PG 18:1153Read from the pageλέλοιπε τῆς τοῦ Θεοῦ διοικήσεως. Πολλάκις δὲ ἔστιν ἰδεῖν καὶ δικαίους ἡμαρτηκότας ὑπὸ ἀσεβεῖς γενομένους· ὥσπερ εὐγενῆ παῖδα πατρὶ μὴ πειθόμενον, διὰ ξένου τυπτόμενον, ἵνα μετὰ τῆς ἀλγηδόνος τῶν πληγῶν, καὶ ἡ ἀτιμία τοῦ διακονουμένου μεταβάλῃ τὸν πλημμελοῦντα· ἓν γάρ τι καὶ μόνον, ἔφαμεν, καὶ ἀληθές ἐστιν, ὡς ὁ πρὸς Θεοῦ γενόμενος ἄνθρωπος ἀπαιτεῖται κατὰ τὸν βίον τὸ συνέσει λογισμοῦ κατορθῶσαι τὸ κατὰ μηδὲν ἀδικεῖν τὴν ἀρετήν· ᾧ δή τις προσέχων καὶ μόνῳ, [μακαριώτατος ἂν γένοιτο, κἂν] μηδὲν ἕτερόν τι κατὰ τὸν βίον ἔχῃ. Τοῦτο τοίνυν εἰ δι' ὅλου τοῦ περὶ Προνοίας λόγου μνημονεύοιτο, οὐδὲν ἂν ὑποπτεύοιτο πρὸς ἀνισότητα καὶ ἀταξίαν τῶν πρὸς Θεοῦ διοικουμένων· εἰ μὲν γὰρ εὕροι τις ἂν, ὡς ἄλλῳ μὲν ἀνεῖται τῆς εὐσεβοῦς ἀρετῆς ἡ πορεία, ἄλλῳ δὲ ἀποκέκλεισται, ἐνταῦθα πρὸς τὸ νῦν κεφάλαιον τῶν ἀγαθῶν καὶ ἡ ἀνισότης διαβολὴν ἂν ἔχειν ἔδοξε τῆς διοικήσεως· εἰ δὲ δι' οὗ καὶ μόνου γένοιτ' ἄν τις ὡς ἀληθῶς μακάριος, τοῦτο κοινὸν ἐπίσης πρὸς ἐξουσίαν τοῖς ἅπασι πρόκειται· ποίαν διαφορὰν εἴποι γε ἄν τις, κἂν ᾖ φιλαίτιος, ἢ ἀνισότητα, ὁπότε τῶν ἐκτὸς αἱ πλεονεξίαι αὖθις πρὸς ἰσότητα τοῖς λογισμοῖς ἀνακλῶνται; ὡς οὐκ ἔλαττον μὲν ἢ καὶ μᾶλλον ἡδομένου τοῦ πένητος οἷς προσφέρεται τροφίοις τοῦ πλησίου.
of the administration of God. And often it is possible to see even righteous men who have sinned coming under impious men; just as a well-born boy disobeying his father is beaten through a stranger, in order that along with the pain of the blows, the dishonour of him who ministers may also change the offender; for one thing and one alone, we said, is also true, that man made by God is required throughout life to achieve by understanding of reason the wronging of virtue in nothing; to which alone indeed if someone attends, [he would become most blessed, even if] he have nothing else in life. If this, therefore, be remembered throughout the whole discourse concerning Providence, nothing would be suspected towards inequality and disorder in the things administered by God; for if indeed someone could find that to one the path of pious virtue is open, while to another it is shut off, here against the present chief point of good things inequality too would have seemed to hold a slander against the administration; but if that through which alone someone might become truly blessed lies open in common equally within the power of all, what difference could anyone speak of, even if he be fond of finding fault, or what inequality, when the advantages of external things are bent back again towards equality by reasonings? as the poor man is pleased no less or even more with the foods offered to him than the rich man.
Καὶ τὰ περὶ σκέπην δὲ ὁμοίως ἔχει, κἂν ἧττον ὑπάρχει τίμια, καὶ τύπος αἰσθήσεως τὰ συνήθως παρακείμενα, ὡς μηδένα τοῦ πλείονος ἐπαισθάνεσθαι, διὰ τῆς συνηθείας τῆς αἰσθήσεως ἀμαυρουμένης· μηδὲ ἄλλον τοῦ ἐλάττονος, καὶ τοῦτον διὰ συνηθείας τὸ ἐνδέον πρὸς τὴν αἴσθησιν μὴ ἄγοντα. Αὐτίκα βάρβαροι γυμνοὶ τό γε πλέον τοῦ σώματος διάγοντες, καὶ ἄστρωτοι καθεύδοντες, καὶ λυπροῖς αἰδέσμασι διαιτώμενοι, οὐκ ἠνέσχοντο πώποτε καταλιπεῖν τὴν φίλην δίαιταν, ὡς διὰ τῆς συνηθείας τὸ ἐνδέον αὐτῶν μηδὲν καθορῶντες, μᾶλλον δὲ ταύτην μηδ' ἀπολιπεῖν οἷοί τε ὄντες· ἢ θᾶττον μὲν ἂν καὶ τὸ ὑγιαίνειν καταλίποιεν, θᾶττον δ' ἂν καὶ τὸ πρὸς κρυμοὺς καὶ ἡλιακὴν φλόγα καρτερεῖν ἀποκτήσαιντο.
And the things concerning shelter also hold similarly: even if the things customarily lying at hand are less costly, they are a standard of perception, so that no one perceives the greater, since perception is dulled through custom; nor another the lesser, as he too through custom does not bring what is lacking to perception. For instance, barbarians passing their lives naked as to the greater part of the body, and sleeping without bedding, and living on wretched garments, have never endured to abandon their dear way of life, as through custom perceiving nothing at all of their lack, or rather not even being able to leave it behind; or they would sooner abandon even being healthy, and sooner lose their endurance against frosts and solar flame.
Καὶ πρός γε τὸ ζῆν οὐδεὶς οὐδενὸς πλέον ἔχει κατὰ τὸν βίον· κοιναὶ μὲν γὰρ πᾶσιν αἱ φυσικαὶ διαναπαύσεις ἀνακλίσεών τε καὶ ὕπνων, κοιναὶ δὲ τροφαὶ καὶ ἀπολαύσεις, εἴ τις τὸ μὲν διάφορον συνετῶς παρέλθοι, τὴν δὲ χρῆσιν τῇ αἰσθήσει δοκιμάζοι· κοιναὶ δὲ οὐκ ἔλαττον ἀκριβῶς καὶ αἱ λύπαι ψυχῶν τε καὶ σωμάτων· καὶ μᾶλλον εὑρεθείη τις ἂν τούτων ὑπερβολὴ παρὰ τοῖς πλέον κατὰ τὸν βίον ἔχειν δοκοῦσιν. Ὥστε καὶ τούτων κατὰ τὸ ἀληθὲς οὕτως ἐχόντων, ποῦ ἂν εἴη τὸ ἄνισον τῆς τοῦ Θεοῦ διοικήσεως, ποικιλίαν, οὐκ ἀνισότητα τοῖς καθ' ἡμᾶς ἀντιθέντος; ἕτερον γὰρ τυγχάνει ποικιλία σοφίας ἐν κόσμῳ διαπρέπουσα, καὶ ἕτερον ἀταξία διοικήσεως. Εἰ δέ τις εὕροι ἂν τοὺς μὲν ἀπαθεῖς φύσει τῶν ἀνθρώπων,
And towards living, indeed, no one has more than anyone else in life; for common to all are the natural repose of reclinings and of sleep, and common are foods and enjoyments, if one should sensibly pass by the difference and test the use by perception; and common no less strictly are also the griefs both of souls and of bodies; and rather would an excess of these be found among those who seem to have more in life. So that since these things also in truth hold thus, where would be the inequality of the administration of God, Who has set variety, not inequality, over against our affairs? For variety of wisdom shining forth in the world is one thing, and disorder of administration is another. Whereas if someone could find some of men impassible by nature,
Notes, col. 1153
On the reading
Printed τροφίοις, for τροφείοις.
Printed πλησίου, for πλουσίου.
Printed αἰδέσμασι, for ἐδέσμασι.
PG 18:1156Read from the pageτοὺς δὲ ἐμπαθεῖς καθ' ἑκάτερον ψυχήν τε καὶ σῶμα· καὶ τοὺς μὲν ἄνευ τροφῆς· ἢ τοὺς μὲν ἀνεπιδέκτους κακίας, τοὺς δὲ δεκτικούς· ἔτι μὴν τοὺς μὲν θνητοὺς, τοὺς δὲ ἀθανάτους· καλῶς ἂν ὁ τοιοῦτος ἀταξίαν τε καὶ ἀνισότητα κατείποι τῆς διοικήσεως, ὡς ἀποκληρώσει τινὶ μᾶλλον ἢ λόγῳ τοῦ Θεοῦ τὰ καθ' ἡμᾶς διοικοῦντος. Εἰ δὲ τρόπος μὲν ὁ αὐτὸς τοῖς πᾶσι γενέσεως, μία δὲ καὶ ἡ αὐτὴ τῆς φύσεως ἡ ἀνατροφὴ, τῶν δὲ ἀναγκαίων, ὧν ἄνευ συστῆναι ἀδύνατον, κοινὴ τοῖς ἅπασιν ἐπίσης ἡ χορηγία, τέλος δὲ τῶν ἁπάντων ἓν καὶ μόνον· τῆς ἰσότητος πρὸς ἄκραν ἀκρίβειαν ἐν ἅπασι φαινομένης, ἢ τυφλὸς παντελῶς ὁ διαβάλλων εἰς ἀταξίαν τοῦ Θεοῦ τὴν πρόνοιαν, ἢ ἐχθροῖς ὄμμασι καθορῶν τὰ πράγματα, ἥκιστα πιστεύεται δίκαιος. Εἰ γὰρ ἡ διαφορὰ τὴν ἀταξίαν ἔχει, τὸ κόσμιον τῆς ποικιλίας, τεχνίτῃ γε πανσόφῳ λίαν ἁρμόττον, ὁ τοιοῦτος διαβάλλει. Καὶ προϊὼν κακιζέτω καὶ τὸ ποικίλον τῶν χρωμάτων, καὶ τῶν ἐδεσμάτων καὶ πομάτων τὸ διάφορον· ἅπερ ἀναλαμβάνει γε θαυμασίως τὰς αἰσθήσεις τῶν προσφερομένων.
and others subject to passions in respect of both soul and body; and some without food; or some incapable of receiving vice, and others capable of receiving it; and furthermore some mortal, and others immortal: rightly would such a one allege disorder and inequality against the administration, as though God administered our affairs by some arbitrary allotment rather than by reason. But if the manner of birth is the same for all, and the nurture of nature is one and the same, and the supply of necessaries, without which it is impossible to subsist, is common to all equally, and the end of all is one and one alone: since equality appears to the utmost exactness in all things, either he who slanders the providence of God as disorder is altogether blind, or, beholding affairs with hostile eyes, he is least of all believed to be just. For if difference involves disorder, such a one slanders the comeliness of variety, which is very fitting for an all-wise artificer. And going further let him blame also the variety of colours, and the diversity of foods and drinks, which wondrously refresh the senses of those who partake of them.
Ἐντεῦθεν ἐξῆλθον οἱ λίαν ἀθλιώτατοι, πρὸς εἱμαρμένην τὸ ἄτοπον τῆς ἀνισότητος διὰ ταῖν δυοῖν ἀρχαῖν βεβαιοῦν δοκοῦντες· ἀλλὰ δέδεικται μὲν τοῖς ἔμφροσιν, ὡς οὐδεμία τις ἀνισότης ἔνεστιν ἐν τοῖς καθ' ἡμᾶς.
From this have gone forth those most wretched men, who think to confirm for fate the absurdity of inequality through the two principles; yet it has been shown to the sensible that no inequality whatever is present in our affairs.
Ἐπειδὴ δὲ καὶ τοὺς πολέμους τῇ κακίᾳ προσνέμουσι, τίνα τρόπον εἱμαρμέναι διάφοροι κατ' αὐτοὺς, πολλῶν ἔστιν ὅτε χιλιάδων ὑφ' ἕνα καιρὸν, μᾶλλον δὲ ὑπὸ μίαν ὥραν πιπτουσῶν; ἄρα μία τις εἱμαρμένη συνάπτει τούτους ὑφ' ἑαυτῇ; καὶ πῶς οὐ πάντη τοῦτό γε ὑπολαμβάνειν γελοιότατον; Ὅθεν τὸ μὲν ἄνισον τῆς εἱμαρμένης, τὸ χαλεπὸν τῶν πεπλανημένων νόσημα, χώραν ἐν τοῖς πράγμασιν οὐκ ἔχει· πόλεμοι δὲ τὴν μὲν ἀρχὴν ἐκ πλεονεξίας λαμβάνουσι, τὴν δὲ ἐνέργειαν πρὸς Θεοῦ συγχωρουμένην ἔχουσι· κακὸν μὲν γὰρ τούτων ἡ ἀφορμὴ, λέγω δὴ τῆς πλεονεξίας ἡ ἐπιθυμία· ὅπερ ἀνθρώπων, ἀλλ' οὐχὶ Θεοῦ πλημμέλημα, τοῖς ἔμπροσθεν δέδεικται.
And since they also assign wars to evil, in what way are fates different according to them, when many thousands sometimes fall at one season, or rather under one hour? Does some one fate join these together under itself? And how is it not altogether most ridiculous to suppose this? Whence the inequality of fate, the grievous disease of those who have gone astray, has no place in affairs; whereas wars take their beginning from covetousness, and have their operation permitted by God; for the occasion of these is evil, I mean the desire of covetousness; which has been shown in what precedes to be the offence of men, and not of God.
Θάνατος δὲ τῆς φύσεως οὐ κακός· γένεσις γὰρ καὶ θάνατος πρὸς Θεοῦ φύσει νενομοθέτηται· οὐ τῶν γε τελευτώντων ἀπολλυμένων, ἀλλὰ τῶν γινομένων τοῖς οὖσι προστιθεμένων. Ἀγαθοῦ γὰρ οὐκ ἂν εἴη τὸ μόνοις τοῖς οὖσιν ἀνθρώποις τὸ εἶναί τε καὶ γεγονέναι δωρεῖσθαι, ἀλλὰ καὶ τοὺς μὴ ὄντας προκατασκευάζειν τοῖς οὖσιν· ὡς ἂν οἵ τε γενόμενοι, διαδραμόντες αὐτάρκως τοῦ βίου τὸ στάδιον, ἀντὶ ἀναπαύσεως τοῦ δρόμου τὸν θάνατον λάβωσιν, οὐκ εἰς ἀπώλειαν αὐτοὺς ἄγοντα, ἀλλ' ἑτέρωσε κατὰ τὴν ἀξίαν ἑκάστου μετάγοντα· οἵ τε μὴ ὄντες πάροδον εἰς τὸ γενέσθαι λάβωσιν. Οὐκοῦν θάνατος ὁ τῇ φύσει νενομοθετημένος οὐ πονηρὸς, κἂν ὁπωσοῦν ἐπίοι· οὐδὲ γὰρ τὸ διάφορον τῶν περιστάσεων, δι' ὧν ἔπει-
Now death of nature is not evil; for birth and death have been ordained by nature by God; not that those who die perish, but that those who come into being are added to those who are. For it would not be the part of the Good One to grant to the existing men alone both to be and to have come into being, but also to prepare beforehand those who are not for those who are; so that both those who have come into being, having sufficiently run through the racecourse of life, in place of rest from the course may receive death, not leading them to destruction, but transferring them elsewhere according to the worth of each; and those who are not may receive a passage into coming into being. Therefore death ordained for nature is not wicked, in whatever way it may come on; for neither is the difference of the circumstances through which it comes-
PG 18:1157Read from the pageσιν, ἐξεταστέον. Ἕνα δὲ τρόπον κοινὸν τοῖς πᾶσιν ὄντα γνωστέον, λέγω δὴ τὸ μὴ δίχα περιστάσεώς τινος καὶ ἀνάγκης ἀναχωρεῖν ψυχὴν ἀπὸ σώματος, ἀλλὰ παραμένειν ἕως ἂν τὸ φυσικὸν αὐτῆς καταγώγιον ἀκαθαίρετον διαμένοι· τούτῳ μέντοι τῷ φυσικῷ καὶ κοινῷ συνυπάρχει τι δέος, ὅπερ εἰς τιμωρίας ὑποψίαν ἀναγκαίως παρείληπται, οὐ μέντοι ἐν τοῖς πᾶσιν, ἀλλ' οἷς γε ἡ διάνοια πρόχειρος εἰς ἁμαρτίαν, πρὸς ἀνατροπὴν ταύτης. Ὁ μὲν γὰρ ἔμφρων κατ' ἀρετὴν, ἄραγε τοῦ πλημμελεῖν, καὶ τοῦ οἴεσθαι μοχθηρὸν εἶναι τὸν θάνατον ἀπήλλακται· ὁ δὲ φιλαμαρτήμων, ἀπὸ μὲν τῆς αὐτῆς ἀνοίας ἀφ' ἧσπερ καὶ πλημμελεῖ, τὸν θάνατον εὐλαβεῖται. Ἀναγκαῖον μέντοι τῆς ἀνοίας ἔχει τὸ τοιοῦτον παρακολούθημα, ἵνα τὸ ἀδεὲς δεδιὼς, ὃ προσῆκεν ἀληθῶς δεδιέναι, λέγω δὴ τῆς ἁμαρτίας διαφύγῃ τὴν βλάβην. Ἐπειδὰν οὖν πλεονάσῃ παρ' ἔθνεσι τὰ τῆς ἁμαρτίας, ἧς γε τυγχάνει ἓν εἶδος τὸ τῆς ἀπληστίας, ἑαυτοῖς παραίτια γίγνεται τῆς κατὰ τὸ φαινόμενον τιμωρίας, ἥτις κατὰ μὲν τὸ ἀληθὲς ὡς οὐκ ἂν εἴη τιμωρία λέλεκται, φύσει κοινῇ κατὰ πάντων ὡρισμένη· εὐεργετεῖ δὲ τούς τε πίπτοντας ἐν πολέμῳ καὶ τοὺς διασωζομένους, τοῖς μὲν ἁμαρτίας τέλος παρέχουσα, τοῖς δὲ ὑπόδειγμα δέους ἐμποιοῦσα· εὐεργετεῖ δὲ, κἂν δίκαιοι τῷ πλήθει συναπέλθωσιν· ὡς γὰρ τοῖς ἀδίκοις τέλος τῆς ἀδικίας ὁ θάνατος, οὕτω δὲ καὶ δικαίοις ὡς νικηταῖς τρόπον τινὰ στεφάνων ἀρχή
on to be examined. Rather one must know one manner that is common to all, I mean that the soul does not withdraw from the body apart from some circumstance and necessity, but remains so long as its natural lodging remains undemolished; yet along with this natural and common thing there coexists a certain fear, which has necessarily been taken into a suspicion of retribution, yet not in all, but in those whose mind is ready for sin, towards the deterrence of this. For he who is sensible according to virtue has indeed been freed from offending and from thinking death to be wicked; whereas the lover of sin, from the very same folly from which he also offends, shrinks from death. Yet he has such a consequence of his folly as a necessary thing, in order that, fearing that which is not to be feared, he may escape that which it truly befitted him to fear, I mean the harm of sin. Whenever, therefore, the things of sin abound among nations, of which one species is that of insatiability, they become to themselves causes of the apparent retribution, which according to the truth, as has been said, would not be retribution, being determined by common nature against all; yet it benefits both those who fall in war and those who are preserved safe, to the former providing an end of sin, and in the latter implanting an example of fear; and it benefits even if righteous men depart along with the multitude; for just as to the unrighteous death is an end of unrighteousness, so too to the righteous as victors it is in a certain way a beginning of crowns
Ὥστε θαυμάσιον διὰ τῆς πανσόφου προνοίας τοῦ Θεοῦ συμβαίνει· τὸ γὰρ δοκοῦν κολάζειν, εὐεργετεῖ· καὶ οὐδὲ δι' ὧν αὐτὸς ἄντικρυς κατασκευάζει ἀνιαρῶν εἶναι δοκούντων, ἀλλὰ δι' ὧν ἀνθρώποις αὐτομολοῦσι συγχωρεῖ· ὥστε πόλεμος οὐκ ἔργον Θεοῦ, ἀλλὰ συγχώρησις ἀναγκαία εἰς μὲν ὑποψίαν τιμωρίας κατὰ τῆς ἁμαρτίας, κατὰ δὲ τὸ ἀληθὲς, εἰς τέλος αὐτῆς· ἔνθα κἂν δίκαιος πέσῃ, δίκαιον δὲ πολεμεῖν ἀπεικὸς, μειζόνως εὐεργετεῖται· μεῖζον γὰρ τοῦ παυθῆναι κακίας τὸ καρπῶν ἀπολαῦσαι τῶν τῆς ἀρετῆς πόνων, ὅπερ εὐσεβέσι μετὰ θάνατον ὑπάρχει. Οἱ δὲ πρὸς ταῦτα διαμαχόμενοι, πρὶν τὸ καθόλου διελέγξαι κακὸν, τὸ μέρος διαβάλλουσιν· εἰ γὰρ ὡς ἀπὸ κακίας ὑφεστηκυίας, καὶ ἀρχῆς ἀνάρχου, τοὺς πολέμους ἡμῖν κατακομίζουσιν, αὐτόν γε τὸν θάνατον καὶ μόνον κακίσαι προσῆκον ἦν αὐτοῖς· περιττὸν γὰρ τὰς προφάσεις ἐξετάζειν, τοῦ ἀναγκαίως συμβαίνοντος ἀκρίτου μένοντος.
So that a wonderful thing comes to pass through the all-wise providence of God; for that which seems to punish benefits; and not even through the things that seem to be grievous which He Himself outright contrives, but through those which He permits to men who desert of themselves; so that war is not a work of God, but a necessary permission, in appearance indeed for retribution against sin, but in truth for an end of it; wherein even if a righteous man fall—though for a righteous man to make war is unfitting—he is benefited in a greater degree; for greater than being made to cease from vice is the enjoying of the fruits of the labours of virtue, which belongs to the pious after death. But those who contend against these things, before refuting the universal as evil, slander the part; for if they bring wars down upon us as from a subsisting evil and an unoriginated principle, it befitted them to blame death itself and alone; for it is superfluous to examine the pretexts while that which necessarily happens remains unjudged.
Πῶς δ' ἂν τὸν θάνατον κακίσαι δυνηθεῖεν, ἀπολύοντά γε τῆς ὕλης, κατὰ τὸν λόγον τοῦ ἀπατεῶνος, τὴν ψυχήν; Ὥστε κατὰ μὲν τὴν κοινὴν δόξαν ἥκιστά γε θάνατος κακόν· τὸ γὰρ ἀναγκαίως τοῖς πᾶσι συμβαῖνον οὐ κακόν· μάτην αὐτὸν διὰ τοὺς πολέμους διαβάλλουσιν, οὐδὲν πλέον ἐπάγοντα τῶν κατὰ φύσιν ἀποκειμένων. Εἰ δέ τις τὴν πρόφασιν αὐτὴν τῶν πολέμων κακίζοι, εἴτ' οὖν ὀργὴν, εἴτ' ἔχθραν, εἴτε καὶ πλεονεξίαν, οὐκ ἂν διαμαρτάνοι τοῦ πρέποντος· ἀν-
Yet how could they be able to blame death, since according to the word of the deceiver it releases the soul from matter? So that according to the common opinion death is least of all an evil; for that which necessarily happens to all is not an evil; in vain do they slander it on account of wars, since it brings on nothing more than the things laid up in store according to nature. But if someone should blame the pretext itself of wars, whether anger, or enmity, or even covetousness, he would not miss what is fitting; to men-
PG 18:1160Read from the pageθρώποις μέντοι λογιστέον τοῦτό γε, μοχθηρίᾳ προθέσεως οὕτω διατεθειμένοις.
however this must be reckoned, who are thus disposed through wickedness of purpose.
Ὅτι δὲ ὁ θάνατος ἥκιστα κακὸς, δειχθείη μάλιστα ἂν ἐκείνως· εἰ γὰρ μὴ κατὰ πάντων ὥριστο, ὅ τε δίκαιος διὰ παντὸς ἂν ἐπόνει πρὸς ἀρετὴν, οὐδὲν πλέον τῶν ἱδρώτων καρπούμενος, ὅ τε ἄδικος ἐν ἡδοναῖς ἂν τῶν ἁμαρτημάτων ἀθάνατος διῆγε· καὶ ἦν ἂν ἑκάτερον λίαν ἄτοπον. Ὁ δὲ θάνατος καὶ τὴν ἄδικον ἡδονὴν τῷ πλημμελοῦντι καταστέλλει, καὶ τὸν δίκαιον πόνον τῷ δικαιοπραγοῦντι καταπαύσει· ἐπειδὴ γὰρ ἀναγκαῖον ἀνθρώποις τὸ δύνασθαι ἁμαρτάνειν, αἴτιον ὂν τοῦ δύνασθαι κατορθοῦν· ἡ δὲ ἐξουσία παρὰ Θεοῦ δοθεῖσα πρὸς τὴν καλοῦ κἀγαθοῦ κτῆσιν παρὰ τοῖς πλείοσι πρὸς τὸ εὔκολον τῆς ἁμαρτίας ἀποκλίνει· ὡς θαυμασιωτέραν εἶναι τὴν ἀρετὴν δυσχερείᾳ συγκεκραμένην, ὠφέλιμός γε ὁ θάνατος ἑκατέροις, δικαίῳ τε καὶ ἀδίκῳ· τῷ μὲν ἀνάπαυλαν τῶν πόνων, τῷ δὲ τέλος τῶν ἁμαρτημάτων παρέχων.
And that death is least of all evil might be shown above all in that way: for if it had not been determined against all, both the righteous man would have laboured continually towards virtue, reaping nothing more than his sweat, and the unrighteous man would have passed his life immortal in the pleasures of his sins; and each of the two would have been very absurd. But death both checks the unrighteous pleasure for the offender, and will bring to rest the righteous labour for him who acts righteously; for since it is necessary for men to be able to sin, as being the cause of their being able to act uprightly, while the power given by God towards the acquisition of what is noble and good inclines among the majority towards the facility of sin, so that virtue mingled with difficulty is more admirable, death is indeed beneficial to both, righteous and unrighteous: providing to the one rest from labours, and to the other an end of sins.
Ἀγαθοῦ τοίνυν εὑρισκομένου, οὐχὶ μόνον μὴ κακοῦ τοῦ θανάτου, οὐ κατὰ τὸν Μάνεντος λόγον, ὡς ἀπολύοντος τῆς μὴ οὔσης ὕλης τὴν ψυχὴν, ἀλλὰ τὸν εἰρημένον τρόπον, τοῦ τίνος χάριν ἀρχὴν κακίας ἐπινοήσαιμεν ἂν τοῖς πολέμοις, οὐχὶ δὲ μόνον τὴν ἄδικον πρόθεσιν τῶν χρωμένων διαβαλοῦμεν; Τὸ γὰρ ἀποβαῖνον, ὅπερ ἄν τις λογίσαιτο τῇ προνοίᾳ τοῦ Θεοῦ, δίκαιον, οὐκ ἐκ πολέμου μόνον, ἀλλὰ κατὰ πάντα τρόπον καθόλου τῇ φύσει ἀγαθὸν, οὐ μόνον οὐ κακὸν τοῖς ἔμπροσθεν ἀπεδείχθη. Ὥστε τὸν πόλεμον διαβλητέον, οὐ τὸν ἀποβαίνοντα θάνατον συμφερόντως κείμενον, ἀλλὰ τῶν χρωμένων, καὶ μάλιστα μὴ δικαίως τὴν πρόθεσιν, ἧς ὅγε προνοῶν τῶν καθ' ἡμᾶς ἀναίτιος.
Since, therefore, death is found to be good, and not only not evil—not according to the word of Manes, as releasing the soul from non-existent matter, but in the manner that has been stated—for the sake of what would we devise a principle of evil for wars, and not blame only the unrighteous purpose of those who use them? For the result, which one might reckon to the providence of God, is just, and has been proved in what precedes to be not from war only, but in every way universally good by nature, and not only not evil. So that war is to be blamed—not the resulting death, which is profitably appointed, but the purpose of those who use it, and especially unjustly, of which He Who takes thought for our affairs is blameless.
Αὖθις ἕτερον εἶδος, ὧν ὁ χαλεπώτατα Μανεὶς αἰτιᾶται, σεισμὸν, καὶ λοιμὸν, καὶ λιμὸν, ἀφοριῶν τε καὶ ἀκρίδων, καὶ τῶν τοιούτων, ὡς ἐξ ἐναντίας ἀρχῆς καὶ τοῦτο γινόμενον· δῆλον δὲ τοῖς ἅπασιν, ὡς ἐν μὲν ταῖς λίαν εὐθυμίαις τε καὶ εὐπραγίαις εἰώθασιν ὡς ἐπὶ τὸ πολὺ, πλὴν ὀλίγων, πάντες ἄνθρωποι διαχαυνοῦσθαι τὴν διάνοιαν, καὶ τοῖς πάθεσιν ὑποκατακλίνεσθαι, καὶ μνήμην ἀρετῆς τε καὶ πόνων εὐσεβείας οὐδεμίαν ἔχειν· καὶ τοῦτό γε εἰκότως τρόπον τινὰ συμβαίνει. Ἐπειδὰν γὰρ πλησμονὴ σιτίων τε καὶ ποτῶν ἄμετρος διὰ πολλὴν εὐπορίαν ἀνθρώποις ἐγγένηται, γαστρὸς ἐπιπλέον πιαινομένης, παχύνεται μὲν ὁ νοῦς, ὑπτιοῦται δὲ ὁ λογισμός· βαρυνομένη δὲ ἡ ψυχὴ, τοῖς ἀλογίστοις πάθεσιν ὑποβάλλεται. Εἰ δέ τις συμβαίη τῶν καταλεγομένων συμφορῶν, ἧττον μὲν γαστρὸς φροντίζουσιν ἄνθρωποι, ἧττον δὲ ταῖς ἡδοναῖς δουλεύουσι, σωφροσύνην τε καὶ εὐσέβειαν, ὅση δύναμις, μεταδιώκουσι· καὶ βελτιοῦνται τὸν τρόπον, ὡς οἷόν τε, πιεζόμενοι μᾶλλον ἢ εὐθηνούμενοι. Ποῖα τοίνυν προσοίσαιμεν τῇ κακίᾳ κατὰ τὸν ἐκείνου λόγον; τὰ τῇ μὲν αἰσθήσει λυπηρὰ, τῇ δὲ ἐνεργείᾳ λίαν ὠφέλιμα; Ποῖα δὲ τῷ ἀγαθῷ; τὰ ἡδέα μὲν, ἔστι δ' ὅτε βλαβερώτατα;
Again there is another species of the things which he who was most grievously mad, Manes, accuses—earthquake, and pestilence, and famine, from dearth of crops and from locusts, and such things, as though this too came to pass from an opposing principle; yet it is evident to all that in excessive cheerfulness and prosperity all men for the most part, save a few, are accustomed to become slack in mind, and to succumb to passions, and to have no remembrance of virtue and of the labours of piety; and this indeed reasonably happens in a certain way. For whenever immoderate satiety of food and drink comes upon men through great abundance, as the belly is fattened more and more, the mind grows thick and reason is made supine; and the soul, weighed down, is subjected to irrational passions. But if any of the enumerated calamities should happen, men care less for the belly, and are less enslaved to pleasures, and pursue temperance and piety as far as is in their power; and they are improved in their ways, so far as is possible, when pressed rather than when thriving. What sort of things, therefore, should we attribute to evil according to his word? those that to perception indeed are painful, but in operation very beneficial? And what sort to the good? those that are pleasant indeed, yet at times most harmful?
PG 18:1161Read from the pageκαὶ πῶς οὐ δόξει παιδαγωγὸς εἶναι μᾶλλον πρὸς ἀρετὴν ἡ κακία τοῦ ἀγαθοῦ; πολλάκις γὰρ, οὓς μὴ μετέβαλεν ἐπὶ τὸ κρεῖττον εὐθηνία, μετεποίησέ τις προσπεσοῦσα λύπη καὶ συμφορά· δέονται γὰρ ἄνθρωποι καὶ τοιούτων τινῶν ἀναμνήσεων κατὰ καιροὺς, πρὸς τὸ διεγείρεσθαι τὸν νοῦν, καὶ τῆς πλείονος ῥᾳστώνης ἀπαλλάττεσθαι.
and how will evil not seem to be a tutor towards virtue rather than the good? For often those whom prosperity did not change for the better, some grief and calamity falling upon them has transformed; for men have need also of some such reminders at times, towards the rousing of the mind and the being delivered from excessive indolence.
Εἰ μὲν γὰρ εὐθηνουμένους ἦν ἰδεῖν αὐτοὺς, τῶν γοῦν μεγάλων ἀδικημάτων ἀπεχομένους, μέτρια δὲ πλημμελοῦντας, ἦν ἄν τις εὔλογος καταδρομὴ, ὡς οὐ κατὰ λόγον καὶ τῶν τοιούτων συμβαινόντων· εἰ δὲ πρὸς τελείαν τοῦ χορηγοῦντος λήθην τὴν διηνεκῆ τῶν ἀναγκαίων ἀφθονίαν λαμβάνουσιν· ἀναγκαῖόν ποτε καὶ τὸ διεγείρεσθαι ταῖς συμφοραῖς εἰς μνήμην Θεοῦ, ᾧγε προσῆκεν ἀδιάλειπτον τῆς ὑπὲρ ἡμῶν κηδεμονίας ὁμολογεῖν τὴν χάριν. Ὥστε νουθετῶν Θεὸς ἀνθρώπους οἰκονομεῖ τὰ τοιαῦτα, οὐκ ὀργῆς τινος πάθει κατεχόμενος, ἀλλὰ κηδεμονίας καὶ τῆς τῶν δεομένων ἐπιστροφῆς μεταποιούμενος. Οὐδὲ γὰρ φιλανθρωπίας τῆς ἀνωτάτω καὶ ἀκριβοῦς ἂν εἴη τὸ ὑποκορίζεσθαί γε χρηστότητι τὰ ἀνθρώπινα πάθη, καὶ τῷ ἀνεπιπλήκτῳ τὴν αὔξησιν αὐτοῖς ἐπιτρέπειν· τοὐναντίον γὰρ τοῦτο πρὸς ἀπανθρωπίαν ὁρᾷ, εἴγε, βουλόμενος τῆς κατὰ τὸ φαινόμενον μὴ ἐξίστασθαι χρηστότητος, ἐπιβούλως συγχωροίη πρὸς ἔκλυσιν κακίας πάντη καταπίπτειν τοὺς ἀνθρώπους· λέγω δὲ, τὰ χρηστὰ παρέχων, καὶ τὰ νομιζόμενα λυπηρὰ ἀναγκαίως ἐπάγει· οὐδὲ γὰρ πατὴρ πλημμελοῦντα παῖδα τύπτων ἀπάνθρωπος· τοὐναντίον μὲν οὖν, εἰ μὴ πρὸς ἐπιστρέφειαν ἄγοι τοῦτον, οὐ δόξει φειδὼ πατρικὴν ἐνδείκνυσθαι· οὐδὲ τέμνων καὶ ναίων ἰατρὸς ἑλκῶν νομάς· ἀλλ' ὅσῳ τοῦ λόγου τῆς τέχνης μεταποιεῖται, τοσούτῳ φειδόμενος τοῦ κάμνοντος προσάγει τὴν ἀλγηδόνα τῶν αὐστηροτέρων βοηθημάτων, ὡς ἀπολουμένου μὲν πρὸς τῶν ἑλκῶν τοῦ κάμνοντος, εἰ μὴ τοῦτον βοηθηθείη τὸν τρόπον· σωθησομένου δὲ, τομῆς τε καὶ καυτῆρος, εἰ δέοι, προσαγομένων.
For if it were possible to see them when thriving abstaining at least from great wrongdoings and offending only moderately, there would be some reasonable complaint, as though such things too happened not according to reason; but if they take the continual abundance of necessaries towards complete forgetfulness of Him Who supplies them, it is necessary at times also that they be roused by calamities to the remembrance of God, to Whom indeed it befitted them to confess unceasing gratitude for His care on our behalf. So that God, admonishing men, dispenses such things, not held by any passion of anger, but laying claim to care and to the conversion of those in need of it. For neither would it be the part of the highest and strict loving-kindness towards men to palliate human passions by kindness and to allow growth to them by leaving them unrebuked; for on the contrary this looks towards inhumanity, if indeed, wishing not to depart from apparent kindness, He should treacherously permit men to fall away altogether into dissolution of vice; I mean that, while providing good things, He also necessarily brings on the things supposed to be painful; for neither is a father inhuman when he beats an offending boy; on the contrary indeed, if he should not lead him to conversion, he will not seem to display fatherly sparing; nor a physician cutting and burning the spreading of ulcers; but the more he lays claim to the principle of his art, the more, sparing the sick man, does he apply the pain of the more austere remedies, since the sick man will perish from the ulcers if he be not helped in this manner, whereas he will be saved if cutting and cautery, should it be needful, are applied.
Ὥστε, κατὰ τὸ ὑπόδειγμα, ἄνθρωποί εἰσιν οἱ τά γε ἀνιαρὰ ποιοῦντες καθ' ἑαυτῶν μᾶλλον ἢ ὁ Θεὸς, οἱ τὴν χρείαν καὶ τοὺς καιροὺς προθέσει γε οἰκείᾳ προκατασκευάζοντες διὰ τῶν οἰκείων παθῶν· ὡς γὰρ τοῦ καυτῆρος οὐχ ὁ ἰατρὸς ποιεῖ τὸν καιρόν τε καὶ τὴν χρείαν, ἀλλὰ τὸ ὑποκείμενον ἕλκος καὶ τὸν ἰατρὸν ἐπείγεται, καὶ τὸν καυτῆρα καλεῖ, οὕτω δὴ καὶ τὰ ἀνθρώπινα πάθη προκαλεῖται τῶν εἰς θεραπείαν συντεινόντων παρὰ Θεοῦ τὴν ἐπιμέλειαν, ἥκιστά γε ἀνεχομένου τῶν ἀνθρώπων, ὡς οἰκείου ἔργου μὴ διὰ παντὸς προνοεῖν· ἐπέτρεψε μὲν γὰρ ἀνθρώποις τῆς ἀρετῆς καὶ τῆς καλοκαγαθίας ἐλευθέριον ἔχειν τὴν αἵρεσιν. Ὑπερείδει μέντοι τὸ πρὸς τὰ πάθη σαθρὸν ἡμῶν δι' ὧν ἐναργῶς ἔστιν ὅτε νουθετεῖ καὶ ἐπιπλήττει· οὔτε διηνεκῶς ἐπάγων τὰ αὐστηρότερα, ἵνα μὴ τῇ ἀνάγκῃ τῆς κατηφείας τὸ ἐλευθέριον ἐκβάλῃ· οὔτε ἄφετον πάντη τὴν ὁρμὴν τῆς ῥᾳστώνης ἡμῖν
So that, according to the example, it is men rather than God who bring the grievous things upon themselves, preparing beforehand the need and the occasions by their own purpose through their own passions; for just as it is not the physician who makes the occasion and the need of the cautery, but the underlying ulcer both urges the physician and calls for the cautery, so indeed do human passions also call forth the care of the things tending towards healing from God, Who least of all endures not to take thought continually for men as His own work; for He permitted men to have the choice of virtue and of nobility and goodness free. Yet He supports our weakness towards the passions through the things whereby He manifestly sometimes admonishes and rebukes; neither continually bringing on the more austere things, lest by the necessity of dejection He cast out freedom; nor leaving altogether unchecked for us the impulse of indolence,
Notes, col. 1161
On the reading
Printed ναίων, for καίων.
PG 18:1164Read from the pageκαταλιμπάνων, ἵνα μὴ τὰς προλήψεις τῶν παθῶν ἀνιάτους ἀφίῃ· ἑκάτερα δὲ ἀῤῥήτῳ σοφίᾳ προς ἀνθρώπων ὠφέλειαν οἰκονομεῖ ἑκάστου τὸν δέοντα καιρὸν ἐπιστάμενος.
lest He leave the anticipations of the passions incurable; and both He dispenses with ineffable wisdom for the benefit of men, knowing the needful season of each.
Αὐτίκα ἴδοις ἂν σεισμὸν, ἢ ὄμβρου ἔνδειαν, ἢ ἀκρίδων ἐπιφορὰν, ᾗ ἅμα σχεδὸν ἅπαντας ἀνθρώπους πρὸς εὐλάβειαν ἐπικλινομένους, καὶ πρὸς ἱκεσίαν τοῦ μεταγαγεῖν τὰ τοιαῦτα δυναμένου. Εἰ δὲ τὰ μὲν δοκοῦντα συνήθως ἡδέα καὶ χρηστὰ τὸν ἀνθρώπινον λογισμὸν ὑπτιοῖ, τὰ δὲ ἀνιαρὰ διεγείρει, καὶ συστρέφει πρὸς εὐσεβεστέραν κατάστασιν· πῶς οὐκ ἄν τις ἐκεῖνα μὲν ὑπὲρ σωμάτων, ταῦτα δὲ ὑπὲρ ψυχῶν φαίη πρὸς Θεοῦ διοικεῖσθαι; Ἆρ' οὖν τὰ διεγείροντα ψυχὰς εἰς εὐσέβειάν τε καὶ ἀρετὴν κλητέον κακά; κἂν γὰρ τῇ αἰσθήσει τῶν ὑποκειμένων ἀνιαρὰ τυγχάνῃ, πρὸς μέντοι σωτηρίαν ἀνθρώπων ἀναγκαίως ἐπάγεται.
For instance, you might see an earthquake, or a lack of rain, or an onset of locusts, whereby at once almost all men are inclined towards reverence, and towards supplication of Him Who is able to remove such things. And if the things that customarily seem pleasant and good make human reason supine, whereas the grievous things rouse it and rally it towards a more pious state, how would one not say that the former are administered by God on behalf of bodies, and the latter on behalf of souls? Are then the things that rouse souls to piety and virtue to be called evil? For even if to the perception of those subjected to them they happen to be grievous, yet towards the salvation of men they are necessarily brought on.
Ὁ μέντοι πρὸς ἀλήθειαν Μάνης πάντη ἑαυτῷ μαχόμενος ἀγνοεῖ· εἰ γὰρ ἐπιβλαβὴς τῆς ὕλης ἡ αὔξησις, τίς οὐκ ἂν αἴσθοιτο, ὡς τοὐναντίον ἢ λέγει συμβαίνει; Αὐξηθήσεται μὲν γὰρ αὕτη κατὰ ἀνθρώπων ἀδιαλείπτως, εὐθηνουμένων, καὶ τρυφαῖς ἐσχολακότων, γαστρὶ καὶ τοῖς μετὰ γαστέρα δουλευόντων· μειωθήσεται δὲ εἰς τὰ μάλιστα διὰ λιμῶν καὶ λοιμῶν καὶ θανάτων πρόοδον, ταύτῃ μὴ ἐπιτρεπόντων πρὸς ἀδικίαν αὐξήσεως. Ὥστε καὶ εἰκὸς ἦν αὐτὸν ἀγαθὰ ταῦτα καλεῖν κατὰ τὴν ὑπόθεσιν τὴν ἑαυτοῦ μᾶλλον ἢ κακά· οὕτω δ' ἂν ἔδοξε βελτίονος ἐφικέσθαι λόγου, εἰ μὴ πάλιν τὰ ἡδέα πρὸς ἄλλας ἐναντίας ἀρχὰς τῷ λόγῳ φέρων, αὖθις κακὰ προσηγόρευσεν· ἀγαθὰ γὰρ ἀμφότερα λόγῳ πρὸς ἀγαθοῦ Θεοῦ ἐπαγόμενα. Ὁ δὲ χαίρων τῇ ἁμαρτίᾳ πρὸς σύστασιν τῆς ὑφεστώσης, ὡς οἴεται, κακίας, λυπεῖται πρὸς τὰς ἐνεργεῖς τοῦ Θεοῦ νουθετήσεις, δι' ὧν ἄνθρωποι βελτιούμενοι, πολλάκις δὲ ἔνιοι τελείως πρὸς τὸ κρεῖττον μεταβαλλόμενοι, ἀσύστατόν γε αὐτοῦ τὸ δόγμα τῆς πλάνης ἀποφαίνουσι.
Yet he who is in truth Manes, fighting altogether against himself, is ignorant of it; for if the growth of matter is harmful, who would not perceive that the contrary to what he says happens? For this will grow against men unceasingly when they thrive, and have leisure for luxuries, and are enslaved to the belly and the things below the belly; whereas it will be diminished to the utmost through the advance of famines and pestilences and deaths, which do not allow to this the unrighteousness of growth. So that it was even reasonable for him to call these things good according to his own hypothesis rather than evil; and thus he would have seemed to attain a better argument, had he not again, referring pleasant things in his argument to other opposing principles, called them in turn evil; for both are good, being brought on with reason by a good God. But he, rejoicing in sin towards the establishment of evil as subsisting, as he supposes, is grieved at the effective admonitions of God, through which men, being improved, and often some being completely changed for the better, show his dogma of error to be without foundation.
Πρὸς δὲ τούτοις ἅπασι τῶν συνήθως ὑπὸ Θεοῦ δωρουμένων κοινῇ πᾶσιν ἀνθρώποις μηδεμία ἔστιν ὅτε συνέβαινε κώλυσις, φορᾷ φύσεως ἄν τινος ἀμεταβλήτου τὴν χορηγίαν αὐτῶν ἀνέθεσαν ἄνθρωποι· καὶ οὐκ ἂν μὲν, δεχόμενοι ταῦτα, χάριν ὡμολόγησαν τῷ διδόντι, οὐκ ἂν δὲ ᾔτησαν, μὴ ἔχοντες.
And besides all these things, if no hindrance ever happened of the things customarily gifted by God in common to all men, men would have attributed the supply of them to the motion of some immutable nature; and receiving these things, they would not have confessed gratitude to the Giver, nor, not having them, would they have asked for them.
Στεροῦνται τοιγαροῦν ἐνίοτε πρὸς ὀλίγον, ἵνα αἰτήσωσι· καὶ δέχονται αὖθις, ἵνα χάριν ὡμολογήσωσι τῷ χορηγοῦντι· γινώσκοντες, ὡς αὐτός γέ ἐστιν ὁ παρέχων, καὶ οὐ φύσις ἄλλη τις παρὰ τὸν Θεὸν ἄκριτός τε καὶ ἀμετάβλητος ἡ χορηγοῦσα. Βούλεται δὲ ὁ Θεὸς εἰδέναι χάριν ἀνθρώπους αὐτῷ, ἵνα ἀξιώτεροι τοῦ λαμβάνειν τὰ παρ' αὐτοῦ γένωνται, οὐχ ἵνα τι καρπώσηται εἰς ἑαυτόν. Βούλεται δὲ ἀγαθὰ τούτους αἰτεῖν, ἵνα δεχόμενοι αἴσθησιν τοῦ χορ-
They are deprived, therefore, sometimes for a little while, in order that they may ask; and they receive again, in order that they may confess gratitude to Him Who supplies; knowing that it is He Himself Who provides, and not some other nature beside God, unjudging and immutable, that supplies. And God wills that men should feel gratitude to Him, in order that they may become worthier of receiving the things from Him, not in order that He may reap any fruit for Himself. And He wills that they should ask for good things, in order that receiving them they may have perception of Him Who supplies-
Notes, col. 1164
On the reading
Printed ὡμολογήσωσι, for ὁμολογήσωσι.