Οἴονταί τινες καὶ τὸν Θεὸν, πρὸς τὸ τῆς οἰκείας διαθέσεως μέτρον ἰσάζοντες αὐτὸν, τὰ αὐτὰ τοῖς φαύλοις ἢ ἐπαινετέα ἢ ψεκτέα ἡγεῖσθαι, ὥσπερ κανόνι καὶ μέτρῳ χρώμενον ταῖς δόξαις τῶν ἀνθρώπων· οὐ συννοήσαντες, διὰ τὴν οὖσαν ἐν αὐτοῖς ἄγνοιαν, ὅτι πᾶσα δήπουθεν ἡ κτίσις ἐνδεής ἐστι τοῦ κάλλους τοῦ Θεοῦ. Αὐτὸς γὰρ ἐξ ὅλης τῆς πάσης οὐσίας τε καὶ φύσεως τῷ ἑαυτοῦ τὰ πάντα εἰς τὸ ζῆν ἐφέλκεται Λόγῳ. Εἴτε γὰρ τὸ ἀγαθὸν θέλει, αὐτὸς ὢν τὸ ἀγαθὸν, ἐν ἑαυτῷ μένει· εἴτε τὸ καλὸν ὑπάρχει ἐραστὸν αὐτῷ, αὐτὸς ὢν τὸ μόνον καλὸν, εἰς ἑαυτὸν βλέπει, ἐν οὐδενὶ τὰ πρὸς τῶν ἀνθρώπων θαυμαζόμενα τιθέμενος. Κάλλιστον γὰρ ταῖς ἀληθείαις καὶ ἐπαινετὸν κλητέον τοῦτο, ὅπερ ἂν αὐτὸς ἡγήσηται Θεὸς καλὸν, κἂν ὑπὸ πάντων ἐξουθενῆταί τε καὶ χλευάζηται, ἀλλ' οὐχ ὅπερ οἱ ἄνθρωποι νομίζουσιν. Ὅθεν, εἰ καὶ διὰ τούτου τοῦ σχήματος τῶν θυμοφθόρων ἐλευθερῶσαι τὰς ψυχὰς παθῶν ἐβουλήθη, καταισχύνων τὰ πλήθη τῶν δαιμόνων, ἀποδέχεσθαι ἐχρῆν, ἀλλὰ μὴ δυσφημεῖν, ἐλευθεροποιὸν αὐτὸ καὶ λυτήριον τῶν ἐκ τῆς παρακοῆς κατασκευασθέντων ἡμῖν δεσμῶν δοθέν. Ἔπαθε γὰρ σαρκὶ τῷ σταυρῷ προσπαγεὶς ὁ Λόγος, ἵνα ἁπλώσῃ ἀπονεναρκημένον πλάνῃ τὸν ἄνθρωπον πρὸς τὸ ἄνω τε καὶ θεῖον μέγεθος, τῷ θείῳ ἐξισώσας τῆς ζωῆς αὐτὸν οὗ πρόσθεν ἀπήλαστο. Ὅτι τούτῳ τὰ πάθη τῷ σχήματι ἤμβλυνται· πάθος παθῶν διὰ τοῦ παθεῖν γενόμενος, καὶ θάνατος διὰ τοῦ θανεῖν θανάτου· οὐ χειρωθεὶς ὑπὸ θανάτου, οὐδὲ ἀλγυνθεὶς ὑπὸ πάθους. Οὔτε γὰρ πάθος ὅλως αὐτὸν ἐξέστησεν, οὔτε θάνατος ἐλυμήνατο· ἀλλ' ἦν ἐν τῷ παθητῷ μένων ἀπαθὴς, καὶ ἐν τῷ θνητῷ ἀθάνατος· πᾶν ὅσον ἀὴρ καὶ μέσον καὶ ἄνω κατειληφὼς, καὶ τὸ θνητὸν θεότητι κεράσας ἀθανάτῳ. Ἡττήθη τε τελέως ὁ θάνατος εἰς ἀφθαρσίας ἐκτύπωμα ἀνασταυρωθείσης τῆς σαρκός.
Some think that even God, equalizing Him to the measure of their own disposition, deems the same things either praiseworthy or blameworthy as base men do, as though using the opinions of men as a rule and measure; not having understood, because of the ignorance that is in them, that all creation whatsoever stands in need of the beauty of God. For He Himself out of the whole of all essence and nature draws all things into life by His own Word. For whether He wills the good, Himself being the good, He abides in Himself; or whether the beautiful is lovely to Him, Himself being the only beautiful, He looks unto Himself, accounting as nothing the things admired by men. For that in truth must be called most beautiful and praiseworthy which God Himself deems beautiful, even though it be set at naught and mocked by all, and not what men think. Wherefore, even though through this figure He willed to free souls from soul-destroying passions, putting to shame the multitudes of demons, one ought to welcome it, and not speak ill of it, given as liberating and ransoming us from the bonds prepared for us out of disobedience. For the Word suffered in the flesh, nailed to the cross, that He might unfold man benumbed by error towards the upper and divine greatness, having equalized him to the divine state of life from which he had formerly been driven away. Because by this figure the passions have been blunted: He having become the passion of passions through suffering, and the death of death through dying; not mastered by death, nor pained by passion. For neither did passion altogether displace Him, nor did death harm Him; but He was in the passible remaining impassible, and in the mortal immortal; having encompassed all that is air and middle and above, and having mingled the mortal with immortal deity. And death was utterly defeated when the flesh was crucified unto an impress of incorruption.
Τοῦ αὐτοῦ Μεθοδίου. Πῶς ὁ τοῦ Θεοῦ Υἱὸς ὁ Χριστὸς ἐν βραχεῖ τε καὶ περιωρισμένῳ χρόνῳ διαστολαῖς σώματι ἐκεχώρητο; καὶ πῶς ἀπαθὴς ὢν ἐγένετο ὑπὸ πάθους;
Of the same Methodius. How was Christ the Son of God in a brief and bounded time by expansions contained in a body? And how, being impassible, did He come under passion?
Ἐπειδὴ γὰρ δύναμις αὐτῷ τοῦτο ἦν· δυνάμεως γὰρ τὸ συστέλλεσθαι μὲν ἐν τοῖς ὀλίγοις καὶ βραχύνεσθαι, χεῖσθαι δὲ ἐν τοῖς μεγάλοις καὶ μεγεθύνεσθαι. Εἰ δὲ τὸ συνεκτείνεσθαι μὲν τοῖς μεγάλοις καὶ συνεξισάζεσθαι δυνατὸν αὐτῷ, τὸ δὲ βραχύνεσθαι ἐν τοῖς μικροῖς καὶ συστέλλεσθαι ἀδύνατον· οὐκ ἦν δύναμις. Δυνάμει γὰρ ἐὰν τόδε μὲν δυνατὸν εἶναι φῇς, τὸ δὲ ἀδύνατον· τοῦ εἶναι αὐτὴν δύναμιν παραγράφῃ ἀσθενοῦσαν περὶ ἃ μὴ δύναται. Οὐ μὴν δὲ, ἀλλ' οὐδὲ ὑπεροχήν τινα ἔτι θεότητος ἕξει πρὸς τὰ μεταβαλλό-
Because this was power in Him: for it belongs to power on the one hand to contract and be shortened in things small, and on the other hand to pour itself out and be magnified in things great. But if to be extended along with great things and equalized with them is possible for it, while to be shortened in small things and contracted is impossible, it were not power. For if you say that for power this is possible, while that is impossible, you cancel its being power, as being weak regarding the things it cannot do. Nay more, neither will it any longer have any superiority of deity in relation to things that change