φθέγγεται νοῦ σωφρόνως· ἀλλ' ἐν τοῖς ἐνδοτάτω μορίοις ἐμφωλεύων ὁ δαίμων, αὐτὴν ἐπινέμεται, καὶ βλάπτει τὴν φρόνησιν· ἐκ δὲ τῆς γαστρὸς ἐξηχεῖ μυθώδη πλάσματα συγκροτῶν· εἰς ποικίλα δὲ μεταμορφούμενος εἴδη, διαφόροις ἰνδάλμασιν ὑπάγει τὴν ψυχήν. Ἐπειδὴ δὲ παντοδαποῖς ἐναλλάττεται σχήμασι πολυπρόσωπος ὢν, οὐδὲν ἧττον ἔτι καὶ ἐκ τῆς γῆς ἀναβαίνειν ὑποκρίνεται καὶ φωνεῖν· εἶτα παρ' ἑκάτερα τὰς διακονίας ἀμείβων ὁμοῦ ταῖς μορφαῖς, ἄλλον μὲν τὸν ἀναβαίνοντα παρὰ τὸν τοῦ καλοῦντος δοκεῖ παριστᾷν· ὁ αὐτὸς δὲ, τῇδε κἀκεῖσε περιτρέχων, ἀλλάττει τὰς ἰδέας, ἵνα ἔργοις ἀποδεικνύοι καὶ λόγοις, ὅτι ψεύστης ἐστίν· ὑποτυποῦται γοῦν αὐτὰ τὰ πρόσωπα νεκρῶν ἀνάγειν, ὡς εἰκός ἐστιν ἐκ τοῦ τοιοῦδε δράματος ὑπολαβεῖν· ἀμειδεῖ μὲν ὄψει, σκυθρωπὰ δὲ φάσματα πεπλασμένως εἰσάγων· ὅλα δὲ κατηφῆ καὶ νεκρᾶς ὀδμῆς ἀνάπλεα παριστῶν, ὡς ἐξ ᾅδου μετακεκλημένα δεινοποιεῖ, καὶ καθάπερ εἱρκτῆς ἢ δεσμῶν ἀνειμένα πρὸς ὀλίγον, εἶτα πάλιν ἐντεῦθεν ἐκεῖσε διαβαίνοντα. Τοιγάρτοι καὶ καταπλήττει τοῖς δείμασι τὴν ψυχὴν ἐκ τῶν ὄψεων· ὠχρὰ μὲν εἴδη πλάττων· ὄμμα δὲ βλοσυρὸν ἢ κατηφὲς, ἅτε δὴ νεκρῶν ἀρτίως ἐμπνεῖν, καὶ πάλιν ὑπισχνουμένων. Εἴωθε γὰρ ὑποκρίσει συσχηματίζεσθαι τοῖς δεινοῖς ὁ πλαστογράφος. Ἀλλ' ἔσθ' ὅτε δὲ συνεργοῖς ἀποκέχρηται τοῖς ὁμοηθέσιν αὐτῷ δαίμοσιν· οὔτε δὲ ψυχὰς ἐξ ᾅδου μεταπέμπεται προφητῶν· οὔτε πνεύματα δικαίων, οὔτε τὰς ἀγγελικὰς ἀξίας, ἀλλὰ τοὐναντίον ἐγένετο μὲν εἰς τὸ καταπιέζεσθαι πρὸς τῶν ἀγγέλων· ἐξεδόθη δὲ τοῖς ἀρίστοις ἀνδράσιν, ὥστε πατεῖσθαι πρηνὴς εἰς τοὔδαφος ἀποῤῥαγείς. Ἀλλ' οὗτος μὲν ἐκ τῶν ἀνωτάτω, ῥοιζήματι βιαίῳ κατενεχθεὶς ὑπεστόρεσε τὰ νῶτα· μόνῳ δὲ τῷ παντοκράτορι πάρεστι Θεῷ καὶ τῷ θειοτάτῳ τούτου Παιδὶ ἀνάγειν ψυχὰς ἐξ ᾅδου· καὶ χοροὺς ἀγγέλων ἐν τάξει παρεστῶτας ἔχειν, ὅπερ ἴδιον ἔκκριτον ὑπάρχει τῆς τοῦ θείου φύσεως.
mind does she speak soberly; but lurking in the innermost parts the demon feeds upon it, and harms the understanding; and from the belly he sounds forth, knocking together fabulous fictions; and transforming himself into varied shapes, he leads on the soul with different phantoms. And since he changes into manifold figures, being many-faced, none the less does he also pretend to come up from the earth and cry out; then on either side exchanging his ministries together with his forms, he seems to present the one coming up as another beside that of the caller; while the same one, running about hither and thither, changes his appearances, that by deeds and words he might show that he is a liar; accordingly he pretends to bring up the very persons of the dead, as it is natural to suppose from such a drama; with unsmiling look bringing in gloomy spectres fictitiously; and presenting all things downcast and full of dead stench, he makes a恐怖 spectacle of them as summoned from Hades, and as though loosed for a little while from prison or bonds, then again passing over from hence thither. Wherefore also he strikes the soul with terrors from the sights: fashioning pale forms, and agrim or downcast eye, as of dead men promising just now to breathe again. For the forger is accustomed by hypocrisy to conform himself to terrible things. Yet sometimes he also makes use of demons of like habits with himself as fellow-workers; but he neither summons souls of prophets from Hades, nor spirits of righteous men, nor the angelic dignities, but on the contrary he came to be trodden down by the angels, and was given over to the best men, so as to be trampled headlong, dashed down to the ground. Now this one, swept down from the highest places with a violent rushing sound, spread out his back beneath; whereas it belongs to the almighty God alone and to His most divine Child to bring up souls from Hades, and to have choirs of angels standing by in order, which is the special property of the nature of the Divine.
Εὐχαριστοῦμεν Θεῷ, κράτιστε βασιλεῦ, τῷ τὴν ἐπίγειον συνθύνοντί σοι βασιλείαν· τῷ τὴν πλάνην τῶν εἰδώλων διὰ σοῦ καταργήσαντι, καὶ τῶν πιστῶν καταστήσαντι ἐν παῤῥησίᾳ τὸν εὔθυμον. Πέπαυται κνίσσα δαιμόνων· καταλέλυται πολυθεΐας Ἑλληνικῆς τὰ σεβάσματα· τὸ τῆς ἀγνωσίας ἀπελαύνεται σκότος· τῷ τῆς θεογνωσίας φωτὶ ἡ οἰκουμένη καταυγάζεται· Πατὴρ δοξολογεῖται· Υἱὸς συμπροσκυνεῖται· τὸ Πνεῦμα τὸ ἅγιον καταγγέλλεται· Τριὰς ὁμοούσιος, μία
We give thanks to God, most mighty Emperor, Who directs for you the earthly kingdom; Who through you has abolished the error of idols, and has established in boldness of speech the cheerful state of the faithful. The sacrificial savour of demons has ceased; the objects of worship of Hellenic polytheism have been dissolved; the darkness of ignorance is driven away; the inhabited world is illuminated with the light of the knowledge of God; the Father is glorified; the Son is worshipped together with Him; the Holy Spirit is proclaimed; a consubstantial Trinity, one