Migne Reading Room

PG 18 · cols. 40–49 · Read from the page

The Banquet of the Ten Virgins

The Banquet of the Ten Virgins

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:40Read from the page
ώζεσε μοιχείαν. Ταύτῃ πᾶν δῶρον ἐν τῷ Λευϊτικῷ, ἐὰν μὴ ἅλατι ἁλισθῇ, ἀπαγορεύεται εἰς ὁλοκάρπωμα προσφέρεσθαι Κυρίῳ τῷ Θεῷ. Ἅλας δὲ ἡμῖν τὸ δηκτικὸν πρὸς ὠφέλειαν ἀποστύφον ἡ πνευματικὴ πᾶσα τῶν Γραφῶν ἐδόθη μελέτη· ἧς δὴ χωρὶς ἀδύνατον τῷ Παντοκράτορι διὰ τοῦ λόγου προσενεχθῆναι ψυχήν· Ὑμεῖς γάρ ἐστε τὸ ἅλας τῆς γῆς, ὁ Κύριος ἔφη τοῖς ἀποστόλοις.
out into the stench of adultery. On this account every gift in Leviticus, unless it be salted with salt, is forbidden to be offered for a whole burnt-offering to the Lord God. And as salt for us, pungent and astringent for our profit, the whole spiritual study of the Scriptures has been given; without which it is impossible for a soul to be offered through reason to the Almighty: For you are the salt of the earth, the Lord said to the apostles.
Χρὴ οὖν τὴν παρθένον ἀεὶ τῶν καλῶν ἐρᾷν, καὶ τοῖς πρωτεύουσιν εἰς σοφίαν ἐμπρέπειν, καὶ μηδὲν ῥᾴθυμον μηδὲ μαλθακὸν ἔχειν· ἀλλ' ἀριστεύειν, καὶ ἄξια τῆς παρθενίας φρονεῖν, ἀποσμήχουσαν τῷ λόγῳ τοὺς ἰχῶρας ἀεὶ τῆς ἡδυπαθείας, μήπως λαθοῦσα βραχεῖα σηπεδὼν γεννήσῃ τὸν σκώληκα τῆς ἀκολασίας· Ἡ γὰρ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσῃ τῷ Κυρίῳ, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι, φησὶν ὁ μακάριος Παῦλος. Πολλαὶ δὲ πάρεργον ἡγούμεναι τὴν ἀκρόασιν, νομίζουσι χαρίζεσθαι μεγάλα, ἐὰν κἂν τὸ βραχὺ παράσχωσι τὰς ἀκοάς· ἃς ἐκκριτέον· μικρολόγῳ γὰρ φύσει καὶ ταπεινῇ καὶ ἐπιμορφαζομένῃ σοφίᾳ οὐ χρὴ μαθημάτων θείων κοινωνεῖν. Ἢ γὰρ οὐ γελοῖον ἐκείναις ἀδολεσχεῖν, αἵτινες ἐπὶ μὲν τοῖς μικροῦ ἀξίοις πάντα ποιεῖν συντείνονται, ὅπως ἀκριβέστατα ἕξουσι τὰ τελεσιουργούμενα· ἐπὶ δὲ τῶν ἀναγκαίων, δι' ὧν μᾶλλον αὐταῖς ὁ τῆς σωφροσύνης ἔρως αὔξεται, μὴ μεγίστας ἡγεῖσθαι τὰς ἀκριβείας;
The virgin must therefore ever love the things that are noble, and shine among those who excel in wisdom, and have nothing lax or soft; but she must be pre-eminent, and cherish thoughts worthy of virginity, ever wiping away by reason the humours of sensual pleasure, lest some slight putrefaction, escaping notice, breed the worm of intemperance: For the unmarried woman cares for the things of the Lord, how she may please the Lord, that she may be holy both in body and in spirit, says the blessed Paul. Yet many, accounting listening a by-work, suppose they do a great favour if they lend their ears even a little; who must be rejected; for with a petty and low nature and a wisdom that merely puts on a show one must not share divine teachings. Or is it not absurd to prattle with those women who in matters of little worth strain to do everything so that what is wrought may be most exact, whereas in necessary matters, through which the love of temperance increases the more in them, they do not account exactness of the greatest moment?
Μεγάλῃ γὰρ ἀληθῶς ὑπερβολῇ τὸ τῆς παρθενίας ἀνθρώποις ἀπ' οὐρανῶν κατεπέμφθη φυτόν· καὶ διὰ τοῦτο ταῖς πρώταις οὐκ ἀπεκαλύφθη γενεαῖς. Ἔτι γὰρ ἄνθρωπος ὀλιγοστὸς ἦν, καὶ ἐχρῆν αὐτὸν εἰς πλῆθος αὐξήσαντα τελειωθῆναι. Διὸ δὲ καὶ τὰς σφετέρας ἀδελφὰς οἱ παλαιοὶ λαμβάνοντες γυναῖκας, οὐδὲν ἦν ἀπρεπὲς, μέχρι νόμος ἐλθὼν διεστείλατο, καὶ τὸ πρῶτον δοκοῦν εἶναι καλὸν ἀπαγορεύσας, ἁμαρτίαν ἀπεφήνατο, ἐπικατάρατον καλῶν τὸν ἀποκαλύπτοντα τὴν ἀσχημοσύνην τῆς ἀδελφῆς αὐτοῦ, τοῦ Θεοῦ κατὰ καιρὸν τὴν ἁρμόζουσαν ἡμῶν τῷ γένει σπουδαίως προσφέροντος βοήθειαν, ὥσπερ δὴ καὶ οἱ πατέρες τοῖς υἱοῖς. Οὐ γὰρ εὐθέως ἄνωθεν ἐπιστατοῦσι τοὺς παιδαγωγούς· ἀλλὰ τὴν παιδικὴν ἡλικίαν ἐάσαντες ἀθύρεσθαι μοσχαρίων δίκην, πρῶτον εἰς διδασκάλων συμψελλιζόντων ἀποστέλλουσιν, ἔστ' ἂν ἀποβαλόντες τὴν μειρακιώδη τρίχα τοῦ νοὸς,
For in truly great pre-eminence was the plant of virginity sent down to men from heaven; and on this account it was not revealed to the first generations. For man was still very few in number, and it was needful that he should increase into a multitude and be brought to maturity. Wherefore also when the ancients took their own sisters as wives, it was nothing unseemly, until the law came and made distinction, and forbidding what at first seemed to be good, declared it a sin, calling cursed him who uncovers the nakedness of his sister, God in due season earnestly bringing forward the help fitting for our race, just as fathers also do for their sons. For they do not straightway from the outset set tutors over them; but having let their childish age sport like young calves, they send them first to teachers who lisp along with them, until, having cast off the boyish down of the mind,
PG 18:41Read from the page
εἰς τὴν τῶν μειζόνων ἄσκησιν παραπεμφθῶσι· κἀκεῖθεν αὖθις εἰς τὴν τῶν ἔτι μειζόνων. Ταύτῃ γὰρ καὶ τὸν Θεὸν καὶ Πατέρα τῶν ὅλων ἡγητέον προσηνέχθαι τοῖς πρὸ ἡμῶν. Ἔτι γὰρ ὁ κόσμος, ἀνθρώπων ἀπλήρωτος ὢν, ὡς νήπιος ἦν καὶ ἐχρῆν αὐτὸν εἰς πλῆθος πρότερον, ἐκ τούτων ἀνδρωθέντα, πληθυνθῆναι. Ἀλλ' ὅτε λοιπὸν ἀπὸ περάτων ἐπὶ πέρατα κατῳκίσθη, τῆς ἀνθρωπότητος εἰς ἄπειρον κεχυμένης, οὐκ ἔτι τοῖς αὐτοῖς ἐπιμένειν τὸν ἄνθρωπον ἐπέτρεπεν ὁ Θεὸς, σκοπῶν ὅπως, τῶνδε εἰς τάδε μεταβαίνοντες, πλησιαίτερον προκόπτωσιν ἔρχεσθαι τῶν οὐρανῶν, μέχρις ἂν, εἰς αὐτὸ τὸ μέγιστον μάθημα καὶ κορυφαιότατον τὴν παρθενίαν φθάσαντες, τελειωθῶσιν· ἀπὸ τῆς ἀδελφομιξίας ὁδεύσαντες πρῶτον εἰς τὸ ὀθνείας ἐπάγεσθαι γαμετάς· κἀκεῖθεν εἰς τὸ μηκέτι πολλαῖς ἐπιβαίνειν τετραπόδων νόμῳ, καθάπερ εἰς ὀχείαν γεγονότας· κἀντεῦθεν εἰς τὸ μὴ μοιχοὺς γεγονέναι· καὶ αὖ πάλιν εἰς σωφροσύνην, καὶ ἀπὸ σωφροσύνης εἰς παρθενίαν· ἔνθα μελετήσαντες τῆς σαρκὸς ὑπερφρονεῖν, εἰς τὸν τῆς ἀφθαρσίας εὔδιον ἀφόβως ἐνορμίζονται χῶρον.
they be sent onward to the practice of greater things, and thence again to that of things greater still. For in this way one must deem that the God and Father of all also dealt with those before us. For while the world was still unfilled with men, it was like an infant, and it was needful that it should first be multiplied into a multitude, grown to manhood from these. But when at length it was inhabited from end to end, humanity having spread abroad without limit, God no longer suffered man to abide in the same ways, looking to how, passing from these things to those, they might advance to come nearer to the heavens, until, having attained to that greatest and most supreme teaching itself, virginity, they might be perfected: having travelled first from the wedlock of brothers and sisters to taking wives from outside; and thence to mounting many women no longer after the manner of four-footed beasts, as though born for coupling; and from there to not becoming adulterers; and again to temperance, and from temperance to virginity; where, having practised despising the flesh, they moor fearlessly in the calm haven of incorruption.
Εἰ δέ τις ὡς ἀμάρτυρον τῶν Γραφῶν αἰτιάσασθαι τολμήσαι τὸν λόγον, φέρε δὴ, παραθέντες καὶ τὰ τῶν προφητῶν, ἀληθέστερα μᾶλλον ἀποδείξωμεν τὰ προειρημένα. Ὁ γοῦν Ἀβραὰμ, πρῶτος ἐν διαθήκῃ τὴν περιτομὴν λαβὼν, οὐδὲν ἕτερον αἰνίσσεσθαι δοκεῖ, τὸ οἰκεῖον περιτεμνόμενος τῆς σαρκὸς αὐτοῦ μέλος, ἢ τοῦτο, τὸ μηκέτι τὰ ἐκ τοῦ αὐτοῦ σπέρματος δημιουργηθέντα παιδοσπορεῖν· ἀπὸ τῆς ἰδίας ἕκαστον διδάσκων ἀδελφῆς, οἷα σαρκὸς, ἀποτέμνειν τὴν κατὰ συνουσίαν ἡδονήν. Ὥστε τὸ πλησιάζειν, καὶ ὁμεύνοις χρῆσθαι ταῖς σφῶν ἀδελφαῖς, ἀπὸ τῶν τοῦ Ἀβραὰμ πέπαυται καιρῶν· τὸ δὲ πλειόνων συναλλαγαῖς ἁρμόζεσθαι γυναικῶν, ἀπὸ τῶν προφητικῶν ἀνῄρηται χρόνων. Ὀπίσω γάρ σου τῶν ἐπιθυμιῶν μὴ πορευθῇς, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου· Οἶνος γὰρ καὶ γυναῖκες ἀποστήσουσι συνετούς. Καὶ ἐν ἑτέρῳ· Ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι
And if anyone should dare to fault our discourse as unattested by the Scriptures, come now, let us set beside it the words of the prophets also, and demonstrate more truly what has been said before. Abraham, at any rate, having first received circumcision in a covenant, seems to hint at nothing else in being circumcised in the own member of his flesh than this, that one should no longer beget children with those fashioned from the same seed, teaching each man to cut off the pleasure of intercourse from his own sister, as from his own flesh. So that approaching and using one's own sisters as bedfellows has ceased from the times of Abraham; and joining oneself in unions with several women has been done away with from the prophetic times. For go not after thy desires, and restrain thyself from thy appetites; for wine and women will make men of understanding fall away. And in another place: Let thy fountain of water be to thee
PG 18:44Read from the page
ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου· δηλονότι παραιτούμενος τὰς πολλάς. Ὁ δὲ Ἱερεμίας, Ἵππους θηλυμανεῖς ἀναφανδὸν τοὺς εἰς διαφόρους μαργῶντας γυναῖκας καλεῖ. Πολύγονον γὰρ, φησὶν, ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει, καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος.
thine own, and rejoice together with the wife of thy youth; manifestly declining the many. And Jeremiah openly calls those who rage madly after diverse women mare-mad horses. For the prolific multitude of the ungodly, says he, shall be of no profit, and from bastard slips it shall not strike root into the depth.
Ἀλλὰ γὰρ ἵνα μὴ μακρηγορῶμεν ἐπὶ πολὺ τὰς προφητικὰς ἀναλεγόμενοι φωνὰς, φέρε δὴ συστήσωμεν πάλιν, ὅπως διαδέχεται τὴν ἐπὶ μιᾷ γυναικὶ συναλλαγὴν ἡ σωφροσύνη, μέχρις ἂν ἐκλύσῃ τελείως τὴν ἐκ τοῦ ἔθους ἐπὶ τὴν συνουσίαν καταφορὰν, πρὸς ὀλίγον ἀφαιρουμένη τὰς τῆς σαρκὸς ἡδυπαθείας. Αὐτίκα γοῦν εἰσάγεταί τις ἐμφανῶς ἤδη λοιπὸν παραιτούμενος τουτονὶ τὸν περισπασμὸν, Κύριε, λέγων, Πάτερ καὶ δέσποτα τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν. Μετεωρισμὸν ὀφθαλμῶν ἄφελε ἀπ' ἐμοῦ· καρδίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με. Καὶ ἐν τῇ παναρέτῳ δὲ Σοφίᾳ, γυμνῶς ἤδη τοὺς ἀκροατὰς εἰς ἐγκράτειαν ἐφελκόμενον καὶ σωφροσύνην τὸ Πνεῦμα τὸ ἅγιον, τοιαῦτα μελῳδεῖ· Κρεῖσσον ἀτεκνία μετ' ἀρετῆς, κεκραγός· ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις. Παροῦσάν τε τιμῶσιν αὐτὴν, καὶ ποθοῦσιν ἀπελθοῦσαν· καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει, τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.
But that we may not speak at great length in gathering up the prophetic utterances, come now, let us establish again how temperance succeeds to union with one woman, until it completely loosens the propensity towards intercourse arising from custom, taking away little by little the sensual pleasures of the flesh. Straightway, at any rate, someone is introduced openly declining henceforth this distraction, saying: O Lord, Father and Master of my life, leave me not in their counsel. Avarice of the eyes take away from me; let not appetite of the heart and sexual union overtake me. And in the all-virtuous Wisdom also, the Holy Spirit, now drawing hearers nakedly to continence and temperance, chants such strains as these, crying aloud: Better is childlessness with virtue; for immortality is in the remembrance of it, because it is known both with God and with men. When it is present they honour it, and they long for it when it has departed; and throughout the age it marches in triumph wearing a crown, having won the contest of unstained struggles.
Περὶ μὲν οὖν καιρῶν τῆς ἀνθρωπότητος, ὅπως ἀρξαμένη ἀπὸ τῆς ἀδελφομιξίας, ὥδευσεν ἐπὶ τὴν ἐγκράτειαν, εἴρηται· περὶ δὲ παρθενίας λείπεται· ὅσον οὖν δυνατὸν, πειρατέον φράσαι. Καὶ πρῶτον ἐξεταστέον, δι' ἣν αἰτίαν πολλῶν προφητῶν καὶ δικαίων πολλὰ καὶ καλὰ διδαξάντων καὶ ἐργασαμένων, παρθενίαν οὐδεὶς οὔτε ἐνεγκωμίασεν, οὔτε εἵλετο. Μόνῳ γὰρ ἄρα ἐφυλάσσετο τοῦτο πρεσβεῦσαι τὸ μάθημα τῷ Κυρίῳ, ἐπεὶ καὶ μόνος παρελθὼν ἄνθρωπον ἐδίδαξε χωρεῖν εἰς Θεόν. Ἔπρεπε γὰρ τῷ ἀρχιερεῖ καὶ ἀρχιπροφήτῃ καὶ ἀρχαγγέλῳ, τούτῳ καὶ ἀρχιπαρθένῳ προσαγορευθῆναι. Τὸ δὲ παλαιὸν οὐδέπω τέλειος ἄνθρωπος ἦν· καὶ διὰ τοῦτο τὸ τέλειον οὐδέπω χωρῆσαι τὴν παρθενίαν ἴσχυεν. Ἔτι γὰρ ἔχρηζε, κατ' εἰκόνα Θεοῦ γεγονὼς, καὶ τὸ καθ' ὁμοίωσιν ἀπολαβεῖν· ὅπερ τελεσιουργῆσαι καταπεμφθεὶς ὁ Λόγος εἰς τὸν κόσμον, τὴν ἡμετέραν μορφὴν πρότερον ἀνέλαβε, πολλοῖς ἁμαρτήμασι κατεστιγμένην, ἵνα δὴ τὴν θείαν ἡμεῖς, δι' οὓς αὐτὸς ἐφόρεσε, πάλιν χωρῆσαι δυνηθῶμεν. Καθ' ὁμοίωσιν γὰρ ἀκριβωθῆναι τότε πάρεστι Θεοῦ, ὁπότε δὴ τοὺς αὐτοῦ χαρακτῆρας τῆς
Concerning the seasons of humanity, then, how beginning from the wedlock of brothers and sisters it travelled unto continence, it has been spoken; and concerning virginity it remains; as far therefore as is possible, we must try to tell of it. And first we must examine for what reason, when many prophets and righteous men taught and wrought many noble things, no one either praised virginity or chose it. For to the Lord alone, then, was it reserved to be the ambassador of this teaching, since He alone came forth and taught man to draw near unto God. For it was fitting that He Who is high priest and chief prophet and archangel should also be addressed as chief virgin. Of old, however, man was not yet perfect; and on this account he did not yet have strength to receive the perfect thing, virginity. For having been made according to the image of God, he still needed to receive also that which is according to the likeness; to accomplish which the Word, having been sent down into the world, first took up our form, branded with many sins, so that we, for whose sake He Himself wore it, might again be able to receive the divine form. For it is possible to be fashioned accurately according to the likeness of God when the features of His
Notes, col. 44

On the reading

Printed ὥδευσεν, for ᾤδευσεν.

PG 18:45Read from the page
κατὰ ἄνθρωπον πολιτείας, ζωγράφων δίκην ἐπιστημόνων, ἐν ἑαυτοῖς ὥσπερ σανίσιν ἐντυπωσάμενοι κατέχωμεν, ἣν αὐτὸς ἐφανέρωσε μαθητεύοντες τρίβον. Ταύτῃ γὰρ ᾑρετίσατο τὴν ἀνθρωπίνην ἐνδύσασθαι σάρκα Θεὸς ὢν, ὅπως, ὥσπερ ἐν πίνακι θεῖον ἐκτύπωμα βίου βλέποντες, ἔχωμεν καὶ ἡμεῖς τὸν γράψαντα μιμεῖσθαι. Οὐ γὰρ, ἕτερα φρονῶν, ἕτερα ἐποίει· οὐδὲ μὴν, ἕτερα νομίζων εἶναι τὰ καλὰ, ἐδίδασκεν ἕτερα· ἀλλ' ἅπερ ἦν ἀληθῶς ὠφέλιμα καὶ καλὰ, ταῦτα καὶ ἐδίδασκε καὶ ἐποίει.
human way of life, after the manner of skilful painters, we impress upon ourselves as upon tablets and hold fast, following as disciples the path which He Himself manifested. For to this end He chose to put on human flesh, though He was God, so that, beholding as on a panel a divine model of life, we too might be able to imitate Him Who painted it. For He did not think one thing and do another; nor yet, deeming one set of things to be noble, did He teach another; but whatever things were truly profitable and noble, these He both taught and did.
Τί οὖν ὁ Κύριος, ἡ ἀλήθεια καὶ φῶς ἐπραγματεύσατο κατελθών; Ἄφθορον ἐφύλαξεν ἐν παρθενίᾳ τὴν σάρκα κοσμήσας· καὶ ἡμεῖς ἄρα, εἰ μέλλοιμεν καθ' ὁμοίωσιν ἔσεσθαι Θεοῦ καὶ Χριστοῦ, φιλοτιμώμεθα τὴν παρθενίαν τιμᾷν. Ὁμοίωσις γὰρ Θεοῦ φθορᾶς ἀποφυγή. Ὅτι δὲ καὶ ἀρχιπαρθένος, ὃν τρόπον καὶ ἀρχιποιμὴν καὶ ἀρχιπροφήτης γέγονεν ὁ Λόγος ἐνανθρωπήσας τῆς Ἐκκλησίας, καὶ ὁ Χριστόληπτος ἡμῖν παρέστησεν ἐν βιβλίῳ τῆς Ἀποκαλύψεως Ἰωάννης, λέγων· Καὶ εἶδον· καὶ ἰδοὺ τὸ Ἀρνίον ἑστὼς ἐπὶ τὸ ὄρος Σιὼν, καὶ μετ' αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἤκουσα, ὡς φωνὴ κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. Καὶ ᾄδουσι καινὴν ᾠδὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζώων καὶ τῶν πρεσβυτέρων. Καὶ οὐδεὶς ἠδύνατο μαθεῖν τὴν ᾠδὴν ει μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. Οὗτοί εἰσιν οἱ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὗτοί εἰσιν οἱ ἀκολουθήσαντες τῷ Ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. Τοῦ χοροῦ τῶν παρθένων ἐξάρχοντα δεικνύων τὸν Κύριον.
What then did the Lord, the truth and light, accomplish when He came down? He kept His flesh incorrupt, adorning it in virginity; let us also therefore, if we are to be according to the likeness of God and of Christ, strive earnestly to honour virginity. For the likeness of God is the shunning of corruption. And that the Word, having become man, became also chief virgin of the Church, in the same way as both chief shepherd and chief prophet, Christ-inspired John also has set before us in the book of the Apocalypse, saying: And I saw, and behold, the Lamb standing upon Mount Sion, and with Him a hundred and forty-four thousand having His name and the name of His Father written upon their foreheads. And I heard a voice from heaven, as the voice of many waters, and as the voice of great thunder; and the voice which I heard was as the voice of harpers harping with their harps. And they sing a new song before the throne and before the four living creatures and the elders. And no one was able to learn the song save the hundred and forty-four thousand, who have been redeemed from the earth. These are they who have not been defiled with women; for they are virgins. These are they who follow the Lamb whithersoever He goes: showing the Lord leading the choir of the virgins.
Ἐπίστησον δὲ πρὸς τούτοις, ὅπως τὸ ἀξίωμα τῆς παρθενίας μέγιστον παρὰ τῷ Θεῷ. Οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ Ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμωμοι γάρ εἰσι, καὶ ἀκολουθοῦσι, φησὶ, τῷ Ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. Σαφῶς ἡμᾶς κἀντεῦθεν διδάσκειν βούλεται, ὅτι ἐν ἀριθμῷ τοσούτῳ, τουτέστιν ἑκατὸν τεσσαράκοντα καὶ τέσσαρσι χιλιάσιν, ἀπάνωθεν τὸ πλῆθος περιώριστο τῶν παρθένων, τῶν ἄλλων ἁγίων εἰς πλῆθος ἀόριστον ὀχλιζομένων. Τί γὰρ παρεγγυᾷ καὶ περὶ τῶν λοιπῶν διαλεγόμενος, προσεκτέον. Καὶ εἶδον ἀπὸ πάσης γλώττης καὶ φυλῆς καὶ παντὸς ἔθνους πλῆθος πολὺ, ὃ ἀριθμῆσαι
And fix thy attention, besides these things, on how the dignity of virginity is greatest with God. These were redeemed from among men as first-fruits to God and to the Lamb, and in their mouth was found no falsehood; for they are blameless, and they follow, says he, the Lamb whithersoever He goes. Clearly from this also he wishes to teach us that within so great a number, that is, a hundred and forty-four thousand, the multitude of the virgins was bounded from above, whereas the rest of the saints are thronged into an indefinite multitude. For we must attend to what he charges when speaking concerning the rest also: And I saw from every tongue and tribe and every nation a great multitude, which to number
Notes, col. 45

On the reading

Printed ει, for εἰ.

PG 18:48Read from the page
αὐτὸ οὐδεὶς ἠδύνατο. Οὐκοῦν συνέστηκεν, ὡς ἔφην, ἐπὶ μὲν τῶν ἄλλων ἁγίων αὐτὸν πληθὺν ἄφατον εἰσάγειν· ἐπὶ δὲ τῶν ἐν παρθενίᾳ βραχύτατον ἀριθμὸν, ὡς πρὸς σύγκρισιν τῶν εἰς ἀναρίθμητον πλῆθος συντελούντων.
no one could [number] it. Therefore it is established, as I said, that with respect to the other saints He introduces an unspeakable multitude, whereas with respect to those in virginity a very small number, in comparison with those who make up an innumerable multitude.
Οὗτος, ὦ Ἀρετὴ, ὁ παρ' ἐμοῦ σοι περι παρθενίας λόγος. Εἰ δέ τι παρέλιπον, ἀποπληρούτω διαδεξαμένη με Θεοφίλα.
This, O Arete, is the discourse from me to you concerning virginity. And if I have left anything out, let Theophila, succeeding me, fill it up.
ΛΟΓΟΣ Β.
DISCOURSE II.
ΘΕΟΦΙΛΑ.
THEOPHILA.
Εἰπεῖν οὖν ἔφη τὴν Θεοφίλαν. Ὅτι δοκεῖ μοι ἀναγκαῖον εἶναι, ἐπειδὴ καλῶς ἡ Μαρκέλλα ὁρμήσασα ἐπὶ τὸν λόγον, οὐχ ἱκανῶς ἐπλήρωσεν, ἐμὲ πειρᾶσθαι τέλος ἐπιθεῖναι τῷ λόγῳ. Τὸ μετὰ γὰρ εἰς παρθενίαν ἐκ προβάσεως προκόψαι τὸν ἄνθρωπον, Θεοῦ παρορμήσαντος αὐτὸν κατὰ καιρὸν καὶ καιρὸν, δοκεῖ μοι καλῶς διελέσθαι· τὸ δὲ μηκέτι χρῆναι λέγειν τοὐντεῦθεν τεκνογονεῖν, οὐ καλῶς. Ἐγὼ γὰρ καθεωρακέναι μοι δοκῶ σαφῶς ἀπὸ τῶν Γραφῶν, ὅτι παρθενίας ἐλθούσης, ὁ Λόγος οὐκ ἀνεῖλε πάντη τὴν τεκνογονίαν. Οὐ γὰρ ἐπειδὴ τῶν ἀστέρων ἡ σελήνη μείζων ἐστὶ, παρὰ τοῦτο τῶν ἄλλων ἀστέρων τὸ φῶς ἀναιρεῖται.
Theophila therefore spoke, she said: Since Marcella, having set out well upon the discourse, did not sufficiently complete it, it seems to me necessary that I should endeavour to put an end to the discourse. For that man advanced into virginity by progression, God urging him on from season to season, she seems to me to have distinguished well; but to say that henceforth one must no longer beget children, not well. For I seem to myself to have clearly perceived from the Scriptures that when virginity came, the Word did not altogether abolish child-bearing. For not because the moon is greater than the stars is the light of the other stars on that account abolished.
Ἀρξώμεθα δὲ ἀπὸ τῆς Γενέσεως, ἵνα δὴ καὶ πρεσβεύωμεν μᾶλλον τὴν Γραφήν. Ἡ γὰρ ἀπόφασις τοῦ Θεοῦ, καὶ τὸ διάταγμα τὸ ἐπὶ τῆς τεκνοποιίας, ὁμολογουμένως μέχρι καὶ νῦν συμπληροῦται· πλάσσοντος τὸν ἄνθρωπον ἔτι τοῦ δημιουργοῦ. Τοῦτο γὰρ καὶ πάντη καταφανὲς, ὡς ἄρα τὸν κόσμον ἀκμὴν ἐργάζεται ζωγραφῶν ὁ Θεὸς, ὥσπερ δὴ καὶ ὁ Κύριος ἐδίδαξεν, Ἕως ἄρτι ὁ Πατήρ μου ἐργάζεται, λέγων. Ἀλλ' ὁπόταν οἱ ποταμοὶ ἤδη λωφήσωσιν, εἰς τὸ τῆς θαλάσσης εἰσβάλλοντες ἀγγεῖον, καὶ τὸ φῶς τελείως χωρισθῇ τοῦ σκότους, (νῦν γὰρ ἔτι διαχωρίζεται·) καὶ τοὺς καρποὺς μετὰ τῶν ἑρπετῶν καὶ τετραπόδων ἀναδιδόναι παύσηται λοιπὸν ἡ ξηρὰ, καὶ ὁ προωρισμένος τῶν ἀνθρώπων ἀριθμὸς ἀναπληρωθῇ· τότε δὴ λοιπὸν καὶ τῆς παιδοποιίας ἀφεκτέον. Νῦν γὰρ εἰς τὴν εἰκόνα τοῦ Θεοῦ τὸν ἄνθρωπον ἀνάγκη συνεργεῖν, ἔτι συνεστῶτος τοῦ κόσμου καὶ τεκταινομένου. Αὐξάνεσθε γὰρ, ἐλέχθη, καὶ πληθύνεσθε. Καὶ οὐ χρὴ τὸ διάταγμα βδελύσσεσθαι τοῦ Δημιουργοῦ, ἐξ οὗ δὴ καὶ αὐταὶ γεγόναμεν. Ἀρχὴ γὰρ γενέσεως ἀνθρώπων ἡ τοῦ σπέρματος εἰς τοὺς αὔλακας τῆς μήτρας γίνεται καταβολὴ, ὅπως τὸ ἐκ τῶν ὀστέων ὀστοῦν, καὶ ἡ ἐκ τῆς σαρκὸς σὰρξ ἕτερος ἄνθρωπος ἀοράτῳ ληφθέντα δυνάμει πάλιν ἀπὸ τοῦ αὐτοῦ τεχνίτου δημιουργηθῶσι. Ταύτῃ γὰρ ἐκείνην ἡγητέον πληροῦσθαι τὴν φωνήν· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου.
Let us begin from Genesis, so that we may the more honour the Scripture. For the pronouncement of God and the ordinance concerning the begetting of children is admittedly being fulfilled even until now, the Creator still fashioning man. For this too is altogether manifest, that God is still working at the world, painting it, just as the Lord also taught, saying, My Father is working until now (John 5:17). But whenever the rivers shall have already ceased, casting themselves into the vessel of the sea, and the light shall have been completely separated from the darkness (for now it is still being separated), and the dry land shall henceforth cease to send up its fruits together with the creeping things and four-footed beasts, and the foreordained number of men shall have been filled up, then henceforth one must also abstain from the begetting of children. For now man must needs co-operate towards the image of God, while the world still stands together and is being framed. For Increase, it was said, and multiply (Gen. 1:28). And one must not abhor the ordinance of the Creator, from which we ourselves also have come into being. For the beginning of the generation of men is the casting down of the seed into the furrows of the womb, so that bone from bones and flesh from flesh, taken by an invisible power, may again be fashioned into another man by the same Craftsman. For in this way one must consider that utterance to be fulfilled: This is now bone from my bones, and flesh from my flesh (Gen. 2:23).
Notes, col. 48

On the reading

Printed περι, for περὶ.

PG 18:49Read from the page
Τοῦτο γὰρ ἴσως ἠνίσσετο καὶ ἡ μετὰ τὸν ὕπνον ἔκστασις ἐπιβληθεῖσα τῷ πρωτοπλάστῳ, προδιατυπουμένη τὴν ἐπὶ τῆς φιλοτησίας θέλξιν τοῦ ἀνδρὸς, ὁπότε διψήσας τέκνων ἐξίσταται, ταῖς παιδογόνοις θηλυνόμενος καθ' ὕπνον ἡδοναῖς, ἵνα πάλιν τι, ἀπὸ τῶν ὀστῶν αὐτοῦ καὶ τῆς σαρκὸς ἀποσπασθὲν, ἕτερος ἄνθρωπος, ὡς ἔφην, ἀναπληρωθῇ. Ἐκταρασσομένης γὰρ τῆς ἁρμονίας τῶν σωμάτων ἐν τοῖς κατὰ συνουσίαν ἐρεθισμοῖς, ὡς οἱ τετελεσμένοι τὴν γαμήλιον ἡμᾶς διδάσκουσι τελετὴν, πᾶν τὸ μυελῶδες τοῦ αἵματος καὶ γονιμώτατον, ὅπερ ἐστὶν ὑγρὸν ὀστοῦν, ἐκ πάντων ἐπαθροιζόμενον τῶν μελῶν, ἀφροποιῆσαν καὶ θρομβωθὲν, διὰ τῶν παιδογόνων εἰς τὴν ἔμψυχον τῆς θηλείας ἐξύεται γῆν. Εἰκότως ἄρα ἕνεκεν τούτου καταλιπεῖν λέλεκται τὸν πατέρα καὶ τὴν μητέρα, τότε πάντων ἀθρόως ἀμνημονήσας, ὅτε φιλοστόργοις ἑνούμενος τῇ γυναικὶ συμπλοκαῖς, κάτοχος ἐπιθυμίας γίνεται γεννητικῆς, παρέχων ἀφαιρεῖσθαι τῷ θείῳ τὴν πλευρὰν δημιουργῷ, ὅπως ἐξ υἱοῦ δὴ καὶ αὐτὸς πατὴρ πάλιν ἐκφανῇ.
For this perhaps was also hinted at by the trance after sleep cast upon the first-formed man, prefiguring the enchantment of the man in love-making, when, thirsting for children, he goes into a trance, softened as in sleep by child-begetting pleasures, so that again something torn away from his bones and his flesh may, as I said, be filled up as another man. For when the harmony of the bodies is thoroughly disturbed in the incitements of intercourse, as those initiated into the bridal rite teach us, all that is marrow-like and most fertile of the blood, which is liquid bone, gathered together from all the members, having turned to foam and curdled, is poured forth through the generative organs into the living earth of the female. Fittingly, therefore, on account of this he is said to leave his father and his mother, forgetting all things at once at that moment when, united to his wife in loving embraces, he becomes possessed by generative desire, offering his rib to be taken away by the divine Creator, so that from a son he himself too may again appear a father.
Οὐκοῦν εἰσέτι πλάσσοντος καὶ νῦν δὴ τὸν ἄνθρωπον τοῦ Θεοῦ, πῶς οὐ τολμηρὸν τὸ βδελύσσεσθαι τὴν παιδουργίαν, ἣν αὐτὸς οὐκ ἐπαισχύνεται ταῖς ἀμιάντοις ὁ Παντοκράτωρ ἐργαζόμενος χερσί; Πρὸ τοῦ γάρ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, τῷ Ἱερεμίᾳ φησί. Τῷ δὲ Ἰώβ· Μὴ σὺ, λαβὼν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἐποίησας, ἔφη, ἐπὶ τῆς γῆς; Καὶ ὁ Ἰὼβ πρὸς αὐτὸν εὐκτικῶς φέρεται, λέγων τό· Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με. Πῶς δὲ οὐκ ἄτοπον τὸ, ἀπαγορεύεσθαι γάμων συναλλαγὰς, προσδοκωμένων ἔτι καὶ μεθ' ἡμᾶς ἔσεσθαι μαρτύρων, καὶ τῶν ἀντιτασσομένων τῷ πονηρῷ, δι' οὓς δὴ καὶ τὰς ἡμέρας ὁ λόγος ἐπηγγείλατο κολοβωθήσεσθαι; Εἰ γὰρ φαῦλον, ὡς ἔφης, ἀπεντεῦθεν νενόμισται τῷ Θεῷ τὸ παιδοσπορεῖν, δι' ἣν αἰτίαν οἱ παρὰ δόγμα φυόμενοι καὶ τὴν βουλὴν τὴν θείαν, εὐάρεστοι δυνήσονται παραστῆναι τῷ Θεῷ; Ἢ πῶς οὐκ ἀνάγκη εἶναι κίβδηλον, ἀλλὰ μὴ θεοφυὲς τὸ τεχθὲν, εἰ παρὰ τὴν γνώμην καὶ τὸ διάταγμα δίκην παραχαράγματος πλάσσεται τῆς δυνάμεως; ἵνα δὴ καὶ ἀνθρώποις δύνασθαι δῶμεν ἀνθρωποπλαστεῖν.
Therefore, since God is still even now fashioning man, how is it notrash to abhor child-making, which the Almighty Himself is not ashamed to work with His undefiled hands? For Before I formed you in the belly, I know you (Jer. 1:5), He says to Jeremiah. And to Job: Did you, taking clay, fashion a living creature, and make it able to speak, He said, upon the earth? (Job 38:14 LXX). And Job addresses Him prayerfully, saying: Thy hands have made me, and fashioned me (Job 10:8). And how is it not absurd that the intercourse of marriage should be forbidden, when martyrs and those who range themselves against the evil one are still expected to exist even after us, for whose sake the word promised that the days also would be cut short (Matt. 24:22; Mark 13:20)? For if begetting children has henceforth been deemed base by God, as you said, for what reason will those born contrary to the decree and the divine counsel be able to stand well-pleasing before God? Or how is that which is born not necessarily counterfeit, and not divinely natured, if it is fashioned contrary to the mind and ordinance of the Power like a false coin—even granting that we allow to men the ability to fashion men?
Καὶ ἡ Μαρκέλλα ὑπολαβοῦσα, ὠ Θεοφίλα, μέγα σφάλμα, ἔφη, καὶ ἐναντίον οἷς εἶπας ἀναφαίνεται· καὶ οἴει λεληθέναι παρωσαμένη τηλικοῦτον νέφος; Ἥκει γὰρ ἐκεῖνος ὁ λόγος, ὃν ἴσως, ἀπαιτῶν σε τις ὡς σοφωτάτην, λέξει. Περὶ τῶν ἐκ μοιχείας ἀνόμως φυομένων τί φής; Ἔδωκας γὰρ εἰσελθεῖν εἰς τὸν κό-
And Marcella replying said: O Theophila, a great error and contrary to what you have said comes to light; and do you think to have escaped notice after pushing aside so great a cloud? For that argument comes, which someone demanding an account of you as most wise will perhaps state: Concerning those unlawfully born from adultery, what do you say? For you granted that to enter into the
Notes, col. 49

On the reading

Printed ὠ, for ὦ.