μενα καὶ τὰ ἐρχόμενα τῶν ζώων χαριαὶ ἐφ' ὧν μὴν ἂν δύνωνταί τι δρᾶσαι ἐνεργοῦσιν, ἐφ' ὧν ἂν μὴ δύνωνται φθίνωσι. Διόπερ ταύτῃ μᾶλλον κεχώρηται ἐν ἀνθρώπῳ ὁ Υἱὸς τοῦ Θεοῦ, ὅτι μὴ ἦν αὐτῷ τοῦτο ἀδύνατον· ὅτι δυνάμει καὶ ἔπαθεν ἀπαθὴς μένων, καὶ ἔθανεν, ἀθανασίαν τῷ θνητῷ χαριζόμενος. Σῶμα μὲν γὰρ ὑπὸ σώματος τυπτόμενον ἢ τεμνόμενον τοσοῦτον τύπτεται ἢ τέμνεται, ὅσον ἂν τὸ τύπτον τύπτει, καὶ τὸ τεμνόμενον τέμνει. Κατὰ ἀντιτύπησιν γὰρ τοῦ ὑποκειμένου τῷ τύπτοντι ἡ πληγὴ γίνεται, ἐν ἴσῳ πάθει τῶν ἑκατέρων ὄντων καὶ τοῦ δρῶντος καὶ τοῦ δρωμένου. Ἀμέλει ἐὰν μὴ τὸ τεμνόμενον μετὰ ὀλίγης ἕξεως ἀντιτορήσῃ τῷ τέμνοντι, τὸ τεμνόμενον τέμνειν οὐ δυνήσεται. Τῇ γὰρ φορᾷ ξίφους οὐκ ἀντιπαραμείναντος τοῦ ὑποκειμένου σώματος, ἀλλὰ συνείξαντος μᾶλλον, ἄπρακτος γίνεται ἡ ἐνέργεια· οἷον καθάπερ καὶ ἐπὶ τῶν λεπτομερεστέρων σωμάτων πυρὸς, ἀέρος. Ἐκλύεται γὰρ ἐν τοῖς τοιούτοις ἀνενέργητος τῶν στερεωτέρων ὁρμῆς σωμάτων. Εἰ δὲ πῦρ, ἢ ἀὴρ, λίθος, ἢ σίδηρος, ἢ ξύλον, ἢ ἄλλο, οἷς οἱ ἄνθρωποι χρώμενοι καθ' ἑαυτῶν ἀλληλοφονοῦσι, τρῶσαι δὲ καὶ διελεῖν οὐ δύναται παρὰ τὸ τῆς θικτικῆς τε αὐτὸ καὶ λεπτομερεστέρας φύσεως τυγχάνειν· πῶς οὐ μᾶλλον ἄτρωτός γε ἔμεινεν ἡ Σοφία καὶ ἀπαθὴς, οὐδὲν πρὸς οὐδενὸς κακυνομένη, κἂν τεμνόμενον συνῆν καὶ προσηλωμένον τῷ σώματι, βελτίων καὶ καθαρωτέρα φύσεως πάσης μετὰ τὸν γεννησάμενον αὐτὴν Θεὸν ὑπάρχουσα;
and the coming graces of living beings: in the things wherein indeed they are able to do something they operate, and in the things wherein they are not able they waste away. Wherefore in this way rather was the Son of God contained in man, because this was not impossible for Him; because by power He both suffered while remaining impassible, and died, bestowing immortality upon the mortal. For a body struck or cut by a body is struck or cut just so much as that which strikes strikes, and that which cuts cuts. For the blow takes place according to the resistance of the underlying object to that which strikes, both the agent and the patient being in equal affection. Doubtless unless that which is cut bores back against that which cuts with some slight state of resistance, it will not be able to cut that which is cut. For when the underlying body does not stand firm against the sweep of a sword, but rather yields together with it, the operation becomes ineffectual, just as also in the case of the subtler bodies of fire and air. For in such things the impulse of more solid bodies is dissolved without effect. And if fire, or air, a stone, or iron, or wood, or anything else wherewith men, using them against themselves, slay one another, cannot wound and divide because of its being of a tangible and subtler nature, how much more did Wisdom remain unwounded and impassible, harmed in nothing by anything, even though It was conjoined with a body being cut and nailed, being better and purer than every nature after God Who begot It?
Ἴσως δὲ, ἐπεὶ οἱ φίλοι τοῦ Ἰὼβ ᾤοντο τὴν αἰτίαν κατειληφέναι δι' ἣν ταῦτα ἔπασχε, πρὸς ἐκείνους ἀποτεινόμενος ὁ δίκαιος, τὴν περὶ τῶν κριμάτων τοῦ Θεοῦ σοφίαν ἄληπτον εἶναι ὁμολογεῖ, οὐ μόνον αὐτῷ, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ, καὶ τὴν ἐπιστήμην τῆς βουλῆς τοῦ Θεοῦ μὴ ἱκανὸν εἶναι παραδέξασθαι τὸν περίγειον τόπον, ἀποφαίνεται. Φαίη δ' ἄν τις σοφίαν ἐνταῦθα τὴν τελείαν εὐσέβειαν εἰρῆσθαι, πρᾶγμα θεῖον, ὑπὸ μόνου τοῦ Θεοῦ τοῖς ἀνθρώποις δωρούμενον. Ὁ δὲ νοῦς τῶν ῥητῶν οὗτος· Μεγάλα, φησὶν, ὁ Θεὸς τοῖς ἀνθρώποις ἐδωρήσατο, ἐν τῇ φύσει κατασπείρας αὐτῶν τὸ ἐρευνητικὸν, καὶ σοφὸν, καὶ τεχνικόν· ὅπερ λαβόντες οἱ ἄνθρωποι, γῆν τε μεταλλεύουσι καὶ γεωργοῦσι· τὴν δὲ κατὰ θεοσέβειαν σοφίαν οὐκ ἐν τόπῳ τινὶ ἔστιν εὑρεῖν· οὐκ οἴκοθεν ταύτην ἄνθρωπος ἀναλαβεῖν δύναται· οὐκ ἄλλοις παραδοῦναι. Ὅθεν καὶ οἱ Ἑλλήνων σοφοὶ, ἰδίᾳ δυνάμει
And perhaps, since the friends of Job thought they had grasped the cause on account of which he suffered these things, directing his words towards them the righteous man confesses that the wisdom concerning the judgements of God is incomprehensible, not only to himself, but also to every man, and declares that the earthly place is not sufficient to receive the knowledge of the counsel of God. And one might say that wisdom here means perfect piety, a divine thing, bestowed upon men by God alone. And the sense of the words is this: God, he says, has bestowed great things upon men, having sown in their nature the investigative, and wise, and skilful faculty; having received which, men both mine and till the earth; but the wisdom that is according to godliness cannot be found in any place; a man cannot take this up from himself, nor hand it on to others. Wherefore also the wise men of the Greeks, by their own power