Migne Reading Room

PG 14 · cols. 152–161 · Read from the page

Commentary on John, Book 2

Commentary on John, Book 2

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 14:152Read from the page
καὶ ἐν τῷ τούτων θειοτέρῳ πνεύματι· οὗ κατὰ μετοχὴν ἐπικρατοῦσαν χρηματίζει ὁ πνευματικός. Ἅμα δὲ καὶ τὰ τῆς τοιαύτης ὑποθέσεως, χωρὶς κἂν φαινομένης ἀποδείξεως, ἀποφαίνεται, οὐδὲ μέχρι τῆς τυχούσης πιθανότητος φθάσαι εἰς τὸν περὶ τούτων δυνηθεὶς λόγον. Καὶ ταῦτα μὲν περὶ ἐκείνου.
also in the spirit which is more divine than these, by prevailing participation in which the spiritual one gets his title. Moreover, he also pronounces the tenets of such a hypothesis without even an apparent demonstration, not having been able to attain even to ordinary plausibility in the argument concerning these things. So much, then, concerning him.
Φέρε δὲ καὶ ἡμεῖς καὶ τοῦτο ζητήσωμεν, εἰ ἡ ζωὴ ἦν μόνων ἀνθρώπων φῶς, καὶ μὴ παντὸς οὑτινοσοῦν ἐν μακαριότητι τυγχάνοντος. Ἐὰν γὰρ ταὐτὸν ἦν « ζωὴ καὶ φῶς ἀνθρώπων, » καὶ μόνων ἀνθρώπων εἴη τὸ τοῦ Χριστοῦ φῶς, μόνων ἀνθρώπων καὶ ἡ ζωή· τοῦτο δ' ὑπολαμβάνειν ἐστὶν ἠλίθιον ἅμα καὶ ἀσεβὲς, ἀντιμαρτυρουσῶν τῶν ἄλλων Γραφῶν ταύτῃ τῇ ἐκδοχῇ· εἴ γε, ὅταν προκόψωμεν, ἰσάγγελοι ἐσόμεθα. Οὕτω δὲ λυτέον τὸ ἀπορηθὲν, οὐχὶ εἴ τι λέγεταί τινων, ἐκείνων μόνων ἐστὶ τὸ λεγόμενον. Οὕτως οὖν οὐχὶ ᾗ λέγεται φῶς ἀνθρώπων, μόνων ἀνθρώπων ἐστὶ φῶς· ἐδύνατο γὰρ προσκεῖσθαι, ἡ ζωὴ ἦν τὸ τῶν ἀνθρώπων μόνων φῶς. Ἔξεστι γὰρ τὸ φῶς τῶν ἀνθρώπων, καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους εἶναι φῶς· ὡς ἔξεστι τάδε τὰ ζῶα, καὶ τάδε τὰ φυτὰ ἀνθρώπων ὄντα τροφὴν, καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους τὰ αὐτὰ εἶναι τροφήν. Καὶ τοῦτο μὲν ἀπὸ τῆς συνηθείας τὸ παράδειγμα· ἄξιον δὲ ἀπὸ τῶν θεοπνεύστων λόγων ὅμοιον ἀντιπαραβαλεῖν. Ἐνθάδε τοίνυν ζητοῦμεν εἰ μηδὲν κωλύει τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων εἶναι φῶς· λέγοντες, ὅτι οὐχὶ, ἐπεὶ λέγεται « φῶς ἀνθρώπων, » ἤδη ἀποκέκλεισται καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους κρειττόνων, ἢ ἄνθρωποι ὁμοίων εἶναι ὡς φῶς. Ἀναγέγραπται δὲ ὁ Θεὸς Θεὸς εἶναι Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ· ὁ δὴ βουλόμενος, ἐπειδὴ εἴρηται, « ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, » τὸ φῶς μηδενὸς ἑτέρου εἶναι ἢ τῶν ἀνθρώπων, κατὰ τὸ ὅμοιον οἰήσεται τὸν Θεὸν Ἀβραὰμ, καὶ Θεὸν Ἰσαὰκ, καὶ Θεὸν Ἰακὼβ, μηδενὸς εἶναι Θεὸν ἢ τῶν τριῶν μόνων τούτων πατέρων. Ἔστι δέ γε καὶ Ἠλίου Θεὸς, καὶ, ὥς φησιν Ἰουδὶθ, τοῦ πατρὸς αὐτῆς Συμεὼν, καὶ Θεὸς τῶν Ἑβραίων. Διόπερ κατὰ τὸ ὅμοιον, εἰ μηδὲν κωλύει εἶναι αὐτὸν καὶ ἑτέρων Θεὸν, οὐδὲν κωλύει εἶναι τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους φῶς.
Come now, let us too inquire into this as well, whether the life was the light of men only, and not of everyone whatsoever who is in blessedness. For if "life" and "light of men" were the same, and the light of Christ were of men only, the life also would be of men only; but to suppose this is at once foolish and impious, since the other Scriptures bear witness against this interpretation, if indeed, when we make progress, we shall be equal to angels (Matt. 22:30; Luke 20:36). Now the difficulty raised must be solved thus: it is not the case that if something is said to be of certain persons, what is said belongs to those persons only. So, then, it is not the case that insofar as it is called "light of men," it is the light of men only; for there could have been added, "the life was the light of men only." For it is possible for the light of men to be also the light of others besides men; just as it is possible for these animals and these plants, while being food of men, to be the same food of others besides men also. And this example is from common usage; but it is worthwhile to set beside it a similar one from the divinely inspired words. Here, accordingly, we inquire whether nothing prevents the light of men from being also the light of others, saying that it is not the case that, because it is called "light of men," it is thereby excluded from being as light also of others besides men, whether superior to men or like them. Now God is recorded to be the God of Abraham, and the God of Isaac, and the God of Jacob (Exod. 3:6); he, then, who wishes, since it is said, "the life was the light of men" (John 1:4), that the light should belong to no other than to men, will in like manner suppose that the God of Abraham, and the God of Isaac, and the God of Jacob is the God of no one else than of these three fathers only. Yet He is in fact also the God of Elijah (4 Kings 2:14), and, as Judith says, of her father Simeon (Judith 9:2), and the God of the Hebrews (Exod. 3:18). Wherefore in like manner, if nothing prevents Him from being the God of others also, nothing prevents the light of men from being the light of others besides men also.
Ἄλλος δέ τις, προσχρησάμενος τῷ· « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, » πᾶν τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν γενόμενον Θεοῦ ἄνθρωπον εἶναί φησι, μυρίοις χρώμενος εἰς τοῦτο παραδείγμασιν, ὅτι οὐδὲν διαφέρει τῇ Γραφῇ ἄνθρωπον ἢ ἄγγελον φάναι· ἐπὶ γὰρ τοῦ αὐτοῦ ὑποκειμένου οὐ κεῖται ἡ ἄγγελος καὶ ἄνθρωπος προσηγορία· ὥσπερ ἐπὶ τῶν ξενισθέντων παρὰ τῷ
And someone else, making use of the saying, "Let Us make man according to Our image and likeness" (Gen. 1:26), says that everything that has come to be according to the image and likeness of God is man, using countless examples for this, to show that it makes no difference to Scripture to say "man" or "angel"; for the appellation "angel" and "man" is applied to the same subject, just as in the case of those who were entertained as guests with
PG 14:153Read from the page
Ἀβραὰμ τριῶν, καὶ γενομένων ἐν Σοδόμοις δύο, καὶ ἐν ὅλῳ τῷ εἱρμῷ τῆς Γραφῆς ὁτὲ μὲν ἄνδρες, ὁτὲ δὲ ἄγγελοι εἶναι λέγονται. Πλὴν ὁ τοῦτο νομίζων ἐρεῖ, ὅτι, ὥσπερ παρὰ τοῖς ὁμολογουμένοις ἀνθρώποις εἰσὶν ἄγγελοι, ὡς ὁ Ζαχαρίας λέγων· « Ἄγγελος Θεοῦ ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει Κύριος παντοκράτωρ· » καὶ ὁ Ἰωάννης, περὶ οὗ γέγραπται· « Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, » οὕτως καὶ οἱ τοῦ Θεοῦ ἄγγελοι παρὰ τὸ ἔργον τοῦτο χρηματίζουσι, καὶ οὐ παρὰ τὴν φύσιν ἄνδρες κληθέντες. Καὶ ἔτι μᾶλλον παραμυθήσεται, ὅτι ἐπὶ τῶν κρειττόνων δυνάμεων τὰ ὀνόματα οὐχὶ φύσεων ζώων ἐστὶν ὀνόματα, ἀλλὰ τάξεων, ὧν ἥδε τις καὶ ἥδε λογικὴ φύσις τέτευχεν ἀπὸ Θεοῦ· θρόνος γὰρ οὐκ εἶδος ζώου, οὐδὲ ἀρχὴ, οὐδὲ κυριότης, οὐδὲ ἐξουσία, ἀλλὰ ὀνόματα πραγμάτων, ἐφ' ὧν ἐτάχθησαν οἱ οὕτω προσαγορευόμενοι, ὧν τὸ ὑποκείμενον οὐκ ἄλλο τί ἐστιν ἢ ἄνθρωπος, καὶ τῷ ὑποκειμένῳ συμβέβηκε τὸ θρόνῳ εἶναι, ἢ κυριότητι, ἢ ἀρχῇ, ἢ ἐξουσίᾳ. Καὶ ἐν τῷ Ἰησοῦ δὲ τῷ τοῦ Ναυῆ κεῖται τό· Ὤφθη τῷ Ἰησοῦ ἄνθρωπος ἐν Ἰεριχὼ, ὅς φησιν· « Ἐγὼ ἀρχιστράτηγος Κυρίου δυνάμεως νυνὶ παραγέγονα. » Κατὰ τοῦτο οὖν, ὡς ἴσον δυνάμενον, ἐκλήψεται τὸ φῶς τῶν ἀνθρώπων καὶ φῶς παντὸς λογικοῦ, παντὸς λογικοῦ τῷ κατ' εἰκόνα καὶ ὁμοίωσιν εἶναι Θεοῦ ἀνθρώπου τυγχάνοντος. Τὸ αὐτὸ μέντοιγέ ἐστι τριχῶς ὀνομαζόμενον, Φῶς τῶν ἀνθρώπων, καὶ ἁπαξαπλῶς Φῶς, καὶ Φῶς ἀληθινόν· φῶς μὲν οὖν ἀνθρώπων, ἤτοι, ὡς προαποδέδεικται, οὐδενὸς κωλύοντος τὸ ἐκλαμβάνειν καὶ ἑτέρων παρὰ τὸν ἄνθρωπον εἶναι τὸ φῶς, ἢ πάντων τῶν λογικῶν, διὰ τὸ κατ' εἰκόνα Θεοῦ γεγονέναι ἀνθρώπων καλουμένων.
Abraham, who were three (Gen. 18:2), and those who came to Sodom, who were two (Gen. 19:1), and throughout the whole sequence of Scripture they are sometimes said to be men, and sometimes angels. However, he who holds this view will say that, just as among those who are confessedly men there are angels, like Zechariah when he says, "I am an angel of God with you, says the Lord Almighty" (Hag. 1:13), and John, concerning whom it is written, "Behold, I send My angel before Thy face" (Mal. 3:1; Luke 7:27), so also the angels of God get this title from their office, and are called men not from their nature. And he will support this still further by saying that in the case of the superior powers the names are not names of natures of living beings, but of ranks, which this and that rational nature has obtained from God: for a throne is not a species of living being, nor is a principality, nor a dominion, nor a power, but names of affairs over which those so styled have been appointed, whose underlying subject is nothing else than man, and to the subject it has happened to be a throne, or a dominion, or a principality, or a power. And in Joshua the son of Nun also there stands the passage: A man appeared to Joshua in Jericho, who says: "As captain of the host of the Lord am I now come" (Josh. 5:13-14). According to this, therefore, as being equivalent in force, he will take the light of men to be also the light of every rational being, since every rational being happens to be man by being according to the image and likeness of God. Now the same thing is named in three ways: "Light of men" (John 1:4), and simply "Light" (John 1:7-8), and "True Light" (John 1:9); "light of men," then, either, as has been demonstrated before, because nothing prevents our taking the light to belong to others besides man as well, or because all rational beings are called men on account of having come to be according to the image of God.
Ἐπεὶ δὲ φῶς ἁπαξαπλῶς ἐνταῦθα μὲν ὁ Σωτὴρ, ἐν δὲ τῇ Καθολικῇ τοῦ αὐτοῦ Ἰωάννου Ἐπιστολῇ λέγεται ὁ Θεὸς εἶναι φῶς, ὁ μέν τις οἴεται καὶ ἐντεῦθεν κατασκευάζεσθαι τῇ οὐσίᾳ μὴ διεστηκέναι τοῦ Υἱοῦ τὸν Πατέρα· ὁ δέ τις ἀκριβέστερον τηρήσας, ὁ καὶ ὑγιέστερον λέγων, φήσει οὐ ταὐτὸν εἶναι τὸ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς, καὶ μὴ καταλαμβανόμενον ὑπ' αὐτῆς, καὶ τὸ φῶς, ἐν ᾧ οὐδαμῶς ἐστι σκοτία. Τὸ μὲν γὰρ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς, οἱονεὶ ἐπέρχεται τῇ σκοτίᾳ· καὶ διωκόμενον ὑπ' αὐτῆς, καὶ, ἵν' οὕτως εἴπω, ἐπιβουλευόμενον οὐ καταλαμβάνεται· τὸ δὲ φῶς, ἐν ᾧ οὐδεμία ἐστὶ σκοτία, οὔτε φαίνει ἐν τῇ σκοτίᾳ, οὔτε τὴν ἀρχὴν διώκεται ὑπ' αὐτῆς, ἵνα καὶ ὡς νικῶν ἀναγράφηται
And since here the Saviour is called simply light, while in the Catholic Epistle of the same John God is said to be light (1 John 1:5), someone on the one hand supposes that from this too it is established that the Father is not distinct in essence from the Son; whereas someone else, observing more accurately and speaking more soundly, will say that the light which shines in the darkness and is not overtaken by it (John 1:5) is not the same as the light in which there is no darkness at all (1 John 1:5). For the light that shines in the darkness, as it were, comes upon the darkness; and being pursued by it and, so to speak, plotted against, it is not overtaken; whereas the light in which there is no darkness neither shines in the darkness, nor is pursued by it at all, so that it should also be recorded as conquering
PG 14:156Read from the page
τῷ μὴ καταλαμβάνεσθαι ὑπ' αὐτῆς διωκούσης. Τρίτον ἦν τὸ λεγόμενον τοῦτο τὸ φῶς, « φῶς ἀληθινόν. » Ὧι δὲ λόγῳ ὁ Πατὴρ τῆς ἀληθείας Θεὸς πλείων ἐστὶ καὶ μείζων ἢ ἀλήθεια· καὶ ὁ Πατὴρ ὢν σοφίας κρείττων ἐστὶ καὶ διαφέρων ἢ σοφία, τούτῳ ὑπερέχει τοῦ εἶναι φῶς ἀληθινόν. Παραστατικώτερον δὲ δύο φῶτα τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀπὸ τοῦ Δαυῒδ τυγχάνειν διὰ τούτων εἰσόμεθα, ὅτε φησὶ⟨ν⟩ ἐν τριακοστῷ πέμπτῳ ψαλμῷ· « Ἐν φωτί σου ὀψόμεθα φῶς. » Ταὐτὸ δὲ αὐτὸ τὸ φῶς τῶν ἀνθρώπων τὸ ἐν τῇ σκοτίᾳ φαῖνον, « τὸ ἀληθινὸν φῶς, » ἐν τοῖς ἑξῆς τοῦ Εὐαγγελίου φῶς τοῦ κόσμου ἀναγορεύεται, φάσκοντος Ἰησοῦ· « Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Οὐδὲ τοῦτο δὲ ἀπαρασήμαντον ἐάσωμεν, ὅτι, ἐνδεχομένου γεγράφθαι· Ὃ γέγονεν ἐν αὐτῷ φῶς ἦν τῶν ἀνθρώπων, καὶ τὸ φῶς τῶν ἀνθρώπων ζωὴ ἦν, τὸ ἀνάπαλιν πεποίηκε· προτάσσει γὰρ τὴν ζωὴν τοῦ τῶν ἀνθρώπων φωτὸς, εἰ καὶ ταὐτόν ἐστι ζωὴ καὶ ἀνθρώπων φῶς, τῷ προαπαντᾷν ἡμᾶς ἐπὶ τῶν μετεχόντων τῆς ζωῆς τυγχανούσης καὶ φωτὸς ἀνθρώπων τὸ ζῆν αὐτοὺς τὴν προειρημένην θείαν ζωὴν παρὰ τὸ πεφωτίσθαι· ὑποκεῖσθαι γὰρ δεῖ τὸ ζῆν, ἵν' ὁ ζῶν πεφωτισμένος γένηται· οὐκ ἦν δὲ ἀκόλουθον πεφωτίσθαι τὸν μηδέπω ζῆν νενοημένον, καὶ ἐπιγίνεσθαι τῷ πεφωτίσθαι τὸ ζῆν. Εἰ γὰρ καὶ ταὐτόν ἐστιν « ἡ ζωὴ, » καὶ « τὸ φῶς τῶν ἀνθρώπων, » ἀλλ' αἵ γε ἐπίνοιαι καθ' ἕτερον καὶ ἕτερον λαμβάνονται. Τοῦτο δὲ τὸ φῶς τῶν ἀνθρώπων καὶ φῶς ἐθνῶν παρὰ τῷ προφήτῃ Ἠσαΐᾳ λέγεται κατὰ τό· « Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν· » καὶ τούτῳ τῷ φωτὶ πεποιθὼς ὁ Δαυΐδ φησιν ἐν εἰκοστῷ ἕκτῳ ψαλμῷ· « Κύριος φωτισμός μου, καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; »
by not being overtaken by it when it pursues. Third was this light which is called "true light" (John 1:9). Now by the same principle by which the Father of truth is God, greater and fuller than truth, and the Father, being the Father of wisdom, is better and more excellent than wisdom, by this He excels being "true light." And we shall know more clearly through these words from David that the Father and the Son are two lights, when he says in the thirty-fifth Psalm: "In Thy light shall we see light" (Ps. 35:10). And this selfsame light of men that shines in the darkness, "the true light," in what follows of the Gospel is proclaimed to be the light of the world, when Jesus says: "I am the light of the world" (John 8:12). Nor let us leave this unremarked either, that whereas it was possible to have written, "What has come to be in Him was the light of men, and the light of men was life," he has done the reverse; for he places life before the light of men, even though life and the light of men are the same, because in the case of those who partake of the life which is also the light of men we first meet with their living the aforesaid divine life before their having been enlightened; for living must underlie as a foundation, in order that the living one may become enlightened; whereas it was not consistent that one not yet conceived as living should have been enlightened, and that living should supervene upon having been enlightened. For even though "the life" and "the light of men" are the same, yet the conceptions are taken according to one aspect and another. And this light of men is also called a light of the nations in the prophet Isaiah, according to the saying: "Behold, I have set Thee for a covenant of a race, for a light of the nations" (Isa. 42:6); and trusting in this light David says in the twenty-sixth Psalm: "The Lord is my illumination and my Saviour; whom shall I fear?" (Ps. 26:1).
Πρὸς δὲ τοὺς τὴν περὶ αἰώνων ἀναπλάσαντας ἐν συζυγίαις μυθολογίαν, καὶ οἰομένους ὑπὸ νοῦ καὶ ἀληθείας προβεβλῆσθαι λόγον καὶ ζωὴν, οὐκ ἀπίθανον καὶ ταῦτα ἀπορῆσαι. Πῶς γὰρ ἡ κατ' αὐτοὺς σύζυγος τοῦ λόγου ζωὴ τὸ γεγονέναι ἐν τῷ συζύγῳ λαμβάνει; « Ὃ γέγονε » γὰρ, φησὶν, « ἐν αὐτῷ » (δηλονότι τῷ προειρημένῳ λόγῳ) « ζωὴ ἦν. » Λεγέτωσαν οὖν ἡμῖν πῶς ἡ σύζυγος τοῦ λόγου ζωὴ γέγονεν ἐν τῷ λόγῳ, καὶ πῶς μᾶλλον τοῦ λόγου ἡ ζωὴ φῶς ἐστι τῶν ἀνθρώπων. Εἰκὸς δὲ τοὺς εὐγνωμονεστέρους ἐν ταῖς ζητήσεσιν ἀνατρεπομένους, πληγέντας ὑπὸ τοῦ ἐπαπορήματος ἀντερωτήσειν ἡμᾶς, καὶ αὐτοὺς θλιβομένους, ἐὰν μὴ εὕρωμεν αἰτίαν, δι' ἣν οὐχὶ λόγος εἴρηται τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ' ἡ γενομένη ἐν τῷ λόγῳ ζωή· πρὸς οὓς τοιαῦτα ἀποκρινούμεθα· Ὅτι ζωὴ ἐνταῦθα οὐχ ἡ κοινὴ λογικῶν καὶ ἀλόγων λέγεται, ἀλλ' ἡ ἐπιγινομένη τῷ ἐν ἡμῖν συμπληρουμένῳ λόγῳ τῆς μετοχῆς
Now against those who have fabricated the mythology concerning aeons in pairs, and who suppose that Word and Life were projected by Mind and Truth, it is not unreasonable to raise these difficulties also. For how does Life, which according to them is the consort of the Word, receive its having come to be in its consort? For "What has come to be," he says, "in Him" (namely, in the aforesaid Word) "was life" (John 1:3-4). Let them tell us, therefore, how Life, the consort of the Word, has come to be in the Word, and how Life rather than the Word is the light of men. Yet it is likely that those who are more fair-minded when refuted in their inquiries, being struck by the difficulty raised, will ask us in turn, since we too are pressed unless we find a reason why the Word is not called the light of men, but the life that came to be in the Word; to whom we shall reply as follows: That life here does not mean that which is common to rational and irrational beings, but that which supervenes upon the reason brought to completion within us, the participation
PG 14:157Read from the page
ἀπὸ τοῦ πρώτου λαμβανομένης λόγου· καὶ κατὰ μὲν τὸ ἀποστραφῆναι τὴν δοκοῦσαν ζωὴν, οὐκ οὖσαν δὲ ἀληθῶς, καὶ ποθεῖν χωρῆσαι τὴν ἀληθῶς ζωὴν πρῶτον κοινωνοῦμεν αὐτῇ, ἥτις γενομένη ἐν ἡμῖν καὶ φωτὸς γνώσεως ὑπόστασις γίνεται. Καὶ τάχα αὕτη ἡ ζωὴ παρ' οἷς μὲν δυνάμει καὶ οὐκ ἐνεργείᾳ φῶς ἐστι, τοῖς τὰ τῆς γνώσεως ἐξετάζειν μὴ φιλοτιμουμένοις, παρ' ἑτέροις δὲ καὶ ἐνεργείᾳ γενομένοις φῶς· δῆλον δὲ, ὅτι παρ' οἷς κατορθοῦται τὸ ὑπὸ τοῦ Παύλου προστεταγμένον· « Ζηλοῦτε τὰ χαρίσματα κρείττονα, » μείζονα δὲ τῶν χαρισμάτων τὸ καὶ πάντων προτεταγμένον, ὅσπερ ἐστὶ λόγος σοφίας· καὶ τούτῳ ἕπεται λόγος γνώσεως. Περὶ δὲ τῆς διαφορᾶς αὐτῶν, παρακειμένων ἀλλήλοις τῶν σημαινομένων σοφίας καὶ γνώσεως, οὐ τοῦ παρόντος ἐστὶν εἰπεῖν καιροῦ.
being received from the First Word; and insofar as we turn away from the seeming life, which is not truly life, and long to contain the true life, we first share in it, and when it has come to be in us it becomes also the foundation of the light of knowledge. And perhaps this life in some is light potentially and not in actuality—in those who are not ambitious to examine the things of knowledge—while in others who have become so in actuality as well it is light; and clearly this is among those in whom the precept enjoined by Paul is rightly accomplished: "Be zealous for the better gifts" (1 Cor. 12:31), and greater among the gifts is that which is also set before all, which is the word of wisdom; and upon this follows the word of knowledge (1 Cor. 12:8). But concerning their difference, when the meanings of wisdom and knowledge are set side by side with one another, it does not belong to the present occasion to speak.
20. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἔτι περὶ τοῦ τῶν ἀνθρώπων, ἐπεὶ προτέτακται, ζητοῦμεν φωτὸς, οἶμαι δ' ὅτι καὶ τοῦ ἐναντίου καλουμένου σκοτίας· ἂν δὲ οὕτω δοκιμασθείσης τῶν ἀνθρώπων φημὶ, ὅτι τάχα γενικόν ἐστι τὸ φῶς τῶν ἀνθρώπων δύο ἰδικῶν πραγμάτων· ὁμοίως δὲ καὶ ἡ σκοτία αὐτῶν. Ἔστι γὰρ τὸν τὸ φῶς τῶν ἀνθρώπων κεκτημένον, καὶ κοινωνοῦντα τῶν αὐγῶν αὐτοῦ, ἔργα φωτὸς ἐπιτελεῖν καὶ γινώσκειν φωτιζόμενον φῶς γνώσεως· τὸ δὲ ἀνάλογον καὶ ἐκ τῶν ἐναντίων νοητέον, τῶν τε μοχθηρῶν πράξεων καὶ τῆς νομιζομένης γνώσεως, οὐκ οὔσης κατὰ ἀλήθειαν, τὸν λόγον τῆς σκοτίας ἐχόντων. Καὶ ὅτι μὲν τὰ πρακτικὰ φῶς ὁ ἱερὸς οἶδε λόγος, φησὶν ὁ Ἠσαΐας· « Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς· » καὶ ὁ Δαυῒδ ἐν ιη' ψαλμῷ· « Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς· » ὅτι δὲ φῶς παρὰ τὰ προστάγματα καὶ τὰς ἐντολάς ἐστί τι γνώσεως παρά τινι τῶν Δώδεκα εὕρομεν· « Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. » Ὡς γὰρ ὄντος καὶ ἑτέρου φωτὸς παρὰ τὰς ἐντολὰς τῆς γνώσεως, λέγεται τὸ, « Φωτίσατε ἑαυτοῖς φῶς, » οὐχ ἁπλῶς φῶς, ἀλλὰ ποῖον φῶς; ὅτι τὸ τῆς γνώσεως. Εἰ γὰρ πᾶν φῶς, ὃ φωτίζει ἄνθρωπος ἑαυτῷ, φῶς γνώσεως ἦν, μάτην προσέκειτο τὸ, « Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. » Πάλιν ὅτι ἡ σκοτία ἐπὶ τῶν μοχθηρῶν ἔργων παραλαμβάνεται, διδάσκει ὁ αὐτὸς ἐν τῇ Ἐπιστολῇ Ἰωάννης φάσκων, ὅτι « Ἐὰν εἴπωμεν, ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα, καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· » καὶ πάλιν· « Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι· » καὶ ἔτι· « Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῇ σκοτίᾳ ἐστὶ, καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. » Τὸ γὰρ ἐν τῷ σκότῳ περι-
20. And the light shines in the darkness, and the darkness did not overtake it (John 1:5). Still we inquire concerning the light of men, since it has been placed first, and I think also concerning its opposite, called darkness; and if that of men is thus tested, I say that perhaps the light of men is generic of two specific things, and similarly also their darkness. For it is possible for him who has acquired the light of men, and who shares in its rays, to perform works of light and, being enlightened, to know the light of knowledge; and the analogous point must be understood from the opposites as well, both wicked actions and supposed knowledge, which is not according to truth, holding the place of darkness. And that sacred Scripture knows practical matters as light, Isaiah says: "Because Thy ordinances are a light upon the earth" (Isa. 26:9); and David in the eighteenth Psalm: "The commandment of the Lord is bright, enlightening the eyes" (Ps. 18:9); while that besides ordinances and commandments there is a certain light of knowledge, we found in one of the Twelve: "Sow for yourselves unto righteousness, gather in unto the fruit of life, light for yourselves the light of knowledge" (Hos. 10:12). For as though there were also another light of knowledge besides the commandments, it is said, "Light for yourselves a light," not simply a light, but what kind of light? Namely, that of knowledge. For if every light which a man lights for himself were the light of knowledge, in vain would there have been added, "Light for yourselves the light of knowledge." Again, that darkness is taken of wicked works, the same John teaches in his Epistle, saying: "If we say that we have fellowship with Him, and walk in the darkness, we lie, and do not the truth" (1 John 1:6); and again: "He who says he is in the light, and hates his brother, is in the darkness until now" (1 John 2:9); and further: "But he who hates his brother is in the darkness, and walks in the darkness, and knows not where he goes, because the darkness has blinded his eyes" (1 John 2:11). For to walk-
PG 14:160Read from the page
πατεῖν ἐμφαίνει τὴν ψεκτὴν πρᾶξιν· καὶ τὸ μισεῖν δὲ τὸν ἀδελφὸν αὐτοῦ, οὐ τῆς κυρίως καλουμένης γνώσεώς ἐστιν ἀπόπτωμα; Ὅτι δὲ καὶ ὁ ἀγνοῶν τὰ θεῖα κατ' αὐτὸ τὸ ἀγνοεῖν ἐν σκότει διαπορεύεται, φησὶν ὁ Δαυῒδ· « Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. » Ἐπίστησον δὲ τῷ· « Ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία, » εἰ μὴ διὰ τοῦτο λέγεται τῷ εἶναι μὴ μίαν σκοτίαν, ἀλλ' ἤτοι διὰ τὸ γενικὸν δύο, ἢ καὶ διὰ τὸ καθ' ἕκαστο⟨ν⟩ τῶν ἰδικῶν πολλὰς εἶναι πράξεις μοχθηρὰς, καὶ πολλὰ δόγματα ψευδῆ, πολλαί εἰσι σκοτίαι, ὧν οὐδεμία ἐν τῷ Θεῷ ἐστιν, οὐκ ἂν λεχθέντος ἐπὶ τοῦ ἁγίου ὅ φησιν ὁ Σωτὴρ, τό· « Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, » ὅτι φῶς ἐστι τοῦ κόσμου ὁ ἅγιος, κα⟨ὶ⟩ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία.
in the darkness indicates blameworthy action; and hating one's brother, is it not a falling away from what is strictly called knowledge? And that he also who is ignorant of divine things by the very fact of being ignorant walks in darkness, David says: "They have not known, nor understood; they walk in darkness" (Ps. 81:5). And attend to the saying, "God is light, and in Him there is not any darkness" (1 John 1:5), whether it is not spoken on this account, because darkness is not one, but either because of the genus there are two, or also because under each of the two species there are many wicked actions and many false doctrines, there are many darknesses, not one of which is in God—whereas of the saint to whom the Saviour says, "You are the light of the world" (Matt. 5:14), it would not be said that the saint is the light of the world, and in him there is not any darkness.
Ζητήσει δέ τις· Εἰ ἐπὶ τοῦ Πατρὸς τέτακται τό· Σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία, πῶς τὸ ἐξαίρετον ἐροῦμεν εἶναι ἐν αὐτῷ, πάντη ἀναμάρτητον καὶ τὸν Σωτῆρα νοοῦντες, ὥστε καὶ περὶ αὐτοῦ ἂν εἰπεῖν, ὅτι φῶς ἐστι, καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία; Ἀπὸ μέρους μὲν οὖν ἐν τοῖς ἀνωτέρω τὴν διαφορὰν παρεστήσαμεν· τολμηρότερόν τε ἔτι ἐκείνοις καὶ νῦν προσθήσομεν, ὅτι, εἰ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε τὸν Χριστὸν, εἰ ἐποίησεν αὐτὸν ὑπὲρ ἡμῶν ἁμαρτίαν ὁ Θεὸς, οὐκ ἂν δύναιτο λέγεσθαι περὶ αὐτοῦ· « Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. » Κἂν γὰρ « ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας περὶ ἁμαρτίας κατακρίνας τυγχάνῃ » ὁ Ἰησοῦς « τὴν ἁμαρτίαν » τῷ τὸ ὁμοίωμα τῆς σαρκὸς ἁμαρτίας ἀνειληφέναι, οὐκέτι ἕξει πάντη ὑγιῶς λεγόμενα περὶ αὐτοῦ, ὅτι σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Προσθήσομεν δ' ὅτι αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασε, καὶ ἀσθενείας τὰς τῆς ψυχῆς, καὶ νόσους τὰς τοῦ κρυπτοῦ τῆς καρδίας ἡμῶν ἀνθρώπου, δι' ἃς ἀσθενείας καὶ νόσους βαστάσας αὐτὰς ἀφ' ἡμῶν, περίλυπον ἔχειν τὴν ψυχὴν ὁμολογεῖ καὶ τεταραγμένην, καὶ ῥυπαρὰ ἱμάτια ἐνδεδύσθαι παρὰ τῷ Ζαχαρίᾳ ἀναγέγραπται· ἅπερ ὅτι ἐκδύεσθαι ἔμελλε, λέγεται εἶναι ἁμαρτήματα. Ἐπιφέρει γοῦν ἐκεῖ· « Ἰδοὺ ἀφῄρηκα τὰς ἁμαρτίας σου· » διὰ γὰρ τὸ ἀναλαβεῖν αὐτὸν τὰ τοῦ λαοῦ τῶν πιστευόντων εἰς αὐτὸν ἁμαρτήματα, πολλαχοῦ φησι· « Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου· » καί· « Σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. » Μηδεὶς δ' ἡμᾶς ὑπολαμβανέτω ταῦτα λέγειν ἀσεβοῦντας εἰς τὸν Χριστὸν τοῦ Θεοῦ. Ὧι γὰρ λόγῳ ὁ Πατὴρ μόνος ἔχει ἀθανασίαν, τοῦ Κυρίου ἡμῶν διὰ φιλανθρωπίαν θάνατον τὸν ὑπὲρ ἡμῶν ἀνειληφότος, τούτῳ ὁ Πατὴρ ἔχει μόνος τό· Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία, τοῦ Χριστοῦ διὰ τὴν πρὸς ἀνθρώπους εὐεργεσίαν ἐφ' αὑτὸν τὰς ἡμῶν σκοτίας ἀναδεδεγμένου, ἵνα τῇ δυνάμει αὐτοῦ καταργήσῃ ἡμῶν τὸν θάνατον, καὶ ἐξαφανίσῃ τὸ ἐν τῇ ψυχῇ
Now someone will inquire: If the saying, "In Him there is not any darkness" (1 John 1:5), is set down of the Father, how shall we say that this is something special in Him, when we conceive the Saviour also to be altogether sinless (Isa. 53:9; 1 Pet. 2:22), so that one might say of Him too that He is light, and in Him there is not any darkness? Well, in part we have already shown the difference in what precedes; and even more boldly we shall now add to those points that if God made Christ, Who knew no sin, to be sin on our behalf (2 Cor. 5:21)—if God made Him to be sin on our behalf, it could not be said concerning Him: "In Him there is not any darkness." For even though Jesus "in the likeness of flesh of sin, and for sin, condemned sin" (Rom. 8:3) by having taken up the likeness of the flesh of sin, it will no longer hold good in every respect to say soundly concerning Him that in Him there is not any darkness. And we shall add that He Himself took our infirmities and bore our diseases (Isa. 53:4; Matt. 8:17), both the infirmities of the soul and the diseases of the hidden man of our heart, on account of which infirmities and diseases, having borne them away from us, He confesses that He has His soul exceedingly sorrowful (Matt. 26:38) and troubled (John 12:27), and in Zechariah is recorded to have been clothed with filthy garments (Zech. 3:3), which, because He was about to be stripped of them, are said to be sins. Accordingly it adds there: "Behold, I have taken away thy sins" (Zech. 3:4); for because He took up the sins of the people of those who believe in Him, He says in many places: "Far from my salvation are the words of my transgressions" (Ps. 21:2); and: "Thou knowest my foolishness, and my faults were not hidden from Thee" (Ps. 68:6). Yet let no one suppose that in saying these things we are acting impiously toward the Christ of God. For by the same principle by which the Father alone has immortality (1 Tim. 6:16), since our Lord out of love for mankind took upon Himself death on our behalf, by this the Father alone has the attribute, "In Him there is not any darkness," since Christ on account of His beneficence toward men took upon Himself our darknesses, in order that by His power He might abolish our death, and blot out the darkness in
PG 14:161Read from the page
ἡμῶν σκότος, ἵνα πληρωθῇ τὸ παρὰ τῷ Ἠσαΐᾳ· « Ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδε μέγα. » Τοῦτο δὲ τὸ φῶς, ὃ γέγονεν ἐν τῷ λόγῳ, τυγχάνον καὶ ζωὴ, φαίνει ἐν τῇ σκοτίᾳ τῶν ψυχῶν ἡμῶν, καὶ ἐπιδεδήμηκεν ὅπου οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, οἵτινες διὰ τοῦ παλαίειν τῷ τῶν ἀνθρώπων γένει τῷ σκότῳ ὑπάγειν ἀγωνίζονται τοὺς μὴ παντὶ τρόπῳ ἱσταμένους, ὑπὲρ τοῦ αὐτοὺς πεφωτισμένους φωτὸς χρηματίσαι υἱούς. Καὶ φαῖνον ἐν τῇ σκοτίᾳ τοῦτο τὸ φῶς διώκεται μὲν ὑπ' αὐτῆς, οὐ καταλαμβάνεται δέ.
our soul, so that what is in Isaiah might be fulfilled: "The people that sat in darkness saw a great light" (Isa. 9:2). And this light, which has come to be in the Word, being also life, shines in the darkness of our souls, and has come to sojourn where the world-rulers of this darkness are (Eph. 6:12), who by wrestling with the race of men struggle to subject to darkness those who do not stand firm in every way in order that, having been enlightened, they may be styled sons of light. And shining in the darkness, this light is indeed pursued by it, yet is not overtaken (John 1:5).
Ἐὰν δέ τις νομίσῃ τὸ μὴ γεγραμμένον ἡμᾶς προστιθέναι, τὸ διώκεσθαι τὸ φῶς ὑπὸ τῆς σκοτίας, ἀκουέτω, ὅτι τό· « Ἡ σκοτία αὐτὸ οὐ κατέλαβε, » μηδαμοῦ τῆς σκοτίας διωξάσης τὸ φῶς, μάτην λέγεται. Ὡς δὲ ἔχουσι νοῦν ἐκδέξασθαι δυνάμενον ἀκολούθως τοῖς γεγραμμένοις τὰ νομιζόμενα παραλελεῖφθαι, ἔγραψεν ὁ Ἰωάννης τό· « Ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. » Εἰ γὰρ οὐ κατέλαβε, διώξασα οὐ κατέλαβε· καὶ ὅτι ἐδίωξεν ἡ σκοτία τὸ φῶς, δῆλον ἔκ τε ὧν πέπονθεν ὁ Σωτὴρ, καὶ οἱ παραδεξάμενοι αὐτοῦ τὰ μαθήματα, τὰ ἴδια τέκνα, τῆς σκοτίας ἐνεργούσης κατὰ τῶν υἱῶν τοῦ φωτὸς, καὶ βουληθείσης ἀποδιῶξαι ἀπὸ τῶν ἀνθρώπων τοῦ φωτός. Ἀλλ' ἐπεὶ, ἐὰν Θεὸς ὑπὲρ ἡμῶν, οὐδεὶς, κἂν βούληται, δυνήσεται καθ' ἡμῶν, ὅσῳ ἑαυτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο, καὶ κατίσχυον σφόδρα σφόδρα. Διχῶς δὲ ἡ σκοτία τὸ φῶς οὐ κατείληφεν· ἢ σφόδρα αὐτοῦ ἀπολειπομένη, καὶ διὰ τὴν ἰδίαν βραδύτητα τῇ ὀξύτητι καὶ ταχύτητι τοῦ δρόμου τοῦ φωτὸς, οὐδὲ κατὰ τὸ ποσὸν παρακολουθῆσαι δυναμένη· ἢ εἴ που ἐνεδρεῦσαι βεβούληται τὸ φῶς τὴν σκοτίαν, καὶ κατ' οἰκονομίαν παρέμεινεν ἐπερχομένην αὐτὴν ἐγγίσασα ἡ σκοτία τοῦ φωτὸς ἠφανίζετο. Πλὴν ἑκατέρως ἡ σκοτία οὐ κατέλαβε τὸ φῶς.
Now if anyone supposes that we are adding what is not written, namely that the light is pursued by the darkness, let him hear that the saying, "The darkness did not overtake it" (John 1:5), is said in vain if the darkness nowhere pursued the light. But as for persons having a mind able to understand in consequence of what is written the things that seem to have been omitted, John wrote: "The darkness did not overtake it." For if it did not overtake it, it did not overtake it after pursuing it; and that the darkness pursued the light is clear both from what the Saviour suffered, and those who received His teachings, His own children, when the darkness operated against the sons of light and wished to drive away from men the things of the light. But since, if God is for us, no one, even if he wishes, will be able to prevail against us (Rom. 8:31), the more they humbled themselves, the more numerous they became, and they prevailed exceedingly (Exod. 1:12). Now in two ways the darkness has not overtaken the light: either because it is left far behind it, and on account of its own slowness is unable even in any degree to keep up with the sharpness and swiftness of the course of the light; or, if anywhere the light has willed that the darkness should lie in wait, and by dispensation has awaited it as it came on, when the darkness drew near the light it vanished. However, in either way the darkness did not overtake the light.
Ἀναγκαῖον δὲ ἐν τούτοις ἡμᾶς γενομένους ἐπισημειῶσαι, ὅτι οὐ πάντως, εἴ που ὀνομάζεται σκότος, ἐπὶ τῷ χείρονι λαμβάνεται· ἔσθ' ὅτε δὲ καὶ ἐπὶ τῷ κρείττονι ἀναγέγραπται· ὅπερ οἱ ἑτερόδοξοι μὴ διαστειλάμενοι, δυσφημότατα περὶ τοῦ Δημιουργοῦ δόγματα παραδεξάμενοι, ἀπέστησαν αὐτοῦ, ἀναπλάσμασι μύθων ἑαυτοὺς ἐπιδεδωκότες. Πῶς οὖν, καὶ πότε, καὶ ἐπὶ τοῦ κρείττονος τὸ ὄνομα τοῦ σκότους παραλαμβάνεται, παραδεικτέον ἤδη. Σκότος, γνόφος, θύελλα ἐν τῇ Ἐξόδῳ περὶ τὸν Θεὸν εἶναι λέγεται, καὶ ἐν τῷ ιζ' ψαλμῷ· « Ὁ Θεὸς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· » ἐὰν γάρ τις κατανοήσῃ τὸ πλῆθος τῶν περὶ Θεοῦ θεωρημάτων καὶ γνώσεως, ἄληπτον τυγχάνον ἀνθρωπίνῃ φύσει, τάχα δὲ καὶ ἑτέροις παρὰ Χριστὸν καὶ τὸ ἅγιον Πνεῦμα γενητοῖς, εἴσεται πῶς περὶ τὸν Θεόν ἐστι
Now when we have come to this point, it is necessary for us to note that not in every case, if darkness is named somewhere, is it taken in a worse sense; sometimes it is also recorded in a better sense—a distinction which the heterodox not having made, having accepted the most blasphemous doctrines concerning the Demiurge, departed from Him, having given themselves over to figments of myths. How, therefore, and when the name of darkness is taken also of the better, must now be shown. Darkness, gloom, and tempest are said in Exodus to be around God (Exod. 19:16; 20:21; Deut. 4:11), and in the seventeenth Psalm: "God made darkness His hiding-place; round about Him is His tent, dark water in clouds of the air" (Ps. 17:12); for if anyone considers the multitude of contemplations and knowledge concerning God, which is incomprehensible to human nature, and perhaps also to other originated beings beside Christ and the Holy Spirit, he will know how around God there is