Migne Reading Room

PG 18 · cols. 360–369 · Read from the page

Sermon on Simeon and Anna

Sermon on Simeon and Anna

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:360Read from the page
τὸν τὰ πάντα ἐν ἀκαταληψίᾳ ὑπεριδρυμένον. Εἰ γὰρ τῇ εἰκόνι τῆς σῆς ἁγιότητος τοσαύτη πρὸς τοῦ Θεοῦ ἀπενεμήθη τιμὴ, ὡς μηδενὶ βάσιμον ἢ πρόχειρον εἰς κατανόησιν εἶναι τὴν ταύτης εἴσοδον ἢ μόνῃ τῇ ἱερατικῇ εὐκοσμίᾳ, τοῦ καταπετάσματος διορίζοντος καὶ πυλωροῦντος ὡς βασιλίδι τὰ προπύλαια· τί ἄρα καὶ ποταπὸν τὸ παρ' ἡμῶν τῶν ἐλαχίστων ἐποφειλόμενόν σοι σέβας, τῇ ὄντως βασιλίδι, τῇ ὄντως ἐμψύχῳ κιβωτῷ τοῦ νομοδότου Θεοῦ, τῇ ὄντως χωρητῷ οὐρανῷ τοῦ ἀχωρήτου Θεοῦ γενομένῃ; Σοῦ γὰρ τῆς παναγίας ὡς φωταυγοῦς ἡμέρας ἐπιφανείσης τῷ κόσμῳ, καὶ τὸν τῆς δικαιοσύνης ἥλιον προαγαγούσης, ἐκποδὼν μὲν γέγονε τὰ τοῦ σκότους στυγηρὰ, φροῦδος δὲ καὶ ὁ τύραννος κατέστη· καὶ διόλωλε μὲν θάνατος, κατεπόθη δὲ καὶ ὁ ᾅδης, καὶ πᾶσα ἡ ἔχθρα κατελύθη πρὸ προσώπου τῆς εἰρήνης· νόσοι δὲ φθοροποιοὶ ἄπωθεν ἔστησαν τῆς σωτηρίας προκυψάσης, καὶ φωτὸς ἀνάπλεως γέγονεν ἡ ὑπ' οὐρανὸν τῆς ἀκραιφνοῦς ἀληθείας. Ἅτινα προοιμιάζων ἐν τοῖς ᾌσμασιν ἔλεγεν ὁ Σαλομών· Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις ἕως οὗ ἡ ἡμέρα διαπνεύσῃ, καὶ κινηθῶσιν αἱ σκιαί. Ἐπεὶ οὖν Ὤφθη ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν, καὶ Ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ ἐν Ἱερουσαλὴμ ἐξεφάνθη, καὶ φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη, κατὰ τὸν μακάριον Δαυῒδ, ὁ τῶν τελουμένων τελειωτὴς καὶ Δεσπότης τὸν τοῦ νόμου διδακτικὸν καὶ λειτουργικὸν συνεκάλεσεν εἰς λειτουργίαν καὶ μαρτυρίαν διὰ τοῦ Πνεύματος τοῦ ἁγίου τῶν πραττομένων.
Him Who has established all things on high in incomprehensibility. For if so great an honour was allotted by God to the image of your holiness that the entrance into it was neither accessible nor open to the comprehension of anyone save to the priestly order alone, while the veil divided and guarded the forecourts as for a queen, what then and of what sort is the reverence owed to you by us the least of all, to you who have truly become a queen, truly the living ark of God the Lawgiver, truly the capacious heaven of the uncontainable God? For when you, the all-holy one, shone forth upon the world like a radiant day and brought forth the Sun of righteousness, the hateful things of darkness were driven away, and the tyrant too was brought to naught; death perished, Hades too was swallowed up, and all enmity was dissolved before the face of peace; destructive diseases stood afar off when salvation peered forth, and all beneath heaven became filled with the light of pure truth. Serving as a prelude to these things in the Canticles, Solomon said: My beloved is mine, and I am his; he feeds among the lilies until the day breathe and the shadows depart (Song 2:16-17). Since therefore the God of gods appeared in Sion (Ps. 83:8), and the comeliness of His beauty shone forth in Jerusalem (Ps. 49:2; 95:6), and light sprang up for the righteous, and gladness for the upright in heart (Ps. 96:11), according to the blessed David, the Finisher and Master of the things being accomplished summoned through the Holy Spirit the teacher and minister of the law to the ministry and witness of the things being done.
Ϛʹ. Ὅθεν ἀπεκδυσάμενος τὸ ἄτονον τῆς ἡλικίας ὁ πρεσβύτης Συμεὼν, καὶ τὸ εὔτονον τῆς ἐλπίδος ἐπενδυσάμενος, ἀπολαβεῖν ἔσπευδεν εἰς πρόσωπον τοῦ νόμου τὸν τοῦ νόμου πάροχον· τὸν αὐθέντην διδάσκαλον· τὸν Θεὸν τοῦ Ἀβραάμ· τὸν σκεπαστὴν τοῦ Ἰσαάκ· τὸν ἅγιον τοῦ Ἰσραήλ· τὸν μυσταγωγὸν τοῦ Μωϋσέως· τὸν τὴν θείαν ἐνανθρώπησιν ὡς ὀπίσθια γνωρίσαι αὐτῷ ὑποσχόμενον· τὸν ἐν πτωχείᾳ πλούσιον· τὸν ἐν νηπιότητι προαιώνιον· τὸν ἐν ὁράσει ἀόρατον· τὸν ἐν περιλήψει ἀπερίληπτον· τὸν ἐν σμικρότητι ὑπερμεγέθη· τὸν ἐν ναῷ καὶ ἐν ὑψίστοις· τὸν ἐπὶ θρόνου βασιλικοῦ καὶ ἐπ' ὀχήματος χερουβικοῦ· τὸν κάτω καὶ ἄνω ἀδιαστάτως· τὸν ἐν μορφῇ δούλου, καὶ ἐν μορφῇ Θεοῦ Πατρός· τὸν ὑπήκοον καὶ βασιλέα τῶν ἁπάντων. Ὅλος γέγονε τῆς ἐφέσεως· ὅλος γέγονε τῆς ἐλπίδος· ὅλος γέγονε τῆς χαρᾶς. Οὐκέτι ἦν αὐτοῦ, ἀλλὰ τοῦ ἐλπισθέντος. Τὸ Πνεῦμα τὸ ἅγιον εὐηγγελίσατο, καὶ πρὶν ἢ κατειλη-
VI. Wherefore the aged Simeon, having put off the feebleness of old age and clothed himself with the vigour of hope, hastened to receive in the presence of the law the Giver of the law; the Sovereign Teacher; the God of Abraham; the Protector of Isaac; the Holy One of Israel; the Mystagogue of Moses; Him Who promised to make known to him the divine incarnation as His back parts (Exod. 33:23); Him Who is rich in poverty; Him Who in infancy is before the ages; Him Who in vision is invisible; Him Who in comprehension is incomprehensible; Him Who in smallness is surpassingly great; Him Who is in the temple and in the highest; Him Who is upon a royal throne and upon a cherubic chariot; Him Who is below and above without division; Him Who is in the form of a servant and in the form of God the Father (Phil. 2:6-7); Him Who is obedient and the King of all. He became wholly given over to longing; he became wholly given over to hope; he became wholly given over to joy. He was no longer his own, but belonged to Him Who was hoped for. The Holy Spirit brought the glad tidings, and before he had reached
PG 18:361Read from the page
φέναι τὸν ναὸν, τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἀναπτερούμενος, ὡς ἔχων ἤδη τὸ ποθούμενον ἐγεγήθει. Ἀγόμενος δὲ οὕτω, καὶ μετεωροπορῶν τοῖς διαβήμασιν ὠκυτάτως, τὸν πάλαι ἱερὸν καταλαμβάνει σηκὸν, καὶ οὐ προσχὼν τῷ ἱερῷ, τῷ τοῦ ἱεροῦ πρυτάνει τὰς ἱερὰς ὠλένας ἐφήπλωσε, τοιάδε λέγων ἅμα καὶ ᾄδων, ἃ καὶ τῇ ἀσπαστῇ τελετῇ προσῆκε· Σὲ ἐπιποθῶ, δέσποτα Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους, τὸν καταξιώσαντα τῇ ἰδίᾳ δόξῃ καὶ ἀρετῇ, ὡς πάντων προνοητικῇ, αἰδοῖ τῆς πρὸς ἡμᾶς συγκαταβάσεως, καθάπερ σπονδηφόρῳ μεσιτείᾳ, εἰς φιλικὴν ὁμηρεῦσαι συμφωνίαν τοὺς ἐπουρανίους πρὸς τοὺς γηγενεῖς. Σὲ ἐπιζητῶ τὸν αὐτουργὸν τῶν ἁπάντων· σὲ καραδοκῶ, τὸν περιέχοντα λόγῳ τὰ πάντα· σὲ ἀπεκδέχομαι, τὸν ζωῆς καὶ θανάτου δεσπόζοντα· σὲ ἀναμένω, τὸν νομοδότην, καὶ τοῦ νόμου διάδοχον· σὲ πεινῶ, τὸν ζωοποιὸν τῶν νενεκρωμένων· σὲ διψῶ, τὴν ἀνάψυξιν τῶν κεκμηκότων· σὲ ἐπιθυμῶ τὸν κτίστην καὶ λυτρωτὴν τοῦ κόσμου. Σὺ ἡμῶν Θεὸς, καὶ σὲ προσκυνοῦμεν. Σὺ ἡμῶν ναὸς ἅγιος, καὶ ἐν σοὶ προσευξόμεθα· σὺ θεσμῶν θεσμοθέτης, καὶ σοὶ πειθαρχοῦμεν. Σὺ Θεὸς πρῶτος· ἔμπροσθέν σου οὐκ ἐγεννήθη Θεος ἄλλος ἐκ Θεοῦ Πατρὸς, καὶ μετὰ σὲ οὐκ ἔσται ἄλλος Υἱὸς τῷ Πατρὶ ὁμοούσιος καὶ ὁμότιμος. Καὶ τὸ ἐπίστασθαί σε, ὁλόκληρος δικαιοσύνη· καὶ εἰδέναι σου τὸ κράτος, ῥίζα ἀθανασίας. Σὺ εἶ ὁ διὰ τὴν ἡμετέραν σωτηρίαν λίθος ἀκρογωνιαῖος, πολυτελής τε καὶ ἔντιμος, τῇ Σιὼν προαναγορευθείς. Ὑποβέβληται γάρ σοι τὰ πάντα ὡς αἰτίῳ· ὡς παραγαγόντι τὰ ὅλα ἐκ μὴ ὄντων εἰς τὸ εἶναι, καὶ σύστασιν εὐπαγῆ τοῖς ἀστάτοις παρασχόντι· ὡς συνοχῇ καὶ φρουρᾷ τῶν παρενηνεγμένων· ὡς φύσεων διαφόρων δημιουργῷ· ὡς οἰακίζοντι παλάμῃ παναλκεστάτῃ καὶ πανσοφωτάτῃ τὰ σύμπαντα· ὡς εὐταξίας ἁπάσης ῥυθμῷ· ὡς συμφωνίας καὶ εἰρήνης ἀῤῥαγεῖ συνδέσμῳ. Ἐν σοὶ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Διὰ τοῦτο, Κύριε ὁ Θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου· ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινὴν, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνδυσάμενος. Τί γὰρ περιφανέστερον βασιλεῖ περιανθούσης πορφυρίδος καὶ ἐπιλάμποντος διαδήματος; Ἢ τί μεγαλοπρεπέστερον Θεῷ φιλανθρώπῳ φιλανθρώπου ἐνανθρωπήσεως, ταῖς παμφανωτάταις ἐξαυγείαις τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους καταλαμπούσης; Καὶ μὴν εἰκότως καὶ προανευφήμησέ σε τὸν Βασιλέα τῶν αἰώνων ὁ πρόσκαιρος βασιλεὺς καὶ οἰκέτης, φάσκων· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ ἐν ἀνθρώποις Θεὸς καὶ ἄνθρωπος. Περιεζώσω γὰρ διὰ τῆς θείας σου σαρκώσεως δικαιοσύνῃ μὲν τὴν ὀσφύν· ἐνηλείψω δὲ καὶ ἀληθείᾳ τὰς πλευρὰς, αὐτόχρημα δικαιοσύνη καὶ ἀλήθεια ὑπάρχων, καὶ
the temple, winged with the eyes of his understanding, he rejoiced as though already holding what he desired. Being led on thus, and treading aloft with most swift steps, he reaches the ancient sacred shrine, and paying no heed to the sanctuary, he spread out his sacred arms to the Sovereign of the sanctuary, speaking and singing at once such words as befitted the welcome solemnity: I yearn for Thee, O Master, God of our fathers, and Lord of mercy (Wisd. 9:1), Who by Thine own glory and virtue, which provides for all things, out of regard for Thy condescension towards us, as though by a truce-bearing mediation, hast deigned to bind heavenly beings with the earthborn in a friendly harmony. I seek Thee, the Framer of all things; I eagerly expect Thee, Who dost encompass all things by Thy word; I await Thee, Who art Lord of life and death; I wait for Thee, the Lawgiver and Successor of the law; I hunger for Thee, the Quickener of the dead; I thirst for Thee, the Refreshment of the weary; I desire Thee, the Creator and Redeemer of the world. Thou art our God, and Thee we worship. Thou art our holy temple, and in Thee we shall pray (Isa. 45:14); Thou art the Lawgiver of laws, and Thee we obey. Thou art the first God; before Thee was no other God begotten of God the Father, and after Thee there shall not be another Son consubstantial and co-equal in honour with the Father (Isa. 43:10). And to know Thee is complete righteousness; and to know Thy power is the root of immortality (Wisd. 15:3). Thou art the cornerstone for our salvation, both costly and precious, proclaimed beforehand to Sion (Isa. 28:16; 1 Pet. 2:6). For all things are subjected to Thee as Cause: as having brought the universe from non-being into being, and having granted a firm constitution to unstable things; as the maintenance and guard of things brought forth; as the Creator of diverse natures; as steering the universe with an all-powerful and all-wise hand; as the rhythm of all good order; as the unbreakable bond of harmony and peace. For in Thee we live, and move, and have our being (Acts 17:28). Therefore, O Lord my God, I will glorify Thee, I will hymn Thy name; for Thou hast done wonderful things, an ancient, true counsel (Isa. 25:1), having clothed Thyself with thanksgiving and majesty (Ps. 103:1). For what is more illustrious for a king than a blooming purple robe and aresplendent diadem? Or what is more magnificent for a philanthropic God than a philanthropic incarnation, shining with its all-bright gleams upon those sitting in darkness and the shadow of death (Isa. 42:7; Luke 1:79)? And indeed fittingly did the temporal king and servant also acclaim Thee beforehand as the King of the ages (1 Tim. 1:17), saying: Fair in beauty beyond the sons of men (Ps. 44:3), Thou Who among men art God and man. For through Thy divine incarnation Thou hast girded Thy loins with righteousness, and hast also anointed Thy sides with truth (Isa. 11:5), being Thyself very righteousness and truth, and
Notes, col. 361

On the reading

Printed Θεος, for Θεὸς.

PG 18:364Read from the page
ἀγαλλίαμα τῶν ἁπάντων. Τοιγαροῦν εὐφρανθήτω ὁ οὐρανὸς σήμερον ἅμα ἐμοί· ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Ῥανάτωσαν δὴ καὶ αἱ νεφέλαι δικαιοσύνην τῷ κόσμῳ· σαλπισάτω καὶ τὰ θεμέλια τῆς γῆς εἰρήνην τοῖς ἐν ᾅδου· πάρεστι γὰρ ἡ ἀνάστασις τῶν κεκοιμημένων. Ἀνατειλάτω καὶ ἡ γῆ ἔλεος τοῖς κατοικοῦσιν αὐτήν. Πεπλήρωμαι γὰρ τῇ παρακλήσει, καὶ ὑπερπερισσεύομαι τῇ χαρᾷ· ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ἀνθρώπων.
the exultation of all. Wherefore let heaven rejoice today together with me, because God has had mercy on His people (Isa. 49:13). Let the clouds also rain down righteousness upon the world (Isa. 45:8); let the foundations of the earth also sound the trumpet of peace to those in Hades, for the resurrection of those who have fallen asleep is at hand. Let the earth also spring forth mercy for those who dwell upon it. For I am filled with comfort, and I overflow with joy (2 Cor. 7:4), because I have seen Thee, the Saviour of men.
Ζʹ. Χορεύοντος δὲ οὕτω τοῦ πρεσβύτου, καὶ γανυμένου τῇ θείᾳ εὐφρασίᾳ, τὰ κεχρηματισμένα τυπικῶς τῷ προφήτῃ Ἠσαΐᾳ, περιφανῶς ἡ ἱερὰ Θεομήτωρ ἐξετέλει. Καὶ δὴ λαβομένη τὸν ἐκ τοῦ ἀχράντου καὶ παναμώμου αὐτῆς θυσιαστηρίου σαρκωθέντα, ζωοποιὸν καὶ ἀνέκφραστον ἄνθρακα, ὡς λαβίδι τῇ συζεύξει τῶν ἁγίων αὐτῆς χειρῶν, τῷ δικαίῳ προέτεινε, τοιαῦτα, ἐμοὶ δοκεῖ, λέγουσά τε ἅμα καὶ παρακελεύουσα· Ἀπόλαβε, πρεσβύτα τίμιε, καὶ ἱερέων ἄριστε, ἀπόλαβε τὸν Κύριον, καὶ ἀπόλαυε τῆς οὐ χηρευσάσης σου ἐλπίδος. Ὑπόδεξαι θησαυρὸν ἀνέκλειπον, καὶ πλοῦτον ἀναφαίρετον, μεγαλοφυέστατε. Ἐναγκάλισαι κράτος ἀνεκδιήγητον, καὶ δύναμιν ἀνεξερεύνητον ἐρείδουσάν σε, σοφώτατε. Περίλαβε μέγεθος ἀπεριόριστον, καὶ ἰσχὺν ἀνείκαστον, ἱεροκόρε. Περιπλάκηθι τῇ αὐτῇ αὐτοζωῇ, καὶ ζῆθι, αἰδεσιμώτατε. Περίπτυξαι τὴν ἀφθαρσίαν, καὶ ἀνακαινοποιήθητι, δικαιότατε. Οὐ ταλμηρὸν τὸ ἐγχείρημα· μὴ ὄκλαζε, ὁσιώτατε. Ἐμφορήθητι τοῦ ποθουμένου, καὶ κατατρύφησον τοῦ ἐπιδιδομένου, μᾶλλον δὲ ἑαυτὸν ἐπιδιδόντος, ἱεροπρεπέστατε. Ἐναγλαΐσθητι τῷ διὰ τοῦ ἀκηλιδώτου ἐσόπτρου τῆς σαρκὸς περιστίλβοντι Ἡλίῳ τῆς δικαιοσύνης, εὐλαβέστατε. Μὴ δειλία τὴν γαληνότητα, μηδὲ καταπλαγῇς τὴν ἡμερότητα, μακαριώτατε. Μὴ πτήξῃς τὸ εὐμενὲς, μηδὲ πτοηθῇς τὸ προσηνὲς, ἐπιεικέστατε. Εὐθύμως προσκολλήθητι, καὶ μὴ ἀναβάλλου πρὸς τὸ εὐήκοον. Οὐ θρασύτητος τὸ λαλούμενον, οὐδὲ τὸ προτεινόμενον· μὴ ἀφηνίαζε, ἀστικώτατε. Οὐ καταφλέγει τὸ πῦρ τῆς τοῦ Κυρίου μου χάριτος, ἀλλὰ φωτίζει, δικαιότατε. Βάτος σε πεισάτω, ἡ τὸν τύπον μου περιστησαμένη πρὸς ὑπόστασιν τοῦ ἀνυποστάτου πυρὸς, νομομαθέστατε. Δροσοσυρίζουσα κάμινος πειθέτω σε, παιδοτρίβα, τοῦ μυστηρίου τὴν οἰκονομίαν. Πρὸς ἐπὶ τούτοις ἡ ἐμὴ
VII. While the old man was thus dancing and rejoicing with divine gladness, the holy Mother of God manifestly fulfilled the things that had been divinely foretold in figure to the prophet Isaiah. And taking the life-giving and ineffable coal (Isa. 6:6) made flesh from her undefiled and all-blameless altar, with the clasping of her holy hands as with tongs, she held Him out to the righteous man, at the same time speaking and exhorting him, it seems to me, in such words as these: Receive, O honourable elder and best of priests, receive the Lord, and enjoy your hope that has not been left widowed. Welcome an unfailing treasure and wealth that cannot be taken away, O noblest of men. Embrace an unspeakable might and an unsearchable power that supports you, O wisest of men. Clasp a boundless greatness and an incomparable strength, O temple-warden. Entwine yourself with very Life itself, and live, O most venerable of men. Fold incorruption in your arms, and be renewed, O most righteous of men. The undertaking is not presumptuous; do not falter, O holiest of men. Take your fill of Him Whom you have desired, and delight in Him Who is given to you, or rather Who gives Himself, O most sacredly beseeming of men. Be gladdened in the Sun of righteousness shining around through the spotless mirror of the flesh, O most devout of men. Do not fear His serenity, nor be dismayed at His gentleness, O most blessed of men. Do not cower before His kindness, nor be terrified at His mildness, O most gentle of men. Cleave to Him cheerfully, and do not delay towards ready obedience. Neither what is spoken nor what is offered is of rashness; do not draw back, O most courteous of men. The fire of my Lord's grace does not consume, but illuminates, O most righteous of men. Let the bush persuade you, which encompassed my type for the subsistence of the unsubsisting fire (Exod. 3:2), O most learned in the law. Let the furnace whistling with dew (Dan. 3:50) persuade you, O trainer of youth, of the dispensation of the mystery. In addition to these things, let my
Notes, col. 364

On the reading

Printed ταλμηρὸν, for τολμηρὸν.

PG 18:365Read from the page
γαστήρ σε διδαξάτω, ἐν ᾗ ἐχωρήθη ὁ ἀχώρητος, ἐξ ἧς καὶ ἐσαρκώθη ὁ ἄσαρκος Λόγος. Οὐ πάλιν σάλπιγγες ἐκδειματοῦσι τοὺς προσιόντας, οὐδ' αὖ ὄρος καπνιζόμενον δέος ἐμποιεῖ τοῖς προσπελάζουσιν, οὔτε μὴν νόμος κολάζει ἀφειδῶς τὸν θίγοντα τολμηρῶς. Φιλανθρωπίας γὰρ τὰ παρόντα, συγκαταβάσεως τὰ φαινόμενα. Εὐχαρίστως ἀπόλαβε τὸν πρὸς σὲ ἐλθόντα Θεόν· αὐτὸς γὰρ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαρεῖ. Ἐν σοὶ προτυπωθήτω ἡ τοῦ κόσμου κάθαρσις. Ἐν σοὶ καὶ διὰ σοῦ προμηνυθήτω τοῖς ἔθνεσιν ἡ κατὰ χάριν δικαίωσις. Σὺ ἄξιος τῆς ζωοποιοῦ ἀπαρχῆς. Ἀπήλαυσας νόμου; ἀπόλαυσαι καὶ τῆς χάριτος. Κέκμηκας τῷ γράμματι; ἀνακαινίσθητι ἐν τῷ πνεύματι. Ἀπέκδυσαι τὴν παλαιότητα καὶ ἔνδυσαι τὴν καινότητα. Ταῦτα γάρ σε ἠγνοηκέναι οὐ δοκῶ.
womb teach you, in which the Uncontainable was contained, and from which the fleshless Word was made flesh. Trumpets do not again terrify those who approach (Exod. 19:16), nor again does a smoking mountain strike fear into those who draw near, nor yet does the law punish unsparingly him who boldly touches (2 Sam. 6:6-7). For the things present are of loving-kindness, the things seen are of condescension. With thanksgiving receive God Who has come to you; for He Himself will take away your iniquities, and will thoroughly purge away your sins (Isa. 6:7). In you let the cleansing of the world be prefigured. In you and through you let justification by grace be foretold to the nations. You are worthy of the life-giving firstfruits. Have you enjoyed the law? enjoy grace also. Have you grown weary with the letter? be renewed in the spirit. Put off oldness and put on newness. For I do not think that you are ignorant of these things.
Ηʹ. Ἐπὶ τούτοις πᾶσι παῤῥησιασάμενος ὁ δίκαιος, καὶ τῇ προτροπῇ εἴξας τῆς διακονησαμένης Θεῷ πρὸς ἀνθρώπους Θεομήτορος, ὑπεδέξατο μὲν ταῖς γηραλέαις ἀγκάλαις τὸν ἐν νηπιότητι παλαιὸν τῶν ἡμερῶν, εὐλόγησε δὲ τὸν Θεὸν καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ἀπέλαβον τὴν παρὰ σοῦ ἄλυπον χαράν· ἀπόλαβέ με χαιρόμενον, καὶ ἀνευφημοῦντα τὰ ἐλέη σου, Κύριε. Ἀπέδωκάς μοι τὴν εὐθυμίαν· ἀποδίδωμί σοι εὐθύμως τὰ εὐχαριστήρια. Ἔγνων ἀγάπης Θεοῦ δύναμιν. Δι' ἐμὲ γὰρ ὁ ἐκ σοῦ Θεὸς, ἀνερμηνεύτως καὶ ἀῤῥεύστως γεννηθεὶς, ἄνθρωπος γέγονεν. Ἔγνων τῆς σῆς περὶ ἡμᾶς κηδεμονίας τὸ ἀνέκφραστον μέγεθος, ὅτι τὰ σὰ σπλάγχνα ἐξαπέστειλας εἰς βοήθειαν ἡμῶν. Ἔγνων ὃ ἐδιδάχθην ὑπὸ Σολομῶντος, Κραταιὰ, λέγοντος, ὡς θάνατος ἡ ἀγάπη. Διὰ ταύτης γὰρ συντριβήσεται τοῦ θανάτου τὸ κέντρον· διὰ ταύτης νεκροὶ ζωὴν ὄψονται· διὰ ταύτης θάνατος μαθήσεται θάνατον, παυσάμενος τῆς καθ' ἡμῶν ἐπικρατείας· διὰ ταύτης καὶ ὁ ἀρχέκακος ὄφις αἰχμάλωτος γενήσεται καὶ ὑποβρύχιος. Ἐγνώρισας ἡμῖν, Κύριε, τὸ σωτήριόν σου, ἀναστήσας ἡμῖν φυτὸν εἰρήνης· καὶ οὐκέτι ἐσόμεθα πλανώμενοι. Ἐγνώρισας ἡμῖν, Κύριε, ὅτι οὐκ εἰς τέλος ὑπερεῖδες τοὺς δούλους σου, ἀγαθὲ, οὐδὲ ἐπελάθου ἔργα χειρῶν σου. Κατοικτειρήσας γὰρ ἡμῶν τὴν ἐλεεινότητα, δαψιλῶς ἐξέχεας ἐφ' ἡμᾶς τὴν ἔμφυτον καὶ ἀνεξάντλητόν σου ἀγαθότητα, διὰ τοῦ Μονογενοῦς καὶ ἀπαραλλάκτου καὶ ὁμοουσίου Παιδός σου τὴν λύτρωσιν ἡμῶν ποιησάμενος, ἀνάξιον κρίνας
VIII. Encouraged by all these words, and yielding to the exhortation of the Mother of God who ministered to God on behalf of men, the righteous man received in his aged arms the Ancient of days (Dan. 7:9) in infancy, and blessed God and said: Now lettest Thou Thy servant depart, O Master, according to Thy word, in peace; for mine eyes have seen Thy salvation, which Thou hast prepared before the face of all peoples, a light for revelation to the Gentiles, and the glory of Thy people Israel (Luke 2:29-32). I have received the painless joy that is from Thee; receive me rejoicing and acclaiming Thy mercies, O Lord. Thou hast restored gladness to me; I gladly render thanksgiving unto Thee. I have known the power of the love of God. For on my account God Who is from Thee, ineffably and impassibly begotten, has become man. I have known the unspeakable greatness of Thy care for us, in that Thou hast sent forth Thine own bowels of mercy to our aid. I have known what I was taught by Solomon when he said: Love is strong as death (Song 8:6). For through it the sting of death shall be crushed; through it the dead shall see life; through it death shall learn death, ceasing from its dominion over us; through it the serpent, the author of evil, shall also become a captive and be plunged into the deep. Thou hast made known to us, O Lord, Thy salvation (Ps. 97:2), having raised up for us a plant of peace (Ezek. 34:29); and we shall no longer go astray. Thou hast made known to us, O Lord, that Thou hast not overlooked Thy servants unto the end, O Good One, nor forgotten the works of Thy hands. For having had compassion on our wretchedness, Thou hast abundantly poured out upon us Thine innate and inexhaustible goodness, having wrought our redemption through Thine Only-begotten and indistinguishable and consubstantial Child, judging it unworthy
PG 18:368Read from the page
τῆς σῆς μεγαλοσύνης καὶ χρηστότητος, οἰκέτῃ τὴν τῶν σῶν οἰκετῶν καταπιστεῦσαι σωτηρίαν καὶ εὐεργεσίαν, ἢ λειτουργῷ ἐγχειρῆσαι τὴν τῶν προσκεκρουκότων καταλλαγήν. Ἀλλὰ διὰ τοῦ ὁμοουσίου Φωτὸς φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐδωρήσω, ἵνα ἐν τῷ σῷ φωτὶ ἴδωσι φῶς γνώσεως· καὶ διὰ τοῦ δεσπότου καὶ δημιουργοῦ εὐδόκησας ἀναπλάσαι ἡμᾶς εἰς ἀφθαρσίαν, καὶ διὰ τοῦ ἀφορίσαντος ἐκ παραδείσου τρυφῆς τὴν εἰς παράδεισον αὖθις ἐπανάζευξιν ἐχαρίσω· καὶ διὰ τοῦ ἔχοντος ἐξουσίαν ἀφιέναι ἁμαρτίας τὸ καθ' ἡμῶν χειρόγραφον ἐξήλειψας· καὶ διὰ τοῦ συνθρόνου καὶ ἀνεκφοιτήτου τῆς θείας σου φύσεως τὴν πρὸς σὲ καταλλαγὴν καὶ προσαγωγὴν ἐν πεποιθήσει ἐφιλοτιμήσω· ὅπως διὰ δεσπότου ἀβασιλεύτου, καὶ Θεοῦ ἀληθινοῦ καὶ ἐξουσιαστοῦ, ὁ τῶν τοσούτων καὶ τηλικούτων ἀγαθῶν δεσμὸς ὑπογραφόμενος ἀναμφίβολα τοῖς ἐλεουμένοις καταστήσῃ τῆς χάριτος τὰ δίκαια. Περὶ ὅτου καὶ ὁ προφήτης προεμήνυσε λέγων· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, παρὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ φείδεσθαι αὐτῶν, καὶ ἀνέλαβε, καὶ ὕψωσεν αὐτούς. Καὶ ταῦτα πάντα οὐκ ἐξ ἔργων ἡμῶν τῶν ἐν δικαιοσύνῃ, οὐδ' ὅτι ἡμεῖς σε ἠγαπήσαμεν (ὁ γὰρ γηγενὴς ἡμῶν προπάτωρ καὶ τὴν ἐν παραδείσῳ τρυφὴν καὶ διαγωγὴν τιμηθεὶς, τὴν θείαν καὶ σωτήριόν σου ἐκφαυλίσας ἐντολὴν, ἀποδόκιμος ζωηροῦ χώρου ἐκρίθη, καὶ τὸ πᾶν αὐτοῦ σπέρμα ἀκιδνότατον κατέστησε, τοῖς νόθοις μοσχεύμασι τῆς ἁμαρτίας συμφυράσας), ἀλλὰ δι' ἑαυτὸν καὶ τὴν περὶ τὸ πλάσμα σου ἄφατον ἀγάπην, ἐκραταίωσας ἐφ' ἡμᾶς τὸ ἔλεός σου, Κύριε, κατῳκτείρησάς τε τὴν ἀπαγωγὴν ἡμῶν, καὶ ἑαυτὸν ἐδυσώπησας ἐπὶ τῇ καταφθορᾷ ἡμῶν, τοῦ δοῦναι ἡμᾶς εἰς οἰκτειρμούς. Ὅθεν ἑορταὶ ἡμῖν λοιπὸν συγκεκρότηνται τοῖς Ἀδαμιαίοις, ὅτι ὁ πλαστουργὸς τοῦ Ἀδὰμ ἑκοντὶ νέος Ἀδὰμ γέγονε· καὶ ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν μεθ' ἡμῶν κατεγένετο, ὥστε ἰδεῖν Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ σωθῆναι. Τοὔνεκα, ὦ Δέσποτα, τὴν παρὰ σοῦ ἀπόλυσιν ἐπιζητῶ. Εἶδον τὸ σωτήριόν σου· ἀπολυθῶ τοῦ γραμματοκύφου ζυγοῦ. Εἶδον βασιλέα ἀΐδιον καὶ ἀδιάδοχον· ἀπολυθῶ τοῦ δουλικοῦ καὶ ἀχθοφόρου κλοιοῦ. Εἶδον φύσει Δεσπότην καὶ ἐλευθερωτήν· τύχοιμι τοῦ ἐλευθερικοῦ αὐτοῦ δεσμοῦ. Λῦσόν με τοῦ ζυγοῦ τῆς κατακρίσεως, καὶ ὑπόζευξον τῷ ζυγῷ τῆς δικαιώσεως. Λῦσόν με τοῦ ζυγοῦ τῆς ἀρᾶς καὶ τοῦ ἀποκτείνοντος γράμματος· καὶ ἔνειρον τῷ ἀριθμῷ τῆς εὐλογίας τῶν εἰς υἱοθεσίαν εἰσποιουμένων τῇ χάριτι τοῦ ἀληθινοῦ καὶ ὁμοδόξου καὶ ὁμοδυνάμου τούτου Υἱοῦ σου.
of Thy majesty and kindness to entrust the salvation and benefaction of Thy servants to a servant, or to commit the reconciliation of those who had offended to a minister. Rather, through the consubstantial Light Thou hast bestowed light upon those sitting in darkness and the shadow of death (Isa. 9:2; 42:7; Luke 1:79), that in Thy light they might see the light of knowledge (Ps. 35:10); and through the Master and Creator Thou wast well pleased to fashion us anew unto incorruption, and through Him Who banished us from the paradise of delight Thou hast graciously granted the return again into paradise; and through Him Who has authority to forgive sins (Mark 2:10) Thou hast blotted out the handwriting that was against us (Col. 2:14); and through Him Who shares Thy throne and never departs from Thy divine nature Thou hast generously bestowed reconciliation and access to Thee in confidence; so that through a Master subject to no king, and a true and sovereign God, the bond of so many and so great blessings, being subscribed, might establish beyond doubt the rights of grace for those who have obtained mercy. Concerning which the prophet also foretold, saying: No ambassador, no angel, but the Lord Himself saved them, because He loved them and spared them, and He took them up and exalted them (Isa. 63:9). And all these things were not from works of ours done in righteousness (Titus 3:5), nor because we loved Thee (1 John 4:10) (for our earthborn forefather, even though honoured with the delight and way of life in paradise, having despised Thy divine and saving commandment, was judged reprobate from the region of life, and rendered all his seed most feeble, having mingled it with the bastard shoots of sin), but for Thine own sake and for Thine ineffable love towards Thy creature Thou hast made Thy mercy strong upon us, O Lord (Ps. 102:11), and hast had compassion on our captivity, and hast entreated Thyself over our corruption, to give us over to mercies (Ps. 105:46). Wherefore feasts are henceforth celebrated by us the descendants of Adam, because the Fashioner of Adam has willingly become a new Adam; and the brightness of the Lord our God has tabernacled with us (Ps. 89:17), so that we have seen God face to face, and been saved (Gen. 32:30). On this account, O Master, I seek the release that is from Thee. I have seen Thy salvation; let me be released from the letter-bowed yoke. I have seen an eternal King Who has no successor; let me be released from this slavish and burdensome collar. I have seen Him Who is by nature Master and Liberator; may I obtain His liberating bond. Loose me from the yoke of condemnation, and yoke me beneath the yoke of justification. Loose me from the yoke of the curse and of the letter that kills (2 Cor. 3:6); and weave me into the number of the blessing of those adopted as sons by the grace of this Thy true Son, Who is co-equal in glory and co-equal in power with Thee.
Θʹ. Ἔστωσαν δέ μοι, φησὶ, τὰ θεῖα εὐχαριστήρια πρὸς τὸ παρὸν ἄχρι τῶν βραχυτάτων τούτων. Τί δὲ
IX. Let the divine thanksgivings, says he, stand for me for the present as far as these briefest words. But what
PG 18:369Read from the page
πρὸς σὲ φθέγξομαι, ὦ Μῆτερ Παρθένε, καὶ Παρθένε Μῆτερ; ἧς γὰρ τὸ ἔργον οὐκ ἀνθρώπινον, ταύτης καὶ ὁ ἔπαινος ὑπὲρ ἄνθρωπον. Διὸ τῆς ἀπορίας τὸ σκυθρωπὸν ἐκ τῶν τοῦ Πνεύματος περὶ σὲ καταλαμπρυνῶ γερῶν, καὶ τὰ σά σοι προσκομίζων, ἐκ λειμώνων ἀθανάτων τὴν ἱεράν σου καὶ θεοστεφῆ ἀνυμνήσω κάραν. Πατρικοῖς σε ὕμνοις προσφθέγξομαι, θύγατερ Δαβὶδ, καὶ μῆτερ τοῦ Κυρίου καὶ Θεοῦ Δαβίδ. Αἰσχρὸν γὰρ ἅμα καὶ ἀνεύφημον ἀλλοτρίοις κόσμοις κοσμῆσαι τὴν τῇ οἰκείᾳ δόξῃ διαφέρουσαν. Δέχου τοίνυν, εὐμενεστάτη, δῶρα τίμια, καὶ σοὶ μόνῃ ἁρμόδια, ὦ πασῶν γενεῶν ὑψηλοτέρα, καὶ πάντων ὁρατῶν τε καὶ ἀοράτων δημιουργημάτων τιμιωτέρα φανεῖσα. Μακαρία ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ τρισμακάριστος ὁ οἶκος Δαβὶδ, ἐν ᾧ ἐβλάστησας. Ὁ Θεὸς ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ· ἡγίασε γὰρ τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἐν σοὶ γὰρ διαθῆκαι καὶ ὁρκωμοσίαι Θεοῦ πρὸς τοὺς πατέρας ἡμῶν, τέλος εὐκλεέστατον ἐδέξαντο· ὅτι διὰ σοῦ γέγονε Κύριος, ὁ Θεὸς τῶν δυνάμεων μεθ' ἡμῶν. Τὸν σὸν προδιαγράφουσα θεοπρεπῆ χαρακτῆρα, Θεὸν ἔφερεν ἀφλέκτως ἡ ἄψαυστος βάτος, ἐμφανιζόμενον τῷ προφήτῃ ὡς ὁραθῆναι ηὐδόκησε. Στερέμνιος δ' αὖ καὶ πέτρα ἀκρότομος τὴν παγκόσμιον ἐκ σοῦ πηγάσασαν χάριν καὶ ἀνάψυξιν προεξεικονίζουσα, παραμύθιον ἴαμα ἐκλείποντι λαῷ ἐκ λαγόνων ξηρῶν ἐν ἐρήμῳ δαψιλῶς προήγαγεν. Οὐ μὴν δὲ ἀλλὰ καὶ τοῦ ἱερέως ἡ ῥάβδος, οὐκ ἀδόκιμον σύσσημον παρέσχετο τῆς ὑπερφυοῦς σου λοχείας, ἀγεώργητον καρπὸν ἐξανθήσασα, ἱερατείας ἐνδελεχοῦς ἀῤῥαβῶνα. Τί δέ; καὶ ὁ μέγας Μωϋσῆς οὐ κομιδῆ παρέστησε, διὰ τοὺς περὶ σὲ δυσκαταλήπτους τύπους ἐγχρονίσαι τῷ ὄρει ἔγνω τὰ περὶ τῆς ἁγνῆς ἐκδιδάσκεσθαι μυστήρια; Πῆξαι γὰρ κατὰ σύμβολον καὶ πρὸς ἀφομοίωσιν κιβωτὸν καὶ ταύτην προσταχθεὶς, οὐ παρέργως ἐχρήσατο τοῖς προστεταγμένοις, εἰ καὶ τραγῳδούμενα συμβέβηκεν ἐπὶ τῇ καταβάσει, ἀλλ' εἰς πέντε ἡμίση πήχεις ταύτην συντελέσας, νομοδόχον ἀνέδειξε, τοῖς χερουβὶμ συγκαλυπτομένην· ἐκφαντικώτατά σε τὴν Θεοτόκον προσημαίνουσαν, τὴν ἀφθόρως ἐγκυμονήσασαν, καὶ ἀφράστως ἀποκυήσασαν τὴν τῆς ἀφθαρσίας σύστασιν ἐπὶ τέλει τῶν πέντε ἡμίσεως τοῦ κόσμου κύκλων. Διὰ σὲ, καὶ τὴν ἐκ σοῦ ἄχραντον τοῦ Θεοῦ Λόγου σάρκωσιν, τὴν εἰς ἀεὶ ἀτρέπτως τε καὶ ἀμερίστως ἐν αὐτῷ διαμένουσαν, καὶ ἡ χρυσῆ στάμ-
shall I utter to you, O Mother Virgin, and Virgin Mother? For she whose work is not human has praise also that is above man. Wherefore I shall brighten the gloom of my perplexity from the honours of the Spirit concerning you, and bringing to you what is yours, from immortal meadows I shall hymn your sacred and God-crowned head. With ancestral hymns I shall address you, O daughter of David, and mother of the Lord and God of David. For it would be at once shameful and ill-omened to adorn with alien ornaments her who excels by her own glory. Receive therefore, O most gracious one, precious gifts, fitting for you alone, O you who have appeared higher than all generations, and more honourable than all visible and invisible creatures. Blessed is the root of Jesse, and thrice-blessed the house of David, in which you sprouted forth. God is in the midst of you, and you shall not be shaken; for the Most High has sanctified His tabernacle (Ps. 45:5-6). For in you the covenants and oaths of God to our fathers received their most glorious fulfilment; because through you the Lord, the God of hosts, has come to be with us (Ps. 45:8). Prefiguring your divinely fitting character, the untouched bush bore God without being burned, manifesting Himself to the prophet as He was well pleased to be seen (Exod. 3:2). And again, the solid and flinty rock, prefiguring the universal grace and refreshment that gushed forth from you, abundantly brought forth a comforting remedy for a fainting people out of dry flanks in the wilderness (Exod. 17:6). Nay more, the rod of the priest also furnished no mean token of your supernatural childbirth, having blossomed forth an uncultivated fruit, the earnest of a perpetual priesthood (Num. 17:8). What more? Did not great Moses also thoroughly show this, when on account of the hard-to-comprehend types concerning you he resolved to tarry long on the mountain to be thoroughly taught the mysteries concerning the pure one? For having been commanded to construct an ark also as a symbol and for a likeness (Exod. 25:8-10), he did not treat the commands perfunctorily, even if tragic events happened upon his descent (Exod. 32:1-19), but having completed it to five and a half cubits, he displayed it as a receptacle of the law, overshadowed by the cherubim; most clearly signifying beforehand you, the Mother of God, who without corruption conceived and ineffably brought forth the constitution of incorruption at the end of the five and a half cycles of the world. On account of you, and the undefiled incarnation of God the Word from you, which abides in Him for ever unchangeably and indivisibly, the golden jar also