Migne Reading Room

PG 14 · cols. 176–183 · Read from the page

Commentary on John, Book 2

Commentary on John, Book 2

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 14:176Read from the page
οὐδὲ τοῦθ' ἡμᾶς διδάσκουσι, καὶ ἄλλο οὐδὲν, ἀλλὰ πολλὴν θεολογίαν, σχέσιν τε Πατρὸς πρὸς Υἱὸν, καὶ Υἱοῦ πρὸς Πατέρα ἔστι μαθεῖν, οὐκ ἔλαττον ἀπὸ τῶν προφητῶν δι' ὧν ἀπαγγέλλουσι τὰ περὶ αὐτοῦ, ἢ ἀπὸ τῶν ἀποστόλων διηγουμένων τὴν μεγαλειότητα τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἔτι δὲ τολμήσαντα καὶ χωρὶς τούτων τοιοῦτόν τι εἰπεῖν, ὅτι εἰσὶ Χριστοῦ μάρτυρες τῷ μαρτυρεῖν περὶ αὐτοῦ κοσμούμενοι, καὶ οὐ πάντως ἐκείνῳ τι διὰ τοῦ μαρτυρεῖν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ καταχαριζόμενοι, ὡς ὁμολογήσαιεν ἂν πάντες περὶ τῶν ἰδίως ὀνομαζομένων μαρτύρων Χριστοῦ. Τί οὖν θαυμαστὸν, εἰ, ὥσπερ ἐκοσμήθησαν τῷ μάρτυρες εἶναι Χριστοῦ πολλοὶ τῶν γνησίων Χριστοῦ μαθητῶν, οὕτως οἱ προφῆται τὸ προκαταγγεῖλαι Χριστὸν, νοήσαντες αὐτὸν, δῶρον ὑπὸ Θεοῦ εἰλήφασι, διδάσκοντες οὐ μόνον τοὺς μετὰ τὴν Χριστοῦ ἐπιδημίαν ἃ δεῖ φρονεῖν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀλλὰ καὶ τοὺς ἐν προτέραις ἐκείνων γενεαῖς; Ὥσπερ « ὁ μὴ ἐγνωκὼς τὸν Υἱὸν νῦν, οὐδὲ τὸν Πατέρα ἔχει, » οὕτω καὶ πρότερον νοητέον. Διόπερ « Ἀβραὰμ ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν « ἡμέραν » Χριστοῦ, « καὶ εἶδε, καὶ ἐχάρη. » Ἀποστερεῖν τοίνυν βούλεται τὸν χορὸν τῶν προφητῶν χάριν τὴν μεγίστην ὁ βουλόμενος αὐτοὺς μὴ δεῖν μαρτυρεῖν περὶ Χριστοῦ· τί γὰρ ἂν καὶ ἡ προφητεία ἡ ἐξ ἐπιπνοίας ἁγίου Πνεύματος εἶχε τηλικοῦτον, εἰ ὑπεξῄρητο αὐτῆς τὰ περὶ τῆς Κυρίου ἡμῶν οἰκονομίας; Ὡς γὰρ ἡ θεοσέβεια κεκόσμηται τῶν διὰ μεσίτου καὶ ἀρχιερέως καὶ Παρακλήτου καὶ ἐπιστημονικῶς προσερχομένων τῷ τῶν ὅλων Θεῷ, σκάζουσα ἂν εἰ μὴ διὰ τῆς θύρας τις εἰσίῃ πρὸς τὸν Πατέρα· οὕτως καὶ ἡ τῶν πάλαι θεοσέβεια τῇ νοήσει καὶ πίστει καὶ προσδοκίᾳ Χριστοῦ ἱερὰ ἦν, καὶ παρὰ Θεῷ ἀποδεκτή· ἐπεὶ τετηρήκαμεν, ὅτι ὁ Θεὸς μάρτυς εἶναι ὁμολογεῖ, καὶ περὶ τοῦ Χριστοῦ τὸ αὐτὸ ἀποφαίνεσθαι πάντας ἐπὶ τὸ μιμητὰς αὐτοὺς καὶ τοῦ Χριστοῦ γενέσθαι παρακαλῶν, κατὰ τὸ μαρτυρεῖν αὐτοῦ οἷς χρὴ μαρτυρεῖν· φησὶ γάρ· « Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός· καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην. » Πᾶς δὲ ὁ μαρτυρῶν τῇ ἀληθείᾳ, εἴτε λόγοις εἴτε ἔργοις, εἴτε ὅπως ποτὲ ταύτῃ παριστάμενος, μάρτυς εὐλόγως ἂν χρηματίζοι· ἀλλ' ἤδη κυρίως τὸ τῆς ἀδελφότητος ἔθος, ἐκπλαγέντες διάθεσιν τῶν ἕως θανάτου ἀγωνισαμένων ὑπὲρ ἀληθείας ἢ ἀνδρείας, κυρίως μόνους μάρτυρας ὠνόμασαν τοὺς τῇ ἐκχύσει τοῦ ἑαυτῶν αἵματος μαρτυρήσαντας τῷ τῆς θεοσεβείας μυστηρίῳ· τοῦ Σωτῆρος πάντα τὸν μαρτυροῦντα τοῖς περὶ αὐτοῦ καταγγελλομένοις, μάρτυρας ὀνομάζοντος· φησὶ γοῦν ἀναλαμβανόμενος τοῖς ἀποστόλοις· « Ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰου-
nor teach us this and nothing else, but one may learn much theology, and the relation of the Father towards the Son, and of the Son towards the Father, no less from the prophets through the things which they report concerning Him, than from the apostles who recount the majesty of the Son of God. And further, one might venture even apart from these things to say something of this sort, that there are witnesses of Christ who are adorned by bearing witness concerning Him, and who by no means confer any favour upon Him through bearing witness concerning the Son of God, as all would acknowledge concerning those who are properly called martyrs of Christ. What wonder is it, then, if, just as many of the genuine disciples of Christ were adorned by being witnesses of Christ, so the prophets, having understood Christ, received as a gift from God the office of foretelling Him, teaching not only those who should live after the coming of Christ what they ought to think concerning the Son of God, but also those in generations prior to them? Just as "he who does not know the Son now, does not have the Father either," so also must we understand it of former times. Wherefore "Abraham rejoiced that he might see the day" of Christ, "and he saw it, and was glad." He therefore wishes to deprive the choir of the prophets of the greatest grace who wishes that they should not have to bear witness concerning Christ; for what of such great worth would even prophecy inspired by the Holy Spirit possess, if the matters concerning the dispensation of our Lord had been taken away from it? For as the godliness of those who with knowledge draw near to the God of all things through the Mediator and High Priest and Paraclete is well-ordered, whereas it would limp if one did not enter in through the door to the Father; so also the godliness of the men of old was sacred through understanding and faith and expectation of Christ, and acceptable with God; since we have observed that God confesses Himself to be a witness, and exhorts all to declare the same concerning Christ in order that they may become imitators both of Himself and of Christ, as regards bearing witness of Him to those to whom one ought to bear witness; for He says: "Be ye My witnesses, and I am a witness, saith the Lord God, and My servant whom I have chosen." And everyone who bears witness to the truth, whether in words or in deeds, or in whatever way standing by it, might reasonably be styled a witness; but by now the custom of the brotherhood, struck with admiration at the disposition of those who have contended unto death for truth or courage, has in a strict sense given the name of martyrs properly to those alone who by the shedding of their own blood have borne witness to the mystery of godliness; whereas the Saviour calls everyone who bears witness to the things proclaimed concerning Him witnesses; at any rate, when being taken up He says to the apostles: "Ye shall be My witnesses both in Jerusalem, and in all Ju-
PG 14:177Read from the page
δαίᾳ, καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. » Ἔστι δὲ ὥσπερ ὁ καθαρθεὶς λεπρὸς τὸ προστεταγμένον ὑπὸ Μωϋσέως προσάγων δῶρον, εἰς μαρτύριον τοῦτο ποιῶν τοῖς μὴ πιστεύσασιν εἰς τὸν Χριστὸν, οὕτως εἰς μαρτύριον τοῖς ἀπίστοις οἱ μάρτυρες μαρτυροῦσι, καὶ πάντες οἱ ἅγιοι, ὧν λάμπει τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων· πολιτεύονται γὰρ παῤῥησιαζόμενοι ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, καὶ μαρτυροῦντες περὶ τοῦ ἀληθινοῦ φωτός.
daea, and Samaria, and unto the uttermost part of the earth." And just as the cleansed leper offers the gift commanded by Moses, doing this for a testimony to those who have not believed in Christ, so for a testimony to the unbelieving do the martyrs bear witness, and all the saints, whose works shine before men; for they conduct their lives with boldness in the cross of Christ, and bearing witness concerning the true Light.
29. Καὶ Ἰωάννης τοίνυν ἦλθεν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ὃς μαρτυρῶν κέκραγε λέγων· « Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. » Πᾶς γοῦν οὗτος ὁ λόγος ἐκ προσώπου τοῦ Βαπτιστοῦ μαρτυροῦντος τῷ Χριστῷ εἴρηται, ὅπερ λανθάνει τινὰς οἰομένους ἀπὸ τοῦ· « Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, » ἕως τοῦ· « Ἐκεῖνος ἐξηγήσατο, » ἐκ τοῦ προσώπου Ἰωάννου τοῦ ἀποστόλου λέγεσθαι. Πρὸς τῇ προειρημένῃ δὲ τοῦ Βαπτιστοῦ μαρτυρίᾳ (ἀρχομένῃ ἀπὸ τοῦ· « Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε, » καὶ ληγούσῃ εἰς τό· « Ἐκεῖνος ἐξηγήσατο, ») καὶ αὕτη ἡ μαρτυρία ἐστὶν Ἰωάννου μετ' ἐκείνην δευτέρα, ὅτε πρὸς τοὺς ἀποστείλαντας ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας, Ἰουδαίων αὐτοὺς ἀποστειλάντων, ὁμολογεῖ οὐκ ἀρνούμενος τὸ ἀληθὲς, ὡς ἄρα οὐκ αὐτὸς εἴη ὁ Χριστὸς, οὐδὲ Ἠλίας, οὐδὲ ὁ προφήτης, ἀλλὰ « φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. » Μετὰ δὲ ταῦτα ἄλλη μαρτυρία τοῦ αὐτοῦ Βαπτιστοῦ περὶ Χριστοῦ ἐστι, τὴν προηγουμένην αὐτοῦ ὑπόστασιν ἔτι διδάσκουσα, διήκουσαν ἐπὶ πάντα τὸν κόσμον, κατὰ τὰς ψυχὰς τὰς λογικὰς, ὅτε φησί· « Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε, ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἄξιος ἐγὼ ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. » Καὶ ἐπίσκεψαι εἰ διὰ τὸ ἐν μέσῳ τοῦ παντὸς εἶναι σώματος τὴν καρδίαν, ἐν δὲ τῇ καρδίᾳ τὸ ἡγεμονικὸν, καὶ τὸν ἐν ἑκάστῳ λόγον, δύναται νοεῖσθαι τό· « Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. » Τετάρτη δὲ πρὸς τούτοις μαρτυρία Ἰωάννου περὶ Χριστοῦ ἤδη καὶ τὸ ἀνθρώπινον αὐτοῦ πάθος ὑπογράφουσα, ὅτε λέγει· « Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστιν περὶ οὗ ἐγὼ εἶπον, ὅτι Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· κἀγὼ οὐκ ᾔδειν
29. John also, therefore, came that he might bear witness concerning the Light, who bearing witness cried out, saying: "He who comes after me has come to be before me, because He was prior to me; for of His fulness we have all received, and grace for grace; for the law was given through Moses, grace and truth came through Jesus Christ. No one has ever seen God; the Only-begotten God, who is in the bosom of the Father, He has declared Him." Now this whole discourse is spoken in the person of the Baptist bearing witness to Christ, which escapes the notice of some who suppose that from the words, "Of His fulness we have all received," as far as, "He has declared Him," is spoken in the person of John the apostle. And in addition to the aforesaid testimony of the Baptist (beginning from, "He who comes after me has come to be before me," and ending at, "He has declared Him"), there is also this testimony of John, second after that one, when to those who had sent priests and Levites from Jerusalem—the Jews having sent them—he confesses, not denying the truth, that he himself is not the Christ, nor Elijah, nor the prophet, but "the voice of one crying in the wilderness: Make straight the way of the Lord, as said Isaiah the prophet." And after these things there is another testimony of the same Baptist concerning Christ, teaching further His principal hypostasis, which pervades the whole world, in accordance with rational souls, when he says: "In the midst of you stands One whom ye know not, who comes after me, the thong of whose sandal I am not worthy to untie." And consider whether, because the heart is in the midst of the whole body, and the governing faculty is in the heart, the saying, "In the midst of you stands One whom ye know not," can be understood of the reason that is in each person. And the fourth testimony of John concerning Christ, in addition to these, already sketches out His human passion as well, when he says: "Behold the Lamb of God, who takes away the sin of the world. This is He of whom I said, After me comes a man who has come to be before me, because He was prior to me; and I knew Him not,
PG 14:180Read from the page
αὐτόν· ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. » Καὶ πέμπτη μαρτυρία ἀναγέγραπται κατὰ τό· « Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. » Ἕκτον δὲ μαρτυρεῖ τῷ Χριστῷ ἐπὶ δύο μαθητῶν ὁ Ἰωάννης, ὅτε, « ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ. » Μεθ' ἣν μαρτυρίαν ἀκουσάντων τῶν δύο μαθητῶν τοῦ Ἰωάννου, καὶ ἀκολουθησάντων τῷ Ἰησοῦ, « στραφεὶς ὁ Ἰησοῦς, καὶ θεασάμενος τοὺς δύο ἀκολουθοῦντας, ἀποκρίνεται λέγων· Τί ζητεῖτε; » Καὶ τάχα οὐ μάτην μετὰ ἓξ μαρτυρίας παύεται μὲν ὁ Ἰωάννης μαρτυρῶν· Ἰησοῦς δὲ κατὰ τὸ ἕβδομον προτείνει τό· « Τί ζητεῖτε; » Πρέπουσα δὲ ὠφελημένοις ὑπὸ τῆς Ἰωάννου μαρτυρίας ἡ φωνὴ ἀναγορεύουσα τὸν Χριστὸν διδάσκαλον, καὶ ὁμολογοῦσα τὸ οἰκητήριον ποθεῖν θεάσασθαι τοῦ Υἱοῦ τοῦ Θεοῦ· φασὶ γὰρ αὐτῷ· « Ῥαββὶ, ὃ λέγεται μεθερμηνευόμενον, διδάσκαλε, ποῦ μένεις; » Καὶ ἐπεὶ « Πᾶς ὁ ζητῶν εὑρίσκει, » ζητήσασι τὴν Ἰησοῦ μονὴν τοῖς Ἰωάννου μαθηταῖς ὑποδείκνυσι λέγων αὐτοῖς· « Ἔρχεσθε, καὶ ὄψεσθε· » τάχα διὰ τοῦ μὲν, « ἔρχεσθε, » ἐπὶ τὸ πρακτικὸν αὐτοὺς παρακαλῶν· διὰ δὲ τοῦ, « ὄψεσθε, » τὴν ἀκολουθοῦσαν τῇ κατορθώσει τῶν πράξεων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων, γινομένην ἐν τῇ τοῦ Ἰησοῦ μονῇ. Προὔκειτο δὲ τοῖς ζητήσασι ποῦ μένει ὁ Ἰησοῦς, ἀκολουθήσασι τῷ διδασκάλῳ, καὶ θεασαμένοις, παραμεῖναι τῷ Ἰησοῦ, καὶ τὴν ἡμέραν ἐκείνην συνδιατρίψαι τῷ Υἱῷ τοῦ Θεοῦ. Ἐπεὶ δὲ ὁ δέκατος ἀριθμὸς τετήρηται ὡς ἅγιος, οὐκ ὀλίγων μυστηρίων ἐν τῇ δεκάδι ἀναγραφομένων, γεγονέναι νοητέον οὐ μάτην καὶ ἐν τῷ Εὐαγγελίῳ τὴν δεκάτην ἀναγράφεσθαι ὥραν τῆς τῶν Ἰωάννου μαθητῶν παρὰ τῷ Ἰησοῦ καταγωγῆς, ὧν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου ἦν, ὅστις, ὠφεληθεὶς ἐν τῷ παραμεμενηκέναι τῷ Ἰησοῦ, εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, (τάχα γὰρ πρότερον οὐχ εὕρητο·) φησὶν εὑρηκέναι τὸν Μεσσίαν, « ὅ ἐστι μεθερμηνευόμενον Χριστός. » Ἐπεὶ γὰρ, « ὁ ζητῶν εὑρίσκει, » ἐζήτησε δὲ ποῦ μένει ὁ Ἰησοῦς, καὶ ἀκολουθήσας, θεωρήσας αὐτοῦ τὴν μονὴν, παραμένει τῷ Κυρίῳ « ἐν τῇ δεκάτῃ ὥρᾳ, » καὶ εὑρίσκει τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν Λόγον, καὶ τὴν σοφίαν, βασιλεύεται δὲ ὑπ' αὐτοῦ· διὰ τοῦτό φησιν· « Εὑρήκαμεν τὸν Μεσσίαν. » Αὕτη δὲ ἡ φωνὴ ὑπὸ παντὸς ἂν λέγοιτο τοῦτον τοῦ Θεοῦ Λόγον εὑρηκότος, καὶ ὑπὸ τῆς θειότητος αὐτοῦ βασιλευομένου. Καρπὸν καὶ
but that He might be made manifest to Israel, on this account came I baptizing in water." And a fifth testimony is recorded in the words: "I have beheld the Spirit descending as a dove out of heaven, and it abode upon Him. And I knew Him not; but He who sent me to baptize in water, He said to me: Upon whomsoever thou shalt see the Spirit descending and abiding upon Him, this is He who baptizes in the Holy Spirit. And I have seen, and have borne witness that this is the Son of God." And a sixth time John bears witness to Christ before two disciples, when, "having looked upon Jesus as He walked, he says: Behold the Lamb of God." After which testimony, when the two disciples had heard John and followed Jesus, "Jesus turned, and seeing the two following, answers, saying: What seek ye?" And perhaps it is not in vain that after six testimonies John ceases bearing witness, and Jesus in the seventh place puts forward the question: "What seek ye?" And fitting for those who have been benefited by the testimony of John is the voice that proclaims Christ a Teacher, and confesses that it desires to behold the dwelling-place of the Son of God; for they say to Him: "Rabbi (which is to say, when interpreted, Teacher), where abidest Thou?" And since "Everyone who seeks finds," to the disciples of John who sought the abode of Jesus He points it out, saying to them: "Come, and ye shall see"; perhaps through the word "come" exhorting them to the practical life, and through the words "ye shall see" sketching out that the contemplation which follows the right accomplishment of actions will assuredly belong to those who wish for it, taking place in the abode of Jesus. And it was set before those who had sought where Jesus abides, and had followed the Teacher, and had beheld, to abide with Jesus, and to spend that day with the Son of God. And since the number ten has been observed as sacred, not a few mysteries being recorded in the decad, we must understand that it has not come about in vain that in the Gospel also the tenth hour is recorded as that of the lodging of John's disciples with Jesus, of whom Andrew, the brother of Simon Peter, was one; who, having been benefited by having abode with Jesus, and having found his own brother Simon (for perhaps he had not been found before), says that he has found the Messiah, "which is, being interpreted, Christ." For since "he who seeks finds," and he had sought where Jesus abides, and having followed, and having beheld His abode, he abides with the Lord "at the tenth hour," and finds the Son of God, the Word, and Wisdom, and is ruled over by Him; on this account he says: "We have found the Messiah." And this utterance might be spoken by everyone who has found this Word of God, and is ruled over by His divinity. And as fruit
PG 14:181Read from the page
εὐθέως προσάγει τὸν ἀδελφὸν τῷ Χριστῷ, ᾧ Σίμωνι ἐχαρίσατο ὁ Ἰησοῦς τὸ ἐμβλέψαι αὐτῷ, ὅπερ ἐστὶ διὰ τοῦ ἐμβλέψαι ἐπισκοπῆσαι καὶ φωτίσαι αὐτοῦ τὸ ἡγεμονικόν· καὶ δεδύνηται διὰ τὸ ἐμβεβλεφέναι αὐτῷ τὸν Ἰησοῦν ὁ Σίμων βεβαιωθῆναι, ὥστε τοῦ ἔργου τῆς βεβαιότητος καὶ τῆς στεῤῥότητος ἐπώνυμος γενέσθαι, καὶ κληθῆναι Πέτρος.
he straightway brings his brother to Christ; upon which Simon Jesus bestowed the grace of looking upon him, which is, through looking upon him, to visit and enlighten his governing faculty; and because Jesus had looked upon him, Simon was enabled to be made firm, so as to be named after the work of firmness and solidity, and to be called Peter.
30. Ἀλλ' ἐρεῖ τις, τί δήποτε προκειμένου διηγήσασθαι τό· « Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, » πάντα ταῦτα διεξεληλύθαμεν; Λεκτέον δὲ, ὅτι ἔδει παραστῆσαι τὰς μαρτυρίας τοῦ Ἰωάννου τὰς περὶ τοῦ φωτὸς, καὶ τὴν τάξιν αὐτῶν ἐκθέσθαι, τήν τε ἀκολουθήσασαν οἷς ἐμαρτύρησεν ὠφέλειαν, γενομένην κατὰ τὴν Ἰωάννου μαρτυρίαν ἀπὸ τοῦ Ἰησοῦ, ἵνα τὸ ἀνύσιμον τῆς Ἰωάννου μαρτυρίας δηλωθῇ. Καὶ πρὸ τῶν ἐνταῦθα δὲ μαρτυριῶν ἡ ἐν τῇ ἀγαλλιάσει σκίρτησις τοῦ Βαπτιστοῦ ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ ἐπὶ τῷ ἀσπασμῷ τῆς Μαρίας μαρτυρία περὶ Χριστοῦ ἦν, μαρτυροῦντος τῇ θειότητι τῆς συλλήψεως καὶ γενέσεως αὐτοῦ. Καὶ τί γάρ; Ἢ πανταχοῦ μάρτυς καὶ πρόδρομος τοῦ Ἰησοῦ ἐστιν ὁ Ἰωάννης, προλαμβάνων τὴν γένεσιν αὐτοῦ, καὶ πρὸ ὀλίγου τοῦ θανάτου ἀποθνήσκων τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἵνα μὴ μόνον τοῖς ἐν γενέσει, ἀλλὰ καὶ τοῖς προσδοκῶσι τὴν διὰ Χριστοῦ ἀπὸ θανάτου ἐλευθερίαν, πρὸ τοῦ Χριστοῦ ἐπιδημῶν, πανταχοῦ ἑτοιμάσῃ Κυρίῳ λαὸν κατεσκευασμένον· φθάνει δὲ καὶ ἐπὶ τὴν δευτέραν Χριστοῦ παρουσίαν, καὶ θειοτέραν, ἡ Ἰωάννου μαρτυρία. « Εἰ γὰρ θέλετε, φησὶ, δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. » Οὔσης δὲ ἀρχῆς ἐν ᾗ ὁ Λόγος, (ἥντινα σοφίαν εἶναι ἀπὸ τῶν Παροιμιῶν ἀπεδείξαμεν·) ὄντος δὲ καὶ τοῦ Λόγου, γενομένης τε ἐν τούτῳ ζωῆς, τῆς τε ζωῆς τυγχανούσης φωτὸς ἀνθρώπων, ζητῶ τί δήποτε ὁ γενόμενος « ἄνθρωπος, ἀπεσταλμένος παρὰ Θεοῦ, ᾧ ὄνομα Ἰωάννης, ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός; » Διὰ τί οὖν οὐχ ἵνα μαρτυρήσῃ περὶ τῆς ζωῆς, ἢ ἵνα μαρτυρήσῃ περὶ τοῦ Λόγου, ἢ περὶ τῆς ἀρχῆς, ἢ ὁποίας δήποτε ἄλλης ἐπινοίας τοῦ Χριστοῦ; Ἐπίσκεψαι δὲ εἰ μὴ « ὁ λαὸς ὁ καθήμενος ἐν σκότῳ φῶς εἶδε μέγα, » καὶ ἐπεὶ « τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, » μὴ καταλαμβανόμενον ὑπ' αὐτῆς, οἱ ἐν σκότῳ τυγχάνοντες δέονται φωτὸς, τουτέστιν οἱ ἄνθρωποι. Εἰ γὰρ τὸ φῶς τῶν ἀνθρώπων ἐν τῇ σκοτίᾳ φαίνει, ἔνθα οὐδαμῶς ἐνέργεια σκοτίας τυγχάνει, ἑτέρων ἐπινοιῶν τοῦ Χριστοῦ κοινωνήσομεν, νῦν κυρίως καὶ κατὰ τὸ ἀκριβὲς οὐ μετέχοντες αὐτῶν. Πῶς γὰρ μετέχομεν ζωῆς, οἱ ἔτι τὸ σῶμα τοῦ θανάτου περικείμενοι; « Ὧν ἡ ζωὴ κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ; Ὅταν γὰρ ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθησόμεθα ἐν δόξῃ. » Οὐχ οἷόν τε οὖν ἦν τὸν ἐλθόντα μαρτυρῆσαι περὶ τῆς ζωῆς τῆς ἔτι ἂν κρυπτομένης σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ἀλλ' οὐδὲ ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ Λόγου, Λόγον ἡμῶν νοούντων τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, καὶ
30. But someone will say, why ever, when it was proposed to expound the text, "This man came for a witness, that he might bear witness concerning the Light," have we gone through all these things? And we must say that it was necessary to set forth the testimonies of John concerning the Light, and to expound their order, and the benefit which followed upon the things to which he bore witness, brought about by Jesus in accordance with the testimony of John, in order that the efficacy of John's testimony might be made plain. And even before the testimonies recorded here, the leaping of the Baptist in exultation in the womb of Elisabeth at the greeting of Mary was a testimony concerning Christ, as he bore witness to the divinity of His conception and birth. And what more need be said? Truly everywhere John is a witness and forerunner of Jesus, anticipating His birth, and dying a little before the death of the Son of God, in order that not only for those in generation, but also for those who await deliverance from death through Christ, by arriving before Christ he may everywhere prepare for the Lord a people made ready; and the testimony of John reaches even to the second and more divine coming of Christ. "For if ye are willing to receive it," He says, "he is Elijah who is to come. He who has ears to hear, let him hear." Now whereas there is a Beginning in which the Word was (which we proved from the Proverbs to be Wisdom), and whereas there is also the Word, and Life came to be in Him, and the Life is the Light of men, I inquire why ever the man who came to be, "sent from God, whose name was John, came for a witness, that he might bear witness concerning the Light"? Why, then, did he not come that he might bear witness concerning the Life, or that he might bear witness concerning the Word, or concerning the Beginning, or whatever other aspect of Christ there may be? Consider whether it is not because "the people that sat in darkness saw a great light," and since "the light shines in the darkness," not being comprehended by it, those who are in darkness—that is, men—stand in need of light. For if the Light of men shines in the darkness, where there is no working of darkness at all we shall partake of other aspects of Christ, whereas now in a strict and exact sense we do not partake of them. For how do we partake of life, we who are still encompassed with the body of death? "Whose life is hidden with Christ in God? For when Christ, our life, shall be manifested, then shall we also with Him be manifested in glory." It was not possible, therefore, for him who came to bear witness concerning the Life which is still hidden with Christ in God. Nor yet did he come for a witness that he might bear witness concerning the Word, when we understand by the Word Him who was in the beginning with God, and
PG 14:183Read from the page
Unigenitus ergo Deus Salvator noster solus a Patre generatus, natura et non adoptione Filius est; natus autem ex ipsa Patris mente, sicut voluntas ex mente. Non enim divisibilis est divina natura, id est ingeniti Patris, ut putemus vel divisione vel imminutione substantiae ejus Filium esse progenitum. Sed sive mens, sive cor, aut sensus de Deo dicendus
Therefore the Only-begotten God our Saviour, alone begotten by the Father, is Son by nature and not by adoption; and He was born from the very mind of the Father, as the will from the mind. For the divine nature—that is, of the unbegotten Father—is not divisible, that we should suppose the Son to have been begotten either by division or by diminution of His substance. But whether mind, or heart, or sense is to be spoken of concerning God,