ἑαυτὸν λογιζόμενος κατὰ τὸν θεῖον ἀπόστολον Παῦλον, ξίφει τὴν ἱερὰν καὶ μακαρίαν αὐτοῦ κεφαλὴν ἀποτμηθεὶς, πρὸς Κύριον ἐξεδήμησε χαίρων καὶ ἀγαλλόμενος.
reckoning himself according to the divine Apostle Paul, having had his sacred and blessed head cut off with a sword, departed to the Lord rejoicing and exulting.
Οὗτος ὁ μακάριος, ἐκ παίδων ἑαυτὸν τῷ Θεῷ ἀναθεὶς, σκεῦος θεῖον καὶ δοχεῖον θείου Πνεύματος γέγονεν. Ὅθεν καὶ ὑπὸ τῆς θείας χάριτος τὴν ἱερωσύνην ψήφῳ Θεοῦ λαβὼν, καλῶς καὶ θεοφιλῶς ἐποίμανε τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον, λόγοις προσηνέσι καταφωτίσας τὸ τῆς Ἐκκλησίας πλήρωμα. Διὸ καὶ τὴν Ὠριγένους πλάνην ἐπιπολάζουσαν ἰδὼν, ὡς ἄριστος ποιμὴν πυρὶ θείῳ ταύτην κατέφλεξε, πᾶσαν τὴν ἀχλὺν καὶ σκοτόμαιναν ἐκμειώσας σοφίᾳ λόγων καὶ θείᾳ χάριτι. Ἡ δὲ τῶν λόγων αὐτοῦ ἀστραπὴ, καὶ ἡ τῆς γνώσεως σάλπιγξ, εἰς πᾶσαν τὴν γῆν ἐξελήλυθεν. Ὅθεν μὴ φέρων ὁ ἐχθρὸς τὴν παῤῥησίαν καὶ ἔνστασιν τοῦ μεγάλου, ὁπλίζει τοὺς ἑαυτοῦ ὑπουργοὺς πρὸς τὴν τούτου ἀναίρεσιν. Ὁ δὲ πρὸ τῆς μαρτυρίας νέκρωσιν ζωηφόρον ἐνδυσάμενος, ξίφει τὴν κεφαλὴν τμηθεὶς, πρὸς τὴν κρείττονα ζωὴν μετετέθη· πρῶτον μὲν ἱερουργῶν τὸν Ἀμνὸν τοῦ Θεοῦ, ὕστερον δὲ θυόμενος, προσήχθη τῷ Χριστῷ θυσία ζῶσα. Ὅθεν καὶ διπλοῖς στεφάνοις κατεκοσμήθη. Ὁ δὲ γενναῖος πρόμαχος τῆς ἀληθείας, αἵμασι μαρτυρικοῖς τὸ τέλος ἀπενεγκάμενος, ἀνεπαύσατο αἰωνίως. Αὐτὸς ὁ θεῖος τῷ ὄντι τοῦ Θεοῦ ἱερεύς τε καὶ μάρτυς, κατέλιπεν ἡμῖν συγγράμματα τῆς αὐτοῦ φιλοπονίας, πάσης γνώσεως καὶ ὠφελείας τυγχάνοντα. Ἀλλὰ καὶ περὶ τῶν μενόντων σαφέστατα προεθέσπισε, καὶ προηγόρευσεν εὐκρινέστατα· περί τε τὰς βασιλέων ἐναλλαγὰς καὶ μεταβολὰς καὶ μεταποιήσεις, καὶ ἐθνῶν ἐκδρομὰς, καὶ χωρῶν καὶ τόπων ἐρημώσεις καὶ ἀφανισμούς· περί τε ὀρθοδόξων καὶ αἱρετικῶν βασιλέων· καὶ περὶ τῆς συντελείας τοῦ κόσμου· καὶ περὶ τοῦ Ἀντιχρίστου καὶ τῆς αὐτοῦ βασιλείας, καὶ τοῦ ἀφανισμοῦ καὶ πανολεθρίας πάσης σαρκὸς ἀνθρωπίνης. Ταῦτα πάντα σαφέστατα ὁ θεῖος οὗτος προεθέσπισε.
This blessed man, having dedicated himself to God from childhood, became a divine vessel and a receptacle of the Holy Spirit. Whence also having received the priesthood by the grace of God and the suffrage of God, he shepherded well and devoutly the flock entrusted to him, illuminating with gentle words the fullness of the Church. Wherefore also, seeing the error of Origen prevailing, like a most excellent shepherd he burned it up with divine fire, diminishing all the mist and dark gloom by the wisdom of his words and by divine grace. And the lightning of his words, and the trumpet of his knowledge, went out into all the earth. Whence the enemy, not bearing the boldness of speech and constancy of the great man, arms his ministers for his slaying. But he, having before his martyrdom put on life-giving mortification, having had his head cut off with a sword, was translated to the better life: first ministering as priest the Lamb of God, and afterwards being sacrificed, he was offered to Christ a living sacrifice. Whence also he was adorned with a double crown. And the noble champion of the truth, having carried off the end in the blood of martyrdom, entered into eternal rest. This truly divine priest and martyr of God left behind for us writings of his industry, full of all knowledge and profit. Moreover, concerning the things that await he prophesied most clearly and foretold most distinctly: concerning the alternations and changes and transformations of kings, and the incursions of nations, and the desolations and destructions of countries and places; and concerning orthodox and heretical kings; and concerning the consummation of the world; and concerning the Antichrist and his kingdom, and the destruction and utter ruin of all human flesh. All these things this divine man most clearly prophesied.