Migne Reading Room

PG 18 · cols. 677–688 · Read from the page

Fragments of Eustathius

Fragments of Eustathius

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:677Read from the page
λιν ἰσχύσωσι, καὶ πάλιν ἡττηθήσονται κατὰ τὸν σεμνόφωνον προφήτην Ἠσαΐαν.
they again grow strong, again also shall they be defeated, according to the solemn-voiced prophet Isaias.
Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου εἰς τό· ‹ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. ›
Of the same, from the discourse on: 'The Lord created me the beginning of His ways.'
Εἰ μὲν οὖν ἀρχὴν τῆς γεννήσεως εἴληφεν ὁ Λόγος, ἀφ' οὗ διὰ τῆς μητρῴας διοδεύσας γαστρὸς τὰς σωματικὰς ἐφόρεσεν ἁρμονίας, συνέστηκεν, ὅτι γέγονεν ἐκ γυναικός· εἰ δὲ Λόγος καὶ Θεὸς ἦν ἀνέκαθεν παρὰ τῷ Πατρὶ, καὶ τὰ σύμπαντα δι' αὐτοῦ γεγενῆσθαί φαμεν, οὐκ ἄρα γέγονεν ἐκ γυναικὸς ὁ ὢν, καὶ τοῖς γεννητοῖς ἅπασιν αἴτιος ὤν· ἀλλ' ἔστι τὴν φύσιν Θεὸς αὐτάρκης, ἄπειρος, ἀπερινόητος· ἐκ γυναικὸς δὲ γέγονεν ἄνθρωπος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ Πνεύματι παγεὶς ἁγίῳ.
If therefore the Word received a beginning of generation from the time when, having passed through the maternal womb, He wore the bodily frames, it is established that He came into being from a woman; but if the Word and God was from from of old with the Father, and we say that all things have come into being through Him, then He Who is, and Who is the cause to all generated things, did not come into being from a woman; but He is by nature God self-sufficient, infinite, incomprehensible; while from a woman came into being the man, who in the virginal womb was formed by the Holy Spirit.
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Ναὸς γὰρ κυρίως ὁ καθαρὸς καὶ ἄχραντος, ἡ κατὰ τὸν ἄνθρωπόν ἐστι περὶ τὸν Λόγον σκηνὴ, ἔνθα προφανῶς σκηνώσας, ᾤκησεν ὁ Θεός. Καὶ ταῦτα οὐκ ἐκ τῶν εἰκότων φαμέν. Τούτου γὰρ ὁ φύσει τοῦ Θεοῦ Υἱὸς, τὴν λύσιν καὶ ἀνάστασιν προαγορεύων τοῦ νεὼ, ἀναμφιβόλως ἡμᾶς διδάσκων ἐφοδιάζει τοῖς μιαιφόνοις φάσκων Ἰουδαίοις· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
For the pure andundefiled temple, properly speaking, is the human tabernacle around the Word, wherein having manifestly pitched His tent, God dwelt. And we say these things not from probabilities. For the Son of God by nature, foretelling the dissolution and resurrection of this temple, instructs and furnishes us indubitably, saying to the murderous Jews: Destroy this temple, and in three days I will raise it up.
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Ὁπηνίκα οὖν τὸν ἄνθρωπον ναουργήσας ἐφόρεσεν ὁ Λόγος, σώματι μὲν τοῖς ἀνθρώποις ἐπιφοιτῶν, παντοδαπὰς ἀοράτως θαυματουργίας ἐπεδείκνυτο, τοὺς δὲ ἀποστόλους κήρυκας τῆς ἀϊδίου βασιλείας ἐξέπεμπε.
When therefore the Word, having fashioned the man as a temple, wore him, visiting men in body, He invisibly displayed manifold workings of miracles, and sent forth the apostles as heralds of the eternal kingdom.
Τοῦ αὐτοῦ, ἐκ τοῦ λόγου τοῦ εἰς τό· ‹ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. ›
Of the same, from the discourse on: 'The Lord created me the beginning of His ways.'
Οὐ γὰρ εἶπεν ὁ Παῦλος συμμόρφους τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀλλὰ συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· ἄλλο μέν τι δεικνύων τὸν Υἱὸν εἶναι, ἄλλο δὲ τὴν εἰκόνα αὐτοῦ· ὁ μὲν γὰρ Υἱὸς, τὰ θεῖα τῆς πατρῴας ἀρετῆς γνωρίσματα φέρων, εἰκών ἐστι τοῦ Πατρὸς, ἐπειδὴ καὶ ὅμοιοι ἐξ ὁμοίων γεννώμενοι, εἰκόνες οἱ τικτόμενοι φαίνονται τῶν γεννητόρων ἀληθεῖς. Ὁ δὲ ἄνθρωπος, ὃν ἐφόρησεν, εἰκών ἐστι τοῦ Υἱοῦ, τοῦ καὶ ἐξ ἀνομοίων κηρογραφεῖσθαι χρωμάτων εἰκόνας· καὶ τὰς μὲν εἶναι θέσει χειροτεύκτους, τὰς δὲ φύσει καὶ ὁμοιότητι γεγενημένας. Ἄλλως τε καὶ αὐτὸς ὁ τῆς ἀληθείας τοῦθ' ὑπαγορεύει θεσμός. Οὐ γὰρ τὸ ἀσώματον τῆς σοφίας πνεῦμα σύμμορφον τοῖς σωματικοῖς ἀνθρώποις ἐστὶν, ἀλλ' ὁ τῷ πνεύματι σωματοποιηθεὶς ἄνθρωπος χαρακτὴρ, ὁ τοῖς ἄλλοις ἅπασιν ἰσάριθμα μέλη φορῶν, ἰδέαν.
For Paul did not say conformed to the Son of God, but conformed to the image of His Son: showing that the Son is one thing, and His image another; for the Son, bearing the divine tokens of the paternal virtue, is the image of the Father, since also like being begotten from like, those who are born appear true images of their begetters. Whereas the man, whom He wore, is the image of the Son, inasmuch as images are also painted in wax from unlike colours; and some are hand-wrought by position, while others have come into being by nature and likeness. Especially as the law of truth itself also dictates this. For the bodiless spirit of wisdom is not conformed to bodily men, but the man who by the spirit has been embodied as a character, bearing members equal in number to all the rest, form.
PG 18:680Read from the page
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Ὅτι δὲ τὸ σῶμα λέγει σύμμορφον τοῖς ἀνθρωπίνοις εἶναι, σαφέστερον ἡμᾶς διδάσκει Φιλιππησίοις ἐπιστέλλων· Ἡμῶν τὸ πολίτευμα, φησὶν, ἐν οὐρανοῖς ὑπάρχει, ἐξ ὧν καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Εἰ δὲ τὸ ταπεινὸν μετασχηματίζων τῶν ἀνθρώπων σῶμα, σύμμορφον τῷ ἰδίῳ σώματι κατασκευάζει, ἕωλος πανταχόθεν ἀποδέδεικται ἡ τῶν ἐναντίων συκοφαντία.
And that he says the body is conformed to human bodies, he teaches us more clearly in writing to the Philippians: Our citizenship, says he, is in heaven, from whence also we await a Saviour, the Lord Jesus Christ, Who will transform the body of our humiliation so that it may become conformed to the body of His glory. And if, transforming the lowly body of men, He renders it conformed to His own body, the calumny of the adversaries has been proved stale on every side.
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Ἀλλ' ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς ὁ ἄνθρωπος ἐκ γυναικὸς λέγεται γεγονέναι, οὕτω δὴ καὶ ὑπὸ Νόμον γεγενῆσθαι γράφεται τῷ διὰ τῶν νομικῶν ἔσθ' ὅτε βαδίσαι μηνυμάτων· ὁπότε μάλιστα παῖδα μὲν αὐτὸν ὄντα ὀκταήμερον, προθύμως οἱ γονεῖς περιτέμνειν ἠπείγοντο, καθάπερ ὁ εὐαγγελιστὴς ἐκδίδωσι Λουκᾶς. Εἰς δὲ τὸ ἱερὸν ἀνῆγον μετέπειτα παραστῆσαι τῷ Κυρίῳ, τὰς καθαρσίους ἐπιτελοῦντες ἀναφορὰς, τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν Νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Εἰ τοίνυν τὰ καθάρσια δῶρα κατὰ τὸν Νόμον ὑπὲρ αὐτοῦ προσεφέρετο, καὶ περιτομὴν ὀκταήμερον ἐφόρει· ταύτῃ καὶ ὑπὸ Νόμον αὐτὸν οὐκ ἀπεικότως γεγενῆσθαι γράφει. Οὔτε δὲ ὁ Λόγος ὑπέκειτο τῷ Νόμῳ, καθάπερ οἱ συκοφάνται δοξάζουσιν, αὐτὸς ὢν ὁ Νόμος· οὔτε ὁ Θεὸς ἐδεῖτο θυμάτων καθαρσίων, ἀθρόᾳ ῥιπῇ καθαρίζων ἅπαντα, καὶ ἁγιάζων. Ἀλλ' εἰ καὶ ἐκ τῆς Παρθένου τὸ ἀνθρώπινον ὄργανον ἀναλαβὼν ἐφόρησε, καὶ ὑπὸ Νόμον ἐγένετο, κατὰ τὰς τῶν πρωτοτόκων ἀξίας καθαρισθεὶς, οὐκ αὐτὸς δεόμενος τῆς τούτων χορηγίας ὑπέμεινε τὰς θεραπείας, ἀλλ' ἵνα τῆς τοῦ Νόμου δουλείας ἐξαγοράσῃ τοὺς πεπραμένους τῇ δίκῃ τῆς ἀρᾶς.
But just as the man born of the virgin is said to have come into being from a woman, so indeed he is also written to have come into being under the Law by having sometimes walked through the legal ordinances; especially when, he being an eight-day-old child, his parents eagerly hastened to circumcise him, just as the evangelist Luke sets forth. And afterwards they brought him up to the temple to present him to the Lord, performing the purifying offerings, to give a sacrifice according to what is said in the Law of the Lord, a pair of turtledoves, or two young pigeons. If therefore the purifying gifts according to the Law were offered on his behalf, and he bore an eight-day circumcision, in this way he not unreasonably writes that he also came into being under the Law. Yet neither was the Word subject to the Law, just as the sycophants opine, being Himself the Law; nor did God need purifying victims, cleansing all things with a single sweep, and sanctifying them. But even though having taken up the human instrument from the Virgin He wore it, and came into being under the Law, being purified according to the dignities of the firstborn, not as needing the supply of these things Himself did He undergo the services, but that He might redeem from the slavery of the Law those sold under the penalty of the curse.
Τοῦ αὐτοῦ, ἐκ τοῦ λόγου εἰς τό· ‹ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. ›
Of the same, from the discourse on: 'The Lord created me the beginning of His ways.'
Ὁ ἄνθρωπος γὰρ ὁ ἀποθανὼν τριήμερος μὲν ἀνίσταται, τῇ δὲ Μαριὰμ, καρτερίαν μὲν ψυχῆς, ἅπτεσθαι προθυμουμένῃ τῶν ἁγίων μελῶν, ἀνθυπενέγκας ἐκφωνεῖ· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Τὸ δέ· Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, οὐχ ὁ Λόγος ἔφασκε, καὶ Θεὸς ὁ οὐρανόθεν ὁρμώμενος, καὶ ἐν τοῖς κόλποις διαιτώμενος τοῦ Πατρὸς, οὐδ' ἡ πάντα τὰ γενητὰ περιέχουσα Σοφία, ἀλλ' αὐτὸς ὁ ἐκ παντοδαπῶν ἡρμολογημένος μελῶν ἄνθρωπος τοῦτο ἐπέφηνεν· ὁ ἐκ τῶν νεκρῶν ἐγερθεὶς, καὶ οὐδέπω μὲν πρὸς τὸν Πατέρα μετὰ τὸν θάνατον ἀνελθὼν, ταμιευόμενος δὲ αὐτῷ τῆς προόδου τὴν ἀπαρχήν.
For the man who died rises on the third day, and to Mariam, who was eager to touch his holy members, introducing in reply endurance of soul, he utters aloud: Touch me not; for I have not yet ascended to my Father; but go to my brethren, and say to them: I ascend to my Father and your Father, and my God and your God. Now the saying: I have not yet ascended to my Father, the Word did not say, even God Who proceeds from heaven and dwells in the bosom of the Father, nor the Wisdom Which encompasses all generated things, but the man himself who was fitted together from manifold members declared this; who was raised from the dead, and had not yet gone up to the Father after death, but was reserving for Him the firstfruits of his going forth.
PG 18:681Read from the page
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Κύριον δὲ τῆς δόξης αὐτὸν τὸν ἄνθρωπον τὸν σταυρωθέντα σαφῶς ὀνομάζει, γράφων· ἐπειδὴ καὶ Κύριον καὶ Χριστὸν ἀνέδειξεν αὐτὸν, καθάπερ οἱ ἀπόστολοι τῷ αἰσθητῷ Ἰσραὴλ ὁμοφώνως διαλεγόμενοι φασίν· Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Τὸν παθόντα τοιγαροῦν Ἰησοῦν Κύριον ἐποίησε, καὶ οὐ τὴν σοφίαν οὐδὲ τὸν Λόγον τὸν ἀνέκαθεν ἔχοντα τῆς δεσποτείας τὸ κράτος, ἀλλὰ τὸν μετέωρον, τῷ σταυρῷ προσεκπετάσαντα τὰς χεῖρας.
And he clearly names the crucified man himself the Lord of glory, writing; since He declared him both Lord and Christ, just as the apostles speaking with one voice to the perceptible Israel say: Let all the house of Israel therefore know assuredly, that God hath made him both Lord and Christ, this Jesus whom you crucified (Acts 2:36). Therefore He made the Jesus who suffered to be Lord, and not the wisdom nor the Word Who from of old possesses the sovereignty of lordship, but him who was lifted up on high, who stretched out his hands upon the cross.
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Εἰ γὰρ ἀσώματός ἐστιν, οὔτε ἁφῇ χειρῶν ὑποπίπτει, οὔτ' αἰσθητοῖς ὄμμασι περιλαμβάνεται· οὐ τρῶσιν ὑπομένει, οὐχ ἥλοις προσηλοῦται, οὐ θανάτῳ κοινωνεῖ οὐ κρύπτεται γῇ, οὐ τάφῳ κατακλείεται, οὐκ ἐκ μνημάτων ἀνίσταται.
For if he is bodiless, heneither falls under the touch of hands, nor is he encompassed by perceptible eyes; he does not undergo wounding, he is not nailed with nails, he does not partake of death, he is not hidden in the earth, he is not shut up in a tomb, he does not rise from the sepulchres.
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Οὐδεὶς αἴρει τὴν ψυχὴν ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ δὲ ἑκατέρων τὴν ἐξουσίαν εἶχεν οἷα Θεὸς, συνεχώρει μὲν αὐτοῖς λύειν ἀβούλως τὸν νεὼν ἐγχειροῦσιν, ἐπιφανέστερον δὲ ἀνιστῶν ἐνεούργει. Ἐξ ἀναντιῤῥήτων δέδεικται ψήφων, ὅτι αὐτὸς δι' ἑαυτοῦ τὸν ἴδιον ἀνεστήσατο νεοεργήσας οἶκον. Ἀναθετέον δὲ καὶ τῷ θειοτάτῳ Πατρὶ τὰς τοῦ Υἱοῦ μεγαλουργίας. Οὔτε γὰρ Υἱὸς ἄνευ τοῦ Πατρὸς δημιουργεῖ κατὰ τὰς ἀῤῥαγεῖς τῶν ἱερῶν γραμμάτων ἀποφάσεις. Τούτου γὰρ δὴ χάριν τοτὲ μὲν ὁ θειότατος γεννήτωρ τὸν Χριστὸν ἐκ νεκρῶν ἐγηγερκέναι γράφεται· τοτὲ δὲ ὁ Υἱὸς τὸν ἴδιον ἀναστήσειν ὑπισχνεῖται ναόν. Εἰ οὖν ἐκ τῶν προεξητασμένων ἀπαθὲς δέδεικται τὸ θεῖον τοῦ Χριστοῦ πνεῦμα, περιττῶς τοῖς ἀποστολικοῖς ἐπισκήπτουσιν ὅροις οἱ ἐναγεῖς. Εἰ γὰρ ὁ Παῦλος ἔφρασε, τὸν Κύριον τῆς δόξης ἐσταυρῶσθαι, σαφῶς εἰς τὸν ἄνθρωπον ἀφορῶν, οὐ παρὰ τοῦτο δεήσει πάθος τῷ θείῳ προσάπτειν. Τί οὖν τοῦτο συνάπτουσι πλέκοντες ἐξ ἀσθενείας ἐσταυρῶσθαι λέγοντες τὸν Χριστόν;
No one takes my soul from me: I have power to lay down my soul, and I have power to take it again (John 10:18). And if He had the power of both as God, He permitted them indeed when they inconsiderately attempted to destroy the temple, while raising it up more illustriously He wrought it anew. By incontrovertible suffrages it has been shown that He Himself through Himself raised up His own house, having wrought it anew. Yet one must also ascribe to the most divine Father the magnificent works of the Son. For neither does the Son work without the Father according to the unbreakable declarations of the sacred Scriptures. For on this very account at one time the most divine Begetter is written to have raised Christ from the dead; and at another time the Son promises that He will raise up His own temple. If therefore from the things previously examined the divine spirit of Christ has been shown to be impassible, in vain do the polluted men lean upon the apostolic definitions. For if Paul said that the Lord of glory was crucified (1 Cor. 2:8), clearly looking towards the man, it will not on this account be needful to attach passion to the divine. Why then do they join and weave this together, saying that Christ was crucified out of weakness?
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Εἰ δὲ δὴ καὶ ἀσθενείας εἶδος περιάπτειν αὐτῷ προσῆκον ἦν, τῷ ἀνθρώπῳ ταῦτα προσαρτᾷν ἀκόλουθον εἶναι φαίη τις ἂν, οὔτιγε δὴ τῷ πληρώματι τῆς θεότητος, ἢ τῷ ἀξιώματι τῆς ἀνωτάτω σοφίας, ἢ τῷ ἐπὶ πάντων, κατὰ τὸν Παῦλον, γραφομένῳ Θεῷ.
And if indeed it were fitting even to attach a form of weakness to him, one would say that it is consistent to fasten these things to the man, and by no means to the fullness of the Godhead, or to the dignity of the supreme wisdom, or to Him Who is written, according to Paul, to be God over all (Rom. 9:5).
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Οὗτος μὲν δὴ τῆς ἀσθενείας ὁ τρόπος, δι' ὃν εἰς θάνατον γράφεται κατὰ τὸν Παῦλον ἀφῖχθαι. Ζῇ γὰρ ἐκ δυνάμεως Θεοῦ, τῷ θείῳ Πνεύματι δηλονότι
This indeed then is the manner of the weakness, on account of which he is written according to Paul to have come unto death. For he lives by the power of God (2 Cor. 13:4), with the divine Spirit manifestly
PG 18:684Read from the page
συνδιαιτώμενος ὁ ἄνθρωπος· ἐπειδὴ καὶ δύναμις Ὑψίστου ὁ ἐν αὐτῷ πιστευόμενος, κατὰ τοὺς φθάσαντας ὅρους ἀποδέδεικται.
the man dwelling together; since He Who is believed to be in him has also been demonstrated, according to the preceding definitions, to be the power of the Most High.
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Εἰ δὲ τῆς παρθενικῆς ἐπιβατεύσας μήτρας οὐκ ἐμείωσε τὴν ἐξουσίαν, οὐδὲ τῷ ξύλῳ τοῦ σταυροῦ προσπαγέντος τοῦ σώματος, χραίνεται τὸ πνεῦμα. Τὸ μὲν γὰρ σῶμα μετάρσιον ἐσταυροῦτο· τὸ δὲ θεῖον τῆς σοφίας πνεῦμα καὶ τοῦ σώματος εἴσω διῃτᾶτο, καὶ τοῖς οὐρανίοις ἐπεβάτευε, καὶ πᾶσαν περιεῖχε τὴν γῆν, καὶ τῶν ἀβύσσων ἐκράτει, καὶ τὰς ἑκάστων ψυχὰς ἀνιχνεύων διέκρινε, καὶ πάντα ὁμοῦ συνήθως οἷα Θεὸς ἔπραττεν. Οὐ γὰρ εἴσω τῶν σωματικῶν ὄγκων ἡ ἀνωτάτω σοφία καθειργμένη περιέχεται, καθάπερ αἱ τῶν ὑγρῶν καὶ ξηρῶν ὕλαι, τῶν μὲ⟨ν⟩ ἀγγείων εἴσω κατακλείονται, περιέχονται δὲ μᾶλλο⟨ν⟩ ἢ περιέχουσι τὰς θήκας. Ἀλλὰ θεία τις οὖσα κα⟨ὶ⟩ ἀνέκφραστος δύναμις, τά τ' ἐνδοτάτω καὶ ἐξωτάτ⟨ω⟩ τοῦ νεὼ περιλαμβάνουσα, κραταιοῖ· κἀντεῦθεν ἐπέκεινα διήκουσα, πάντας ὁμοῦ τοὺς ὄγκους κρατεῖ περιέχουσα.
And if, having entered into the virgin womb, He did not diminish His power, neither when the body is fastened to the wood of the cross is the spirit defiled. For the body indeed was crucified lifted up on high; whereas the divine spirit of wisdom both dwelt within the body, and trod the heavenly realms, and encompassed the whole earth, and held sway over the abysses, and searching out the souls of each judged them, and did all things at once as usual as God. For the supreme wisdom is not encompassed shut up within bodily masses, just as the materials of wet and dry things are shut up within vessels, and are contained rather than contain the receptacles. But being a divine and ineffable power, encompassing both the innermost and the outermost parts of the temple, it strengthens them; and reaching forth from thence beyond, it holds sway over all masses at once, encompassing them.
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Εἰ δ' ὁ ἥλιος, σῶμα ὢν ὁρατὸν καὶ αἰσθήσει καταληπτὸν, τοσαύτας καὶ τοιαύτας πανταχοῦ γῆς ὑπομένων αἰκίας, οὐ μεταβάλλει τὴν τάξιν, οὐδὲ αἴσθεται μικρᾶς ἢ μεγάλης πληγῆς· τὴν ἀσώματον σοφίαν οἰόμεθα χραίνεσθαι, καὶ μεταλλάττειν τὴν φύσιν, εἰ ὁ ναὸς αὐτῆς σταυρῷ προσηλοῦται, ἢ λύσιν ὑπομένει, ἢ τρῶσιν ὑφίσταται, ἢ διαφθορὰν δέχεται; Ἀλλὰ πάσχει μὲν ὁ νεὼς, ἡ δὲ ἀκηλίδωτος οὐσία παντάπασιν ἄχραντος τὴν ἀξίαν καθέστηκεν.
And if the sun, being a visible body and apprehensible by sense, undergoing so many and such indignities everywhere on earth, does not change its order, nor feels a small or great blow; do we think that the bodiless wisdom is defiled, and changes its nature, if its temple is nailed to a cross, or undergoes dissolution, or suffers wounding, or admits corruption? Nay, the temple indeed suffers, whereas the spotless substance stands altogether undefiled in its dignity.
Οὐκοῦν σαφῶς ἀποδέδεικται, ὅτι οὐδαμοῦ οὔτε ὁ Κύριος, οὔτε οἱ ἀπόστολοι ἢ Πατέρες εἰκόνα εἶπον τὴν διὰ τοῦ ἱερέως προσφερομένην ἀναίμακτον θυσίαν, ἀλλὰ αὐτὸ σῶμα καὶ αὐτὸ αἷμα. Καὶ πρὸ μὲν τῆς τοῦ ἁγιασμοῦ τελειώσεως ἀντίτυπά τισι τῶν ἁγίων Πατέρων εὐσεβῶς ἔδοξεν ὀνομάζεσθαι· ὧ⟨ν⟩ ἐστιν Εὐστάθιος ὁ εὐσταθὴς πρόμαχος τῆς ὀρθοδόξου πίστεως, καὶ τῆς Ἀρειανῆς κακοδαιμονίας καταλυτὴς, καὶ Βασίλειος τῆς αὐτῆς δεισιδαιμονίας καθαιρέτης, ὁ τὴν ὑφ' ἥλιον τὴν λείαν βάσιν τῶν ὀρθῶν ἐκδιδάξας δογμάτων. Ἐξ ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ πνεύματος φθεγγόμενοι, ὁ μὲν ἑρμηνεύων τὸ ἐν ταῖς Παροιμίαις Σολομῶντος ῥητόν· Φάγετε τὸν ἐμὸν ἄρτον καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν, τάδε φησί· Δι⟨ὰ⟩
Therefore it has been clearly demonstrated that nowhere did either the Lord, or the apostles or Fathers call the bloodless sacrifice offered through the priest an image, but the very body and the very blood. And before the completion of the sanctification, it piously seemed good to some of the holy Fathers that they should be named antitypes; among whom is Eustathius the steadfast champion of the orthodox faith and destroyer of the Arian madness, and Basil the overthrower of the same superstition, who taught the whole world under the sun the smooth foundation of right dogmas. For speaking from one and the same spirit, the one, interpreting the saying of Solomon in the Proverbs, Eat my bread and drink the wine which I have mingled for you (Prov. 9:5), says the following: Through
Notes, col. 684

On the reading

Printed αἴσθεται, for αἰσθάνεται.

PG 18:685Read from the page
τοῦ οἴνου καὶ τοῦ ἄρτου τὰ ἀντίτυπα τῶν σωματικῶν τοῦ Χριστοῦ κηρύττει μελῶν· ὁ δὲ ἐκ τῆς αὐτῆς πηγῆς ἀπαντλήσας, ὡς ἴσασι πάντες οἱ τῆς ἱερωσύνης μυστηπόλοι, ἐν τῇ εὐχῇ τῆς θείας ἀναφορᾶς ὧδέ πως λέγει· « Θαῤῥοῦντες προσεγγίζομεν τῷ ἁγίῳ θυσιαστηρίῳ, καὶ προθέντες τὰ ἀντίτυπα τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ σου, σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν · » καὶ τὸ ἑξῆς ἐπιφερόμενον.
the wine and the bread he proclaims the antitypes of the bodily members of Christ; and the other, having drawn from the same spring, as all the initiates of the priesthood know, in the prayer of the divine anaphora speaks after this manner: "Being confident we draw near to Thy holy altar, and having set forth the antitypes of the holy body and blood of Thy Christ, we beseech Thee, and we implore Thee;" and what follows next in order.
Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας καὶ ὁμολογητοῦ, εἰς τὰς Ἐπιγραφὰς τῆς στηλογραφίας.
Of holy Eustathius, bishop of Antioch and confessor, on the Inscriptions of the pillar-inscription.
Ἐντεῦθεν τοίνυν ἐπὶ θρόνου προὔγραφεν αὐτὸν ἁγίου καθέζεσθαι, δηλῶν, ὅτι σύνθρονος ἀποδέδεικται τῷ θειοτάτῳ Πνεύματι διὰ τὸν οἰκοῦντα Θεὸν ἐν αὐτῷ διηνεκῶς.
Hence therefore he previously wrote that he sits upon a holy throne, showing that he has been declared sharer of the throne with the most divine Spirit on account of God dwelling in him continually.
Τοῦ αὐτοῦ, ἐκ τοῦ λόγου εἰς τὰς Ἐπιγραφὰς τῶν ἀναβαθμῶν.
Of the same, from the discourse on the Inscriptions of the degrees.
Δόξαν δὲ ἐπίκτητον ὁ Πατὴρ οὐκ ἐπιδέχεται, τέλειος, ἄπειρος, ἀπερινόητος ὢν, ἀπροσδεὴς κάλλους, καὶ παντοίας ἐπηρείας. Ἀλλ' οὐδὲ ὁ Λόγος αὐτοῦ Θεὸς ὢν ὁ γεννηθεὶς ἐξ αὐτοῦ· δι' οὗ γεγόνασιν ἄγγελοι, καὶ οὐρανοὶ, καὶ γῆς ἄπειρα μεγέθη, καὶ πᾶσαι συλλήβδην τῶν γενετῶν ὕλαι τε καὶ συστάσεις· ἀλλ' ὁ ἄνθρωπος τοῦ Χριστοῦ, ἐκ νεκρῶν ἐγειρόμενος, ὑψοῦται καὶ δοξάζεται, τῶν ἐναντίων αἰσχύνην ἄντικρυς ἀραμένων.
Now the Father does not admit acquired glory, being perfect, infinite, incomprehensible, in need of no beauty, and above every kind of injury. Nor indeed does His Word, Who is God begotten of Him; through Whom were made angels, and heavens, and boundless expanses of earth, and all the materials and constitutions of generated things taken together; but the man of Christ, being raised from the dead, is exalted and glorified, his adversaries having downrightly reaped shame.
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Οἱ δὲ φθόνῳ τὸ μῖσος ἀράμενοι κατ' αὐτοῦ, καὶ πεφραγμένοι πολεμίᾳ παρατάξει, σκορπίζονται τοῦ Λόγου τε καὶ Θεοῦ τὸν ἑαυτοῦ ναὸν ἀξιοπρεπῶς ἀναστήσαντος.
And those who out of envy took up hatred against him, and were fenced about in hostile array, are scattered abroad when the Word and God worthily raised up His own temple.
Τοῦ αὐτοῦ, ἐκ τῆς ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ.
Of the same, from the interpretation of the 15th Psalm.
Ἀλλὰ μὴν ἡ τοῦ Ἰησοῦ (ψυχὴ) ἑκατέρων πεῖραν ἔσχε. Γέγονε γὰρ καὶ ἐν τῷ χωρίῳ τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶ ὑφέστηκε. Λογικὴ ἄρα καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοούσιος, ὥσπερ καὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγχάνει, ἐκ τῆς Μαρίας προελθοῦσα.
Nay more, the (soul) of Jesus had experience of both. For it both was in the place of human souls, and having come to be outside the flesh it lives and subsists. Therefore it is rational and consubstantial with the souls of men, just as the flesh also happens to be consubstantial with the flesh of men, having come forth from Mary.
Τοῦ αὐτοῦ, ἐκ τῆς ἑρμηνείας τοῦ ϟβʹ ψαλμοῦ.
Of the same, from the interpretation of the 92nd Psalm.
Πέρας γοῦν ὁ προφήτης Ἠσαΐας, αὐτὰ μὲν τὰ τῶν
Finally then the prophet Isaiah, going through the very
Notes, col. 685

On the reading

Printed γενετῶν, for γεννητῶν.

PG 18:688Read from the page
παθῶν αὐτοῦ διεξιὼν ἴχνη, πρὸς τοῖς ἄλλοις ἐπιφέρει καὶ τοῦτο μεγαλοφωνοτέρᾳ βοῇ, τὸ, Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν οὔτε εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἶτα διαῤῥήδην ἐκφαίνων, ὡς εἰς τὸν ἄνθρωπον, ἀλλ' οὐκ εἰς τὸ Θεῖον ἀνήρτηται τὰ τῆς εὐπρεπείας εἴδη τε καὶ πάθη, παραυτίκα πάλιν ἐπάγει προσθείς· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν.
footsteps of his sufferings, besides other things brings forward this also with a louder cry: And we saw him, and he had neither form nor beauty, but his form was dishonoured and failing beyond the sons of men (Isa. 53:2). Then expressly setting forth that the forms of comeliness and the sufferings attach to the man, and not to the Divine, immediately he again subjoins, adding: A man in stroke of calamity, and knowing how to bear infirmity (Isa. 53:3).
Τοῦ αὐτοῦ, ἐκ τῆς αὐτῆς ἑρμηνείας.
Of the same, from the same interpretation.
Αὐτὸς ἄρ' οὗτός ἐστιν ὁ μετὰ τὰς ὕβρεις, ἀειδὴς, ἄμορφος ὁραθεὶς, εἶτα πάλιν ἐκ μεταβολῆς εὐπρέπειαν ἐνδυσάμενος. Οὐδὲ γὰρ ὁ κατοικῶν ἐν αὐτῷ Θεὸς ἀμνοῦ δίκην εἰς θάνατον ἤγετο, καὶ προβάτου τρόπον ἀπεσφάττετο, φυσικῶς ἀόρατος ὤν.
He himself therefore is this one who after the outrages was seen without form and uncomely, and then again by a change put on comeliness. For neither was God Who dwelt in him led like a lamb to death, and slaughtered after the manner of a sheep, being by nature invisible.
Τοῦ αὐτοῦ, ἐκ τῆς αὐτῆς ἑρμηνείας.
Of the same, from the same interpretation.
Πρόδηλον οὖν, εἴπερ ὁ χρίων ἀποδεικνύει Θεὸν, οὗ τὸν θρόνον εἶπεν αἰώνιον, δῆλος μέν ἐστι φύσει Θεὸς ἐκ Θεοῦ γεννηθεὶς ὁ χρίσας· ὁ δὲ χρισθεὶς ἐπίκτητον εἴληφεν ἀρετὴν, ἐκκρίτῳ ναουργίᾳ κοσμηθεὶς ἐκ τῆς τοῦ κατοικοῦντος ἐν αὐτῷ θεότητος.
It is manifest therefore that, if he who anoints declares Him God Whose throne he called everlasting, He Who anointed is manifestly by nature God begotten of God; whereas he who was anointed has received an acquired virtue, adorned by the choice temple-building from the Godhead of Him Who dwells in him.
Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχέων καὶ ὁμολογητοῦ, ἐκ τοῦ Περὶ ψυχῆς λόγου.
Of holy Eustathius, bishop of the Antiochenes and confessor, from the discourse On the soul.
Τί δ' ἂν εἴποιεν εἰς τὰς τοῦ βρέφους ἀναβλέψαντες ἀνατροφὰς, ἢ τὴν τῆς ἡλικίας ἀνάδοσιν, ἢ τὴν ἐπίτασιν τῶν χρόνων, ἢ τὴν τοῦ σώματος αὔξην; Ἵνα δὲ παρῶ λέγειν τὰς ἐπὶ ἐδάφους ἐκπληρωθείσας θαυματουργίας, ὁράτωσαν τὰς τῶν νεκρῶν ἀναβιώσεις, τὰ τοῦ πάθους σύμβολα, τὰ τῶν μαστίγων ἴχνη, τοὺς τῶν πληγῶν μώλωπας, τὰς τετρωμένας πλευρὰς, τοὺς τῶν ἥλων τύπους, τὴν τοῦ αἵματος ἔκχυσιν, τὰ τοῦ θανάτου σημεῖα, καὶ τὸ σύμπαν εἰπεῖν, αὐτὴν τὴν τοῦ ἰδίου σώματος ἀνάστασιν.
And what would they say if they looked upon the rearings of the infant, or the growth of his stature, or the advance of times, or the increase of his body? And that I may pass over speaking of the wonder-workings fulfilled upon the ground, let them behold the revivings of the dead, the symbols of the passion, the tracks of the scourges, the wales of the blows, the wounded sides, the prints of the nails, the outpouring of the blood, the signs of death, and, to say all in a word, the very resurrection of his own body.
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Καὶ μὴν εἴ τις εἰς τὴν τοῦ σώματος γέννησιν ἀφορᾷ, προδήλως εὑρήσειεν ἂν ὡς ἐν τῇ Βηθλεὲμ τεχθεὶς ἐσπαργανώθη, κἀν τῇ Αἰγύπτῳ χρόνοις ἐτράφη τισὶν ἕνεκεν τῆς τοῦ ἀλάστορος ἐπιβουλῆς Ἡρώδου, κἀν τῇ Ναζαρὲτ ἀνδρωθεὶς ηὐξήθη.
And indeed if anyone looks towards the birth of the body, he would manifestly find that having been born in Bethlehem he was wrapped in swaddling clothes, and in Egypt he was reared for certain times on account of the plot of the avenging demon Herod, and in Nazareth having grown to manhood he increased.
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.
Of the same, from the same discourse.
Οὐ γὰρ ταυτόν ἐστιν ἡ σκηνὴ τοῦ Λόγου καὶ Θεοῦ, δι' ἧς τὴν θείαν ἐθεώρει δόξαν ὁ μακάριος Στέφανος.
For the tabernacle, through which the blessed Stephen beheld the divine glory, is not the same thing as the Word and God.
Τοῦ αὐτοῦ, ἐκ τοῦ Περὶ ψυχῆς λόγου.
Of the same, from the discourse On the soul.
Πρὸ μὲν τοῦ πάθους ἑκάστοτε τὸν σωματικὸν αὐτοῦ προὔλεγε θάνατον, τοῖς ἀμφὶ τοὺς ἀρχιερέας ἐκδοθήσεσθαι φάσκων, καὶ τὸ τοῦ σταυροῦ τρόπαιον ἀπαγ-
Before the passion indeed on each occasion he foretold his bodily death, saying that he would be delivered up to those around the chief priests, and announcing the trophy of the cross