ὅ τε ἀρκτικὸς ἔξωθεν ἔχων τὸν τροπικόν. Καὶ αἱ μὲν Ἄρκτοι, περὶ αὐτὰς στρεφόμεναι καὶ βρίθουσαι τὸν διὰ τῶν πόλων ἄξονα, τὴν τοῦ παντὸς ἀπεργάζονται κίνησιν κόσμου, κατὰ τὰς ἀλλήλων ἰξύας ἔχουσαι τὰς κεφαλὰς, καὶ ἄχραντοι τοῦ καθ' ἡμᾶς ὁρίζοντος οὖσαι.
and the arctic circle having the tropic on the outside. And the Bears, turning around themselves and weighing down the axis that passes through the poles, effect the movement of the whole world, having their heads along each other's loins, and being untouched by our horizon.
Τὸν ζωδιακὸν δὲ πάντων ἐφάπτεσθαι τῶν κύκλων, λοξὴν ποιούμενον τὴν κίνησιν· εἶναί τε ἐν αὐτῷ ζωδίων ἀριθμὸν, ἃ καλεῖται δωδεκατημόρια δώδεκα, ἀπὸ Κριοῦ τὴν ἀρχὴν ἔχοντα μέχρι τῶν Ἰχθύων, ἃ κατηστερίσθαι παριστᾶσιν ἐχεμύθοις αἰτίαις· τὸν μὲν Κριὸν φάσκοντες τὸν τὴν Ἕλλην εἶναι τὴν Ἀθάμαντος διακομίσαντα καὶ Φρύξον εἰς Σκύθας· τὸ δὲ Βούκρανον εἰς τιμὴν Διὸς, τοῦ τὴν Εὐρώπην Ταύρου διαπεραιώσαντος εἰς τὴν Κρήτην· καὶ τὸν καλούμενον δὲ Γαλαξίαν κύκλον, ὃς τὴν ἀρχὴν ἀπὸ τοῦ συνδέσμου τῶν Ἰχθύων ἐπὶ τὸν Κριὸν ποιεῖ, ἀπὸ τῶν τῆς Ἥρας μαζῶν Ἡρακλεῖ προχυθῆναι λόγος Διὸς ταγαῖς. Ὥστε κατ' αὐτοὺς πρὸ τῆς Εὐρώπης ἢ Φρύξου, καὶ τοῖν Διοσκούροιν, καὶ τῶν ἄλλων ζωδίων, τῶν ἐξ ἀνθρώπων καὶ θηρῶν καταστερισθέντων, οὔπω γένεσις ἦν· ἀλλὰ χωρὶς γενέσεως ἐβίωσαν ἡμῶν οἱ παλαιότεροι. Ἐπιχειρητέον γὰρ μήπως τὸ ψεῦδος ἰσχύσωμεν, ὥσπερ ἰατροὶ, φαρμάκοις τῶν λόγων ἀμβλύναντες ἰατρικοῖς σβέσαι, τῇδε σκοποῦσαι τὴν ἀλήθειαν.
And they say that the zodiac touches all the circles, making its movement obliquely; and that there is in it a number of signs, which are called the twelve twelfth-parts, having their beginning from Aries as far as Pisces, which they represent as having been set among the stars for mythical causes: alleging that Aries is the Ram that carried Helle the daughter of Athamas and Phrixus across to the Scythians; and the Bull's Head in honour of Zeus, the Bull that carried Europa over to Crete; and the circle called the Galaxy, which makes its beginning from the band of Pisces unto Aries, the story goes was poured forth from the breasts of Hera for Heracles by the ordinances of Zeus. So that according to them, before Europa or Phrixus, and the two Dioscuri, and the other signs of the zodiac that were set among the stars from men and beasts, natal destiny did not yet exist; but our ancients lived without natal destiny. For we must endeavour, considering the truth in this way, whether haply we may be able, like physicians, having blunted falsehood with the healing medicines of words, to quench it.
Εἰ κρεῖσσον ἦν τὸ ὑπὸ γένεσιν εἶναι τοὺς ἀνθρώπους, ὦ σχέτλιοι, τοῦ μὴ εἶναι, δι' ἣν αἰτίαν οὐκ αὐτόθεν, ἀφ' οὗπερ ἔφυ τὸ γένος τῶν ἀνθρώπων, γένεσις ἦν; Εἰ δὲ ἦν, τίς ἡ χρεία τῶν ὑπόγυιον καταστερισθέντων, Λέοντος, Καρκίνου, Διδύμων, Παρθένου, Ταύρου, Ζυγοῦ, Σκορπίου, Κριοῦ, Τοξότου, Ἰχθύων, Αἰγόκερω, Ὑδροχόου, Περσέως, Κασσιοπείας, Κηφέως, Πηγάσου, Ὕδρου, Κόρακος, Κρατῆρος, Λύρας, Δράκοντος, καὶ τῶν ἄλλων, ἐξ ὧν εἰσηγεῖσθε κατακοσμηθέντας τοὺς πολλοὺς κατειληφέναι τὴν μαθηματικὴν ταύτην, μᾶλλον δὲ καταθεματικὴν πρόγνωσιν; Ἤτοι οὖν καὶ ἐπὶ τῶν ἔμπροσθεν γένεσις ἦν, καὶ μάταιος ἡ τούτων σύστασις· ἢ οὐκ ἦν, καὶ εἰς τὴν κρείσσονα κατάστασιν καὶ διαγωγὴν ὁ Θεὸς τὸν βίον μετέστησε, τῶν ἔμπροσθεν χείρονα βιωσάντων χρόνον. Ἀλλὰ κρείττους οἱ παλαιότεροι τῶν νῦν· ὅθεν καὶ χρυσοῦν ἐκλήθησαν γένος. Οὐκ ἄρα ἡ γένεσις.
If it were better, O wretched men, for men to be under natal destiny than not to be, for what cause did natal destiny not exist from the very first, ever since the race of men sprang up? And if it did exist, what was the need of those lately set among the stars, Leo, Cancer, Gemini, Virgo, Taurus, Libra, Scorpio, Aries, Sagittarius, Pisces, Capricorn, Aquarius, Perseus, Cassiopeia, Cepheus, Pegasus, Hydra, Corvus, Crater, Lyra, Draco, and the rest, from which you introduce the doctrine that the multitude, being adorned, have apprehended this astrological, or ratheraccursed foreknowledge? Either, then, natal destiny existed in the time of the men of old also, and the constitution of these signs is vain; or it did not exist, and God changed life into the better state and conduct, the men of old having lived a worse time. Yet the ancients were better than those of the present day; whence also they were called a golden race. Therefore natal destiny does not exist.