Migne Reading Room

PG 18 · cols. 384–393 · Read from the page

Oration on Palm Sunday

Oration on Palm Sunday

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:384Read from the page
Αʹ. Εὐλογητὸς ὁ Θεός· ἐκ θαυμάτων ἐπὶ τὰ θαύματα τοῦ Κυρίου βαδίσωμεν, ἀδελφοὶ, καὶ φθάσωμεν ὡς ἐκ δυνάμεως εἰς δύναμιν. Καθάπερ ἐν ἁλύσει χρυσῇ, κρικίοις ἀλληλενδέτοις συμβεβλημένῃ, ἐν τοῦ ἑνὸς κατέχεται τῶν συμβεβλημένων ἕκαστον, καὶ συνάπτεται θάτερον θατέρῳ, καὶ παραπέμπεται· οὕτω καὶ τὰ τῶν ἁγίων Εὐαγγελίων θαύματα, ἐξ ἀλλήλων εἰς ἄλληλα ποδηγοῦσι τὴν φιλέορτον τοῦ Θεοῦ Εκκλησίαν, καὶ εὐφραίνουσιν, οὐ τῇ ἀπολλυμένῃ βρώσει, ἀλλὰ τῇ μενούσῃ εἰς ζωὴν αἰώνιον. Φέρε τοίνυν καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ἑτοιμασίᾳ καρδίας καὶ ὠσὶν εὐηκόοις ἀκούσωμεν τί λαλήσει ἐν ἡμῖν Κύριος ὁ Θεὸς ἔν τε προφήταις καὶ Εὐαγγελίοις περὶ τῆς θειοτάτης ταύτης ἑορτῆς. Λαλήσει δὲ πάντως εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. Σήμερον προφητικαὶ σάλπιγγες τὴν οἰκουμένην ἀνεπτέρωσαν, καὶ τὰς ἁπανταχῆ τοῦ Θεοῦ Ἐκκλησίας ἐφαίδρυναν καὶ κατέτερψαν· καὶ ἐκ τοῦ σκάμματος τῶν ἁγίων νηστειῶν, καὶ τῆς κατὰ τῶν παθῶν παλαίστρας παραλαβοῦσαι τοὺς πιστοὺς, τὸν ἐπινίκιον ὕμνον, καὶ τὸ καινὸν σύνθημα τῆς εἰρήνης ᾄδειν τῷ νικοποιῷ Χριστῷ ἐδίδαξαν. Δεῦτε γοῦν ἅπαντες, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Δεῦτε ἅπαντα τὰ ἔθνη, κροτήσωμεν χεῖρας, καὶ ἀγαλλιασώμεθα τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν ἐν φωνῇ ἀγαλλιάσεως. Μηδεὶς ἄμοιρος ἔστω τῆς χάριτος· μηδεὶς ὑστερείτω τῆς κλήσεως, ὅτι ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν. [Μηδεὶς ἀγνωμονείτω τὴν ὑπάντησιν τοῦ βασιλέως, ἵνα μὴ ἔξωθεν τοῦ νυμφῶ-
Chapter I. Blessed be God: from wonders unto the wonders of the Lord let us advance, brethren, and let us attain as from strength to strength. Just as in a golden chain, put together with mutually linked rings, each of the parts put together is held from the one, and the one is joined to the other, and transmitted; so also the wonders of the holy Gospels lead the feast-loving Church of God on from one to another, and gladden her, not with the food that perishes, but with that which abides unto eternal life. Come therefore, we also, beloved, in readiness of heart and with obedient ears, let us hear what the Lord God will speak in us both in the prophets and in the Gospels concerning this most divine feast. And He will surely speak peace unto His people, and unto His holy ones, and unto those who turn their heart unto Him. Today prophetic trumpets have winged the inhabited earth, and have brightened and delighted the Churches of God everywhere; and receiving the faithful from the trench of the holy fasts and the wrestling-school against the passions, have taught them to sing the hymn of victory and the new watchword of peace to the victory-making Christ. Come then, all, let us exult in the Lord. Come, all nations, let us clap our hands, and exult in God our Saviour with a voice of exultation. Let no one be without a share in the grace; let no one fall short of the calling, because the seed of the disobedient has become for destruction. [Let no one be ungrateful towards the meeting of the King, lest outside the bride-
Notes, col. 384

On the reading

Printed ἐν, for ἐκ.

Printed Εκκλησίαν, for Ἐκκλησίαν.

PG 18:385Read from the page
νος ἀποκλεισθῇ.] Μηδεὶς σκυθρωπὸς πρὸς τὴν ὑποδοχὴν εὑρεθῇ ἐν ἡμῖν, ἵνα μὴ τοῖς πονηροῖς πολίταις συγκατακριθῇ. Πολίτας δέ φημι τοὺς μὴ θελήσαντας δέξασθαι τὸν Κύριον ἑαυτῶν βασιλέα ἐφ' ἑαυτούς. [Πάντες φαιδρῶς συνδράμωμεν·] πάντες προθύμως ὑποδεξώμεθα, καὶ ὑπερκοσμίως ἑορτάσωμεν. Ἀντὶ ἱματίων, τὰς καρδίας ἡμῶν ἐκχέωμεν ἐνώπιον αὐτοῦ· ἐν ψαλμοῖς καὶ ὕμνοις τὰς εὐχαριστίας ἀνατείνωμεν αὐτῷ· καὶ τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀκαταπαύστως βοήσωμεν. Οἱ γὰρ εὐλογοῦντες αὐτὸν, εὐλόγηνται· καὶ οἱ καταρώμενοι αὐτὸν, κεκατήρανται. Πάλιν ἐρῶ, καὶ προτρεπόμενος ἐπὶ τὸ ἀγαθὸν οὐ παύσομαι. Δεῦτε, ἀγαπητοὶ, εὐλογήσωμεν τὸν εὐλογημένον, ἵνα εὐλογηθῶμεν ὑπ' αὐτοῦ. Πᾶσαν ἡλικίαν καὶ ἀξίαν ἐπὶ τὸ αὐτὸ συνεκάλεσεν ὁ λόγος πρὸς τὴν τοῦ Κυρίου αἴνεσιν· Βασιλεῖς τῆς γῆς καὶ πάντας λαοὺς, ἄρχοντας καὶ πάντας κριτὰς γῆς· νεανίσκους καὶ παρθένους· καὶ τὸ καινοπρεπὲς τοῦ θαύματος, ὅτι τῇ νέᾳ καὶ ἀπειροκάκῳ τῶν νηπίων καὶ θηλαζόντων ἡλι-
chamber he be shut out.] Let no one among us be found gloomy towards the reception, lest he be condemned together with the wicked citizens. And by citizens I mean those who were not willing to receive the Lord their King over themselves. [Let us all run together brightly;] let us all eagerly welcome Him, and celebrate the feast in a supramundane manner. Instead of garments, let us pour out our hearts before Him; in psalms and hymns let us offer up thanksgivings to Him; and let us unceasingly cry out, Blessed is He Who comes in the name of the Lord. For those who bless Him are blessed; and those who curse Him are cursed. Again I will speak, and exhorting unto that which is good I will not cease. Come, beloved, let us bless the Blessed One, that we may be blessed by Him. The word has called together every age and rank to the same place for the praise of the Lord: Kings of the earth and all peoples, princes and all judges of the earth; young men and virgins; and the novelty of the wonder is that to the young and guileless age of infants and sucklings
Βʹ. Σήμερον χαρᾷ χαίρει ὁ μακάριος Δαβὶδ, σεσυλημένος τὴν κιθάραν ὑπὸ νηπίων· οἷς καὶ συγχορεύων τῷ πνεύματι καὶ συνευωχούμενος, καθάπερ ⟨τ⟩ὸ πρὶν πρὸ προσώπου τῆς κιβωτοῦ τοῦ Θεοῦ, συμμουσουργεῖ καὶ συμψελλίζει ἡδέως· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Πρὸς ὃν ἐροῦμεν· Λέγε ἡμῖν, ὦ προφῆτα, τίς οὗτος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου; Οὐκ ἐμὸν, φησὶ, τὸ διδασκαλεῖον σήμερον· νηπίοις γὰρ ἀφιέρωται παρὰ τοῦ καταρτήσαντος ἐκ στόματος νηπίων καὶ θηλαζόντων αἶνον, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν· ὅπως καὶ διὰ τοῦ θαύματος τούτων ἐπιστραφῶσι πατέρων καρδίαι ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων. Λέγετε ἡμῖν, ὦ παῖδες, πόθεν ὑμῖν ἡ καλὴ αὕτη καὶ ἐπίχαρις ἅμιλλα καὶ ᾠδή; Τίς ὁ διδάξας; Τίς ὁ σοφίσας; Τίς ὁ συναθροίσας; Ποῖαι δέλτοι; Τίνες οἱ παιδαγωγοί; Συγκοινωνήσατε ἡμῖν, φασὶ, τῆς εὐωχίας καὶ μελῳδίας, καὶ μαθήσεσθε τὰ Μωϋσῇ καὶ τοῖς λοιποῖς προφήταις ἐν ἐπιθυμίαις. Ἐπεὶ οὖν προετράπημεν, καὶ δεξιὰς ἡμῖν ἔδωκαν οἱ παῖδες κοινωνίας, δεῦρο, ἀγαπητοὶ, καὶ ἡμεῖς ζηλώσωμεν τὴν θεοπρεπῆ χορείαν, καὶ μετὰ τῶν ἀποστόλων ὁδοποιήσωμεν τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολὰς, καὶ ἐπὶ ὑποζύγιον, ὡς ηὐδόκησεν, ἐποχουμένῳ ἐπὶ τῆς γῆς. Μετὰ τῶν νηπίων κλάδη ἄρωμεν, καὶ τοῖς θαλλοῖς κροτήσωμεν, ὅπως ἐπιπνεύσῃ καὶ ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν θεοδίδακτον ἀναμέλψωμεν εὐτάκτως ᾠδήν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Σήμερον καὶ ὁ πατριάρχης Ἰακὼβ ἐν πνεύματι ἑορτάζει, ὁρῶν τὴν προφητείαν αὐτοῦ εἰς ἔργον ἀχθεῖσαν· καὶ τὸν δε-
Chapter II. Today the blessed David rejoices with joy, having been despoiled of his harp by infants; and dancing together with them in the spirit and feasting with them, just as formerly before the face of the ark of God, he makes music with them and lisps sweetly with them: Blessed is He Who comes in the name of the Lord. To whom we shall say: Tell us, O prophet, who is this Who comes in the name of the Lord? The school is not mine today, says he; for it has been dedicated to infants by Him Who perfected praise out of the mouth of infants and sucklings, to overthrow the enemy and avenger; so that through the wonder of these the hearts of fathers also may be turned to children, and the disobedient to the wisdom of the just. Tell us, O children, whence have you this noble and graceful rivalry and song? Who is he that taught you? Who is he that made you wise? Who is he that gathered you together? What tablets? Who are the tutors? Share with us, they say, in the feast and melody, and you shall learn the things that were desired by Moses and the rest of the prophets. Since therefore we have been exhorted, and the children have given us the right hands of fellowship, come, beloved, let us also emulate the God-befitting choir, and with the apostles let us prepare the way for Him Who mounts upon the heaven of heavens towards the east, and Who rides upon a beast of burden on the earth, as He was well-pleased. With the infants let us take up branches, and let us applaud with the olive-boughs, so that the Holy Spirit may breathe upon us also, and we may in good order sing aloud the God-taught song: Blessed is He Who comes in the name of the Lord, hosanna in the highest. Today the patriarch Jacob also celebrates the feast in spirit, seeing his prophecy brought into effect; and Him Who
PG 18:388Read from the page
σμεύοντα πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, ἐπιβεβηκότα ἐπὶ πῶλον νέον, καὶ μετὰ τῶν πιστῶν προσκυνεῖ τῷ Πατρί. Σήμερον πῶλος ἑτοιμάζεται, τὸ τῶν ἀλογίστων ἐθνῶν τὸ πρὶν ἀλόγιστον ἐξεμβλάριον, εἰς ἐπίδειξιν ὑποταγῆς τοῦ ἐξ ἐθνῶν λαοῦ· καὶ νήπια καταμηνύουσι τὴν τούτων πρὸς θεογνωσίαν νηπιότητα, καὶ τὴν μετὰ ταῦτα πρὸς θεοσέβειαν τελειότητα. Σήμερον ὁ βασιλεὺς τῆς δόξης ἐπὶ γῆς προφητικῶς δοξάζεται, καὶ συγκοινωνοὺς τῆς ἐπουρανίου εὐωχείας τοὺς γηγενεῖς ἀναδείκνυσιν, ἵνα δείξῃ, ὅτι αὐτός ἐστι Κύριος ἀμφοτέρων, ὡς ἑκατέρωθεν συμφώνως ἀνυμνούμενος. Διὰ τοῦτο οἱ μὲν ἄνω τὴν ἐπὶ γῆς σωτηρίαν καταμηνύοντες ἔψαλλον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ. Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ· οἱ δὲ κάτω τῇ ἐπουρανίῳ εὐφροσύνῃ συμπανηγυρίζοντες ἔκραζον· Ὡσαννὰ [ἐν τοῖς ὑψίστοις· ὡσαννὰ] τῷ υἱῷ Δαβίδ. Καὶ οἱ μὲν ἄνω ἐδοξολόγουν· Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ· οἱ δὲ κάτω [ἐθεολόγουν]· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
binds His foal to the vine, mounted upon a young foal, and with the faithful he worships the Father. Today a foal is prepared, the formerly irrational exemplar of the irrational nations, for a demonstration of the subjection of the people from the Gentiles; and infants indicate their infancy with respect to the knowledge of God, and their subsequent perfection with respect to godliness. Today the King of glory is prophetically glorified upon earth, and shows the earth-born to be fellow-partakers of the heavenly banquet, that He may show that He Himself is Lord of both, as being harmoniously hymned from both sides. On this account those above, indicating the salvation upon earth, sang: Holy, holy, holy, Lord Sabaoth. All the earth is full of His glory; while those below, celebrating the festival together in heavenly gladness, cried aloud: Hosanna [in the highest; hosanna] to the Son of David. And those above gave glory: Blessed be the glory of the Lord from His place; while those below [proclaimed Him God]: Blessed is He Who comes in the name of the Lord.
Γʹ. Τούτων δὲ οὕτως τελουμένων, Καὶ τῶν μαθητῶν χορευόντων περὶ πάντων ὧν εἶδον δυνάμεων, καὶ λεγόντων, Εὐλογημένος ὁ ἐρχόμενος [βασιλεὺς] ἐν ὀνόματι Κυρίου· ἐν οὐρανῷ εἰρήνη, καὶ δόξα ἐν ὑψίστοις· ἡ πόλις ἐπύθετο λέγουσα· Τίς ἐστιν οὗτος; πεπωρωμένον φθόνον κατὰ τῆς τοῦ Δεσπότου δόξης κινοῦσα. Πόλιν δὲ ἀκούων, τὴν παλαιὰν τῆς Συναγωγῆς ἄτακτον πληθὺν ἐπιγίνωσκε. Διερωτῶσιν οἱ ἀγνώμονες, Τίς ἐστιν οὗτος; ὡς μήπω ἑωρακότες τὸν εὐεργέτην καὶ περιβόητον τοῖς θεοπρεπέσι θαύμασιν. Οὐ γὰρ κατέλαβεν ἡ σκοτία τὸ ἐν αὐτῇ ἐπιλάμψαν ἄδυτον φῶς. Ὅθεν εὐθυβόλως πρὸς αὐτοὺς ἀνακέκραγεν Ἡσαΐας ὁ προφήτης λέγων· Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν. Καὶ τίς τυφλὸς, [ἀλλ' οἱ παῖδές μου· καὶ κωφοὶ] ἀλλ' ἢ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πολλάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Ὁρᾶτε, ἀγαπητοὶ, ἀκρίβειαν λόγου, ὅπως τὸ προθεωρητικὸν θεῖον Πνεῦμα διὰ τῶν ἁγίων τὰ μέλλοντα ὡς παρόντα ἐκήρυττεν. Εἶδον γὰρ οἱ ἀχάριστοι, καὶ ἐψηλάφησαν διὰ τῶν θαυμάτων, τὸν θαυματουργὸν Θεὸν, καὶ τῇ ἀπιστίᾳ ἐνέμειναν. Εἶδον τυφλὸν ἐκ γενετῆς, τὸν φωταγωγήσαντα Θεὸν κηρύττοντα. Εἶδον σύγχρονον καὶ σύζυ-
Chapter III. And while these things were being thus accomplished, And as the disciples were dancing for all the mighty works which they had seen, and saying, Blessed is the [King] Who comes in the name of the Lord; peace in heaven, and glory in the highest; the city inquired, saying: Who is this? stirring up hardened envy against the glory of the Master. And when you hear city, recognize the old disorderly multitude of the Synagogue. The ungrateful ones ask, Who is this? as though they had not yet seen the Benefactor and the One celebrated for His God-befitting wonders. For the darkness did not comprehend the unsetting light that shone in it. Whence Isaiah the prophet cried out straight at them, saying: Hear, you deaf, and look up, you blind, to see. And who is blind, [but My servants; and deaf,] but they that rule over them? And the servants of God have been blinded. You have seen often, and have not observed; your ears are opened, and you have not heard. See, beloved, the exactness of the word, how the foreseeing divine Spirit through the saints proclaimed future things as present. For the ungrateful ones saw, and handled through the wonders, the wonder-working God, and remained in unbelief. They saw the man blind from birth proclaiming the God Who had led him into light. They saw a paralytic, coeval and yoked
PG 18:389Read from the page
γον τῇ ἀσθενείᾳ παράλυτον, προστάγματι διαζευχθέντα τῆς κακουχίας. Ἐθεάσαντο Λάζαρον φυγάδα θανάτου γεγονότα. Ἤκουσαν τὸν ἐν θαλάττῃ περίπατον· τὴν ἀγεώργητον οἰνοδοσίαν· τὴν ἄμοχθον ἀρτοφαγίαν· τὴν τῶν δαιμόνων ἀπελασίαν· τὴν τῶν καμνόντων εὐρωστίαν. Αἱ πλατεῖαι αὐτῶν τὰς δυνάμεις ἐκήρυττον· αἱ ὁδοὶ αὐτῶν τὰς ἰάσεις τοῖς ὁδοιποροῦσι κατήγγελλον. Πᾶσα Ἰουδαία ἐπληρώθη τῶν εὐεργεσιῶν· καὶ νῦν ἀκούοντες Θεοῦ αἶνον, πυνθάνονται· Τίς ἐστιν οὗτος; Ὢ ἀνοίας τῶν ψευδωνύμων διδασκάλων! ὢ τῶν ἀπειθῶν πατέρων! ὢ τῶν ἀφρόνων πρεσβυτέρων! ὢ σπέρμα Χαναὰν τοῦ ἀναιδοῦς, καὶ οὐχὶ Ἰούδα τοῦ εὐλαβοῦς. Τὰ τέκνα ἐπέγνωσαν τὸν κτίστην, καὶ οἱ ἀπειθεῖς πατέρες ἔλεγον· Τίς ἐστιν οὗτος; Ἡ νέα καὶ ἀδαὴς ἡλικία τὸν Θεὸν ἀνύμνησε, καὶ οἱ πεπαλαιωμένοι ἡμερῶν κακῶν ἐπυνθάνοντο· Τίς ἐστιν οὗτος; Θηλάζοντες θεολογοῦσι, καὶ πρεσβύτεροι βλασφημοῦσι· παῖδες εὐσεβῶς ἱερουργοῦσι α⟨ἶ⟩νον, καὶ ἀνίεροι ἱερεῖς δυσσεβῶς ἀγανακτοῦσιν.
with his infirmity, severed from his affliction by a command. They beheld Lazarus become a fugitive from death. They heard of the walking on the sea; the uncultivated wine-giving; the toil-free eating of bread; the driving away of demons; the vigour of the sick. Their streets proclaimed the mighty works; their roads announced the healings to the wayfarers. All Judaea was filled with the benefits; and now, hearing the praise of God, they inquire: Who is this? O the folly of the falsely-named teachers! O the disobedient fathers! O the senseless elders! O seed of shameless Canaan, and not of devout Judah! The children recognized the Creator, and the disobedient fathers said: Who is this? The young and untaught age hymned God, and those grown old in evil days inquired: Who is this? Sucklings speak of God, and elders blaspheme; children piously offer the sacred service of praise, and unholy priests impiously are indignant.
Δʹ. Οἱ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἐπιστρέψατε τὰς καρδίας ὑμῶν ἐπὶ τὰ τέκνα ὑμῶν. Μάθετε μυστήρια Θεοῦ· αὐτὸ τὸ τελούμενον μαρτυρεῖ, ὅτι Θεός ἐστιν ὁ οὕτως ἀνυμνούμενος ὑπὸ ἀδιδάκτων γλωσσῶν. Ἐρευνᾶτε τὰς Γραφὰς, καθὼς ἠκούσατε παρὰ τοῦ Δεσπότου· ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ αὐτοῦ, καὶ οὐκ ἀγνοεῖτε τὸ θαῦμα. Ἀκούσατε, οἱ ἀχαριτώτατοι καὶ ἀχάριστοι, τί εὐαγγελίζεται ὑμῖν ὁ προφήτης Ζαχαρίας. Φησὶ γάρ· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων· αὐτὸς πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου. Διατί τὴν χαρὰν ἀποσείεσθε; Διατί τε Ἡλίου λάμποντος, τὸ σκότος ἀγαπᾶτε; Διατί πρὸς τὴν ἀπολέμητον εἰρήνην μελετᾶτε πόλεμον; Εἰ τοίνυν υἱοὶ Σιὼν ἐστε, συγχορεύσατε τοῖς τέκνοις ὑμῶν. Χαρᾶς ἀφορμὴ ἔστω ὑμῖν ἡ τῶν τέκνων θεοσέβεια. Μάθετε παρ' αὐτῶν τίς ὁ διδάξας; τίς ὁ συναθροίσας; πόθεν τὰ διδάγματα; τίς ἡ καινὴ θεολογία, καὶ παλαιὰ προφητεία; Εἰ δὲ ἀνθρώπων μὲν οὐδεὶς οὐδὲν τούτων ἐδίδαξεν, αὐτόματον δὲ τὸν αἶνον ἀναμέλπουσι, γνῶτε Θεοῦ εἶναι τὸ ἔργον· ὡς ἐν τῷ Νόμῳ γέγραπται· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτήσω αἶνον. Διπλασιάσατε οὖν τὴν χαρὰν, ὅτι τοιούτων παίδων γεγόνατε πατέρες, οἵτινες καὶ τὰ τοῖς πρεσβυτέροις ἀγνοηθέντα θεοδιδάκτως ἀνευφήμησαν. Ἐπιστρέψατε τὰς καρδίας ὑμῶν ἐπὶ τὰ τέκνα ὑμῶν, καὶ μὴ μύσατε τοὺς ὀφθαλμοὺς ὑμῶν πρὸς τὴν ἀλήθειαν. Εἰ δὲ οἱ αὐτοί ἐστε, καὶ ἀκούοντες οὐκ ἀκούετε, καὶ βλέποντες οὐ βλέπετε, καὶ
Chapter IV. You who are disobedient to the wisdom of the just, turn your hearts unto your children. Learn the mysteries of God; the very thing being accomplished bears witness that He is God Who is thus hymned by untaught tongues. Search the Scriptures, even as you heard from the Master; for these are they that bear witness of Him, and be not ignorant of the wonder. Hear, you most graceless and ungrateful ones, what good tidings the prophet Zechariah proclaims to you. For he says: Rejoice greatly, O daughter of Zion; behold, your King comes to you, just and saving; He is meek, and mounted upon the foal of an ass. Why do you shake off joy? And why, when the Sun is shining, do you love the darkness? Why against unwarlike peace do you meditate war? If therefore you are sons of Zion, dance together with your children. Let the godliness of your children be an occasion of joy to you. Learn from them: who is he that taught them? who is he that gathered them together? whence are the teachings? what is the new theology, and ancient prophecy? And if no man at all taught any of these things, but of their own accord they sing aloud the praise, know that the work is of God; as it is written in the Law: Out of the mouth of infants and sucklings Thou hast perfected praise. Double therefore your joy, because you have become fathers of such children, who in a God-taught manner have acclaimed even the things unknown to the elders. Turn your hearts unto your children, and do not shut your eyes towards the truth. But if you are the same, and hearing you do not hear, and seeing you do not see, and
PG 18:392Read from the page
μάτην διαφέρεσθε πρὸς τὰ νήπια, αὐτοὶ ὑμῶν κριταὶ ἔσονται, κατὰ τὸν τοῦ Σωτῆρος λόγον. Καλῶς οὖν καὶ τοῦτο μετὰ τῶν ἄλλων προανεφώνησε περὶ ὑμῶν ὁ προφήτης Ἡσαΐας λέγων· Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ· ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου ποιοῦντα, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον τοῦ Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται. Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν· οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν· καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Ὁρᾷς, ὦ ἀνόητε Ἰουδαῖε, πῶς ἐκ προοιμίων τοῦ λόγου αἰσχύνην ὑμῖν προκαταγγέλλει ὁ προφήτης διὰ τὴν ἀπείθειαν ὑμῶν; Μάθετε κἂν παρ' αὐτοῦ πῶς θεοδίδακτον κηρύσσει τὴν τῶν τέκνων ὑμῶν ὑμνῳδίαν· ὡς καὶ ὁ μακάριος Δαβὶδ προανεφώνησε λέγων· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτήσω αἶνον. Ἢ τοίνυν τὴν ὁσιότητα τῶν παίδων
in vain quarrel with the infants, they themselves shall be your judges, according to the word of the Saviour. Well, therefore, did the prophet Isaiah also foretell this among other things concerning you, saying: Jacob shall not now be ashamed, neither shall he now change his face; but when they see their children doing My works, for My sake they shall sanctify My name, and they shall sanctify the Holy One of Jacob, and shall fear the God of Israel. And those who err in spirit shall know understanding; and those who murmur shall learn to obey; and the stammering tongues shall learn to speak peace. Do you see, O foolish Jew, how from the very prelude of the discourse the prophet proclaims beforehand shame to you on account of your disobedience? Learn at least from him how he proclaims the hymnody of your children to be God-taught; even as the blessed David also foretold, saying: Out of the mouth of infants and sucklings Thou hast perfected praise. Either, therefore, the holiness of the children
Εʹ. Ποτὲ μὲν γὰρ Συμεὼν ὁ πρεσβύτης ὑπήντησε τῷ Σωτῆρι, καὶ ταῖς ἀγκάλαις ὑπεδέξατο τὸν τῶν αἰώνων ποιητὴν ὡς βρέφος, καὶ Κύριον καὶ Θεὸν ἐκήρυττε· νῦν δὲ ἀντὶ πρεσβυτέρων ἀγνωμόνων οἱ παῖδες τῷ Σωτῆρι ὑπήντησαν, ὡς Συμεὼν, καὶ τὰ κλάδη ἀντὶ ἀγκαλῶν ὑπέστρωσαν, καὶ Κύριον τὸν Θεὸν εὐλόγησαν, τὸν ἐπὶ πώλου ὡς ἐπὶ τῶν χερουβὶμ καθεζόμενον· Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Μεθ' ὧν βοήσωμεν καὶ ἡμεῖς· Εὐλογημένος ὁ ἐλθὼν Θεὸς βασιλεὺς τῆς δόξης· ὁ πτωχεύσας, ἐν τοῖς ἰδίοις αὐτοῦ ἀπτώχευτος, δι' ἡμᾶς, ἵνα ἡμᾶς πλουτίσῃ τῇ αὐτοῦ ἀγαθότητι. Εὐλογημένος ὁ ἐλθὼν ἐν ταπεινώσει, καὶ πάλιν ἐρχόμενος ἐν δόξῃ· πρῶτον ἐπὶ πώλου πραῢς, καὶ ὑπὸ νηπίων εὐφημούμενος, ὅπως πληρωθῇ τὸ γεγραμμένον· Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ Βασιλέως τοῦ ἐν ἁγίῳ· δεύτερον, φοβερὸς ἐπὶ τῶν νεφελῶν ὑπὸ ἀγγέλων καὶ δυνάμεων δορυφορούμενος. Ὢ τῆς μελιῤῥύτου τῶν παίδων γλώττης, ὢ τῆς ἀκαπηλεύτου διδασκαλίας τῶν θεαρέστων! Δαβὶδ προφητεύσας ὑπὸ τὸ γράμμα ἐκάλυψε τὸ νόημα· παῖδες, τὸν θησαυρὸν ἀνοίξαντες, ἐπὶ γλώττης τὸν πλοῦτον προσήνεγκαν, καὶ λόγῳ κεχαριτωμένῳ διαπρυσίως πάντας ἐπὶ τὴν ἀπόλαυσιν ἐκάλεσαν. Ἀντλήσωμεν τοιγαροῦν καὶ ἡμεῖς [σὺν αὐτοῖς] τὸν ἀναφαίρετον πλοῦτον. Ἀπλήστοις κόλποις καὶ ταμιείοις ἐναποθώμεθα τὰ θεῖα χαρίσματα. Βοήσωμεν ἀπέραντα· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς ἀληθινὸς ἐν ὀνόματι Θεοῦ ἀληθινοῦ· παντοκράτωρ ἐκ τοῦ παντοκράτορος· Υἱὸς ἐν ὀνόματι Πατρός· Βασιλεὺς ἀληθινὸς, ἐξ ἀληθινοῦ Βασιλέως· συναΐδιον καὶ
Chapter V. For once indeed Simeon the aged man met the Saviour, and received in his arms the Maker of the ages as an infant, and proclaimed Him Lord and God; but now instead of ungrateful elders the children met the Saviour, like Simeon, and spread branches instead of arms under Him, and blessed the Lord God, Who sits upon a foal as upon the cherubim: Hosanna to the Son of David; blessed is He Who comes in the name of the Lord. With whom let us also cry aloud: Blessed is God the King of glory Who came; Who became poor for our sakes, though in His own possessions without poverty, that He might enrich us by His goodness. Blessed is He Who came in humility, and comes again in glory; first meek upon a foal, and acclaimed by infants, that what is written might be fulfilled: Thy goings were seen, O God, the goings of my God, my King, Who is in the sanctuary; secondly, terrible upon the clouds, attended as by a bodyguard by angels and powers. O the honey-flowing tongue of the children, O the unadulterated teaching of those pleasing to God! David, prophesying, hid the meaning under the letter; the children, having opened the treasure, brought forth the wealth upon their tongue, and with grace-filled speech loudly called all to the enjoyment. Let us therefore also draw [with them] the wealth that cannot be taken away. In insatiable bosoms and storehouses let us lay up the divine gifts. Let us cry aloud without end: Blessed is He Who comes in the name of the Lord; true God in the name of true God; Almighty from the Almighty; Son in the name of the Father; true King, from true King; co-eternal and
PG 18:393Read from the page
προαιώνιον τὴν βασιλείαν ἔχων, ὡς ὁ γεννήσας αὐτόν. Κοινὴ γὰρ ἡ βασιλεία, καὶ οὐκ ἔξωθεν τὴν ταύτης τιμὴν τῷ Υἱῷ ὁ λόγος προσκληροῖ· οὐδὲ ἀρξαμένην, οὐδὲ προσγινομένην· ἄπαγε! ἀλλὰ φυσικὴν καὶ ἰδιόκτητον ἀληθῶς. Μία γὰρ ἡ βασιλεία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ὥσπερ καὶ μία οὐσία, καὶ μία κυριότης. Ὅθεν καὶ μιᾷ προσκυνήσει λατρεύομεν μίαν τρισυπόστατον Θεότητα, ἄναρχον, ἄκτιστον, ἀπέραντον καὶ ἀδιάδοχον. Οὔτε γὰρ ὁ Πατὴρ παύσηταί ποτε τοῦ εἶναι Πατήρ· οὔτε ὁ Υἱὸς τοῦ εἶναι Υἱὸς καὶ βασιλεύς· οὔτε δὲ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ εἶναι τοῦτο ὅπερ ἐστὶ τῇ ὑποστάσει. Οὐδὲν γὰρ τῆς Τριάδος ἐλαττωθήσεται, ἢ τῆς ἀϊδιότητος, ἢ τῆς κοινότητος καὶ βασιλείας. Οὐ γὰρ ὅτι ἄνθρωπος γέγονε δι' ἡμᾶς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸν καθ' ἡμῶν τύραννον [κατέβαλεν] ἐν τῇ σαρκὶ, ταύτῃ πραγματευόμενος τὴν κατὰ τοῦ δυσμενοῦς αὐτῆς ἐχθροῦ νίκην, διὰ τοῦτο βασιλεὺς ἐχρημάτισεν· ἀλλ' ὅτι Κύριος καὶ Θεὸς ἀεὶ, διὰ τοῦτο καὶ βασιλεὺς ὡς ὁ γεννήσας αὐτόν· νυνὶ δὲ, καὶ μετὰ τῆς προσλήψεως, καὶ εἰς τὸ διηνεκές. Μὴ βλασφήμει τὴν τοῦ Χριστοῦ βασιλείαν, αἱρετικὲ, ἵνα μὴ τὸν γεννήσαντα ἀτιμάσῃς. Εἰ πιστὸς εἶ, πιστῶς πρόσελθε Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχων τῆς κακίας τὴν ἐλευθερίαν. Εἰ δοῦλος εἶ, ἐντρόμως τῷ Δεσπότῃ ὑποτάγηθι. Ὁ γὰρ Λογομάχος, οὐκ εὐγνώμων δοῦλος, ἀλλὰ προδήλως δυσμενής. Γέγραπται γάρ· Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.
having His kingdom before the ages, just as He Who begot Him. For the kingdom is common, and the word does not allot the honour of it to the Son from without; nor as having begun, nor as accrueing—far from it!—but as truly natural and His own possession. For one is the kingdom of Father and Son and Holy Spirit; just as also one essence, and one lordship. Whence also with one worship we serve one three-hypostasized Deity, without beginning, uncreated, infinite, and without successor. For neither shall the Father ever cease from being Father; nor the Son from being Son and King; nor yet the Holy Spirit from being that very thing which He is in hypostasis. For nothing of the Trinity shall be diminished, either of its eternity, or of its community and kingdom. For not because the Son of God became man for our sakes, and [cast down] the tyrant against us in the flesh, accomplishing by this the victory against its hostile enemy, was He on this account styled King; but because He is Lord and God always, on this account also is He King like Him Who begot Him; and now, even after the assumption, also in perpetuity. Do not blaspheme the kingdom of Christ, O heretic, lest you dishonour Him Who begot Him. If you are faithful, approach faithfully unto Christ our true God, and not as having freedom for a cloak of malice. If you are a servant, submit with trembling to the Master. For the fighter against the Word is not a well-disposed servant, but manifestly hostile. For it is written: He who does not honour the Son does not honour the Father Who sent Him.
Ϛʹ. Ἡμεῖς δὲ, ἀγαπητοὶ, ὅθεν ἐξέβημεν, ἐπανέλθωμεν τῷ λόγῳ, βοῶντες· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὁ ποιμὴν ὁ καλὸς καὶ ἀγαθὸς, θεῖναι τὴν ψυχὴν αὐτοῦ ἑκουσίως ὑπὲρ τῶν προβάτων αὐτοῦ· ἵν' ὥσπερ τοὺς πρόβατα σιτουμένους λύκους προβάτῳ ἁλίσκουσιν οἱ λυκόθηρες, οὕτω τοῖς νοητοῖς καὶ ψυχοφθόροις λύκοις, ἑαυτὸν ὡς ἄνθρωπον προσθεὶς ὁ ἀρχιποιμὴν, θήραμα ποιήσῃ τοὺς θηρεύσαντας, τῷ πάλαι θηρευσθέντι ὑπ' αὐτῶν Ἀδάμ. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς κατὰ τοῦ διαβόλου· οὐ φανερῶς διὰ τῆς ἀπροσβλέπτου δυνάμεως, ἀλλὰ διὰ τῆς ἀσθενείας τῆς σαρκὸς, δῆσαι τὸν καθ' ἡμῶν ισχυρόν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· βασιλεὺς κατὰ τοῦ τυράννου· οὐ διὰ τῆς παντοκρατορικῆς δυνάμεως καὶ σοφίας, ἀλλὰ διὰ τῆς νομισθείσης τοῦ σταυροῦ μωρίας, τοῦ ἐν κακίᾳ [φρονίμου] ὄφεως τὰ σκῦλα διαρπάσαντος. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὁ ἀληθινὸς κατὰ τοῦ ψεύστου· ὁ σωτὴρ κατὰ τοῦ λυμεῶνος· ὁ εἰρηνάρχης κατὰ τοῦ πολεμήτορος· ὁ φιλάνθρωπος κατὰ τοῦ μισανθρώπου. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Κύριος ἐλεῆσαι τὸ πλάσμα τὸ ἴδιον. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Κύριος σῶσαι τὸν
Chapter VI. But let us, beloved, return in discourse to the point whence we digressed, crying aloud: Blessed is He Who comes in the name of the Lord; the noble and good Shepherd, to lay down His life willingly for His sheep; so that just as wolf-hunters catch with a sheep the wolves that feed on sheep, so the Chief Shepherd, having set Himself forward as man to the spiritual and soul-destroying wolves, might make a prey of the hunters for Adam who of old was hunted by them. Blessed is He Who comes in the name of the Lord: God against the devil; not openly through His unapproachable power, but through the weakness of the flesh, to bind the strong one against us. Blessed is He Who comes in the name of the Lord: King against the tyrant; not through His almighty power and wisdom, but through the supposed foolishness of the cross, of Him Who plundered the spoils of the serpent [wise] in malice. Blessed is He Who comes in the name of the Lord: the True One against the liar; the Saviour against the destroyer; the Prince of peace against the warmonger; the Lover of mankind against the hater of mankind. Blessed is He Who comes in the name of the Lord: the Lord to have mercy on His own formation. Blessed is He Who comes in the name of the Lord: the Lord to save the
Notes, col. 393

On the reading

Printed ισχυρόν, for ἰσχυρόν.