Ει μεν τοινυν προς ἄσκησιν ἀρετῆς τὸν λόγον διαγυμνάζοιμεν τὸν ἐν ἡμῖν, ὥσπερ σῶμα τῇ εὐμέτρῳ κινήσει, ὑγιῆ καὶ εὔρωστον τοῦτον [παρέξομεν. ἢν δὲ] μὴ ἀξιῶμεν· τοῦτον ἀσκήσεώς τε καὶ ἐπιμελείας,] ἀσθενῶν ἀμαυρότερος γίνεται, καὶ τέλος ἀμελούμενος πηροῦται· ἐφ' ἡμῖν δὲ τυγχάνει πανταχοῦ λόγῳ τῷ ἐν ἡμῖν κεχρῆσθαι, ὥσπερ οἱ τὴν οἰκοδομικὴν μετιόντες τῷ γνώμονι, πρὸς τὴν ἀρετῆς ἀκρίβειαν, καὶ τοῦτον γεωργεῖν, ὥσπερ τῇ γῇ τὰ καταβαλλόμενα σπέρματα· ἅπερ, ἐπειδὰν ἀμεληθῇ, διαφθείρεται.
If therefore we thoroughly exercise the reason within us towards the practice of virtue, like a body by well-measured motion, [we shall render] it healthy and robust; [but if] we do not deem [it] worthy [of practice and care,] growing weak it becomes dimmer, and finally when neglected it is maimed; and it rests with us everywhere to use the reason within us, just as those who pursue the art of building use the rule, towards the exactness of virtue, and to cultivate it, just like the seeds cast into the earth; which, whenever they are neglected, perish.
Ἐνταῦθα δὴ τὸ ἀμφίβολον ἀνακύπτει τῆς ζητήσεως. Τίνος χάριν τῷ γε τοσούτῳ κινδύνῳ παραβεβλήμεθα, ἐφ' ἑαυτοῖς ἔχοντες τὸ σπουδάζειν, καὶ μή; ὡς μὴ πάντως ἀγαθοὺς ἀποτελεῖσθαι, ἀλλ' ἢ ὡς ἐπὶ τὸ πολὺ, οὐ μόνον ἔστιν ὅτε, κακοὺς, ἀναγκαῖος, οὐχ ἁπλῶς ὠφέλιμος, ὁ κίνδυνος· ἐπείτοι τοῦ παντὸς διαμάρτοιμεν ἄν. Εἰ γὰρ πεποίηκεν ἡμᾶς ὁ Θεὸς ἀδυνάτους πάντη πρὸς ἁμαρτίαν, οὐκ ἂν γεγόναμεν ἀγαθοί· ἀγαθὸς μὲν γὰρ ἐν ἀνθρώποις ὁ δίκαιός τε καὶ σώφρων· ἀπεχόμενος δὲ τῆς ἀδικίας, γίνεται δίκαιος· καὶ φεύγων ἀκολασίαν σώφρων ἀποτελεῖται. Ἡ τοίνυν ἐξουσία τῶν ἐναντίων τὴν κτῆσιν.... Ὡς, εἴ τις μὴ ἐν ἐξουσίᾳ ἀκολασίας τυγχάνοι, σώφρων οὐκ ἂν γένοιτο. Φαίη γὰρ ἄν τις· Τίς γὰρ, οἷός τε ὢν ποιεῖν ἀκόλαστον, οὐ πεποίηκεν; οὐ γὰρ ἀδυναμία ἀκολασίας ποιεῖ σωφροσύνην, οὐδὲ ἀσθένεια πρὸς ἀδικίαν ποιεῖ δικαιοσύνην· ἀλλὰ τὸ δύνασθαι μὲν πράττειν, λόγῳ δὲ ἀπέχεσθαι, τοῦτο ἡ ἀρετὴ σωφροσύνης τε καὶ δικαιοσύνης· καὶ οὐχὶ δύνασθαι μόνον, ἀλλὰ πρὸς τῆς φύσεως ἐρεθίζεσθαι, ἵνα τις καὶ ἀληθὴς ἔπαινος ᾖ τοῦ μὴ πράττειν αἱρεῖσθαι· αὕτη γὰρ μόνη, καὶ οὐκ ἄλλη τις εὑρεθείη παρὰ ἀνθρώποις ἀρετή. Θεὸν μὲν γὰρ οὔτε σώφρονα κλητέον, οὔτε ἀνδρεῖον, καὶ τὰ τοιαῦτα· ἐπάνω γὰρ τῆς ἀνθρωπίνης ἀρετῆς ὑπάρχει· κἂν δίκαιος δὲ καλῆται, ἑτέρως· οὐ γὰρ ὡς ἡμεῖς· ἄνθρωπος δὲ, ὅσον ἄνθρωπος, πῶς ἂν γένοιτο ἀγαθὸς, ζητοῦμεν· ἑκάστῳ γὰρ τῶν γινομένων μέτρον ὥρισται φύσεως, ὅπερ ὑπερβῆναι μὲν ἀδύνατον, τὸ δὲ μὴ ὑπολειφθῆναι ἐντελὴς ἀρετή. Τί τοίνυν ἀνθρώπῳ μέτρον ὥρισται πρὸς ἀρετὴν καὶ πρὸς τὸ γενέσθαι ἀγαθόν; σωφροσύνη τε καὶ δικαιοσύνη, καὶ τἆλλα· ἄνθρωπον γὰρ ὑπὲρ ταῦτα γενέσθαι ἀγαθὸν, ἀδύνατον. Εἰ δὲ ἡ σωφροσύνη ἐγκράτειά ἐστιν ἡδονῶν, δεῖ τῶν τῆς σωφροσύνης ἐναντίων ἐν ἐξουσίᾳ τυγχάνειν, καθ' ὧν ἡ ἐγκράτεια, σωφροσύνης ὄνομά τε καὶ ἔργον. Τὸ δὲ μὴ εἶναι ἐν ἐξουσίᾳ τῶν ἡδονῶν, ἄντικρυς στέρησιν σωφροσύνης ποιεῖ. Παραπλησίως δὲ ἔχει δικαιοσύνη, καὶ τἆλλα.
Here indeed the ambiguity of the inquiry emerges. For what sake have we been exposed to so great a danger, having in our own power both to be earnest and not? So that we are not by all means rendered good, but even for the most part, not only sometimes, bad, the danger is necessary, not simply useful; since otherwise we should miss everything. For if God had made us altogether incapable of sin, we would not have become good; for good among men is he who is both just and temperate; and by abstaining from injustice, he becomes just; and by fleeing intemperance, he is rendered temperate. Therefore the power of the contraries [produces] the possession.... So that, if someone were not in the power of intemperance, he would not become temperate. For someone might say: Who, being able to do an intemperate thing, has not done it? For inability for intemperance does not make temperance, nor does weakness towards injustice make justice; but to be able indeed to do it, yet by reason to abstain, this is the virtue of both temperance and justice; and not only to be able, but to be provoked by nature, so that there may also be some true praise for choosing not to do it; for this alone, and no other, would be found to be virtue among men. For God is neither to be called temperate, nor courageous, and such like; for He is above human virtue; and even if He be called just, it is in another way, for not as we are; whereas how man, in so far as he is man, may become good, we are seeking; for to each of the things that come into being a measure of nature has been appointed, which to surpass indeed is impossible, while not to fall short of it is complete virtue. What measure, then, has been appointed for man towards virtue and towards becoming good? Both temperance and justice, and the rest; for that a man should become good beyond these is impossible. And if temperance is self-control over pleasures, one must be in the power of the contraries of temperance, over which self-control is both the name and the work of temperance. And not to be in the power of pleasures outright causes a privation of temperance. And similarly stands justice, and the rest.