Migne Reading Room

PG 18 · cols. 572–580 · Read from the page

Encyclical Letter on the Deposition of Arius

Encyclical Letter on the Deposition of Arius

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:572Read from the page
ρίῳ εὔχομαι, ἀγαπητοί. Ὀναίμην ὑμῶν τῆς φιλοχρίστου ψυχῆς.
Lord I pray, beloved. May I have joy of your Christ-loving soul.
II. ΑΝΤΙΓΡΑΦΟΝ.
II. Copy.
Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς ἁπανταχοῦ τῆς καθολικῆς Ἐκκλησίας, Ἀλέξανδρος ἐν Κυρίῳ χαίρειν.
To the beloved and most honoured fellow ministers everywhere of the catholic Church, Alexander greeting in the Lord.
I. Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς Ἐκκλησίας, ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις Γραφαῖς, τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνης, ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς καὶ σημαίνειν ἀλλήλοις τὰ παρ' ἑκάστου γινόμενα· ἵνα εἴτε πάσχῃ, εἴτε χαίρῃ ἓν μέλος, ἢ συμπάσχωμεν, ἢ συγχαίρωμεν ἀλλήλοις. Ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ Χριστομάχοι διδάσκοντες ἀποστασίαν, ἣν εἰκότως ἄν τις πρόδρομον τοῦ Ἀντιχρίστου ὑπονοήσειεν καὶ καλέσειεν. Καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ἵν' ἴσως ἐν τοῖς προστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν, καὶ μὴ εἰς ἑτέρους τόπους διαβὰν τὸ τοιοῦτον, ῥυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς. Ἐπειδὴ δὲ Εὐσέβιος ὁ νῦν ἐν τῇ Νικομηδείᾳ, νομίσας ἐπ' αὐτῷ κεῖσθαι τὰ τῆς Ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν, καὶ ἐποφθαλμήσας τῇ Ἐκκλησίᾳ Νικομηδέων, καὶ οὐκ ἐκδεδίκηται κατ' αὐτοῦ, προΐσταται καὶ τούτων τῶν ἀποστατῶν, καὶ γράφειν ἐπεχείρησε πανταχοῦ συνιστῶν αὐτοὺς, εἴ πως ὑποσύρῃ τινὰς ἀγνοοῦντας, εἰς τὴν αἰσχίστην ταύτην καὶ Χριστομάχον αἵρεσιν· ἀνάγκην ἔσχον εἰδὼς τὸ ἐν τῷ νόμῳ γεγραμμένον, μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ πᾶσιν ὑμῖν, ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους, καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα ῥήματα· καὶ ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέχητε. Παλαιὰν γὰρ αὐτοῦ κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν, νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος, σχηματίζεται μὲν ὡς ὑπὲρ τούτων γράφειν· ἔργῳ δὲ δείκνυσιν, ὅτι ὑπὲρ ἑαυτοῦ σπουδάζων τοῦτο ποιεῖ.
I. Since there is one body of the catholic Church, and there is a commandment in the divine Scriptures to keep the bond of concord and peace, it is consistent that we should write and signify to one another the things done by each; so that whether one member suffers or rejoices, we may either suffer together or rejoice together with one another. In our diocese, then, there have now gone forth lawless men and fighters against Christ, teaching an apostasy which one might reasonably suspect and call a forerunner of the Antichrist. And I wished indeed to consign such a matter to silence, so that perhaps the evil might be spent among its ringleaders alone, and that such a thing might not cross over into other places and befoul the ears of some simple folk. But since Eusebius, who is now in Nicomedia, thinking that the affairs of the Church rest upon him, because after leaving Berytus and casting covetous eyes upon the Church of the Nicomedians no vengeance has been exacted against him, champions these apostates also, and has undertaken to write everywhere commending them, if haply he may draw away some who are ignorant into this most shameful and Christ-fighting heresy; I held it necessary, knowing what is written in the law, no longer to keep silence, but to announce it to you all, so that you may know both those who have become apostates and the wretched words of their heresy; and if Eusebius writes, pay no heed to him. For wishing now through these men to renew his ancient malice which had been silenced by time, he pretends indeed to write on their behalf, but in deed shows that he does this out of zeal for himself.
PG 18:573Read from the page
II. Οἱ μὲν οὖν ἀποστάται γενόμενοι, εἰσὶν Ἄρειος, καὶ Ἀχιλλεὺς, καὶ Ἀειθάλης, καὶ Καρπώνης, καὶ ἕτερος Ἄρειος, καὶ Σαρμάτης, οἵ ποτε πρεσβύτεροι· καὶ Εὐζώϊος, καὶ Λούκιος, καὶ Ἰούλιος, καὶ Μηνᾶς, καὶ Ἑλλάδιος, καὶ Γάϊος, οἵ ποτε διάκονοι· καὶ σὺν αὐτοῖς Σεκοῦνδος καὶ Θεωνᾶς, οἵ ποτε λεχθέντες ἐπίσκοποι. Ποῖα δὲ παρὰ τὰς Γραφὰς ἐφευρόντες λαλοῦσιν, ἔστι ταῦτα.
II. Now those who have become apostates are Arius, and Achillas, and Aithales, and Carpones, and another Arius, and Sarmates, who were formerly presbyters; and Euzoius, and Lucius, and Julius, and Menas, and Helladius, and Gaius, who were formerly deacons; and with them Secundus and Theonas, who were formerly called bishops. And what sort of things they have invented contrary to the Scriptures and speak, are these.
III. Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλ' ἦν ὅτε ὁ Θεὸς Πατὴρ οὐκ ἦν· οὐκ ἀεὶ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐξ οὐκ ὄντων γέγονεν· ὁ γὰρ ὢν Θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε· διὸ καὶ ἦν ποτε, ὅτε οὐκ ἦν. Κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ Υἱὸς, οὔτε δὲ ὅμοιος κατ' οὐσίαν τῷ Πατρί ἐστιν· οὔτε ἀληθινὸς, καὶ φύσει τοῦ Πατρὸς Λόγος ἐστίν· οὔτε ἀληθινὴ Σοφία αὐτοῦ ἐστιν· ἀλλ' εἷς μὲν τῶν ποιημάτων καὶ γενητῶν ἐστι· καταχρηστικῶς δὲ λέγεται Λόγος καὶ Σοφία, γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ Θεοῦ Λόγῳ, καὶ τῇ ἐν τῷ Θεῷ Σοφίᾳ, ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ Θεός· διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά· ξένος τε καὶ ἀλλότριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ Λόγος τῆς τοῦ Θεοῦ οὐσίας· καὶ ἄῤῥητός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ· οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ Λόγος τὸν Πατέρα, οὔτε τελείως ὁρᾷν αὐτὸν δύναται. Καὶ γὰρ καὶ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὁ Υἱὸς ὡς ἔστι· δι' ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι' αὐτοῦ ὡς δι' ὀργάνου κτίσῃ ὁ Θεός. Καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ Θεὸς ἠθέλησε ποιῆσαι. Ἠρώτησε γοῦν τις αὐτοὺς, εἰ δύναται ὁ τοῦ Θεοῦ Λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη· καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν ὅτι δύναται· τρεπτῆς γὰρ φύσεώς ἐστι γενητὸς καὶ κτιστὸς ὑπάρχων.
III. God was not always Father, but there was when God was not Father; the Word of God was not always, but came into being out of nothing; for the existing God made Him who was not out of that which was not; wherefore also there was once when He was not. For the Son is a creature and a work, and He is neither like in essence to the Father, nor is He the true and natural Word of the Father, nor is He His true Wisdom; but He is one of the things made and come into being, and by an improper use of terms He is called Word and Wisdom, having Himself also come into being by God's own Word and by the Wisdom that is in God, in which God made both all things and Him also; wherefore also He is mutable and alterable in nature, even as all rational beings; and the Word is foreign and alien and severed from the essence of God; and the Father is ineffable to the Son, for the Word neither perfectly and accurately knows the Father, nor can He perfectly see Him. For indeed the Son does not even know His own essence as it is; for He has been made on our account, so that God might create us through Him as through an instrument. And He would not have subsisted if God had not wished to make us. Someone at any rate asked them whether the Word of God can change as the devil changed; and they were not afraid to say that He can, for He is of a mutable nature, being begotten and created.
IV. Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον, καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας, αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς, ἡμεῖς μὲν μετὰ τῶν κατ' Αἴγυπτον καὶ τὰς Λιβύας ἐπισκόπων ἐγγὺς ἑκατὸν ὄντων, συνελθόντες ἀνεθεματίσαμεν. Οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο, σπουδάζοντες ἐγκαταμῖξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ, καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν· ἀλλ' οὐκ ἰσχύσουσι· νικᾷ γὰρ ἡ ἀλήθεια, καὶ οὐδεμία ἐστὶ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται, καὶ τὰς
IV. When the followers of Arius said these things and were shameless over them, we, having assembled together with the bishops throughout Egypt and the Libyas, who are nearly a hundred, anathematized both them and those who followed them. But the followers of Eusebius received them, being eager to mix falsehood with the truth and impiety with piety; yet they will not prevail, for the truth conquers, and there is no fellowship for light with darkness, nor concord of Christ with Beliar. For who ever heard such things? Or who hearing them now is not astonished, and does not
PG 18:576Read from the page
ἀκοὰς βύει, ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; Τίς ἀκούων Ἰωάννου λέγοντος, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐ καταγινώσκει τούτων λεγόντων, Ἦν ποτε ὅτε οὐκ ἦν; Ἢ τίς ἀκούων ἐν τῷ Εὐαγγελίῳ, Μονογενὴς Υἱὸς, καὶ, Δι' αὐτοῦ ἐγένετο πάντα, οὐ μισήσει τούτους φθεγγομένους ὅτι, Εἷς ἐστιν τῶν ποιημάτων; Πῶς γὰρ δύναται εἷς εἶναι τῶν δι' αὐτοῦ γενομένων, ἢ πῶς μονογενὴς ὁ τοῖς πᾶσι κατ' ἐκείνους συναριθμούμενος, εἴπερ καὶ αὐτὸς κτίσμα ἐστὶ καὶ ποίημα; Πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη, τοῦ Πατρὸς λέγοντος· Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· καί· Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε; Ἢ πῶς ἀνόμοιος τῇ οὐσίᾳ τοῦ Πατρὸς, ὁ ὢν εἰκὼν τελεία καὶ ἀπαύγασμα τοῦ Πατρὸς, καὶ λέγων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα; Πῶς δὲ εἰ Λόγος καὶ Σοφία ἐστὶ τοῦ Θεοῦ ὁ Υἱὸς, ἦν ποτε ὅτε οὐκ ἦν; Ἴσον γάρ ἐστιν αὐτοὺς λέγειν ἄλογον καὶ ἄσοφόν ποτε τὸν Θεόν· πῶς δὲ τρεπτὸς καὶ ἀλλοιωτὸς ὁ λέγων, δι' ἑαυτοῦ μὲν, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καί· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· διὰ δὲ τοῦ προφήτου· Ἴδετέ με, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι; Εἰ γὰρ καὶ ἐπ' αὐτόν τις τὸν Πατέρα δύναται τὸ ῥητὸν ἀναφέρειν· ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ Λόγου νῦν λεγόμενον, ὅτι καὶ γενόμενος ἄνθρωπος οὐκ ἠλλοίωται· ἀλλ' ὡς εἶπεν ὁ Ἀπόστολος Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας· τίς δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι' ἡμᾶς γέγονε, καίτοι τοῦ Παύλου γράφοντος· Δι' ὃν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα;
stop his ears, so that the filth of these words may not touch his hearing? Who, hearing John saying, In the beginning was the Word, does not condemn these men who say, There was once when He was not? Or who, hearing in the Gospel, Only-begotten Son, and, Through Him all things came into being, will not hate these men who utter that He is one of the things made? For how can He be one of the things that came into being through Him, or how can He be only-begotten who according to them is numbered together with all things, if indeed He Himself also is a creature and a work? And how could He be out of nothing, when the Father says: My heart has poured forth a good Word; and: From the womb before the Morning Star I begot Thee? Or how is He unlike in essence to the Father, who is the perfect image and radiance of the Father, and says: He who has seen Me has seen the Father? And how, if the Son is the Word and Wisdom of God, was there once when He was not? For it is the same as their saying that God was once without Word and without Wisdom. And how is He mutable and alterable who says, through Himself indeed, I am in the Father, and the Father in Me; and: I and the Father are one; and through the prophet: Behold Me, that I am, and have not changed? For even if someone can refer the saying to the Father Himself, yet it would more fittingly now be said concerning the Word, that even having become man He has not been changed; but as the Apostle said, Jesus Christ is yesterday and today, the same also unto the ages. And who then persuaded them to say that He came into being on our account, although Paul writes: For whom are all things, and through whom are all things?
V. Περὶ γὰρ τοῦ βλασφημεῖν, ὅτι οὐκ οἶδεν τελείως ὁ Υἱὸς τὸν Πατέρα, οὐ δεῖ θαυμάζειν· ἅπαξ γὰρ προθέμενοι χριστομαχεῖν, παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ λέγοντος· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Εἰ μὲν οὖν ἐκ μέρους ὁ Πατὴρ γινώσκει τὸν Υἱὸν, δῆλον ὅτι καὶ ὁ Υἱὸς μὴ τελείως γινωσκέτω τὸν Πατέρα. Εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδε δὲ τελείως ὁ Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καθὼς γινώσκει ὁ Πατὴρ τὸν ἑαυτοῦ Λόγον, οὕτως καὶ ὁ Λόγος γινώσκει τὸν ἑαυτοῦ Πατέρα, οὗ καί ἐστι Λόγος.
V. For concerning their blaspheming that the Son does not perfectly know the Father, one need not wonder; for having once purposed to fight against Christ, they thrust aside also His words when He says: Even as the Father knows Me, I also know the Father. If therefore the Father knows the Son in part, it is clear that the Son also should not know the Father perfectly. But if it is unlawful to say this, and the Father knows the Son perfectly, it is clear that even as the Father knows His own Word, so also the Word knows His own Father, whose Word also He is.
VI. Ταῦτα λέγοντες καὶ ἀναπτύσσοντες τὰς θείας Γραφὰς πολλάκις ἐνετρέψαμεν αὐτούς. Καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλοντο, φιλονεικοῦντες ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμμένον· Ὅτ' ἂν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ. Πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι, πεπτώκασιν εἰς ἀφροσύνην. Οὗτοι δὲ διὰ πάντων ἑαυτῶν τῶν ῥηματίων ἐπιχειρήσαντες εἰς ἀναίρησιν τῆς τοῦ Λόγου θεότητος, ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας ὡς ἐγγύτεροι τοῦ Ἀντιχρίστου γε-
VI. By saying these things and unfolding the divine Scriptures we often put them to shame. And again like chameleons they changed, striving contentiously to draw upon themselves what is written: When an impious man comes into a depth of evils, he despises. Many heresies at any rate have arisen before them, which having dared more than was fitting have fallen into folly. But these men, having through all their paltry words attempted the destruction of the divinity of the Word, have justified those heresies in comparison with themselves, as having come nearer to the Antichrist.
Notes, col. 576

On the reading

Printed ἀναίρησιν, for ἀναίρεσιν.

PG 18:577Read from the page
όμενοι. Διὸ καὶ ἀπεκηρύχθησαν καὶ ἀνεθεματίσθησαν ἀπὸ τῆς Ἐκκλησίας. Λυπούμεθα μὲν οὖν ἐπὶ τῇ ἀπωλείᾳ τούτων· καὶ μάλιστα ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς Ἐκκλησίας, νῦν ἀπεπήδησαν· οὐ ξενιζόμεθα δέ· τοῦτο γὰρ καὶ Ὑμεναῖος καὶ Φιλητὸς πεπόνθασι, καὶ πρὸ αὐτῶν Ἰούδας ὁ ἀκολουθήσας τῷ Σωτῆρι, ὕστερον γὰρ προδότης καὶ ἀποστάτης γέγονε. Καὶ περὶ τούτων δὲ αὐτῶν, οὐκ ἀδίδακτοι μεμνήκαμεν· ἀλλ' ὁ μὲν Κύριος προείρηκε· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ὅτι ἐγώ εἰμι, καὶ ὁ καιρὸς ἤγγικε, καὶ πολλοὺς πλανήσουσι· μὴ πορευθῆτε ὀπίσω αὐτῶν. Ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος ἔγραψεν· Ὅτι ἐν ὑστέροις καιροῖς, ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλανοῖς, καὶ διδασκαλίοις δαιμονίων ἀποστρεφομένων τὴν ἀλήθειαν.
Wherefore also they were publicly renounced and anathematized from the Church. We grieve, then, over the destruction of these men, and especially because after having once themselves also learned the things of the Church, they have now leaped away; yet we are not astonished, for both Hymenaeus and Philetus suffered this, and before them Judas who followed the Saviour, for afterwards he became a traitor and an apostate. And concerning these very men we have not remained untaught; but the Lord foretold: See that no one leads you astray; for many will come in My name, saying, I am He, and the time has drawn near, and they will lead many astray; do not go after them. And Paul, having learned these things from the Saviour, wrote: That in later times some will fall away from the sound faith, giving heed to deceitful spirits and teachings of demons who turn away from the truth.
VII. Τοῦ τοίνυν Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διά τε ἑαυτοῦ παραγγείλαντος, καὶ διὰ τοῦ Ἀποστόλου σημαίνοντος περὶ τῶν τοιούτων, ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι, ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους, ἀποδείξαντές τε αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς Ἐκκλησίας τε καὶ πίστεως· ἐδηλώσαμεν καὶ τῇ ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοὶ, ἵνα μήτε τινὰς ἐξ αὐτῶν εἰ προπετεύσαιντο πρὸς ὑμᾶς ἐλθεῖν, προσδέξησθε, μήτε Εὐσεβίῳ ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. Πρέπει γὰρ ἡμᾶς Χριστιανοὺς ὄντας, πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας, ὡς θεομάχους καὶ φθορέας τῶν ψυχῶν ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν Χαίρειν τοῖς τοιούτοις λέγειν· ἵνα μή ποτε καὶ ταῖς ἁμαρτίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν ὁ μακάριος Ἰωάννης. Προσείπατε τοὺς παρ' ὑμῖν ἀδελφούς· ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσιν.
VII. Since therefore our Lord and Saviour Jesus Christ both gave charge through Himself and signified through the Apostle concerning such men, accordingly we, having become ear-witnesses of their impiety, anathematized such men, even as we said before, and declared them alien both to the catholic Church and to the faith; and we have made it known to your godliness, beloved and most honoured fellow ministers, so that you may neither receive any of them if they should rashly venture to come to you, nor be persuaded by Eusebius or anyone else writing concerning them. For it befits us, being Christians, to turn away from all who speak and think against Christ, as fighters against God and destroyers of souls, and not even to say Greeting to such men, lest perchance we become partakers in their sins also, as the blessed John charged. Salute the brethren who are with you; those who are with me salute you.
Ἀλεξανδρείας πρεσβύτεροι.
Presbyters of Alexandria.
Κόλλουθος πρεσβύτερος σύμψηφός εἰμι τοῖς γεγραμμένοις, καὶ τῇ καθαιρέσει Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἀσεβησάντων.
I, Colluthus, presbyter, am of one vote with the things written, and with the deposition of Arius and of those who have acted impiously with him.
Ἀλέξανδρος πρεσβύτερος, ὁμοίως.
Alexander, presbyter, likewise.
Διόσκορος πρεσβύτερος, ὁμοίως.
Dioscorus, presbyter, likewise.
Διονύσιος πρεσβύτερος, ὁμοίως.
Dionysius, presbyter, likewise.
Εὐσέβιος πρεσβύτερος, ὁμοίως.
Eusebius, presbyter, likewise.
Ἀλέξανδρος πρεσβύτερος, ὁμοίως.
Alexander, presbyter, likewise.
Νειλαρᾶς πρεσβύτερος, ὁμοίως.
Nilaras, presbyter, likewise.
Ἀρποκρατίων πρεσβύτερος, ὁμοίως.
Arpocraton, presbyter, likewise.
Ἀγαθὸς πρεσβύτερος.
Agathus, presbyter.
Νεμέσιος πρεσβύτερος.
Nemesius, presbyter.
Λόγγος πρεσβύτερος.
Longus, presbyter.
Σιλβανὸς πρεσβύτερος.
Silvanus, presbyter.
Περώϋς πρεσβύτερος.
Perous, presbyter.
Notes, col. 577

On the reading

Printed όμενοι, for νόμενοι.

Printed μεμνήκαμεν, for μεμενήκαμεν.

Printed Ἀρποκρατίων, for Ἁρποκρατίων.

PG 18:580Read from the page
Ἄπις πρεσβύτερος.
Apis, presbyter.
Προτέριος πρεσβύτερος.
Proterius, presbyter.
Παῦλος πρεσβύτερος.
Paul, presbyter.
Κύρος πρεσβύτερος, ὁμοίως.
Cyrus, presbyter, likewise.
Διάκονοι.
Deacons.
Ἀμμώνιος διάκονος, ὁμοίως.
Ammonius, deacon, likewise.
Μακάριος διάκονος.
Macarius, deacon.
Πιστὸς διάκονος, ὁμοίως.
Pistus, deacon, likewise.
Ἀθανάσιος διάκονος.
Athanasius, deacon.
Εὐμενὴς διάκονος.
Eumenes, deacon.
Ἀπολλώνιος διάκονος.
Apollonius, deacon.
Ὀλύμπιος διάκονος.
Olympius, deacon.
Ἀφθόνιος διάκονος.
Aphthonius, deacon.
Ἀθανάσιος διάκονος.
Athanasius, deacon.
Μακάριος διάκονος, ὁμοίως.
Macarius, deacon, likewise.
Παῦλος διάκονος.
Paul, deacon.
Πέτρος διάκονος.
Peter, deacon.
Ἀμβυτιανὸς διάκονος.
Ambytianus, deacon.
Γάϊος διάκονος, ὁμοίως.
Gaius, deacon, likewise.
Ἀλέξανδρος διάκονος.
Alexander, deacon.
Διονύσιος διάκονος.
Dionysius, deacon.
Ἀγάθων διάκονος.
Agathon, deacon.
Πολύβιος διάκονος, ὁμοίως
Polybius, deacon, likewise
Θεωνᾶς διάκονος.
Theonas, deacon.
Μάρκος διάκονος.
Mark, deacon.
Κώμοδος διάκονος.
Commodus, deacon.
Σεραπίων διάκονος.
Serapion, deacon.
Νεῖλον διάκονος.
Nilus, deacon.
Ῥωμανὸς διάκονος, ὁμοίως.
Romanus, deacon, likewise.
Μαρεώτου πρεσβύτεροι.
Presbyters of Mareotes.
Ἀπολλώνιος πρεσβύτερος σύμψηφός εἰμι τοῖς γεγραμμένοις, καὶ τῇ καθαιρέσει Ἀρείου, καὶ τῶν σὺν αὐτῷ ἀσεβησάντων.
I, Apollonius, presbyter, am in agreement with the things that have been written, and with the deposition of Arius and of those who have acted impiously with him.
Ἰνγένιος πρεσβύτερος, ὁμοίως.
Ingenius, presbyter, likewise.
Ἀμμώνιος πρεσβύτερος.
Ammonius, presbyter.
Διόσκορος πρεσβύτερος.
Dioscorus, presbyter.
Σωστρὰς πρεσβύτερος.
Sostras, presbyter.
Θέων πρεσβύτερος.
Theon, presbyter.
Τύραννος πρεσβύτερος.
Tyrannus, presbyter.
Κόπρης πρεσβύτερος.
Copres, presbyter.
Ἀμμωνᾶς πρεσβύτερος.
Ammonas, presbyter.
Ὠρίων πρεσβύτερος.
Orion, presbyter.
Σέρηνος πρεσβύτερος.
Serenus, presbyter.
Δίδυμος πρεσβύτερος.
Didymus, presbyter.
Ἡρακλῆς πρεσβύτερος.
Heracles, presbyter.
Βόκκων πρεσβύτερος.
Boccon, presbyter.
Ἀγαθὸς πρεσβύτερος.
Agathus, presbyter.
Ἀχιλλᾶς πρεσβύτερος.
Achillas, presbyter.
Παῦλος πρεσβύτερος.
Paul, presbyter.
Θαλέλαιος πρεσβύτερος.
Thalelaeus, presbyter.
Διονύσιος πρεσβύτερος, ὁμοίως.
Dionysius, presbyter, likewise.
Notes, col. 580

On the reading

Printed Νεῖλον, for Νεῖλος.