ὀρέων παραπλήσιον ἑώρων κύματα, καὶ (ὡς λόγον εἰπεῖν,) αὐτοῦ ἐφικνούμενα τοῦ οὐρανοῦ· τὸ δ' ἐντεῦθεν οὐδὲν ἕτερον προσεδόκων ἢ ἅπασαν ἐπικλυθήσεσθαι τὴν γῆν· καί μοι φυγῆς ἐν τῷ νοῒ τόπον, καὶ τὴν τοῦ Νῶε ἀνέπλαττον κιβωτόν. Τὸ δ' οὐκ ἦν ὃ ἐνόμιζον. Ἀλλὰ γὰρ ἅμα κυρτωθῆναι τὴν θάλασσαν, πάλιν ἀνελύετο εἰς ἑαυτὴν, οὐχ ὑπερβαίνουσα τὸν οἰκεῖον τόπον, (ὡς ἔπος εἰπεῖν,) θεῖόν τι πρόσταγμα πεφοβημένη. Καὶ καθάπερ πολλάκις τῶν οἰκετῶν τις, ἄκον τι πρὸς τοῦ δεσπότου πράττειν ἀναγκαζόμενος, τῷ μὲν προστάγματι διὰ τὸν φόβον πείθεται· ὃ δὲ πάσχει, πράττειν μὴ θέλων, λέγειν τι οὐ τολμᾷ· τονθορύζει δὲ ἐν ἑαυτῷ, θυμοῦ τινος πληρούμενος· οὕτω μοί πως ἐφαίνετο καὶ τὴν θάλασσαν, ὡσπερεὶ θυμουμένην, καὶ ἐν ἑαυτῇ φράττουσαν τὴν ὀργὴν, κρατοῦσάν τε ἑαυτῆς, οὐ βουλομένην τῷ δεσπότῃ φανερὸν ποιῆσαι τὸν θυμόν. Ταῦτα οὕτω γινόμενα σιωπῶν ἀτενίζειν ἠρχόμην, καὶ τὸν οὐρανὸν καὶ τὸν κύκλον αὐτοῦ, τῷ νοῒ καταμετρεῖν ἤθελον· πόθεν τε ἄρχεται, καὶ ποῦ καταπαύει, ἀνεζήτουν ἐγώ· ποίαν τε κίνησιν ἔχει· πότερον τὴν μεταβατικὴν, τουτέστι τὴν ἀπὸ τόπου εἰς τόπον, ἢ τὴν κύκλῳ φοράν· πῶς δὲ καὶ τὴν ἐπίμονον βάσιν ἔχει. Ἀλλὰ μὴν καὶ περὶ τοῦ ἡλίου ζητεῖν ἐδόκει, τίς τε ὁ τρόπος αὐτοῦ τῆς ἐν οὐρανῷ θέσεως· τίς δὲ καὶ ἡ περίοδος τοῦ δρόμου· ποῦ δὲ καὶ μετ' ὀλίγον χωρεῖ, καὶ ὅτι μηδὲ οὗτος παρέρχεται τὸν οἰκεῖον δρόμον· ἀλλὰ καὶ αὐτὸς, ὡς ἔνεστιν εἰπεῖν, ἐντολήν τινα φυλάττει κρείττονος· καὶ φαίνει μὲν τότε παρ' ἡμῖν, ὅτε ἔξεστιν αὐτῷ· ἀπέρχεται δὲ, ὡς καλούμενος. Καὶ τούτων τοίνυν τὴν ἐξέτασιν ποιούμενος, ἑώρων παυόμενον μὲν τὸ τοῦ ἡλίου φέγγος, ἐπιλεῖπον δὲ καὶ τῆς ἡμέρας τὸ φῶς· εὐθέως δὲ γινόμενον σκότος, καὶ σελήνην διαδεχομένην τὸν ἥλιον· καὶ τὰ μὲν πρῶτα ἀνιοῦσαν μείονα, μετέπειτα δὲ προκόπτουσαν τῷ δρόμῳ, φαντασίαν παρέχουσαν μείζονος. Οὐκ ἐπαυόμην δὲ καὶ περὶ ταύτης ζητῶν, καὶ τὴν αἰτίαν τῆς ἀφαιρέσεως καὶ τῆς προσθέσεως ἀνηρεύνων, ὅτι τε καὶ αὐτὴ τηρεῖ τὸν κύκλον τῶν ἡμερῶν· καί μοι ἐδόκει τὸ ἐντεῦθεν, ὡς θεία τις ὑπάρχει οἰκονομία καὶ δύναμις κρειττόνων, ἡ συνέχουσα τὰ ὅλα, ἣν καὶ Θεὸν δικαίως ἂν εἴπομεν. Καὶ τὸ λοιπὸν τὸν Δημιουργὸν ἐπαινεῖν ἠρχόμην, τήν τε γῆν πεπηγυῖαν ὁρῶν, καὶ ζώων διαφορὰς, καὶ ποικίλα φυτῶν τὰ ἐξανθήματα. Οὐχ ἵστατο δέ μοι ἐπὶ τούτοις καὶ μόνοις ὁ νοῦς· ἀλλὰ τὸ λοιπὸν, ὅθεν ταῦτα τὴν σύστασιν ἔχει, ζητεῖν ἠρχόμην· πότερον ἔκ τινος συνόντος ἀεὶ τῷ Θεῷ, ἢ ἐξ αὐτοῦ καὶ μόνου, συνυπάρχοντος αὐτῷ οὐδενός· τὸ γὰρ ἐξ οὐκ ὄντος πεποιηκέναι οὐδὲν σκοπεῖν μοι καλῶς ἐδόκει, μὴ τέλεον ἀπιθάνου ὑπάρχοντος τοῦ λόγου. Τὰ γὰρ γινόμενα ἐξ ὄντων πέφυκε τὴν σύστασιν ἔχειν. Καὶ ὁμοίως ἀληθῶς ἐδόκει μηδὲν λέγειν ἀεὶ συνεῖναι τῷ Θεῷ ἕτερόν τι παρ' αὐτὸν, ἀλλ' ἐξ αὐτοῦ τὰ ὄντα γεγονέναι· καὶ γάρ πως ἔπειθέ με τὸν εὔτακτον τῶν στοιχείων, καὶ ἡ περὶ αὐτὰ τῆς φύσεως εὐκοσμία. Οὑτωσὶ δέ πως εὖ διατεθεῖσθαι νο-
waves like unto mountains I beheld, and (so to speak) reaching unto heaven itself; and from this I expected nothing else than that the whole earth would be flooded; and in my mind I fashioned for myself a place of refuge, and the ark of Noah. Yet it was not what I supposed. For no sooner was the sea arched on high than it was dissolved again into itself, not overstepping its own place, having feared (so to say) some divine command. And just as oftentimes one of the household servants, being compelled by his master to do something unwillingly, obeys indeed the command through fear, while what he suffers in being unwilling to do it he dares not utter in any word, but mutters within himself, being filled with a certain anger; so in some wise the sea also appeared to me as though angered, and hedging in its wrath within itself, and mastering itself, not wishing to make its anger manifest to its Master. While these things were thus taking place, in silence I began to gaze intently, and wished to measure out with my mind both the heaven and its circle; both whence it begins and where it ceases, I myself sought out; and what kind of motion it has: whether that of transition, that is, from place to place, or circular revolution; and how too it holds its steadfast base. Moreover, it seemed good to inquire concerning the sun also, both what is the manner of its position in heaven, and what is the circuit of its course, and whither too after a little while it withdraws, and how neither does this pass beyond its own course, but itself also, as one may say, keeps a certain commandment of a Superior, and shines indeed among us then when it is permitted to it, and departs as though called. And while making the examination of these things, therefore, I saw the brightness of the sun ceasing, and the light of day also failing, and darkness straightway coming on, and the moon succeeding the sun, and at first rising lesser, and afterwards advancing in its course, presenting the appearance of a greater. Nor did I cease inquiring concerning her also, and I searched out the cause of her waning and waxing, and how she also keeps the cycle of the days; and from this it seemed to me that there exists some divine dispensation and power of higher beings which holds the universe together, which we might justly also call God. And thenceforth I began to praise the Creator, beholding both the earth fixed fast, and the differences of living creatures, and the varied blossomings of plants. Yet my mind did not stop at these things alone; but thenceforth I began to inquire whence these things have their constitution: whether from something ever coexisting with God, or from Him alone, nothing coexisting with Him; for to have made anything out of what is not seemed to me not at all right to consider, the account being not wholly plausible. For things that come into being naturally have their constitution out of things that are. And likewise it seemed truly to say nothing that something else beside Him is ever with God, but rather that the things that are have come into being from Him; for in some way the orderly arrangement of the elements, and the goodly order of nature around them, persuaded me. And supposing that I was thus somehow well disposed,