Τοὺς δὲ πέντε βασιλεῖς τῶν ἐθνῶν Ἰησοῦς ὁ τοῦ Ναυῆ κρυπτομένους εὑρὼν, εἰς σπήλαιον ὑπτίους ἐπὶ τῆς γῆς, ῥιφῆναι αὐτοὺς πρόσεταξε, καὶ καταπατεῖσθαι ὑπὸ τοῦ λαοῦ ἐπὶ τοῦ τραχήλου ποιήσας, ἀπέκτεινε· καὶ τὰ σώματα αὐτῶν ἐπὶ ξύλου ἀναρτή-
And Joshua the son of Nun, having found the five kings of the nations hiding in a cave, ordered them to be cast on their backs upon the ground, and having caused them to be trampled upon the neck by the people, he slew them; and having hung their bodies upon wood,
Ἀσὼρ δὲ, ὁ βασιλεὺς Ἰαβὶν, συμμάχους τοὺς πέριξ λαβὼν βασιλεῖς, πολλὴν συνήγαγε δύναμιν, ὡς εἰκάσαι τὸ πλῆθος τῆς στρατείας αὐτῶν τῇ ἀναριθμήτῳ τῆς θαλάσσης ψάμμῳ, καὶ ἀντιπαρετάξατο τῷ Ἰησοῦ. Ὁ δὲ αὐτοῖς ἄφνω ἐπιπεσὼν Ἰησοῦς αὐτόν τε καὶ πάντας τοὺς συμμάχους πανστρατὶ κατέσφαξε, καὶ τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε, καὶ πᾶσαν αὐτῶν τὴν γῆν τοῖς Ἰσραηλίταις διένειμε· τῇ μὲν φυλῇ τοῦ Ῥουβὶν τὴν τῶν Ἀμοῤῥαίων γῆν ἀπεκλήρωσε καὶ τὴν Ῥαφασὴν, τὴν δὲ Γὰδ τὴν αὐτὴν γῆν τῶν Ἀμοῤῥαίων, καὶ τὸ ἥμισυ φυλῇ Μανασσῆ ἀπένειμε, καὶ τῇ φυλῇ Ἰούδα τὴν τῶν Ἑβραίων, καὶ Χετταίων, καὶ τὴν Ἐνακείμ. Ἤγουν Ἰούδα φυλὴ, σύμμαχον λαβοῦσα τὴν φυλὴν Συμεὼν, τοὺς Χαναναίους καὶ Φερεζαίους ἐπόρθησε, καὶ φεύγοντα τὸν Ἀδωνιβεζὲκ χειρωσάμενοι, τοὺς πόδας αὐτοῦ καὶ τὰς χεῖρας ἠκρωτηρίασαν· καὶ κατοδυρόμενος ἑαυτὸν ἔφη· « Καθὼς ἐποίησα, οὕτω μοι ὁ Θεὸς ἀνταπέδωκεν. Ἑβδομήκοντα γὰρ βασιλεῖς, τὰ ἄκρα τῶν ποδῶν αὐτῶν καὶ τῶν χειρῶν ἐκκεκομμένοι, ὑποκάτω ἦσαν τῆς τραπέζης μου τὰ ἐμπίπτοντα ἀναλέγοντες. » Κομισθεὶς οὖν εἰς Ἱερουσαλὴμ παραυτίκα ἀπέθανε. Τῇ δὲ φυλῇ Ἐφραῒμ τὴν τῶν Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Σαμαραίων· καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ τὴν τῶν Γερσαίων, καὶ Ἀμοῤῥαίων γῆν ἀπένειμεν Ἰησοῦς· τὴν δὲ τῶν Ἑβραίων, καὶ Ἀμοῤῥαίων, καὶ Ἰεβουσαίων τῇ τοῦ Βενιαμὶν ἐκληροδότησε· τῇ δὲ τοῦ Συμεὼν τὴν τῶν Ἑβραίων καὶ Φερεζαίων· καὶ τῇ τοῦ Ζαβουλὼν τὴν τῶν Φερεζαίων· τὴν δὲ τῶν Κιναίων τῇ Νεφθαλείμ· καὶ τῇ φυλῇ τοῦ Δὰν τὴν Ἀμοῤῥαίων· τῇ δὲ φυλῇ Ἰσσάχαρ, καὶ τῇ φυλῇ Ἀσὴρ τὴν τῶν Φερεζαίων. Ταύτην πᾶσαν διανείμας τὴν γῆν Ἰησοῦς ρʹ καὶ ιʹ βιώσας ἔτη, ἀπέθανεν. Ἐλεαζάρου δὲ τοῦ υἱοῦ Ἀαρὼν τελευτήσαντος τὴν ἀρχιερωσύνην Φινὲς ὁ υἱὸς αὐτοῦ διεδέξατο. Μετὰ δὲ τὴν τελευτὴν Ἰησοῦ Ναυῆ οἱ Ἰσραηλῖται, ἀποστάντες τοῦ Θεοῦ, τῇ Ἀστάρτῃ ἐλάτρευσαν καὶ παρ-
And Hazor, the king Jabin, having taken the surrounding kings as allies, gathered a great force, so as to liken the multitude of their army to the innumerable sand of the sea, and drew up in battle array against Joshua (Josh. 11). And Joshua, having fallen upon them suddenly, slaughtered both him and all his allies with their whole army, and hamstrung their horses, and distributed all their land to the Israelites; to the tribe of Reuben he allotted the land of the Amorites and Raphasen, and to Gad the same land of the Amorites, and the half he assigned to the tribe of Manasseh, and to the tribe of Judah that of the Hebrews, and Hittites, and Enakim (Josh. 13). Namely, the tribe of Judah, having taken as ally the tribe of Simeon, ravaged the Canaanites and Perizzites (Judg. 1), and having overpowered Adonibezek as he was fleeing, they mutilated his feet and his hands; and lamenting himself he said: "Just as I did, so God has repaid me. For seventy kings, having the extremities of their feet and of their hands cut off, were underneath my table gathering up the things that fell." Having been brought therefore to Jerusalem, he immediately died. And to the tribe of Ephraim Joshua assigned the land of the Amorites, and Perizzites, and Samarites; and to the half of the tribe of Manasseh that of the Girgashites, and Amorites; and that of the Hebrews, and Amorites, and Jebusites he gave as an inheritance to that of Benjamin; and to that of Simeon that of the Hebrews and Perizzites; and to that of Zebulun that of the Perizzites; and that of the Kenites to Naphtali; and to the tribe of Dan that of the Amorites; and to the tribe of Issachar, and to the tribe of Asher that of the Perizzites. Having distributed all this land, Joshua, having lived 100 and 10 years, died (Josh. 24). And when Eleazar the son of Aaron died, Phinehas his son succeeded to the high-priesthood. And after the death of Joshua the son of Nun, the Israelites, having fallen away from God, served Astarte (Judg. 3) and