PG 18:345Read from the pageΚάλλιστον ταῖς ἀληθείαις καὶ ἐπαινετὸν κλητέον τοῦτο, ὅπερ ἂν αὐτὸς εἶναι ὁ Θεὸς ἡγήσηται καλόν· κἂν ὑπὸ πάντων ἐξουθενῆται καὶ χλευάζηται· ἀλλ' οὐχ ὥσπερ οἱ ἄνθρωποι νομίζουσι.
Most noble in truth and praiseworthy must that be called which God Himself deems to be good, even if it be despised and mocked by all, and not as men suppose.
Μετάνοια τότε ἁμαρτήματος παντὸς γίνεται ἀπαλειπτικὴ, ὅταν ἐπὶ τῷ γενομένῳ ψυχῆς σφάλματι ἀναβολὴν μὴ δέξηται· μηδὲ παραπέμψει τὸ πάθος εἰς χρονικὸν διάστημα· οὕτω γὰρ οὐχ ἕξει καταλεῖψαι ἴχνος ἐν ἡμῖν τὸ κακόν· ἅτε ἅμα τῷ ἐπιβῆναι ἀποσπασθὲν δίκην φυτοῦ ἀρτισυστάτου.
Repentance then becomes obliterative of every sin when upon the fault of the soul that has occurred it admits no delay, nor puts off the passion into an interval of time; for thus the evil will not be able to leave a trace in us, since simultaneously with its setting foot in us it is torn up like a newly planted shoot.
Ἡμέτερον μὲν ὄντως ἐστὶ κακὸν ἡ πρὸς τὸν Θεὸν ἀνομοιότης τε καὶ ἄγνοια· ἀγαθὸν δὲ ἔμπαλιν πηλίκον ἡ πρὸς αὐτὸν ἐξομοίωσις. Φαίνεται γοῦν οἰκεῖον μὲν, ἀληθῶς ἀγαθὸν, ἡ περὶ τὸ ἄφθαρτόν τε καὶ θεῖον ἐπιστροφὴ καὶ πίστις· κακὸν δὲ ἡ περὶ αὐτὸν ἄγνοια καὶ ῥᾳθυμία· εἴγε τὰ ἐν ἡμῖν καὶ ἐξ ἡμῶν φυόμενα, ταῦτα ἡμέτερα τυγχάνουσι· κακοποιητικὰ ὄντα πονηρίας.
Truly our own evil is unlikeness to God and ignorance; and on the contrary how great a good is assimilation to Him. There appears therefore as our own, a truly good thing, conversion and faith towards the incorruptible and divine; and as evil, ignorance and sloth concerning Him, seeing that the things that grow in us and out of us, these happen to be our own, being productive of the harm of wickedness.
ΤΟΥ ΑΓΙΟΥ ΜΕΘΟΔΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΜΑΡΤΥΡΩΝ ΛΟΓΟΥ.
OF SAINT METHODIUS FROM THE DISCOURSE CONCERNING MARTYRS.
Οὕτω γὰρ θαυμαστὸν καὶ περισπούδαστόν ἐστι τὸ μαρτύριον, ὅτι αὐτὸς ὁ Κύριος, ὁ Υἱὸς τοῦ Θεοῦ, τιμῶν αὐτὸ ἐμαρτύρησεν, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, ἵνα καὶ τούτῳ τὸν ἄνθρωπον τῷ χαρίσματι εἰς ὃν κατέβη, στέψῃ.
For so marvellous and earnestly desired is martyrdom, that the Lord Himself, the Son of God, honouring it bore witness, not deeming it robbery to be equal with God (Phil. 2:6), so that with this gift also He might crown man, unto whom He came down.