ὄντων ἐποίησεν ὁ Πατὴρ τοῦ Θεοῦ Λόγου· ἣ ἐξ αὐτοῦ τοῦ ὄντος Πατρὸς γεγέννηται· ὡς καὶ αὐτός που διεμαρτύρατο λέγων ὁ Κύριος, Ὁ ἀγαπῶν τὸν Πατέρα, ἀγαπᾷ καὶ τὸν Υἱὸν τὸν γεγεννημένον ἐξ αὐτοῦ.
nothing; which has been begotten from the existing Father Himself; as the Lord Himself also somewhere testified, saying, He who loves the Father, loves also the Son who has been begotten from Him.
XII. Περὶ ὧν ἡμεῖς οὕτως πιστεύομεν, ὡς τῇ ἀποστολικῇ Ἐκκλησίᾳ δοκεῖ· Εἰς μόνον ἀγέννητον Πατέρα, οὐδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον ἔχοντα, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, οὔτε προκοπὴν, οὔτε μείωσιν ἐπιδεχόμενον· Νόμου καὶ Προφητῶν καὶ Εὐαγγελίων δοτῆρα, πατριαρχῶν καὶ ἀποστόλων, καὶ ἁπάντων ἁγίων Κύριον. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, γεννηθέντα οὐκ ἐκ τοῦ μὴ ὄντος, ἀλλ' ἐκ τοῦ ὄντος Πατρὸς, οὐ κατὰ τὰς τῶν σωμάτων ὁμοιότητας, ταῖς τομαῖς ἢ ταῖς ἐκ διαιρέσεων ἀποῤῥοίαις, ὥσπερ Σαβελλίῳ καὶ Βαλεντίνῳ δοκεῖ· ἀλλ' ἀῤῥήτως καὶ ἀνεκδιηγήτως, κατὰ τὸν εἰπόντα, ὡς ἀνωτέρω παρεθήκαμεν, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Τῆς ὑποστάσεως αὐτοῦ πάσῃ τῇ γεννητῇ φύσει ἀπεριεργάστου τυγχανούσης, καθὼς καὶ αὐτὸς ὁ Πατὴρ ἀπεριέργαστός ἐστι, διὰ τὸ μὴ χωρεῖν τὴν τῶν λογικῶν φύσιν, τῆς πατρικῆς θεογονίας τὴν εἴδησιν· ἅπερ οὐ παρ' ἐμοῦ δεῖ μαθεῖν ἄνδρας τῷ τῆς ἀληθείας πνεύματι κινουμένους, ὑπηχούσης ἡμᾶς καὶ τῆς φθασάσης Χριστοῦ περὶ τούτου φωνῆς καὶ διδασκούσης· Οὐδεὶς οἶδε τίς ἐστιν ὁ Πατὴρ, εἰ μὴ ὁ Υἱός· καὶ οὐδεὶς οἶδε τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. Ἄτρεπτον τοῦτον καὶ ἀναλλοίωτον ὡς τὸν Πατέρα, ἀπροσδεῆ, καὶ τέλειον Υἱὸν, ἐμφερῆ τῷ Πατρὶ μεμαθήκαμεν, μόνῳ τῷ ἀγεννήτῳ λειπόμενον ἐκείνου. Εἰκὼν γάρ ἐστιν ἀπηκριβωμένη, καὶ ἀπαράλλακτος τοῦ Πατρός. Πάντων γὰρ εἶναι τὴν εἰκόνα πλήρη, δι' ὧν ἡ μείζων ἐμφέρεια δῆλον, ὡς αὐτὸς ἐπαίδευσεν ὁ Κύριος· Ὁ Πατήρ μου, λέγων, μείζων μου ἐστί. Καὶ κατὰ τοῦτο καὶ τὸ ἀεὶ εἶναι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς πιστεύομεν. Ἀπαύγασμα γάρ ἐστι τῆς δόξης, καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως. Ἀλλὰ μή τις τὸ ἀεὶ πρὸς ὑπόνοιαν Ἀγεννήτου λαμβανέτω, ὡς οἴονται οἱ τὰ ψυχῆς αἰσθητήρια πεπηρωμένοι. Οὔτε γὰρ τὸ ἦν, οὔτε τὸ ἀεὶ, οὔτε τὸ πρὸ αἰώνων, ταὐτόν ἐστι τῷ Ἀγεννήτῳ. Ἀλλ' οὐδ' ὁτιοῦν ἀνθρώπων ἔννοια ὀνοματοποιῆσαι σπουδάσει, δηλοῖ τὸ ἀγέννητον. Ὡς καὶ ὑμᾶς οὕτως ἐκδέχεσθαι πιστεύω, καὶ τεθάῤῥηκα τῇ περὶ πάντων ὑμῶν ὀρθῇ προθέσει, κατὰ μηδένα τρόπον τούτων τῶν ὀνομάτων τὸ ἀγέννητον δηλούντων. Ἔοικε γὰρ
XII. Concerning which things we thus believe, even as seems good to the apostolic Church: In one only unbegotten Father, having no one as the cause of His being, both immutable and unchangeable, always remaining in the same state and in the same manner, admitting neither progress nor diminution; giver of the Law and the Prophets and the Gospels, Lord of patriarchs and apostles and of all saints. And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten not out of that which is not, but from the existing Father, not according to the likenesses of bodies, by cuttings or by effluences from divisions, as seems good to Sabellius and Valentinus; but ineffably and unutterably, according to him who said, as we set forth above, Who shall declare His generation? Since His subsistence is unsearchable to all begotten nature, just as the Father Himself also is unsearchable, because the nature of rational beings cannot contain the knowledge of the paternal divine generation; which things men moved by the Spirit of truth have no need to learn from me, since the voice of Christ uttered before concerning this also sounds in our ears and teaches: No one knows who the Father is, except the Son; and no one knows who the Son is, except the Father. We have learned that He is immutable and unchangeable like the Father, in need of nothing, and a perfect Son, like the Father, falling short of Him only in the unbegotten. For He is the exact and indistinguishable image of the Father. For it is clear that the image is full of all things through which the greater likeness exists, as the Lord Himself taught, saying: My Father is greater than I. And according to this we believe also that the Son is always from the Father. For He is the radiance of the glory, and the express image of the paternal subsistence. But let no one take the word always unto a suspicion of the Unbegotten, as those think who are maimed in the senses of their soul. For neither the word was, nor the word always, nor the phrase before the ages, is the same as the Unbegotten. Nor does whatever the thought of men may strive to coin as a name signify the unbegotten. As I believe that you also thus understand, and I am confident in the right purpose of you all in all things, since these names in no way signify the unbegotten. For it seems that