Σαραπίων διάκονος, ὁμοίως.
Sarapion, deacon, likewise.
Ἰοῦστος διάκονος, ὁμοίως.
Justus, deacon, likewise.
ΚΑΘΑΙΡΕΣΙΣ ΑΡΕΙΟΥ καὶ τῶν σὺν αὐτῷ, ὑπὸ Ἀλεξάνδρου ἀρχιεπισκόπου Ἀλεξανδρείας.
DEPOSITION OF ARIUS and of those with him, by Alexander, archbishop of Alexandria.
Ἀλέξανδρος, πρεσβυτέροις καὶ διακόνοις Ἀλεξανδρείας καὶ Μαρεώτου, παρὼν παροῦσιν, ἀγαπητοῖς ἀδελφοῖς ἐν Κυρίῳ χαίρειν.
Alexander, to the presbyters and deacons of Alexandria and of Mareotes, present to those present, beloved brethren in the Lord, greeting.
Ει καὶ φθάσαντες ὑπεγράψατε οἷς ἐπέστειλα τοῖς περὶ Ἄρειον, προτρέπων αὐτοῖς, ἀρνήσασθαι μὲν τὴν ἀσέβειαν, πεισθῆναι δὲ τῇ ὑγιαινούσῃ καὶ καθολικῇ πίστει· καὶ ἐδείξατε ἑαυτῶν ὀρθὴν τὴν προαίρεσιν, καὶ τὴν ἐν τοῖς δόγμασι συμφωνίαν τῆς καθολικῆς Ἐκκλησίας· ὅμως ἐπειδὴ καὶ πρὸς τοὺς ἁπανταχοῦ συλλειτουργοὺς ἐπέστειλα περὶ τῶν περὶ Ἄρειον, ἀναγκαῖον ἡγησάμην, ὑμᾶς μὲν, τοὺς τῆς πόλεως κληρικοὺς συναγαγεῖν· ὑμᾶς δὲ, τοὺς ἀπὸ τοῦ Μαρεώτου μεταπέμψασθαι· μάλιστα ὅτι ἀφ' ὑμῶν Χάρης καὶ Πιστὸς πρεσβύτεροι, καὶ Σαραπίων, καὶ Παράμμων, καὶ Ζώσιμος, καὶ Ειρηναῖος διάκονοι, ἐπηκολούθησαν τοῖς περὶ Ἄρειον, καὶ ἠγάπησαν σὺν αὐτοῖς καθαιρεθῆναι· ἵνα καὶ τὰ νῦν γραφόμενα γνῶτε, τήν τε ἐν τούτοις συμφωνίαν ἑαυτῶν ἐπιδείξησθε, καὶ τῇ καθαιρέσει τῶν περὶ Ἄρειον καὶ τῶν περὶ Πιστὸν σύμψηφοι γένησθε. Πρέπει γὰρ τὰ παρ' ἐμοῦ γραφόμενα γινώσκειν ὑμᾶς, καὶ ἕκαστον, ὡς παρ' αὐτοῦ γραφόμενα, ἐν τῇ καρδίᾳ κατέχειν.
Although you have already subscribed to the letter I sent to those around Arius, exhorting them both to renounce their impiety and to obey the sound and catholic faith, and have shown your own right purpose and agreement in the doctrines of the catholic Church; nevertheless, since I have also written to our fellow-ministers everywhere concerning those around Arius, I deemed it necessary both to assemble you, the clergy of the city, and to summon you who are from Mareotes; especially since from among you the presbyters Chares and Pistus, and the deacons Sarapion, Parammon, Zosimus, and Irenaeus, have followed those around Arius, and were content to be deposed with them; so that you may also know what is now being written, and may display your agreement in these matters, and may concur by vote in the deposition of those around Arius and those around Pistus. For it is fitting that you should know the things written by me, and that each one should hold them in his heart as though written by himself.