λαντας ἡμᾶς πάντας λαούς· οὐ γὰρ ὀλίγοι, ἀλλ' ἀναρίθμητον πλῆθός εἰσιν.
us, all the peoples; for they are not few, but an innumerable multitude.
2. Ἡμεῖς τοινυν προηγουμένως μὲν ἀναθεματίζομεν τὴν Ἀρειανὴν αἵρεσιν· πιστεύομεν δὲ, ὡς οἱ Πατέρες ἡμῶν ὡμολόγησαν ἐν τῇ κατὰ Νίκαιαν γενομένῃ συνόδῳ· ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν καὶ ὁμοούσιον τῷ Πατρὶ, καὶ μήτε κτίσμα μήτε ποίημα εἶναι αὐτόν· ἀλλὰ δι' αὐτοῦ πάντα τὰ γενητὰ γεγενῆσθαι. Οὐ γὰρ ἄλλον τὸν Υἱὸν καὶ ἄλλον τὸν Λόγον φρονοῦμεν, ὥς τινες ἡμᾶς διέβαλον, ἀλλὰ τὸν Λόγον εἶναι Υἱὸν, σοφίαν, δύναμιν τοῦ Πατρὸς, ἐν ᾗ τὰ πάντα, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθαι. Οὕτω δὲ φρονοῦντες ἀναθεματίζομεν καὶ ἐξ ὀνόματος τὸν ἀσεβέστατον Σαβέλλιον, καὶ μετ' αὐτοῦ τοὺς τὰ ἐκείνου φρονοῦντας, καὶ λέγοντας αὐτὸν τὸν Πατέρα εἶναι Υἱόν· καὶ ὅτε μὲν γίνεται Υἱὸς, μὴ εἶναι τότε αὐτὸν Πατέρα· ὅτε δὲ γίνεται Πατὴρ, μὴ εἶναι τότε Υἱόν. Ἡμεῖς γὰρ ὁμολογοῦμεν Πατέρα ἀΐδιον, Υἱοῦ ἀϊδίου ὄντος καὶ ὑφεστῶτος· καὶ Πνεῦμα ἅγιον ἀϊδίως ὂν καὶ ὑφεστός. Οὐ γὰρ ἀνυπόστατον τὴν Τριάδα λέγομεν· ἀλλ' ἐν ὑποστάσει αὐτὴν γινώσκομεν.
2. We therefore in the first place anathematize the Arian heresy; and we believe, as our Fathers confessed in the Synod held at Nicaea, that the Son is from the substance of the Father and consubstantial with the Father, and that He is neither a creature nor a work, but that through Him all things that have come into being were made. For we do not hold that the Son is one and the Word another, as certain men have slandered us, but that the Word is the Son, the Wisdom, the Power of the Father, in Whom all things, as the Apostle taught, both things visible and things invisible, whether thrones, or dominions, or principalities, or powers, all things have been created through Him and unto Him (Col. 1:16). And holding thus, we anathematize also by name the most impious Sabellius, and with him those who hold his doctrines and say that the Father Himself is the Son, and that when He becomes the Son, He is not then the Father, and when He becomes the Father, He is not then the Son. For we confess an eternal Father, an eternal Son existing and subsisting, and a Holy Spirit eternally existing and subsisting. For we do not say that the Trinity is without subsistence, but we acknowledge It in subsistence.
3. Καὶ εἰ αὐτάρκη ταῦτα δεῖξαι τὴν πρὸς τοὺς Πατέρας ἡμῶν ὁμοφροσύνην· ὅμως, ἐπειδή τινες τῶν ἐπαγγελλομένων μὴ φρονεῖν τὰ Ἀρείου, ὑποκρινόμενοι φρονοῦσι, λέγοντες τὸν μὲν Υἱὸν ἀνόμοιον εἶναι τοῦ Πατρὸς, τὸ δὲ Πνεῦμα τὸ ἅγιον κτίσμα καὶ ἓν τῶν ποιημάτων ἐστίν·· ἀναθεματίζομεν, ἡμεῖς τε καὶ οἱ ἀποστείλαντες ἡμᾶς, τὰς αἱρέσεις ταύτας. Οὔτε γὰρ ἀνόμοιος ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ὁμοούσιός ἐστι τῷ Πατρὶ· οὔτε τὸ Πνεῦμα τὸ ἅγιον κτιστὴν, ἢ ἓν τῶν ποιημάτων ἐστὶν, ἀλλὰ τῆς ἁγίας Τριάδος ἐστί· καὶ τεθαρρήκαμεν, ὅτι οὐδὲν ἐπείσακτον οὐδὲ κτίσμα ἐστὶν ἐν τῇ Τριάδι. Πνεῦμα γὰρ ἁγιωσύνης ἐστίν· οὐχ ἁγιαζόμενον, ἀλλ' ἐν αὐτῷ πάντων τῶν ἁγίων ἁγιαζομένων. Καὶ γὰρ ἡ τελειότης ἡμῶν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι δίδοται, καὶ γίνεται. Καὶ μία πίστις ἐστὶν εἰς ἕνα Θεὸν δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ. Ὑπὲρ πλείονος γοῦν μαρτυρίας, ἀναθεματίζομεν τοὺς φρονοῦντας καὶ λέγοντας· Ἦν ποτε μονὰς, μὴ ὄντος Υἱοῦ· καὶ ἦν ποτε δυὰς, μὴ ὄντος ἁγίου Πνεύματος· ἀΐδιον γὰρ καὶ ἀειτελείαν οἴδαμεν, καὶ ὡσαύτως ἔχουσαν τὴν ἁγίαν Τριάδα. Διὸ καὶ ἀλλοτρίους τῆς Ἐκκλησίας ἔχομεν τοὺς φρονοῦντας καὶ λέγοντας· Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο τὸ Πνεῦμα τὸ ἅγιον.
3. And even though these things are sufficient to show our agreement in mind with our Fathers, nevertheless, since certain of those who profess not to hold the doctrines of Arius hypocritically do hold them, saying that the Son is unlike the Father, and that the Holy Spirit is a creature and one of the things that were made, we anathematize, both we ourselves and those who sent us, these heresies. For neither is the Son unlike the Father, but He is consubstantial with the Father; nor is the Holy Spirit created, or one of the things that were made, but He is of the Holy Trinity; and we are confident that there is nothing introduced from without nor any creature in the Trinity. For He is the Spirit of holiness, not being sanctified, but all the saints being sanctified in Him. For indeed our perfection is given and accomplished in Father and Son and Holy Spirit. And there is one faith in one God through the Son in the Holy Spirit. For the sake of fuller testimony, therefore, we anathematize those who think and say: There was once a monad, when the Son was not; and there was once a dyad, when the Holy Spirit was not; for we know the Holy Trinity to be eternal and ever-perfect, and continuing in the same state. Wherefore we also hold as aliens from the Church those who think and say: There was once when the Son was not, and that the Holy Spirit came into being out of things that were not.