Migne Reading Room

PG 18 · cols. 316–325 · Read from the page

On the Resurrection (fragments)

On the Resurrection (fragments)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:316Read from the page
ἐνδόξως ἑορτάσωμεν αὐτῷ τὴν φαιδρὰν τῆς ἀναστάσεως ἑορτὴν, ἀνθ' ων αἰωνίους ἡμῶν τὰς σκηνὰς οὐκέτι τεθνηξομένας ἢ λυθησομένας ἀπειλήφαμεν.
we may gloriously celebrate to Him the bright feast of the resurrection, inasmuch as we have received back our eternal tabernacles, no longer to die or to be dissolved.
Ηʹ. Ὅτι, φησὶν, ἐθεασάμην ἐν Ὀλύμπῳ ἐγὼ (ὄρος δέ ἐστιν ὁ Ὄλυμπος τῆς Λυκίας·) πῦρ αὐτομάτως κατὰ τὴν ἀκρώρειαν τοῦ ὄρους κάτωθεν ἐκ τῆς γῆς ἀναδιδόμενον, περὶ ὃ πύραγνος φυτόν ἐστιν, οὕτω μὲν εὐθαλὲς καὶ χλοερὸν, οὕτω δὲ σύσκιον, ὡς ὑπὸ πηγῆς μᾶλλον αὐτὸ βεβλαστηκέναι. Δι' ἥντινα οὖν αἰτίαν, εἰ φύσεις εἰσὶ φθαρτῶν, καὶ ὑπὸ πυρὸς καταναλισκομένων σωμάτων, οὐ μόνον οὐ καταφλέγεται τὸ φυτὸν τοῦτο, ἀλλὰ καὶ μᾶλλον ἀκμαιότερον ὑπάρχει, εἰ τῇ φύσει ἐστὶν εὔκαυστον, καὶ ταῦτα περὶ αὐτὰς αὐτοῦ ῥίζας τοῦ πυρὸς ἐντυφωμένου; Κλάδους γοῦν ἐγὼ δένδρων ἐκ τῆς παρακειμένης ὕλης ἐπέρῥιψα, καθ' ὃν ἐρεύγεται τὸ πῦρ τόπον· καὶ εὐθέως εἰς φλόγα ἀρθέντες, ἐτεφρώθησαν. Τί οὖν βούλεται τὸ παράδοξον; Δεῖγμα τοῦτο τῆς μελλούσης ὁ Θεὸς ἡμέρας καὶ προοίμιον ἔθετο· ἵνα γινώσκωμεν, ὅτι, πάντων πυρὶ κατομβρουμένων, τὰ ἐν ἁγνείᾳ σώματα διατρίψαντα καὶ δικαιοσύνῃ, καθάπερ ψυχρῷ ὕδατι ἐπιβήσονται.
VIII. That, he says, I myself beheld on Olympus (now Olympus is a mountain of Lycia) fire rising up of its own accord on the ridge of the mountain from beneath out of the earth, around which there is a plant, the vitex, so flourishing and green, and so shady, as though it had sprouted rather from a spring. For what reason, then, if there are natures of corruptible bodies and bodies consumed by fire, is this plant not only not burned up, but even exists in greater vigour, though by nature it is easily burned, and that too when the fire is smouldering around its very roots? At any rate, I threw branches of trees from the adjacent wood upon the place where the fire belches forth, and immediately, being lifted up into flame, they were reduced to ashes. What then does this marvel mean? God set this as a sample and prelude of the coming day, so that we may know that, when all things are deluged with fire, the bodies that have lived in chastity and righteousness will tread upon it as upon cold water.
Θʹ. Ὅτι, φησὶν, ἐπίστησον δὲ μήποτε καὶ ὁ μακάριος Ἰωάννης, Ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, λέγων· καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς· τὰ ἀπὸ τῶν στοιχείων ἀναδιδόμενα πρὸς ἀποκατάστασιν ἑκάστου μόρια ἐδήλωσε; Τὴν μὲν γὰρ θάλασσαν εἶναι τὴν ὑγρὰν οὐσίαν· ᾅδην δὲ τὸν ἀέρα, παρὰ τὸ ἀειδές· διὰ τὸ μὴ ὁρᾶσθαι, καθάπερ ἐλέχθη καὶ Ὠριγένει· καὶ θάνατον τὴν γῆν, παρὰ τὸ ἐν αὐτῇ κλίνεσθαι τὸν θνήσκοντα· ὅθεν καὶ χοῦς ἐκλήθη θανάτου ἐν ψαλμοῖς· εἰς χοῦν θανάτου κατῆχθαι, εἰρηκότος Χριστοῦ.
IX. That, he says, consider whether the blessed John also, when he says, The sea gave up the dead who were in it, and death and Hades gave up the dead who were in them (Rev. 20:13), did not indicate the parts given back from the elements for the restoration of each? For the sea is the moist substance; and Hades is the air, from its being unseen, because it is not seen, just as was said also by Origen; and death is the earth, from the dying man's being laid in it; whence also it was called the dust of death in the Psalms (Ps. 21:16), Christ having said that He was brought down to the dust of death.
Ιʹ. Ὅτι, φησὶ, πᾶν γὰρ τὸ ἐκ καθαροῦ ἀέρος καὶ καθαροῦ πυρὸς συνιστάμενον σύγκριμα, καὶ τοῖς ἀγγελικοῖς ὁμοούσιον ὑπάρχον, οὐ δύναται γῆς ἔχειν ποιότητα καὶ ὕδατος· ἐπειδὴ συμβήσεται ἔσεσθαι αὐτὸ γεῶδες. Τοιοῦτον καὶ ἐκ τούτων τὸ ἀναστῆναι μέλλον σῶμα ἀνθρώπου Ὠριγένης ἐφαντάζετο· ὃ καὶ πνευματικὸν ἔφη.
X. That, he says, every compound composed of pure air and pure fire, and being of the same substance with angelic beings, cannot have the quality of earth and water, since it will happen that it will be earthy. Of such a kind and from these elements Origen imagined the body of man that is about to rise, which he also called spiritual.
ΙΑʹ. Ὅτι, φησὶ, ποταπὸν ἄρα ἔσται καὶ σχῆμα τὸ ἀνιστάμενον, εἰ ὅλως τὸ ἀνθρωποειδὲς τοῦτο, ὡς ἄχρηστον ὂν κατ' αὐτὸν, ἐξαφανίζεται· ὃ πάντων ἐστὶ τῶν εἰς ζῶα συγκεκριμένων σχημάτων ἐρασμιώτατον· ᾧ καὶ τὸ θεῖον χρῆται εἰκόνι, καθάπερ καὶ
XI. That, he says, of what sort then will be the form that rises, if this human form, as being useless according to him, is altogether done away with—which is the loveliest of all the forms compounded into living creatures, and which the Deity also uses as an image, just as
Notes, col. 316

On the reading

Printed ων, for ὧν.

PG 18:317Read from the page
ὁ σοφώτατος Παῦλος δηλοῖ· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· εἰς ὃ καὶ τὰ νοερὰ τῶν ἀγγέλων σώματα διεκοσμήθησαν; Ἆρα κυκλοτερὲς, ἢ πολυγώνιον, ἢ κυβικὸν, ἢ πυραμοειδές; Πλεῖσται γὰρ τῶν σχημάτων αἱ παραλλαγαί· ἀλλὰ τοῦτο ἀμήχανον. Οὐκοῦν τίς ἡ ἀποκλήρωσις, τὸ μὲν θεοείκελον σχῆμα (ὁμολογεῖ γὰρ καὶ αὐτὸς ὁμοειδῆ εἶναι τὴν ψυχὴν τῷ σώματι·) ἀπαγορεύεσθαι ὡς ἀκλεέστερον, ἄπουν δὲ καὶ ἄχειρον ἀνίστασθαι;
the most wise Paul makes plain: For a man indeed ought not to cover his head, since he is the image and glory of God (1 Cor. 11:7); after which the intellectual bodies of the angels also werefashioned? Will it then be spherical, or polygonal, or cubical, or pyramidal? For the variations of forms are very many; but this is impossible. What then is this arbitrary allotment, that the godlike form (for he himself also confesses that the soul is of like form with the body) should be rejected as more ignoble, and that it should rise footless and handless?
ΙΒʹ. Ὅτι, φησὶν, ὁ μετασχηματισμὸς ἡ εἰς τὸ ἀπαθὲς καὶ ἔνδοξόν ἐστιν ἀποκατάστασις. Νῦν μὲν γὰρ τὸ σῶμα ἐπιθυμίας ἐστὶ καὶ ταπεινώσεως· διὸ καὶ Δανιὴλ ἀνὴρ ἐπιθυμίας ἤκουε. Τότε δὲ μετασχηματίσεται εἰς σῶμα ἀπαθές· οὐ τῇ ἐξαλλαγῇ τῆς διακοσμήσεως τῶν μελῶν, ἀλλὰ τῷ μὴ ἐπιθυμεῖν τῶν ὑλικῶν ἡδονῶν.
XII. That, he says, the transformation is the restoration to an impassible and glorious state. For now indeed the body is of desire and of humiliation (Phil. 3:21); wherefore Daniel also was called a man of desires (Dan. 9:23). But then it will be transformed into an impassible body, not by a change in the arrangement of its members, but by no longer desiring material pleasures.
Ὅτι φησὶν, ἐξελέγχων τὸν Ὠριγένην· Βούλεται τοίνυν ὁ Ὠριγένης τὴν μὲν αὐτὴν σάρκα οὐκ ἀποκαθίστασθαι τῇ ψυχῇ, τὴν δὲ ποίαν ἑκάστου μορφὴν, κατὰ τὸ εἶδος, τὸ τὴν σάρκα καὶ νῦν χαρακτηρίζον, ἐν ἑτέρῳ πνευματικῷ ἐντετυπωμένην ἀναστήσεσθαι σώματι· ἵνα ἕκαστος πάλιν ὁ αὐτὸς φανῇ κατὰ τὴν μορφήν· καὶ τοῦτο εἶναι τὴν ἐπαγγελλομένην ἀνάστασιν. Ῥευστοῦ γὰρ, φησὶν, ὑπάρχοντος τοῦ ὑλικοῦ σώματος, καὶ μηδέποτε μένοντος ἐφ' ἑαυτῷ, ἀλλὰ ἀπογινομένου καὶ ἐπιγινομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὴν μορφὴν, ὑφ' οὗ καὶ συγκρατεῖται τὸ σχῆμα· ἀνάγκη δὴ τὴν ἀνάστασιν ἐπὶ μόνου εἴδους ἔσεσθαι.
That he says, refuting Origen: Origen, therefore, wishes that the same flesh should not be restored to the soul, but that the particular shape of each person, according to the form which even now characterizes the flesh, should rise imprinted in another, spiritual body, so that each person may again appear the same in shape; and that this is the promised resurrection. For since, he says, the material body is in flux, and never remains in itself, but wastes away and accrues around the form that characterizes the shape, by which the figure also is held together, it is necessary that the resurrection should be of the form alone.
ΙΓʹ. Εἶτα μετ' ὀλίγον φησίν· Οὐκοῦν, ὦ Ὠρίγενες, εἰ ἐπὶ τοῦ εἴδους μόνον προσδοκᾶσθαι διισχυρίζῃ τὴν ἀνάστασιν ἐν πνευματικῷ μεταθησομένου σώματι, ἀπόδειξίν τε δοκιμωτάτην τὴν κατὰ τὸν Ἠλίαν ἡμῖν ὀπτασίαν καὶ Μωσέα παρέχεις· ὥσπερ ἐκεῖνοι, φάμενος, μετὰ τὴν ἀπὸ τοῦ βίου ἔξοδον ὤφθησαν, οὐχ ἕτερον παρ' ὃ εἶχον εἶδος ἐξ ἀρχῆς διασώζοντες· κατὰ τὰ αὐτὰ καὶ ἡ πάντων ἔσται ἀνάστασις. Ὁ Μωσῆς δὲ καὶ Ἠλίας, πρὸ τοῦ τὸν Χριστὸν παθεῖν καὶ ἀναστῆναι, ἤδη τὸ εἶδος τοῦτο, ὃ φὴς, ἔχοντες ἀνέστησαν καὶ ὤφθησαν· πῶς δὴ ἔτι ὁ Χριστὴς Πρωτότοκος εἶναι τῶν νεκρῶν ὑπὸ τῶν προφητῶν καὶ τῶν ἀποστόλων ᾄδεται; Εἰ γὰρ Πρωτότοκος τῶν νεκρῶν Χριστὸς εἶναι πεπίστευται, πρωτότοκος δέ ἐστι τῶν νεκρῶν ὁ πρὸ πάντων ἀναστάς· ὁ δὲ Μωσῆς ἤδη καὶ πρὸ τοῦ τὸν Χριστὸν παθεῖν ἔχων τὸ εἶδος τοῦτο ἐφάνη τοῖς ἀποστόλοις, περὶ ὃ πληροῦσθαι φὴς αὐτὸς τὴν ἀνάστασιν· οὐκ ἄρα τοῦ εἴδους χωρὶς τῆς σαρκός
XIII. Then after a little he says: Therefore, O Origen, if you insist that the resurrection is to be expected in the form alone, transferred into a spiritual body, and you offer us the vision of Elijah and Moses as a most approved proof, saying that just as they appeared after their departure from life preserving no other form than what they had from the beginning, in the same way will be the resurrection of all: yet Moses and Elijah, before Christ suffered and rose again, already having this form of which you speak, rose and appeared; how then is Christ still celebrated by the prophets and the apostles as the Firstborn of the dead (Rev. 1:5)? For if Christ is believed to be the Firstborn of the dead, and the firstborn of the dead is He Who rose before all, whereas Moses already even before Christ suffered appeared to the apostles having this form in which you yourself say the resurrection is fulfilled, then not of the form apart from the flesh
Notes, col. 317

On the reading

Printed Χριστὴς, for Χριστὸς.

PG 18:320Read from the page
ἐστιν ἡ ἀνάστασις. Ἤτοι γὰρ τοῦ εἴδους ἐστὶν, ὡς παρεγγυᾷς, μόνου ἡ ἀνάστασις, καὶ οὐ δύναται ἔτι Πρωτότοκος εἶναι ὁ Χριστὸς τῶν νεκρῶν, τῷ πρὸ αὐτοῦ ἐχούσας τοῦτο μετὰ τὴν τελευτὴν τὸ εἶδος πεφηνέναι ψυχάς· ἢ Πρωτότοκος ἀληθῶς ὥσπερ ἐστὶ, καὶ ἀδύνατον ὅλως ἠξιῶσθαι πρὸ αὐτοῦ τινας τῆς εἰς τὸ μὴ αὖθις ἀποθανεῖν ἀναστάσεως. Εἰ δὲ ἀνέστη οὐδεὶς πρὸ αὐτοῦ, οἱ δὲ ἀμφὶ τὸν Μωϋσέα καὶ τὸν Ἠλίαν σάρκας μὲν ἔχοντες τοῖς ἀποστόλοις οὐκ ὤφθησαν, μόνον δὲ τὸ εἶδος· ἡ ἄρα ἀνάστασις ἐπὶ τῆς σαρκὸς προφανῶς δηλοῦται. Καὶ γὰρ ἀτοπώτατον ἐπὶ μόνου τοῦ εἴδους τὴν ἀνάστασιν διορίζεσθαι, ὁπότε αἱ ψυχαὶ, καὶ μετὰ τὴν σαρκῶν ἔξοδον, οὐδέποτε φαίνονται τὸ εἶδος, ὅ φησιν ἀνίστασθαι, ἀποτιθέμεναι. Εἰ δὲ συμπαρέσται αὐτοῖς τοῦτο ἀναφαίρετον, καθάπερ καὶ ἐπὶ τῇ Μωϋσέως καὶ Ἠλίου ψυχῇ· καὶ οὔτε φθείρεται, κατὰ σὲ, οὔτε ἀπόλλυται, σὺν αὐταῖς πανταχοῦ συμπαρόν· οὐκ ἄρα τὸ εἶδος ἀνίσταται, ὃ μηδέποτε πέπτωκεν.
is the resurrection. For either the resurrection is of the form alone, as you maintain, and Christ can no longer be the Firstborn of the dead, because souls have appeared before Him having this form after death; or He truly is the Firstborn, as indeed He is, and it is altogether impossible that any before Him should have been deemed worthy of the resurrection unto dying no more. And if no one rose before Him, and Moses and Elijah did not appear to the apostles having flesh, but only the form, then the resurrection is manifestly shown to be of the flesh. For indeed it is most absurd to define the resurrection as being of the form alone, when souls, even after their departure from the flesh, never appear to lay aside the form which he says rises. And if this remains present with them inalienably, just as with the soul of Moses and of Elijah, and neither is corrupted, according to you, nor perishes, being present with them everywhere, then the form does not rise, since it has never fallen.
ΙΔʹ. Ἐὰν δέ τις, δυσχεράνας, Καὶ πῶς δὴ, ἀποκριθῇ, εἰ μηδεὶς ἀνέστη πρὸ τοῦ κατελθεῖν εἰς τὸν ᾅδην τὸν Χριστὸν, ἀναστάντες ἤδη τινὲς ἱστορήθησαν πρὸ αὐτοῦ· ἐν οἷς τῆς Σαραφθίνης χήρας ὁ υἱὸς, καὶ τῆς Σουναμίτιδος, καὶ ὁ Λάζαρος; λεκτέον· Ἀλλ' οὗτοι εἰς τὸ καὶ αὖθις ἀποθανεῖν ἀνέστησαν· ἡμεῖς δὲ περὶ τῶν μηκέτι μετὰ τὴν ἔγερσιν διοριζόμεθα τεθνηξομένων. Ἐὰν δὲ καὶ περὶ τῆς ψυχῆς διαπορήσας φράσῃ τοῦ Ἠλίου, ὡς τῶν μὲν Γραφῶν ἀνειλῆφθαι αὐτὸν λεγουσῶν ἐν σαρκὶ, ἡμῶν δὲ ἀσύμπλοκον σαρκὸς τοῖς ἀποστόλοις ὦφθαι φασκόντων· λεκτέον, ὅτι καὶ μὴν μᾶλλον τὸ λέγειν αὐτὸν ὦφθαι τοῖς ἀποστόλοις ἐν σαρκὶ πρὸς ἡμῶν ἐστι. Δείκνυται γὰρ καὶ διὰ τοῦτο ἀφθαρσίας ἡμῶν ὑπάρχον, τὸ σῶμα δεκτικὸν, καθάπερ ἐδείχθη καὶ ἐπὶ τοῦ Ἐνὼχ μετατιθεμένου. Εἰ μὴ γὰρ ἀφθαρσίαν ἠδύνατο δέξασθαι, οὐκ ἂν οὐδὲ διέμεινεν ἐν ἀπαθείᾳ τοσούτῳ χρόνῳ. Εἰ τοίνυν ὤφθη μετὰ τοῦ σώματος, καὶ ἦν
XIV. And if someone, taking offence, should reply: How then, if no one rose before Christ descended into Hades, have some already been recorded as having risen before Him, among whom are the son of the widow of Zarephath (3 Kings 17:22), and the son of the Shunammite (4 Kings 4:35), and Lazarus (John 11:44)? It must be said: But these rose only to die again; whereas we are defining concerning those who after their raising will die no more. And if, being in doubt also concerning the soul of Elijah, he should say that the Scriptures say he was taken up in the flesh, whereas we affirm that he appeared to the apostles unentangled with flesh, it must be said that, on the contrary, to say that he appeared to the apostles in the flesh is rather in our favour. For through this also our body is shown to be receptive of incorruption, just as was shown also in the case of Enoch when he was translated (Gen. 5:24). For if it had not been able to receive incorruption, it would not have remained in impassibility for so long a time either. If therefore he appeared with the body, and had
PG 18:321Read from the page
τελευτήσας μὲν, ἀναστὰς δὲ ἤδη ἐκ νεκρῶν οὐδέπω. Καὶ ταῦτα ἵνα δὴ συγχωρήσωμεν τῷ Ὠριγένει, καθ' ἑαυτὸ τὸ εἶδος λέγοντι μετὰ τὴν τελευτὴν ἀποζευγνύμενον ἀπὸ τοῦ σώματος τῇ ψυχῇ δίδοσθαι, ὅπερ ἐστὶν ἁπάντων ἀδύνατον, τῷ προαπόλλυσθαι τὸ εἶδος τῶν σαρκῶν ἐν ταῖς ἀλλοιώσεσι, καθάπερ καὶ τὸ σχῆμα τοῦ συγχωνευομένου ἀνδριάντος πρὸ τῆς διαλύσεως τοῦ ὅλου. Ὅτι μὴ δύναται χωρίζεσθαι καθ' ὑπόστασιν ἀπὸ τῆς ὕλης ἡ ποιότης· χωρίζεται μὲν γὰρ ἀπὸ τοῦ ἀνδριάντος χωνευθέντος ἡ περὶ τῷ χαλκῷ μορφὴ ἀφανιζομένη, οὐ μὴν ὑφεστῶσα ἔτι κατ' οὐσίαν.
died indeed, yet had not already risen from the dead. And this we say by way of concession to Origen, who says that the form by itself, being severed from the body after death, is given to the soul—which is of all things impossible, because the form of the flesh perishes beforehand in its alterations, just like the figure of a statue that is melted down before the dissolution of the whole. For quality cannot be separated in subsistence from matter; for when a statue is melted down, the shape around the bronze is separated by vanishing away, not however as still subsisting in essence.
ΙΕʹ. Ἐπεὶ δὲ λέγεται ἐν τῷ θανάτῳ τὸ εἶδος χωρίζεσθαι ἀπὸ τῆς σαρκὸς, φέρε, τὸ χωριζόμενον ποσαχῶς λέγεται χωρίζεσθαι, ἐπισκεψώμεθα. Λέγεται τοίνυν χωρίζεσθαί τι ἀπό τινος ἢ ἐνεργείᾳ καὶ ὑποστάσει, ἢ ἐπινοίᾳ· ἢ ἐνεργείᾳ, οὐ μὴν καὶ ὑποστάσει. Ὡς εἴ πυρούς τις καὶ κριθὰς μεμιγμένα χωρίσειεν ἀπ' ἀλλήλων· ᾗ μὲν γὰρ κατὰ κίνησιν χωρίζεται, ἐνέργεια λέγεται· ᾗ δὲ χωρισθέντα ὑφέστηκεν, ὑποστάσει λέγεται κεχωρίσθαι. Ἐπινοίᾳ δὲ, ὅταν τὴν ὕλην ἀπὸ τῶν ποιοτήτων χωρίζωμεν, καὶ τὰς ποιότητας ἀπὸ τῆς ὕλης, ἐνεργείᾳ δὲ, οὐ μὴν καὶ ὑποστάσει, ὅταν χωρισθέν τι ἀπό τινος μηκέτι ὑπάρχοι, ὑπόστασιν οὐσίας οὐκ ἔχων. Γνοίη δ' ἄν τις καὶ ἐν τοῖς χειροτεχνήμασι ὡς ἔχει, ἀνδριάντα ἰδὼν, ἢ ἵππον χαλκοῦν. Ταῦτα γὰρ λογιζόμενος, ὄψεται τὴν ἔμφυτον μορφὴν διαλλάττοντα· εἰς δὲ ἑτέραν ὄψιν μεθιστάμενα ὑφ' ἧς τὸ ξυγγενόμενον εἶδος ἀφανίζεται. Εἰ γάρ τις τὰ ἔργα τὰ σχηματιζόμενα εἰς εἶδος ἀνθρώπου ἢ ἵππου συντήκοι, εὑρήσει τὸ μὲν τοῦ σχήματος εἶδος ἀφανιζόμενον, αὐτὴν δὲ τὴν ὕλην μένουσαν. Ὥστε ἀσύστατον τὸ λέγειν τὸ μὲν εἶδος ἀνίστασθαι ἠμαυρωμένον μηδὲν, τὸ δὲ σῶμα ἐν ᾧ ἦν τὸ εἶδος ἐντετυπωμένον, διαφθείρεσθαι.
XV. And since in death the form is said to be separated from the flesh, come, let us examine in how many ways that which is separated is said to be separated. Something, then, is said to be separated from something either in actuality and subsistence, or in thought, or in actuality, yet not also in subsistence. As if someone were to separate wheat and barley that had been mixed together from one another: for insofar as they are separated by motion, it is called actuality; and insofar as having been separated they subsist, they are said to have been separated in subsistence. And in thought, when we separate matter from qualities, and qualities from matter; and in actuality, yet not also in subsistence, when something separated from something no longer exists, not having subsistence of essence. And one might know how this stands in handicrafts also, upon seeing a statue or a bronze horse. For considering these, he will see them changing their implanted shape, and passing over into another appearance by which the congenital form vanishes away. For if someone were to melt down works fashioned into the form of a man or a horse, he will find the form of the figure vanishing away, but the matter itself remaining. So that it is incoherent to say that the form rises in no way dimmed, while the body in which the form was imprinted is destroyed.
ΙϚʹ. Ἀλλὰ ναὶ, φησίν· ἐν πνευματικῷ γὰρ μετατεθήσεται σώματι. Οὐκοῦν ἀνάγκη τὸ μὲν εἶδος ἰδίως ὁμολογεῖν αὐτὸ τὸ πρῶτον μὴ ἀνίστασθαι, τῷ συνηλλοιῶσθαι αὐτὸ συμφθίνον τῇ σαρκί· κἂν γὰρ ἐν πνευματικῷ μεταπλασθῇ σώματι, αὐτὸ μὲν ἰδίως τὸ πρῶτον ὑποκείμενον ἐκεῖνο οὐκ ἔσται, ὁμοιότης δέ τις ἐκείνου ἐν λεπτομερεῖ μεταπεπλασμένη σώματι· εἰ δὲ μήτε τὸ εἶδος τὸ αὐτὸ, μήτε τὸ σῶμα ἀνίσταται, ἀλλ' ἕτερον ἀντὶ τοῦ προτέρου. Τὸ γὰρ ὅμοιον, ἕτερον τοῦ ἑαυτοῦ ὁμοίου ὂν, αὐτὸ ἐκεῖνο τὸ πρῶτον, πρὸς ὃ ἐγένετο, εἶναι οὐ δύναται.
XVI. Yes indeed, he says; for it will be transferred into a spiritual body. Therefore it is necessary to confess that the first form itself, strictly speaking, does not rise, since it was altered together as it wasted away with the flesh; for even if it is remodelled in a spiritual body, it will not strictly speaking be that first underlying thing itself, but a certain likeness of it remodelled in a subtle body; and if so, neither the same form nor the body rises, but another in place of the former. For that which is like, being other than that which it is like, cannot be that very first thing itself after which it was made.
Notes, col. 321

On the reading

Printed εἴ, for εἰ.

PG 18:324Read from the page
ΙΖʹ. Ὅτι εἶδός φησιν εἶναι τὸ τὴν ταυτότητα τῶν μελῶν ἐν τῷ χαρακτῆρι τῆς μορφῆς ἑκάστου ἐμφαῖνον.
XVII. That he says the form is that which manifests the identity of the members in the character of the shape of each person.
ΙΗʹ. Ὅτι, τὸ παρὰ τοῦ προφήτου Ἰεζεκιὴλ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν ῥητὸν εἰρημένον, τοῦ Ὠριγένους ἀλληγοροῦντος, καὶ εἰς τὴν τῶν εἰς Βαβυλῶνα αἰχμαλωτισθέντων Ἰσραηλιτῶν ἐπάνοδον ἐκβιαζομένου εἰρῆσθαι, ἐξελέγχων μετὰ πολλὰ ὁ Ἅγιος, καὶ τοῦτό φησιν· Οὐδὲ γὰρ οὐδὲ αὐτοὶ πρὸς ἐλευθερίαν ἀνέσφηλαν καθαρὰν, οὐδὲ τῶν ἐχθρῶν κατακρατήσαντες ἐξουσιαστικώτερον κατῴκησαν τὴν Ἱερουσαλήμ. Εἴργοντο γοῦν ὑπὸ τῶν ἀλλοεθνῶν πολλάκις οἰκοδομῆσαι θελήσαντες μᾶλλον. Ὅθεν καὶ ἐν μϛʹ αὐτὸν καὶ ἓξ ἔτεσι μόλις ἠδυνήθησαν δείμασθαι, τοῦ Σολομῶντος ἐν ἑπταετεῖ χρόνῳ ἐκ θεμελίων αὐτὸν συμπληρώσαντος. Καὶ τί χρὴ λέγειν; ἀπὸ γὰρ δὴ Ναβουχοδονόσορ καὶ τῶν μετ' αὐτὸν Βαβυλῶνος βασιλευσάντων ἄχρι τῆς Περσῶν ἐπὶ τοὺς Ἀσσυρίους καθόδου, τῆς τε Ἀλεξάνδρου ἡγεμονίας, καὶ τοῦ Ῥωμαίων τοῦ πρὸς τοὺς Ἰουδαίους συῤῥαγέντος πολέμου, ἑξάκις κατεστράφησαν ὑπὸ τῶν πολεμίων τὰ Ἱεροσόλυμα. Καὶ τοῦτο Ἰώσηππος ἱστορεῖ λέγων· Ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ ἡγεμονίας. Ἁλοῦσα δὲ καὶ πρότερον πεντάκις, τοῦτο δεύτερον ἠρημώθη. Ἀσωχαῖος μὲν γὰρ ὁ τῶν Αἰγυπτίων βασιλεὺς, καὶ μετ' αὐτὸν Ἀν-
XVIII. That when Origen allegorizes the saying spoken by the prophet Ezekiel concerning the resurrection of the dead, and forces it to have been spoken of the return of the Israelites who had been led captive to Babylon, the Saint, refuting him after many other arguments, says this also: For neither did they themselves recover unto pure freedom, nor did they prevail over their enemies and inhabit Jerusalem with greater authority. At any rate, they were hindered by the foreigners when they wished many times rather to build it. Whence also in forty-six and six years they were scarcely able to build it, whereas Solomon completed it from the foundations in a seven-year period. And what need is there to speak? For from Nebuchadnezzar and those who reigned over Babylon after him, down to the expedition of the Persians against the Assyrians, and the rule of Alexander, and the war of the Romans that broke out against the Jews, Jerusalem was six times overthrown by its enemies. And Josephus records this, saying: In the second year of the rule of Vespasian. And having been taken five times before, it was this second time laid waste. For Asochaeus the king of the Egyptians, and after him An-
ΙΘʹ. Ὅτι Ὠριγένης τάδε φησί· Περὶ δὲ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου ἀπορεῖσθαι δύναται· τῶν μὲν ἁπλουστέρων οἰομένων ταῦτα λελέχθαι, ὡς ἀμφοτέρων μετὰ τῶν σωμάτων λαμβανόντων τὰ ἄξια τῶν (ἐν) τῷ βίῳ πεπραγμένων· τῶν δὲ ἀκριβεστέρων· ἐπεὶ μετὰ τὴν ἀνάστασιν οὐδεὶς ἐν βίῳ καταλείπεται, οὐκ ἐν τῇ ἀναστάσει οἰομένων ταῦτα γεγο-
XIX. That Origen says the following: Concerning Lazarus and the rich man a question may be raised: the simpler folk supposing these things to have been said as though both with their bodies were receiving the due rewards of the things done (in) life; while the more exact—since after the resurrection no one is left in life—do not suppose these things to have hap-
PG 18:325Read from the page
νέναι. Λέγει γὰρ ὁ πλούσιος, ὅτι Πέντε ἀδελφοὺς ἔχω, καὶ ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου, πέμψον Λάζαρον ἀπαγγέλλοντα αὐτοῖς τὰ ἐνταῦθα. Καὶ διὰ τοῦτο ζητούντων τὴν γλῶσσαν, καὶ τὸν δάκτυλον, καὶ τοὺς κόλπους Ἀβραὰμ, καὶ τὴν ἀνάκλησιν, καὶ τάχα τὸ τῆς ψυχῆς ἅμα τῇ ἀπαλλαγῇ σχῆμα ὁμοειδὲς ὂν τῷ παχεῖ καὶ γηΐνῳ σώματι, δύναται οὕτω λαμβάνεσθαι. Εἴ ποτε οὖν ἱστόρηταί τις τῶν κεκοιμημένων φαινόμενος, ὁμοίως ἑώραται τῷ ὅτε τὴν σάρκα εἶχε, σχήματι. Εἶτα· ἀλλὰ καὶ ὁ Σαμουὴλ φαινόμενος, ὡς δῆλόν ἐστιν ὁρατὸς ὢν, παρίστησιν, ὅτι σῶμα περιέκειτο· μάλιστα ἐὰν ἀναγκασθῶμεν ὑπὸ τῶν ἀποδείξεων τὴν οὐσίαν τῆς ψυχῆς ἀσώματον εἶναι, καὶ ταυτὴν ἀποφήνασθαι. ἀλλὰ καὶ ὁ κολαζόμενος πλούσιος, καὶ ὁ ἐν κόλποις Ἀβραὰμ πένης ἀναπαυόμενος, πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος καὶ πρὸ τῆς συντελείας τοῦ αἰῶνος, καὶ διὰ τοῦτο πρὸ τῆς ἀναστάσεως λεγόμενοι ὁ μὲν ἐν ᾅδου κολάζεσθαι, ὁ δὲ ἐν κόλποις Ἀβραὰμ ἀναπαύεσθαι, διδάσκουσιν, ὅτι καὶ νῦν τῇ ἀπαλλαγῇ, σώματι χρῆται ἡ ψυχή. Πρὸς ταῦτα ὁ ἅγιος τάδε φησί· Σχῆμα ἄλλο ὁμοειδὲς τῷ αἰσθητῷ τούτῳ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν ἔχειν ἐκτιθέμενος τὴν ψυχήν· ἀσώματον ὑπὸ τί Πλατωνικῶς ἀποφαίνεται αὐτήν; Τὸ γὰρ καὶ μετὰ τὴν ἀπὸ τοῦ κόσμου ἀποφοίτησιν ὀχήματος αὐτὴν δέεσθαι καὶ περιβολῆς λέγειν, ὡς οὐ δυναμένην κατασχεθῆναι γυμνὴν, πῶς οὐκ ἂν καθ' ἑαυτὴν ἀσώματος εἴη; Ἀσώματος δὲ οὖσα, πῶς οὐκ ἔσται καὶ ἀνεπίδεκτος παθῶν; Ἀκολουθεῖ γὰρ τῷ ἀσώματον αὐτὴν ὑπάρχειν καὶ τὸ ἀπαθῆ εἶναι καὶ ἀπερίσπαστον. Εἰ μὲν οὖν ὑπὸ ἀλόγου οὐ παρείλκετο ὅλως ἐπιθυμίας, οὐδὲ συμμετεβάλλετο ἀλγοῦντι καὶ πάσχοντι τῷ σώματι. Ἀσώματον γὰρ σώματι, ἢ σῶμα ἀσωμάτῳ οὐκ ἄν ποτε συμπάθοι, ἵνα ἂν ἀσώ-
pened in the resurrection. For the rich man says: I have five brethren, and lest they come into this place of torment, send Lazarus to report to them the things here (Luke 16:28). And therefore, when people inquire about the tongue, and the finger, and the bosom of Abraham, and the reclining, perhaps the form of the soul immediately upon its departure, being of like form with the gross and earthy body, can be taken in this way. If ever, therefore, any of those who have fallen asleep has been recorded as appearing, he has been seen in a form similar to that which he had when he had the flesh. Then: moreover Samuel also, when he appears (1 Kings 28:12), as is plain from his being visible, shows that he was clothed with a body, especially if we are compelled by the proofs to declare the essence of the soul to be incorporeal, and the same. Moreover both the rich man who is punished and the poor man resting in the bosom of Abraham before the coming of the Saviour and before the consummation of the age, and therefore said before the resurrection the one to be punished in Hades and the other to rest in the bosom of Abraham, teach that even now upon its departure the soul uses a body. To this the saint says the following: Setting forth that the soul has after its departure hence another form of like form with this perceptible one, why does he in Platonic fashion declare it to be incorporeal? For to say that even after its departure from the world it needs a vehicle and a vesture, as not being able to be held naked—how could it be incorporeal in itself? And being incorporeal, how will it not also be insusceptible of passions? For it follows upon its being incorporeal that it is also impassible and undistracted. If then it were not drawn aside at all by irrational desire, neither would it be changed along with the aching and suffering body. For the incorporeal could never suffer together with a body, nor a body with the incorporeal, so that incor-