VI. Καὶ μεθ' ἕτερα· Ὥστε ἐπὶ τὸ ἀκινδυνότερον μᾶλλον, καὶ εὐφημότερον ἐχρῆν καταδραμεῖν, καὶ μὴ ῥιψοκινδύνως καὶ δυσφήμως γράφειν, ὅτι ἀπ' ἀρχῆς καὶ ἀεὶ φαίνονται περὶ τὸ Πάσχα πλανώμενοι· ὅπερ οὐκ ἔχεις δεῖξαι, ὁπόσα κἂν θέλῃς δημηγορεῖν τοῖς νυνὶ κατὰ πολλὴν πλάνην, τῆς τε νομοθεσίας τοῦ Πάσχα καὶ τῶν ἄλλων ἐκπεπτωκόσι. Φαίνονται γὰρ οἱ πάλαι μετὰ ἐαρινὴν ἰσημερίαν αὐτὸ ποιοῦντες· ὅπερ δύνασαι γνῶναι ἐντυχὼν συγγράμμασιν ἀρχαίοις, οἷς μάλιστα ἀνεγράψαντο οἱ παρ' Ἑβραίοις σοφοί.
VI. And after other things: Wherefore one ought rather to have had recourse to what is safer and more auspicious, and not to write hazardously and inauspiciously that from the beginning and always they appear to be erring concerning the Passover; which you are not able to show, however much you may wish to harangue those who now in great error have fallen away both from the legislation of the Passover and from the other things. For the men of old appear to have performed it after the vernal equinox; which you can learn by lighting upon ancient writings, in which especially the wise men among the Hebrews recorded it.
VII. Ὅτι μὲν οὖν μέχρι τοῦ Κυριακοῦ πάθους, ἀλλὰ καὶ ἐπὶ τῆς ὑστάτης ἁλώσεως Ἱερουσολύμων, τῆς γενομένης ἐπὶ Οὐεσπασιανοῦ βασιλέως Ῥωμαίων, ἀπλανῶς τάττων τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης ὁ Ἰσραηλίτης λαὸς τὸ νομικὸν ἑώρταζε Πάσχα, διὰ τούτων συντόμως ἀποδέδεικται. Τῶν ἱερῶν τοίνυν προφητῶν, καὶ πάντων, ὡς ἔφην, ὁμοῦ τῶν ὁσίως καὶ δικαίως ἐν τῷ νόμῳ Κυρίου πολιτευσαμένων σὺν παντὶ τῷ λαῷ τὸ τυπικὸν καὶ σκιῶδες Πάσχα ἑορταζόντων, ὁ πάσης ἀοράτου καὶ ὁρατῆς κτίσεως δημιουργὸς καὶ δεσπότης, ὁ μονογενὴς Υἱὸς, καὶ Λόγος ὁ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι συναΐδιος, καὶ ὁμοούσιος κατὰ τὴν θεότητα, ὁ Κύριος ἡμῶν, καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, ἐπὶ συντελείᾳ τῶν αἰώνων κατὰ σάρκα τεχθεὶς ἐκ τῆς ἁγίας ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου, καὶ κατὰ ἀλήθειαν Θεοτόκου Μαρίας, καὶ ἐπὶ τῆς γῆς ὀφθεὶς, καὶ τοῖς ὁμοουσίοις κατὰ τὴν ἀνθρωπότητα ἀνθρώποις ὡς ἄνθρωπος ἀληθῶς συναναστραφεὶς, καὶ αὐτὸς σὺν τῷ λαῷ ἐν τοῖς ἔτεσι τοῖς πρὸ τοῦ κηρύγματος, καὶ τοῖς ἐν τῷ κηρύγματι τὸ νομικὸν καὶ σκιῶδες Πάσχα ἐπετέλεσεν, ἐσθίων τὸν τυπικὸν ἀμνόν· Οὐκ ἦλθον γὰρ καταλῦσαι τὸν Νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, αὐτὸς ἐν Εὐαγγελίοις εἴρηκεν ὁ Σωτήρ. Ἐπεὶ δὲ ἐκήρυξεν, οὐκ ἔφαγε τὸν ἀμνόν· ἀλλ' αὐτὸς ἔπαθεν ὡς ἀληθινὸς ἀμνὸς ἐν τῇ τοῦ Πάσχα ἑορτῇ, καθὼς διδάσκει ὁ θεολόγος καὶ εὐαγγελιστὴς Ἰωάννης ἐν τῷ κατ' αὐτὸν Εὐαγγελίῳ, λέγων οὕτως· Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ Πάσχα. Καὶ μετ' ὀλίγα· Ὁ οὖν Πιλάτος, ἀκούσας τοῦτον τὸν λόγον, ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ. Ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα· ὥρα ἦν ὡσεὶ τρίτη, καθὼς τὰ ἀκριβῆ βιβλία περιέχει, αὐτό τε τὸ ἰδιόχειρον τοῦ εὐαγγελιστοῦ, ὅπερ μέχρι τοῦ νῦν πεφύλακται χάριτι Θεοῦ ἐν τῇ Ἐφεσίων ἁγιωτάτῃ Ἐκκλησίᾳ, καὶ ὑπὸ τῶν πιστῶν ἐκεῖσε προσκυνεῖται. Καὶ πάλιν ὁ αὐτός φησιν εὐαγγελιστής· Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ (ἐπεὶ Παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου), ἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. Ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ, ἐν ᾗ ἔμελλον οἱ Ἰουδαῖοι πρὸς
VII. That until the Lord's passion, therefore, and even at the last capture of Jerusalem, which took place under Vespasian emperor of the Romans, the Israelite people, unerringly fixing the fourteenth day of the first month of the moon, celebrated the legal Passover, has been briefly demonstrated through these things. While the sacred prophets, therefore, and all together, as I said, who lived holily and righteously in the law of the Lord with all the people were celebrating the typical and shadowy Passover, the Framer and Master of all invisible and visible creation, the only-begotten Son and Word co-eternal with the Father and the Holy Spirit, and consubstantial as to deity, our Lord and God Jesus the Christ, at the consummation of the ages born according to the flesh from our holy, glorious Lady, Mother of God and Ever-Virgin, and in truth Mother of God, Mary, and seen upon the earth, and having truly conversed as man with men consubstantial with Him as to humanity, Himself also with the people in the years before His preaching, and in those during His preaching, celebrated the legal and shadowy Passover, eating the typical lamb: For I came not to destroy the Law or the prophets, but to fulfil (Matt. 5:17), the Saviour Himself has said in the Gospels. But after He preached, He did not eat the lamb; rather He Himself suffered as the true Lamb in the feast of the Passover, just as the theologian and evangelist John teaches in the Gospel according to him, saying thus: They lead Jesus therefore from Caiaphas into the praetorium; and it was early, and they themselves did not enter into the praetorium, so that they might not be defiled, but so that they might eat the Passover (John 18:28). And after a few things: Pilate therefore, having heard this word, brought Jesus out, and sat down upon the judgement-seat at a place called the Pavement, and in Hebrew Gabbatha. Now it was the Preparation of the Passover; it was about the third hour (John 19:13-14), just as the accurate books contain, and the autograph itself of the evangelist, which until now has been kept by the grace of God in the most holy Church of the Ephesians, and is venerated there by the faithful. And again the same evangelist says: The Jews therefore, so that the bodies might not remain upon the cross on the sabbath (since it was the Preparation; for that sabbath day was a great day), asked Pilate that their legs might be broken, and that they might be taken away (John 19:31). On that very day, therefore, on which the Jews were about towards