονοήσειεν ἐκτὸς τῆς δεσποτείας τοῦ Θεοῦ εἶναί τινα. Τὸ οὖν, Κτῆσαι ἡμᾶς, ἐνταῦθα λέλεκται, ὅτι διὰ τῆς τοῦ μονογενοῦς Υἱοῦ σου παρουσίας λυτρωσάμενος ἡμᾶς, ᾠκείωσε καὶ περιεποίησε νεκρωθέντας ταῖς ἁμαρτίαις.
That the lordship over all things belongs to God is manifest to everyone, and no one could suppose anyone to be outside the lordship of God. The phrase, therefore, Possess us, is spoken here because, having redeemed us through the coming of Thine only-begotten Son, He made us His own and acquired us who had been deadened by sins.
Οἱ γὰρ νενεκρωμένοι ταῖς ἁμαρτίαις οὐ μήποτε θεάσονταί σε· νεκρῶν γὰρ ὄντων τῶν κατὰ φύσιν γενομένων νεκρῶν, καὶ νεκρῶν τῶν νεκρωσάντων τὰ ἑαυτῶν μέλη ἐν ταῖς ἡδοναῖς, καὶ τὰ κακὰ διανοήματα τὰ κατὰ Θεὸν νεκρωσάντων. Ἐνταῦθα τῶν ἐναντίων μέμνηται, τῶν ἀποβαλλόντων μὲν πᾶσαν ζωτικῆς δικαιοπραγίας ζωὴν, νεκρωσάντων δὲ ἑαυτοὺς τῷ Θεῷ ὑπὸ τοῦ πλήθους τῶν ἁμαρτιῶν καὶ κακοπραγίας ἀποβεβληκότας τὴν ζωοποιὸν δικαιοσύνην· διὸ καὶ φειδόμενος, ὁ Θεὸς, καὶ ἀγαθότητι κινούμενος, ἐνέκοψας ἁμαρτάνουσι.
For those who have been deadened by sins shall never see Thee; for there are dead who have become dead according to nature, and there are dead who have mortified their own members in pleasures and have mortified evil thoughts according to God. Here he makes mention of the opposite sort, those who cast away all life of vital righteous action, and who have deadened themselves to God under the multitude of their sins and evil-doing, having cast away life-giving righteousness; wherefore also sparing them, O God, and moved by goodness, Thou didst check them when sinning.
Σημαίνει, ὅτι φειδόμενος ὁ Θεὸς τοῦ Χριστοῦ τῆς ζωῆς αὐτῶν ὑπετέμετο, ἵνα μὴ εἰς χρόνον μακρὸν παραμένοντες συμπαρεκτείνωνται τῇ κακίᾳ, καὶ αὔξωσιν αὐτῶν τὴν πονηρίαν· διὰ γὰρ ἀγαθότητα Θεὸς καὶ χρόνους ὁρίζει εἰς τιμωρίαν· τοῦτο μὲν μετὰ ἑκατὸν εἴκοσιν ἔτη, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ κατακλυσμοῦ, τοῦτο δὲ ἑξήκοντα. Καὶ δι' αὐτοῦ τούτου τοῦ προφήτου καὶ πρὸ τῆς προθεσμίας ἐπάγει τὴν δίκην, ἐγκόπτων αὐτῶν τοῖς ἁμαρτήμασι, καὶ παύων αὐτοὺς τῆς παρανομίας, ἀμετανόητα νοσοῦντας· διό φησιν ὁ πεντηκοστὸς τέταρτος ψαλμός· « Ἄνδρες αιμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας· » καὶ πάλιν· « Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν. »
He signifies that the God of Christ, sparing them, cut short their life, lest remaining for a long time they should be prolonged together with their wickedness and increase their villainy; for out of goodness God also appoints times for punishment: on the one hand after a hundred and twenty years, just as at the flood (Gen. 6:3), and on the other hand sixty. And through this very prophet even before the appointed term He brings on the punishment, checking them in their sins and stopping them from their lawlessness when they are incurably sick with impenitence; wherefore the fifty-fourth Psalm says: Men of blood and deceit shall not live out half their days (Ps. 54:24); and again: Take me not up in the midst of my days (Ps. 101:25).
Ἐνταῦθα κακὰ λέγει οὐχὶ τὰ ἐν πράξεσι κακὰ, ἀλλὰ τὰ κακωτικά· οὕτω γὰρ καὶ ὅτ' ἂν ἀκούσῃς, « Ὁ κτίζων κακὰ, » ἐκλάμβανε. Τὴν τοίνυν ὑπερηφανίαν τῶν λεγομένων ἐνδόξων διὰ τῶν κακωτικῶν καθαιρεθήσεσθαι σημαίνει.
Here he calls evils not the evils in actions, but things that inflict distress; for so also whenever you hear, Who creates evils (Isa. 45:7), understand it. He signifies therefore that the arrogance of those who are called glorious will be brought low through things that inflict distress.
Notes, col. 1313
On the reading
Printed αιμάτων, for αἱμάτων.
PG 18:1316Read from the pageΤὴν ἕως ἀπειλῆς ὀργὴν παρὰ τοῦ Θεοῦ ἐκφερομένην πρὸς ἐπιστροφὴν τῶν ἡμετέρων ψυχῶν, μὴ μέντοι εἰς πρᾶξιν μηδὲ εἰς ἔργον χωροῦσαν σημαίνει· φιλάνθρωπος γὰρ ὢν ἀπειλεῖ, ἵνα, τῷ φόβῳ χαλιναγωγήσας, μετανοήσασι μὴ ἐπαγάγοι τὴν τιμωρίαν· οὐδὲ γὰρ χαίρει ἐπὶ τῷ ἡμετέρῳ θανάτῳ, οὐδὲ ἀποδιάκειται πρὸς τὰ ἑαυτοῦ ποιήματα, οὐδὲ ποιεῖ ἵνα ἔχῃ τοὺς τιμωρουμένους. Εἴπερ γὰρ ἦν τοιοῦτος, ἐνῆν αὐτὸν σιωπῇ καὶ τὴν τιμωρίαν ἐπαγαγεῖν· ἀλλὰ πάντα λέγει, καὶ ἀπὸ πάντων τῶν φοβερῶν ἑαυτὸν γνωρίζεσθαι σπεύδει, ἵν' ἡμεῖς, ἀκούοντες ἃ εἰθίσμεθα φοβεῖσθαι, πρὸ τῆς δίκης ἐπιστρέψαντες (Cod. ἐπιγράψαντες) σωθῶμεν.
He signifies that the wrath brought forth from God goes as far as a threat for the conversion of our souls, yet does not proceed to action nor to deed; for being humane He threatens, so that, having bridled them with fear, He may not bring punishment upon those who repent; for neither does He rejoice over our death, nor is He ill-disposed towards His own creatures, nor does He create in order that He may have those who are punished. For if indeed He were such, it would have been possible for Him even in silence to bring on the punishment; but He speaks all things, and hastens to make Himself known from all the fearful things, so that we, hearing what we are accustomed to fear, turning back (Cod. inscribing) before the judgement, may be saved.
Ἀγαπητὸν ἐνταῦθα λέγει τὸν Σωτῆρα ἡμῶν· καὶ γὰρ ἀφ' οὗ κατὰ τὴν προφητείαν ἡ Παρθένος λέγεται τετοκέναι, ἁπανταχοῦ εὐαφόρμως μνημονεύει τοῦ παιδίου. Ἐπειδὴ τοίνυν τὰ ἡμέτερα τοιαῦτα, φησὶ, γέγονεν ὡς διὰ μεγάλων τιμωριῶν τὸ χρέος ἐκτιννύναι, χρεία τὸ λοιπὸν τοῦ ἀγαπητοῦ σου, χάριτι ἡμῖν λύοντος τὰς συμφοράς.
Here he calls our Saviour Beloved; for indeed since the Virgin is said according to the prophecy to have given birth, everywhere upon fit occasion he makes mention of the child. Since therefore our affairs, he says, have become such as to pay off the debt through great punishments, there is need henceforth of Thy Beloved, loosing our calamities for us by grace.
Τὴν ἐκ τῆς ἀπειλῆς ὠφέλειαν ἐμφαίνει· ὥσπερ γὰρ σπέρμα δεξάμενος ἀγαθὸν τὸν φόβον σου, καὶ τοῦτον κυοφορήσαντες, ἐν καιρῷ τῷ δέοντι σωτηρίαν ἐκαρπωσάμεθα. Ἔτι γὰρ ὄντων ἡμῶν ἐπὶ γῆς, καιρὸν μετανοίας ἐχαρίσω, μὴ προανελὼν τῇ κατ' ἀξίαν δίκῃ, ἀλλ' ἐνδεδωκὼς ἐπιστρέψαντας σωθῆναι. — Δεξάμενοι τοίνυν τὰ σπέρματα τὰ ζωοποιὰ, καὶ τὸν φόβον κτησάμενοι, διαφευξόμεθα πᾶσαν τιμωρίαν· οἱ γάρ ποτε νεκροὶ ὄντες τοῖς παραπτώμασι καὶ ταῖς ἐπιθυμίαις νῦν ἐγερθησόμεθα ὡς ἀπὸ μνημείων, τῆς παρὰ σοῦ ἀντιλήψεως τυχόντες· ὑφ' ᾗ ἀντιλήψει ἀγαλλιασόμεθα, ἠρεμοῦντες ἀπὸ τῶν κακῶν ἔργων· ἀεὶ γὰρ τὸ ἔλεός σου οὕτως ἐκπέμπεις ἐφ' ἡμᾶς ὡς δρόσον ἰατρικήν.
He sets forth the benefit from the threat; for having received Thy fear like good seed, and having conceived this in the womb, in due season we reaped salvation as fruit. For while we were still upon earth, Thou didst grant a season of repentance, not carrying us off beforehand by the judgement according to desert, but having granted that by turning back we should be saved. — Having therefore received the life-giving seeds, and having acquired fear, we shall escape every punishment; for we who once were dead in trespasses and desires shall now be raised up as from tombs, having obtained the succour from Thee; under which succour we shall exult, resting from evil works; for Thou dost ever send forth Thy mercy upon us thus like healing dew.
Τοῦ πτώματος αὐτοῦ τοῦ Ἐφραῒμ, καὶ τῆς ἐκπτώσεως φανερᾶς πᾶσι γενομένης, ὥσπερ ἐπὶ ὄρους ὑψηλοτάτου, ταῦτα ὑπὸ παντὸς καὶ τοῖς πᾶσι καταδήλου γενομένου.
As the fall itself of Ephraim, and the falling away became manifest to all, as upon a very high mountain, these things having become evident by everyone and to all.
Τὴν ἐπαγομένην δικαίως αὐτοῖς τιμωρίαν, ἣν ουκ οἷοί τε γεγόνασι διαδρᾶναι, σημαίνει· ὥσπερ γὰρ ὁ χαλάζῃ ὑποπεσὼν ὕπαιθρος οὐ διαφεύγει τὰς ἐκ ταύτης βολὰς, μηδενὸς ὄντος τοῦ σκεπάζοντος αὐτόν· οὕτως καὶ οὗτοι· Θεοῦ ἐπάγοντος τὴν τιμωρίαν, ἀβοήθητοί ἐσμεν, μηδενὸς ὄντος τοῦ ἐπαμύνειν δυναμένου.
He signifies the punishment justly brought upon them, which they have not been able to escape; for just as he who under the open sky falls under hail does not escape the blows from it, there being no one who shelters him; so also these: when God brings on the punishment, we are helpless, there being no one who is able to ward it off.
Τὴν ἐκ τῶν πολεμίων ἐπικράτειαν ἐνταῦθα σημαίνει· καὶ ὅτι πάσης ἀτιμίας ἔμπλεοι γένοιντο τῇ αἰχμαλωσίᾳ ὑποπεσόντες, δηλοῖ. Καὶ γὰρ, φησὶν, οὐδὲ οἱ ἐκ τῆς αἰχμαλωσίας ὀλίγοι παραλειφθέντες λαθεῖν δυνήσονται, ἀλλ' οὕτως παρὰ πάντων τῶν περιοίκων φωραθήσονται, καὶ κατάδηλοι ἔσονται ὑποβαλλόμενοι τῇ τιμωρίᾳ, ὡς οὐκ ἔνεστι λαθεῖν τὸν ἐπ' ἄκρου ὄρους ὄντα ἢ πρόδρομον σύκου, ὃ ἐκ πάντων τῶν ἄλλων μόνον πέπειρον ἐπισπᾶται τὰς ὄψεις τῶν ὁρώντων.
Here he signifies the mastery on the part of the enemies; and he makes clear that having fallen under captivity they would become full of every dishonour. For indeed, he says, not even the few left behind from the captivity will be able to escape notice, but will thus be detected by all the neighbours around, and will be manifest as being subjected to punishment, just as it is not possible for one who is on a mountain top or an early fig to escape notice, which alone ripe out of all the others draws to itself the eyes of the beholders.
Πρὸς τοὺς κατὰ διάνοιαν λογισμοὺς κινηθέντας αὐτοῖς, ὅτι δὴ εἰς ἐξάλειψιν αὐτῶν ἔστι τὸ γένος, μηδενὸς ἀντιποιουμένου αὐτῶν, καὶ τὰ παρόντα λέ-
Towards the thoughts stirred up in mind among them, that their race is indeed for wiping out, with no one laying claim to them, the present words also are spo-
Notes, col. 1316
PG 18:1317Read from the pageλεκται· ἵνα γὰρ μὴ εἰς ἀνελπιστίαν παντελῆ καταπέσωσι, προαγορεύει τὸν μέλλοντα ἐπὶ σωτηρίᾳ τοῦ γένους παραγενησόμενον, τουτέστι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τὸν ἡμέτερον Σωτῆρα, ὃς στέφανος τῆς δόξης ἔσται πᾶσι, φανεὶς ἐν κόσμῳ καὶ ἀναλαβὼν τὴν ἡμετέραν σάρκα.
ken; for in order that they may not fall into utter hopelessness, he foretells Him Who is going to come for the salvation of the race, that is, our Lord Jesus the Christ our Saviour, Who will be a crown of glory to all, having appeared in the world and having taken up our flesh.
Τὴν τοῦ Θεοῦ ἐποπτείαν, καὶ τὴν δικαίαν αὐτοῦ κρίσιν δηλοῖ, ὡς οὐκ ἀκρίτως πάντες οἱ παραδοθέντες τῇ αἰχμαλωσίᾳ ἀποθανοῦνται, ἀλλ' ἐκεῖνοι περιποιηθήσονται, οὓς τῷ Θεῷ δόξῃ σώζεσθαι, ἡμῶν μὴ δυναμένων ἀνιχνεύειν τοὺς λόγους δι' οὓς περιποιηθήσονται.
He makes clear the oversight of God, and His just judgement, how not without judgement will all those handed over to captivity die, but those will be preserved whom it may seem good to God to save, while we are unable to trace out the reasons on account of which they will be preserved.
Φάσμα γὰρ καὶ ἔκπληξις τοῦτ' ἂν εἴη κυρίως, τὸ τούτους, οὕτως παιδαγωγηθέντας παρὰ τοῦ Θεοῦ, καὶ τοσούτων ἀπολαύσαντας τῶν ἀγαθῶν, εἰς τοσαύτην παρανομίαν χωρῆσαι.
For a portent and an astonishment would this strictly be, that these, having been thus trained by God, and having enjoyed so many good things, advanced into such great lawlessness.
Θλίψιν ἐνταῦθα λέγει τὰ ἐν τῇ αἰχμαλωσίᾳ δεινά· προσθήκην δὲ θλίψεως τὴν συναίσθησιν τῶν αἰτίων, δι' ἃς καὶ τὰ κακὰ αὐτοῖς ἐπενήνεκται· ἥτις ἐπωφελὴς καὶ ὀνήσιμος αὐτοῖς ἐγίνετο.
Here he calls tribulation the dreadful things in the captivity; and addition of tribulation the consciousness of the causes on account of which the evils also have been brought upon them; which became beneficial and profitable to them.
Τὴν δικαίαν παρὰ του Θεοῦ ἀνταπόδοσιν ἐπενεχθήσεσθαι αὐτοῖς προλέγει· γλώττῃ μὲν φαυλισάντων τὸ Θεῖον, ἐν δὲ τῇ γλώττῃ δεχομένων τὴν τιμωρίαν· ὑπὸ γὰρ αἰχμαλωσίαν πράττοντες, οὐκέτι τῇ συνήθει διαλέκτῳ ἐκέχρηντο, ἀλλὰ τῇ τῶν κρατούντων φωνῇ λαλεῖν ἠναγκάζοντο.
He foretells that the just recompense from God will be brought upon them: since with the tongue they disparaged the Divine, and in the tongue they receive the punishment; for faring under captivity, they no longer used their customary speech, but were compelled to speak in the language of their masters.
Τὸν ἐκ τῶν πόνων αὐτοῖς ἐπιγενηθέντα καρπὸν, ὃν ἐριστικῶς αὐτοῖς ἐπιδείκνυσιν ὁ προφήτης, ἀνάπαυσιν τὴν τιμωρίαν καλῶν· Ὧν γὰρ, φησὶν, ἑαυτοῖς ἐθησαυρίσατε, τούτων ὡς ἐν ἡδονῇ ἀπολαύετε, συντριβόμενοι ἐν ταῖς τιμωρίαις.
The fruit that accrued to them from their labours, which the prophet displays to them contentiously, calling the punishment rest: For of what things, he says, you treasured up for yourselves, of these enjoy as in pleasure, being crushed in the punishments.
Τὴν ἐκ τῆς παιδείας ὠφέλειαν γενομένην ταῖς ψυχαῖς αὐτῶν λέγει· λαβόμενοι γὰρ ἑαυτῶν, ἐφ' οἷς διεπράξαντο, τὴν ἐπικερδῆ ταῖς ψυχαῖς αὐτῶν ὀδύνην τε καὶ θλίψιν ἔσχον, συνεργοῦντος αὐτοῖς τοῦ Θεοῦ καὶ ἀνακόπτοντος αὐτῶν τὰς ἀλόγους ὁρμάς· ἵνα τῇ βίᾳ τῆς ἀντανακλάσεως παιδαγωγηθῶσιν ὀψέ ποτε, εἰς ὕψος ἄραντες τοὺς ὀφθαλμοὺς, ἐπιγνῶναι τὸν ἑαυτῶν δημιουργόν τε καὶ ποιητήν.
He speaks of the benefit that came to their souls from the chastisement; for taking hold of themselves over the things which they had wrought, they had pain and tribulation profitable to their souls, God working with them and checking their irrational impulses; so that by the force of the bending back they might be trained late at last, having lifted their eyes on high, to recognize their own Demiurge and Maker.
Μετὰ τὴν τῶν φοβερῶν ἀπειλὴν ὧν ἄξιοι ἐτύγχανον, πάλιν ἀνακαλούμενος αὐτοὺς ὁ Θεὸς μὴ εἰς ἀνελπιστίαν καταπεσεῖν, τῇ δὲ αὐτοῦ φιλανθρωπίᾳ προσδραμεῖν, προλέγει τὸ μέλλον οἰκονομηθήσεσθαι εἰς σωτηρίαν αὐτῶν· Ἀποστελῶ γὰρ, φησὶ, τὸν μονογενῆ Υἱόν μου ἐν σαρκὶ φανησόμενον· οὐδὲν ἕτερον ἀπαιτήσαντα ὑμᾶς ἢ πίστιν τὴν εἰς αὐτὸν, καὶ ἀντιδέχεσθαι ὑμᾶς σωτηρίαν· τὸ γὰρ λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, οὐδὲν ἕτερόν ἐστιν ἢ ἔπαινος παρὰ Πατρὸς εἰς Υἱὸν γινόμενος· τίνι γὰρ ἔπρεπε μαρτυρεῖν τῷ μονογενεῖ Υἱῷ ἢ Πατρὶ τῷ αὐτοῦ; — Τὸ ἀκριβὲς τῆς τοῦ Θεοῦ κηδεμονίας ἐνταῦθα δηλοῖ· ὅτι δὴ οὐ πάντες ἀξιωθήσονται τοῦ ἐλέους τοῦ Θεοῦ, ἀλλ' οἱ εἰς αὐτὸν τῇ ἐλπίδι ἀνακείμενοι.
After the threat of the fearful things of which they happened to be worthy, God, calling them back again not to fall into hopelessness, but to run to His humanity, foretells what is going to be dispensed for their salvation: For I will send, He says, Mine only-begotten Son Who will appear in flesh; having demanded nothing else of you than faith in Him, and that you receive salvation in return; for the costly, chosen, cornerstone, precious stone, is nothing else than praise coming from the Father unto the Son; for whom did it befit to bear witness to the only-begotten Son than His own Father? — Here he makes clear the exactness of God's care: that indeed not all will be counted worthy of the mercy of God, but those who rest upon Him in hope.
Ἐπειδὴ γὰρ, φησὶν, ἐδόξατε δαίμονας τεθεραπευκέναι πρὸς ἀποτροπιασμὸν τῶν κακῶν ὑμῶν, καὶ ἐπὶ τῇ ματαίᾳ ταύτῃ ἐλπίδι ἐπεποίθειτε, γινώσκετε, ὡς
For since, he says, you thought to have courted demons for the averting of your evils, and had trusted upon this vain hope, know that
Notes, col. 1317
PG 18:1320Read from the pageοὐδὲν τῶν ἐπαγομένων διαφεύξεσθε, τῇ τε καταιγίδι καὶ τῷ θανάτῳ ὑποβαλλόμενοι.
you will escape none of the things brought upon you, being subjected both to the tempest and to death.
Εἰς συμπάθειαν ἐπικαμφθεὶς ὁ προφήτης, καὶ κατὰ νοῦν λαβὼν τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι, συμβουλεύειν προήχθη, ὅτι Κἂν νῦν γοῦν συνέσει ἀκούσατε· οὐδὲ γὰρ οἷόν τέ ἐστιν, εἰς τοσοῦτον βυθὸν ὑμᾶς κακῶν ἐμπεσόντας, καὶ στενοχωρουμένους ταῖς συμφοραῖς, ἀνθίστασθαι Θεῷ· ὁπότε οὐδὲ ἰσχύσομεν ἑαυτοὺς συνάξαι ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς.
Bent to sympathy, the prophet, having also taken into mind the things that were going to overtake them, was led to advise: Even now at least hear with understanding; for neither is it possible, when you have fallen into so great a depth of evils, and are straitened by calamities, to resist God; since we shall not even have strength to gather ourselves together without the inclination of God's scale.
Τὴν παρὰ τοῦ Θεοῦ ὀργὴν, ὡς εἰς ὄρος ἀσεβῶν κατ' αὐτῶν ἐπαγομένων δηλοῖ· θυμοῦ δὲ ἀκούων, καὶ πικρίαν ὀργὴν, μὴ κατὰ τοῦ Δεσπότου γυμνάσῃς μέμψιν· οὐδὲ γὰρ ὡς ἐν θυμῷ τραπήσεται Θεὸς, μένοντος αὐτοῦ ἀτρέπτου φύσει τε καὶ γνώμῃ· ἀλλ' ὅτι πικρίας οὗτοι αἰσθήσονται παιδευόμενοι· διὰ φειδὼ δὲ καὶ φιλανθρωπίαν τοῦ Θεοῦ παιδεύοντος αὐτούς· ἵνα, συσχεθέντες τοῖς δεινοῖς, διὰ μετανοίας ἑαυτοῖς σωτηρίαν πραγματεύσωνται.
He makes clear the wrath from God, as against a mountain of ungodly men brought against them; and when you hear of anger, and bitterness as wrath, do not exercise blame against the Master; for neither will God be turned as in anger, since He remains unchangeable both in nature and in purpose; but because these when chastised will feel bitterness; whereas out of sparing and humanity God chastises them; so that, held fast by dreadful things, they may work out salvation for themselves through repentance.
Ἁρμόζει ὁ λόγος καὶ πρὸς τοὺς ἐκ τοῦ Ἰσραήλ· οὐ μὴν ἀλλὰ καὶ πρὸς τὰ ἔθνη· καὶ ἐπὶ μὲν τῶν Ἰσραηλιτῶν μὴ ἐπιμένειν αὐτοὺς συμβουλεύει τῇ ἐκ τῶν ἁμαρτημάτων ἡδονῇ, μηδὲ ἐπισφίγγειν ἑαυτοὺς ταῖς ἁμαρτίαις, μηδὲ ἐπιδεσμεύειν, ἀλλὰ πρὸς τὴν ἀκοὴν τῆς κρίσεως συσταλέντας, ἐπιμέλειαν ἑαυτῶν ποιήσασθαι· τοῖς δὲ ἔθνεσιν, ὅτι οὐ χρὴ χαίρειν ὑμᾶς ἐπὶ τῇ τῶν Ἰσραηλιτῶν τιμωρίᾳ· διαβήσεται γὰρ καὶ εἰς ὑμᾶς τὰ τῆς τίσεως ἁμαρτάνοντας.
The word fits those from Israel as well; nay more, the nations also; and in the case of the Israelites he advises them not to remain in the pleasure arising from sins, nor to bind themselves fast to sins, nor to tie themselves upon them, but having been sobered at the hearing of the judgement, to take care of themselves; and to the nations, that you must not rejoice over the punishment of the Israelites; for the things of vengeance will pass over to you also when you sin.
Τὴν εἰς Ἀσσυρίους αἰχμαλωσίαν αὐτῶν δηλοῖ, μὴ θελησάντων αὐτῶν μὲν ἐμμεῖναι τοῖς τοῦ Θεοῦ προστάγμασι, μεταθεμένων δὲ εἰς εἰδωλολατρείαν· ὅθεν καὶ μεταθήσειν αὐτοὺς ὁ Θεὸς ἀξιοῖ, ὡς ἀπὸ τόπου εἰς τόπον· καὶ τοῦτο ἀγαθότητος ὑπερβολῇ ποιῶν· οὓς γὰρ μοχθηροὺς ἔδειξεν ἡ γῆ, ἀκόλουθον τούτους εἰς ἑτέραν μεταχθῆναι γῆν, εἴ που ἄρα τῇ μεταθέσει τῶν τόπων ἀμείψουσι καὶ τοὺς τρόπους.
He makes clear their captivity among the Assyrians, since they were not willing to abide in the ordinances of God, but transferred themselves to idolatry; whence God also deems it right to transfer them, as from place to place; doing this also by excess of goodness; for those whom the land showed to be wicked, it was fitting that these be transferred to another land, if perhaps by the transfer of places they will change their ways also.
Τὸ Χερμὲλ ὄρος ἦν προσκείμενον τῇ Ἱερουσαλὴμ, ὃ κατεῖχον οἱ υἱοὶ Ἰσραήλ· ὁ δὲ Λίβανος ὄρος ἦν, ὃ κατεῖχον τὰ ἔθνη· δηλοῖ τοίνυν διὰ τούτων, ὡς ὁ Ἰσραὴλ ἀπόβλητος ἐγεγόνει διὰ τὰς πλημμεληθείσας αὐτῶν παρανομίας καὶ ἀσέβειαν τὴν εἰς Θεόν· ἀντεισενεχθήσεται δὲ ἀντὶ τούτου τοῦ ἔθνους πάντα τὰ ἔθνη, καὶ ἀντιδεχθήσεται παρὰ τοῦ Θεοῦ.
Carmel was a mountain lying near Jerusalem, which the sons of Israel held; and Lebanon was a mountain which the nations held; he makes clear therefore through these things that Israel had become rejected on account of the lawless deeds committed by them and their ungodliness towards God; and in place of this nation all the nations will be brought in instead, and will be received in turn by God.
Ἀνάγει τὸν λόγον καὶ αὖθις ἐπὶ τὸ ἐσφραγισμένον βιβλίον, δι' οὗ σημαίνει τὴν τοῦ Σωτῆρος παρουσίαν· « Ἀκούσονται γὰρ κωφοὶ λόγους βιβλίου, » τουτέστιν οἱ μὴ προκόψαντες τῷ λίθῳ τοῦ προσκόμματος· οἱ τῇ ἐπικειμένῃ σφραγῖδι, ὅς ἐστι Χριστὸς, μὴ προφασισάμενοι πιστεῦσαι· οἱ γὰρ ἐν σκότῳ καὶ ἀγνοίᾳ διάγοντες ἀναβλέψουσιν, ἡνίκα ἂν τὴν τοῦ Σωτῆρος παραδέξωνται παρουσίαν· καὶ οἱ πτωχεύοντες ἐν τῷ λόγῳ πλουτήσουσι διὰ τὸν φανέντα Χριστόν· καὶ πάντες εὐφροσύνης πληρωθήσονται οἱ εἰς αὐτὸν πιστεύσαντες.
He brings the discourse up once again to the sealed book, through which he signifies the coming of the Saviour: "For the deaf shall hear the words of a book," that is, those who did not stumble against the stone of stumbling; those who did not make excuses not to believe in the seal laid upon it, Who is Christ; for those passing their lives in darkness and ignorance will recover their sight whenever they receive the coming of the Saviour; and those who are poor in the word will become rich through the Christ Who has appeared; and all who have believed in Him will be filled with gladness.