Migne Reading Room

PG 18 · cols. 397–401 · Read from the page

On the Cross and Passion (excerpts)

On the Cross and Passion (excerpts)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:397Read from the page
δὲ ἐπισπασάμενοι ἀνοίας λογισμὸν, συμβούλιον κατ' αὐτοῦ ἐποιοῦντο. Ἡμεῖς δὲ ψάλλωμεν· Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Ταῦτα γὰρ ἅπαντα γέγονεν, ἵνα ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου Ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ ἑκουσίως ὑπὲρ ἡμῶν ἐπὶ τὸ σωτήριον πάθος ἔλθῃ καὶ ἐπὶ τὸ πρατήριον γνωρισθῇ, καὶ οἱ ἐξωνούμενοι τὸν ἐξωνούμενον τῷ ζωοποιῷ αὐτοῦ αἵματι τὸν κόσμον συμφωνήσωσι τριάκοντα ἀργυρίοις, καὶ τὸ Πάσχα ἡμῶν τυθῇ ὑπὲρ ἡμῶν Χριστός· ὅπως οἱ τῷ τιμίῳ αὐτοῦ αἵματι ῥαντιζόμενοι, καὶ τὰ χείλη ὡς φλιὰς σφραγιζόμενοι, ἐκφύγωσι τοῦ ὀλοθρεύοντος τὰ βέλη· καὶ οὕτως ὁ παθὼν σαρκὶ Χριστὸς, καὶ ἀναστὰς τριήμερος, τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ὁμοτίμως καὶ ὁμοδόξως παρὰ πάσης κτίσεως συμπροσκυνηθῇ· ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, δόξαν αὐτῷ ἀναπέμποντες, εἰς τ⟨…⟩
thought of folly having drawn upon themselves, they took counsel against Him. But let us sing: Great is our Lord, and great is His strength, and of His understanding there is no number. For all these things came to pass, in order that the Lamb and Son of God Who takes away the sin of the world might come willingly on our behalf to the saving passion and be made known at the place of sale, and those buying Him Who buys the world with His life-giving blood might agree for thirty pieces of silver, and Christ our Passover might be sacrificed for us; so that those sprinkled with His precious blood, and having their lips sealed like doorposts, might escape the shafts of the destroyer; and thus Christ, having suffered in the flesh, and having risen on the third day, might be worshipped together with the Father and the Holy Spirit in equal honour and equal glory by all creation; because to Him every knee shall bow, of heavenly, and earthly, and subterranean beings, sending up glory to Him, unto ⟨…⟩
Μεθοδίου ἐπισκόπου πρὸς τοὺς λέγοντας· « Τί ὠφέλησεν ἡμᾶς ὁ Υἱὸς τοῦ Θεοῦ σαρκωθεὶς ἐπὶ γης καὶ γενόμενος ἄνθρωπος; καὶ διὰ τί τῷ τοῦ σταυροῦ σχήματι ἠνέσχετο παθεῖν, καὶ οὐκ ἄλλῃ τινὶ τιμωρίᾳ; καὶ τί τὸ χρήσιμον τοῦ σταυροῦ; »
Of Methodius the bishop, against those who say: 'What did the Son of God profit us by becoming incarnate upon earth and becoming man? And wherefore did He endure to suffer by the figure of the cross, and not by some other punishment? And what is the usefulness of the cross?'
Ἐπεδήμησεν ὁ Υἱὸς τοῦ Θεοῦ Χριστὸς ἐπιταγαῖς τοῦ Πατρὸς τῇ ὁρατῇ κτίσει, ἵνα δὴ, τὰ κράτη τῶν τυραννούντων ἀνατρέψας δαιμόνων, ἐξέληται τῆς πικρᾶς τὰς ψυχὰς δουλείας, ἀνθ' ὧν φύσις πᾶσα, ταῖς προποσίαις τῆς ἀδικίας γεγοητευμένη, θορύβου τε καὶ ἀταξίας ἐπεπλήρωτο, οὐκ ἔτι τῶν συμφερόντων εἰς ἀνάμνησιν ἀναδραμεῖν οὐδαμῶς δυναμένη. Διόπερ καὶ πρὸς τὰ εἴδωλα ῥᾳδίως εἵλκετο, ἅτε ἐπικλύσαντος πάντα τοῦ κακοῦ, καὶ πάσας ἐπινενεμημένου τὰς γενεὰς κατὰ τὴν ἀλλοίωσιν, τὴν ἐκ τῆς παρακοῆς προγεγενημένην ταῖς ἐνσάρκοις ἡμῶν σκηναῖς· ἕως ὁ Κύριος Χριστὸς δι' ἧς ἐπεφάνη σαρκὸς τῷ βίῳ, ἀμυδρώσας τῶν ἡδονῶν τὰς ἐπιβολὰς, αἷς αἱ κάτω δυνάμεις καθ' ἡμῶν ὡπλίζοντο καταδουλῶσαι τὸ διανοητικὸν, ἐλεύθερον πάντων τὸν ἄνθρωπον διέδειξε κακῶν. Τούτου γὰρ ἕνεκα καὶ σάρκα ἐφόρεσεν ὁ Κύριος Ἰησοῦς, καὶ ἄνθρωπος ἐγένετο, καὶ προσηλώθη τῷ σταυρῷ οἰκονομούμενος· ὅπως δι' ἧς σαρκὸς οι δαίμονες ἀναδεῖξαι θεοὺς ἠλαζονεύσαντο, πρὸς θάνατον τὰς ψυχὰς μεθόδοις ἀπάτης ἀγκιστρευσάμενοι, διὰ ταύτης ἀνατραπέντες κατοπτευθῶσιν οὐκ ὄντες θεοί. Κωλύων γὰρ ἐπὶ πλέον ἀρθῆναι τὴν μεγαλαύχησιν αὐτῶν, ἄνθρωπος ἐγένετο· ἵνα δὴ δι' οὗ σώμα-
Christ the Son of God sojourned by the commands of the Father in the visible creation, so that, having overturned the powers of the tyrannizing demons, He might rescue souls from bitter slavery, inasmuch as all nature, bewitched by the draughts of unrighteousness, had been filled with tumult and disorder, no longer able in any way to run back to the remembrance of things profitable. Wherefore also it was easily dragged towards idols, since evil had flooded all things and had spread over all generations according to the alteration that had previously arisen from disobedience in our enfleshed tabernacles; until the Lord Christ, through the flesh in which He appeared to life, having dimmed the assaults of pleasures wherewith the lower powers armed themselves against us to enslave the understanding, showed man free of all evils. For on this account the Lord Jesus also wore flesh, and became man, and was nailed to the cross by dispensation; so that through the very flesh by which the demons boasted to display gods, having hooked souls unto death by methods of deceit, through this being overturned they might be seen to be no gods. For preventing their boasting from being lifted up further, He became man; so that through the very body
Notes, col. 397

On the reading

Printed γης, for γῆς.

Printed οι, for οἱ.

PG 18:400Read from the page
τος τὸ λογικὸν γένος τῆς τοῦ ὄντος ἀπαλλοτριώσαντες Θεοῦ θρησκείας ἐλυμήναντο, διὰ τούτου ἀῤῥήτοις τέχναις σοφίας τὸν λόγον χωρήσαντος, ὀλετῆρες ἐλεγχθῶσιν, ἀλλ' οὐκ εὐεργέται τῶν ψυχῶν.
by which they had alienated the rational race from the worship of the true God and ruined it, through this same body having received the Word by ineffable arts of wisdom, they might be convicted as destroyers, and not benefactors of souls.
Οὐκ ἦν μὲν οὖν οὐδὲν θαυμαστὸν τῷ Χριστῷ, τοῦ Θεοῦ καταπλήξει καὶ δυνάμεως ἀτρέπτου μεγέθει τὰς ἀντιστατικὰς ἀμυδρῶσαι φύσεις τῶν δαιμόνων. Ἀλλ' ἐπειδὴ αὖχος αὐτῶν δὴ καὶ σφαδαῖσμὸν τοῦτο προσέφερεν (νικηθῆναι γὰρ ὑπὸ τοῦ κρείττονος μᾶλλον ἂν εἵλοντο)· διὰ τοῦτο δι' ἀνθρώπου τὴν ἐπὶ σωτηρίαν πάντων ᾠκονομήσατο ἔκβασιν· ὅπως οἱ μὲν, τῆς Ζωῆς αὐτοῖς αὐτῆς σωματικῶς, τῆς καὶ Ἀληθείας ἐνσκηψάσης, οἱ ἄνθρωποι πρὸς μόρφωσιν ἀναδραμεῖν καὶ τὸν φωτισμὸν ἐπίσχωσιν τοῦ Λόγου, τὰ τῆς ἁμαρτίας ὑπερβάντες θέλγητρα· οἱ δὲ πρὸς τοῦ ἀσθενεστέρου νικηθέντες καὶ καταπεφρονημένοι οἱ δαίμονες λήξωσι τοῦ θράσους, τῆς κατὰ τὸν Τυφῶνα δεθέντες φλεγμονῆς. Διὰ τοῦτο γὰρ μάλιστα εἰσήχθη καὶ ὁ σταυρὸς, τρόπαιον κατὰ τῆς ἀδικίας καὶ ἔκπληγμα τεθεὶς, ὥστε μηκέτι τῇ ὀργῇ ὑπεύθυνον εἶναι ἀπεντεῦθεν τὸν ἄνθρωπον, ἀναπαλαίσαντα μὲν τὸ κατὰ τὴν παρακοὴν ἥττημα, νικήσαντα δὲ τὰς κάτω δυνάμεις ἐννόμως, καὶ ἐλεύθερον ὀφλήματος παντὸς δωρεαῖς ἀναδειχθέντα Θεοῦ. Ἐπειδὴ οὕτω γε ὁ πρωτόγονος Λόγος τοῦ Θεοῦ δικαιοσύνης φράξας τὸν ἄνθρωπον ὅπλοις, ἐν ᾧ ἐσκήνωσε, τὰς δουλωσαμένας ἡμᾶς δυνάμεις κατηγωνίσατο διὰ τοῦ σταυροειδοῦς, ὡς εἴρηται, σχήματος, τὸν τῇ φθορᾷ δεδυναστευμένον ἄνθρωπον δείξας ἐλεύθερον χερσὶν ἡπλωμέναις.
Now it would indeed have been nothing wonderful for Christ, by the terror of God and the greatness of immutable power, to dim the opposing natures of the demons. But since this brought them boasting and convulsive struggling (for they would rather have chosen to be conquered by the stronger), on this account through man He dispensed the issue unto the salvation of all; so that, on the one hand, when Life itself, which is also Truth, had bodily lighted upon them, men might be able to run back to the формиng and illumination of the Word, having surmounted the charms of sin; while on the other hand the demons, conquered and despised by the weaker, might cease from their audacity, bound in their Typhon-like inflammation. For on this account above all was the cross also brought in, set up as a trophy against unrighteousness and a terror, so that henceforth man might no longer be subject to wrath, having wrestled back the defeat incurred through disobedience, and having conquered the lower powers lawfully, and been shown free of every debt by the gifts of God. Since thus indeed the firstborn Word of God, having fenced with the weapons of righteousness the man in whom He tabernacled, overcame the powers that had enslaved us through the cross-shaped figure, as has been said, showing the man who had been dominated by corruption free with outstretched hands.
Ἔστι γὰρ τοῦτο, εἰ χρὴ ὁριστικῶς εἰπεῖν, τὸ σχῆμα νίκης κραταίωμα, Θεοῦ κάθοδος ἐπ' ἄνθρωπον, τρόπαιον κατὰ τῶν ὑλικῶν πνευμάτων, ἀπαλλαγὴ θανάτου, ὑπόθεσις ἀνόδου πρὸς ἀληθινὴν ἡμέραν, καὶ διαβάθρα τῶν ἐπειγομένων ἀπολαῦσαι τοῦ ἐκεῖ φωτός· μηχανὴ δι' ἧς οἱ εἰς τὴν οἰκοδομὴν εὐθετοῦντες τῆς Ἐκκλησίας κάτωθεν λίθου τετραγώνου δίκην ἀνέλκονται ἐναρμοσθησόμενοι τῷ θείῳ Λόγῳ. Ἐντεῦθεν οἱ τῇδε βασιλεῖς, πάσης πονηρᾶς ἕξεως ἐπὶ σκεδασμῷ, τὸ σταυροειδὲς παραλαμβάνεσθαι αἰσθόμενοι σχῆμα, τὰ καλούμενα τῇ Ῥωμαϊκῇ διαλέκτῳ βήξιλλα ἐμηχανήσαντο. Ἔνθεν εἴκουσα τούτῳ ἡ θάλασσα τῷ σχήματι, πλωτὴν ἑαυτὴν ἀνθρώποις παρέχει. Ὅλη γὰρ, ὡς εἰπεῖν, τούτῳ ἡ κτίσις πρὸς ἐλευθερίαν ἐνδέδυται τῷ σημείῳ· τά τε γὰρ ὄρνεα ὑψιπετοῦντα τὸ σταυροειδὲς κατὰ τὴν ἔκτασιν τῶν πτερύγων σχῆμα αἰνίσσονται· αὐτός τε ὁ ἄνθρωπος, τὰς χεῖρας πετάσας, οὐδὲν ἄλλο ὑπάρχων φαίνεται ἢ τοῦτο. Ὅθεν αὐτῷ δὴ τούτῳ, ᾧπερ ἐκ κατασκευῆς κεκόσμητο, σχηματισάμενος αὐτὸν ὁ Κύριος, θεότητι ἐκέρασεν, ἵνα ὄργανον ᾖ λοιπὸν τοῦ Θεοῦ ἱερὸν, πάσης ἀσυμφωνίας τε καὶ ἀῤῥυθμίας ἀπηλλαγμένον. Οὐδὲ γὰρ ἔτι μετὰ τὸ ἁρμοσθῆναι τὸν ἄνθρωπον πρὸς θεοσέβειαν, καὶ τὸ τῆς ἀληθείας ἀκήρατον μέλος ἐνηρμοκέναι, δι' οὗ τὴν θεότητα κεχώρηκε, τῷ ξύλῳ τῆς ζωῆς καθάπερ χορδαί τε καὶ τόνοι προσηρμοσμένος, εἰς ἀσυμμετρίαν καὶ φθορὰν χωρῆσαι ἀδύνατον.
For this figure, if one must speak by way of definition, is the fastness of victory, the descent of God unto man, a trophy against material spirits, deliverance from death, the foundation of ascent towards the true day, and the ladder of those hastening to enjoy the light that is there; the engine through which those well-fitted for the building of the Church are drawn up from below like a squared stone, to be fitted into the divine Word. Hence kings here below, perceiving the cross-shaped figure to be adopted for the scattering of every evil state, devised the things called in the Roman tongue vexilla. Hence the sea, yielding to this figure, renders itself navigable to men. For all creation, so to speak, has put on this sign for freedom: for both high-flying birds darklyfigure the cross-shaped form by the spreading of their wings; and man himself, having spread out his hands, appears to be nothing else than this. Wherefore the Lord, having fashioned him by this very thing wherewith he had been adorned from his framing, mingled him with deity, so that henceforth he might be a sacred instrument of God, freed from all discord and lack of rhythm. For neither is it impossible any longer, after man has been tuned unto godliness and has harmonized the undefiled melody of truth through which he has contained deity, fitted to the tree of life just like strings and keys, not to pass into disproportion and corruption.
Notes, col. 400

On the reading

Printed σφαδαῖσμὸν, for σφαδασμὸν.

PG 18:401Read from the page
Τοῦ αὐτοῦ Μεθοδίου, πρὸς τοὺς ἐπαισχυνομένους ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ.
Of the same Methodius, against those who are ashamed at the cross of Christ.
Οἴονταί τινες καὶ τὸν Θεὸν, πρὸς τὸ τῆς οἰκείας διαθέσεως μέτρον ἰσάζοντες αὐτὸν, τὰ αὐτὰ τοῖς φαύλοις ἢ ἐπαινετέα ἢ ψεκτέα ἡγεῖσθαι, ὥσπερ κανόνι καὶ μέτρῳ χρώμενον ταῖς δόξαις τῶν ἀνθρώπων· οὐ συννοήσαντες, διὰ τὴν οὖσαν ἐν αὐτοῖς ἄγνοιαν, ὅτι πᾶσα δήπουθεν ἡ κτίσις ἐνδεής ἐστι τοῦ κάλλους τοῦ Θεοῦ. Αὐτὸς γὰρ ἐξ ὅλης τῆς πάσης οὐσίας τε καὶ φύσεως τῷ ἑαυτοῦ τὰ πάντα εἰς τὸ ζῆν ἐφέλκεται Λόγῳ. Εἴτε γὰρ τὸ ἀγαθὸν θέλει, αὐτὸς ὢν τὸ ἀγαθὸν, ἐν ἑαυτῷ μένει· εἴτε τὸ καλὸν ὑπάρχει ἐραστὸν αὐτῷ, αὐτὸς ὢν τὸ μόνον καλὸν, εἰς ἑαυτὸν βλέπει, ἐν οὐδενὶ τὰ πρὸς τῶν ἀνθρώπων θαυμαζόμενα τιθέμενος. Κάλλιστον γὰρ ταῖς ἀληθείαις καὶ ἐπαινετὸν κλητέον τοῦτο, ὅπερ ἂν αὐτὸς ἡγήσηται Θεὸς καλὸν, κἂν ὑπὸ πάντων ἐξουθενῆταί τε καὶ χλευάζηται, ἀλλ' οὐχ ὅπερ οἱ ἄνθρωποι νομίζουσιν. Ὅθεν, εἰ καὶ διὰ τούτου τοῦ σχήματος τῶν θυμοφθόρων ἐλευθερῶσαι τὰς ψυχὰς παθῶν ἐβουλήθη, καταισχύνων τὰ πλήθη τῶν δαιμόνων, ἀποδέχεσθαι ἐχρῆν, ἀλλὰ μὴ δυσφημεῖν, ἐλευθεροποιὸν αὐτὸ καὶ λυτήριον τῶν ἐκ τῆς παρακοῆς κατασκευασθέντων ἡμῖν δεσμῶν δοθέν. Ἔπαθε γὰρ σαρκὶ τῷ σταυρῷ προσπαγεὶς ὁ Λόγος, ἵνα ἁπλώσῃ ἀπονεναρκημένον πλάνῃ τὸν ἄνθρωπον πρὸς τὸ ἄνω τε καὶ θεῖον μέγεθος, τῷ θείῳ ἐξισώσας τῆς ζωῆς αὐτὸν οὗ πρόσθεν ἀπήλαστο. Ὅτι τούτῳ τὰ πάθη τῷ σχήματι ἤμβλυνται· πάθος παθῶν διὰ τοῦ παθεῖν γενόμενος, καὶ θάνατος διὰ τοῦ θανεῖν θανάτου· οὐ χειρωθεὶς ὑπὸ θανάτου, οὐδὲ ἀλγυνθεὶς ὑπὸ πάθους. Οὔτε γὰρ πάθος ὅλως αὐτὸν ἐξέστησεν, οὔτε θάνατος ἐλυμήνατο· ἀλλ' ἦν ἐν τῷ παθητῷ μένων ἀπαθὴς, καὶ ἐν τῷ θνητῷ ἀθάνατος· πᾶν ὅσον ἀὴρ καὶ μέσον καὶ ἄνω κατειληφὼς, καὶ τὸ θνητὸν θεότητι κεράσας ἀθανάτῳ. Ἡττήθη τε τελέως ὁ θάνατος εἰς ἀφθαρσίας ἐκτύπωμα ἀνασταυρωθείσης τῆς σαρκός.
Some think that even God, equalizing Him to the measure of their own disposition, deems the same things either praiseworthy or blameworthy as base men do, as though using the opinions of men as a rule and measure; not having understood, because of the ignorance that is in them, that all creation whatsoever stands in need of the beauty of God. For He Himself out of the whole of all essence and nature draws all things into life by His own Word. For whether He wills the good, Himself being the good, He abides in Himself; or whether the beautiful is lovely to Him, Himself being the only beautiful, He looks unto Himself, accounting as nothing the things admired by men. For that in truth must be called most beautiful and praiseworthy which God Himself deems beautiful, even though it be set at naught and mocked by all, and not what men think. Wherefore, even though through this figure He willed to free souls from soul-destroying passions, putting to shame the multitudes of demons, one ought to welcome it, and not speak ill of it, given as liberating and ransoming us from the bonds prepared for us out of disobedience. For the Word suffered in the flesh, nailed to the cross, that He might unfold man benumbed by error towards the upper and divine greatness, having equalized him to the divine state of life from which he had formerly been driven away. Because by this figure the passions have been blunted: He having become the passion of passions through suffering, and the death of death through dying; not mastered by death, nor pained by passion. For neither did passion altogether displace Him, nor did death harm Him; but He was in the passible remaining impassible, and in the mortal immortal; having encompassed all that is air and middle and above, and having mingled the mortal with immortal deity. And death was utterly defeated when the flesh was crucified unto an impress of incorruption.
Τοῦ αὐτοῦ Μεθοδίου. Πῶς ὁ τοῦ Θεοῦ Υἱὸς ὁ Χριστὸς ἐν βραχεῖ τε καὶ περιωρισμένῳ χρόνῳ διαστολαῖς σώματι ἐκεχώρητο; καὶ πῶς ἀπαθὴς ὢν ἐγένετο ὑπὸ πάθους;
Of the same Methodius. How was Christ the Son of God in a brief and bounded time by expansions contained in a body? And how, being impassible, did He come under passion?
Ἐπειδὴ γὰρ δύναμις αὐτῷ τοῦτο ἦν· δυνάμεως γὰρ τὸ συστέλλεσθαι μὲν ἐν τοῖς ὀλίγοις καὶ βραχύνεσθαι, χεῖσθαι δὲ ἐν τοῖς μεγάλοις καὶ μεγεθύνεσθαι. Εἰ δὲ τὸ συνεκτείνεσθαι μὲν τοῖς μεγάλοις καὶ συνεξισάζεσθαι δυνατὸν αὐτῷ, τὸ δὲ βραχύνεσθαι ἐν τοῖς μικροῖς καὶ συστέλλεσθαι ἀδύνατον· οὐκ ἦν δύναμις. Δυνάμει γὰρ ἐὰν τόδε μὲν δυνατὸν εἶναι φῇς, τὸ δὲ ἀδύνατον· τοῦ εἶναι αὐτὴν δύναμιν παραγράφῃ ἀσθενοῦσαν περὶ ἃ μὴ δύναται. Οὐ μὴν δὲ, ἀλλ' οὐδὲ ὑπεροχήν τινα ἔτι θεότητος ἕξει πρὸς τὰ μεταβαλλό-
Because this was power in Him: for it belongs to power on the one hand to contract and be shortened in things small, and on the other hand to pour itself out and be magnified in things great. But if to be extended along with great things and equalized with them is possible for it, while to be shortened in small things and contracted is impossible, it were not power. For if you say that for power this is possible, while that is impossible, you cancel its being power, as being weak regarding the things it cannot do. Nay more, neither will it any longer have any superiority of deity in relation to things that change