ΕΥΒΟΥΛ. Οὐκ ἄξιον περὶ τούτων, ὦ Γρηγόριον, νῦν σε φιλονεικεῖν· ἀλλ' ὅπερ ἐδεόμεθά σου, διήγησαι ἡμῖν τὰ γεγονότα ἐξ ἀρχῆς, καὶ μὴ ἄλλως ποίει.
EUBULUS. It is not worth while for thee to wrangle over these things now, O Gregorion; but, just as we begged of thee, relate to us from the beginning what took place, and do not do otherwise.
ΓΡΗΓΟΡ. Ἐγὼ δὲ πειράσομαι. Πρῶτον δέ μοι αὐτὸς ἀπόκριναι· Γινώσκεις δήπου τὴν θυγατέρα Φιλοσοφίας Ἀρετήν;
GREGORION. I shall try. First, though, answer me thyself: thou knowest, I suppose, Virtue, the daughter of Philosophy?
ΓΡΗΓΟΡ. Ταύτης εἰς κῆπον κληθεῖσαι, τὸν κατ' ἀνατολὰς, καρπεύεσθαι τῶν ὡραίων ἐπορευόμεθα· ἐγώ τε (ἔφη μοι ἡ Θεοπάτρα· ταύτης γὰρ ἐπυνθανόμην) καὶ ἡ Πρόκιλλα καὶ ἡ Τυσιανὴ, ὡς τραχεῖαν καὶ δύσβατον ὡδεύσαμεν, ὦ Γρηγόριον, καὶ ἀνάντη τρίβον! Ἐπειδὴ οὖν ἠγγίζομεν, ἡ Θεοπάτρα ἤδη ἔφη, τῷ χώρῳ, μεγάλη τις καὶ εὐειδὴς ἡσυχῆ βαίνουσα καὶ εὐσχημόνως, ὑπήντησεν ἡμῖν γυνὴ, στολὴν πάνυ εὔλαμπρον, ὥσπερ ἀπὸ χιόνος, ἠμφιεσμένη· θεῖον δέ τι καὶ ἀμήχανον ἀληθῶς ἅπασα κάλλος ἦν· αἰδὼς γὰρ αὐτῇ τῷ προσώπῳ πολλὴ μετὰ σεμνότητος ἐπήνθει. Τό τε βλέμμα βλοσυρὸν μετὰ πραότητος ἱλαρῶς οὕτω κεκερασμένον οὐκ οἶδα, ἔφη, ποτὲ θεασαμένη. Πάντα γὰρ ἀκαλλώπιστος ἦν, καὶ νόθον ἔφερεν οὐδέν. Αὕτη οὖν προσελθοῦσα μετὰ πολλῆς χαρᾶς, ἑκάστην ἡμῶν, μήτηρ ὥσπερ διὰ πολλοῦ θεασαμένη, περιεπτύξατο καὶ κατεφίλει· Ὦ θυγατέρες, σφόδρα μοι ποθούσῃ, λέγουσα, εἰς τὸν λειμῶνα τῆς ἀφθαρσίας ὑμᾶς εἰσαγαγεῖν, μόλις ἐληλύθατε, κατὰ τὴν ὁδὸν ποικίλων ὑμᾶς ἐκφοβησάντων ἑρπετῶν. Ἑώρων γὰρ ἀποσκοπεύουσα πολλάκις ἐκτρεπομένας, καὶ ἐδεδίειν μήπως ἀποπηδήσασαι κατολισθήσητε διὰ κρημνῶν. Ἀλλὰ χάρις, ᾧ ἡρμοσάμην ὑμᾶς, τέκνα, Νυμφίῳ, ἐπινεύσαντι πάντα τελεσιουργὰ ταῖς εὐχαῖς. Καὶ ἅμα ταῦτα λεγούσης, Εἰς τὸν περίβολον, ἔφη, φθάνομεν, ἀνεῳγμένων ἔτι τῶν θυρῶν· εἰσελθούσας δὲ καταλαμβάνομεν ἤδη τὴν
GREGORION. Having been invited to her garden towards the east to gather the seasonable fruits, we were on our way; and I (Theopatra told me, for of her I was inquiring) and Procilla and Tysiana, how rough and hard to pass a path we travelled, O Gregorion, and how steep! When therefore we were drawing near to the place, Theopatra now said, a tall and comely woman, walking quietly and gracefully, met us, clad in a robe exceedingly bright, as if of snow; and she was altogether a divine and truly indescribable beauty, for deep modesty together with majesty bloomed upon her face. And a gaze solemn yet so cheerfully blended with gentleness I do not know, she said, that I have ever beheld; for she was in all things unadorned, and bore nothing counterfeit. Approaching therefore with great joy, she embraced and kissed each of us, like a mother seeing us after a long time, saying: O daughters, to me who longed exceedingly to lead you into the meadow of incorruption, scarcely have you come, since manifold reptiles terrified you along the way. For watching from my lookout I saw you oftentimes turning aside, and I was afraid lest, springing away, you might slip down over the cliffs. But thanks be to the Bridegroom to Whom I have espoused you, children, Who has granted full accomplishment to all my prayers. And even as she was saying these things, she said, We reach the enclosure, while the gates are still open; and finding that they had already entered, we overtake