των τῶν ὑπὸ τοῦ Πατρὸς διὰ Χριστοῦ γεγενημένων. Καὶ τάχα αὕτη ἐστὶν ἡ αἰτία τοῦ μὴ καὶ αὐτουιὸν χρηματίζειν τοῦ Θεοῦ, μόνου τοῦ Μονογενοῦς φύσει Υἱοῦ ἀρχῆθεν τυγχάνοντος, οὗ χρήζειν ἔοικε τὸ ἅγιον Πνεῦμα, διακονοῦντος αὐτοῦ τῇ ὑποστάσει, οὐ μόνον εἰς τὸ εἶναι, ἀλλὰ καὶ σοφὸν εἶναι, καὶ λογικὸν, καὶ δίκαιον, καὶ πᾶν ὁτιποτοῦν χρὴ αὐτὸ νοεῖν τυγχάνειν, κατὰ μετοχὴν τῶν προειρημένων ἡμῖν Χριστοῦ ἐπινοιῶν. Οἶμαι δὲ τὸ ἅγιον Πνεῦμα τὴν, ἵν' οὕτως εἴπω, ὕλην τῶν ἀπὸ Θεοῦ χαρισμάτων παρέχειν τοῖς δι' αὐτὸ καὶ τὴν μετοχὴν αὐτοῦ χρηματίζουσιν ἁγίοις, τῆς εἰρημένης ὕλης τῶν χαρισμάτων ἐνεργουμένης μὲν ἀπὸ τοῦ Θεοῦ, διακονουμένης δὲ ὑπὸ τοῦ Χριστοῦ, ὑφεστώσης δὲ κατὰ τὸ ἅγιον Πνεῦμα. Καὶ κινεῖ με εἰς τὸ ταῦθ' οὕτως ἔχειν ὑπολαβεῖν Παῦλος, περὶ χαρισμάτων οὕτω που γράφων· « Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δ' αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶ, καὶ ὁ αὐτός ἐστι Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. » Ἔχει δὲ ἐπαπόρησιν διά τε τό· « Πάντα δι' αὐτοῦ ἐγένετο, » καὶ ἀκολουθεῖν τὸ Πνεῦμα, γενητὸν ὂν, διὰ τοῦ Λόγου γεγονέναι, πῶς οἱονεὶ προτιμᾶται τοῦ Χριστοῦ ἔν τισι Γραφαῖς, ἐν μὲν τῷ Ἠσαΐᾳ ὁμολογοῦντος Χριστοῦ οὐχ ὑπὸ τοῦ Πατρὸς ἀπεστάλθαι μόνου, ἀλλὰ καὶ ὑπὸ τοῦ ἁγίου Πνεύματος (φησὶ γάρ· « Καὶ νῦν Κύριος ἀπέστειλέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ »)· ἐν δὲ τῷ Εὐαγγελίῳ ἄφεσιν μὲν ἐπαγγελλομένου ἐπὶ τῆς εἰς αὐτὸν ἁμαρτίας, ἀποφαινομένου δὲ περὶ τῆς εἰς τὸ ἅγιον Πνεῦμα βλασφημίας, ὡς οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι μὴ ἐσομένης τῆς ἀφέσεως τῷ εἰς αὐτὸ δυσφημήσαντι, ἀλλ' οὐδὲ ἐν τῷ μέλλοντι. Καὶ μήποτε οὐ πάντως διὰ τὸ τιμιώτερον εἶναι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Χριστοῦ, οὐ γίνεται ἄφεσις τῷ εἰς αὐτὸ ἡμαρτηκότι, ἀλλὰ διὰ τὸ Χριστοῦ μὲν πάντα μετέχειν τὰ λογικὰ, οἷς δίδοται συγγνώμη μεταβαλλομένοις ἀπὸ τῶν ἁμαρτημάτων, τοῦ δὲ ἁγίου Πνεύματος τοὺς κατηξιωμένους, μηδεμιᾶς εὔλογον εἶναι συγγνώμης τυχεῖν μετὰ τηλικαύτης καὶ τοιαύτης συμπνοίας τοῖς εἰς τὸ κακὸν ἔτι ἀποπίπτουσι καὶ ἐκτρεπομένοις τὰς τοῦ ἐνυπάρχοντος Πνεύματος συμβουλίας. Εἰ δὲ κατὰ τὸν Ἠσαΐαν φησὶν ὁ Κύριος ἡμῶν ὑπὸ τοῦ Πατρὸς ἀπεστάλθαι καὶ τοῦ Πνεύματος αὐτοῦ, ἔστι καὶ ἐνταῦθα περὶ τοῦ ἀποστείλαντος τὸν Χριστὸν Πνεύματος ἀπολογήσασθαι, οὐχ ὡς φύσει διαφέροντος, ἀλλὰ διὰ τὴν γενομένην οἰκονόμίαν τῆς ἐνανθρωπήσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἐλαττωθέντος παρ' αὐτὸ τοῦ Σωτῆρος. Εἰ δὲ ἐν τούτῳ προσκόπτει τῷ λέγειν ἠλαττῶσθαι παρὰ τὸ ἅγιον Πνεῦμα τὸν Σωτῆρα
the things that have been brought into being by the Father through Christ. And perhaps this is the cause why It is not also styled Son of God, the Only-begotten alone being by nature Son from the beginning, of Whom the Holy Spirit seems to stand in need, since He ministers to Its hypostasis, not only for Its existing, but also for Its being wise, and rational, and righteous, and whatever else we ought to understand It to be, according to participation in the conceptions of Christ which we have mentioned before. And I think that the Holy Spirit supplies the material, so to speak, of the gifts from God to those who through It and through participation in It are styled saints, the said material of the gifts being wrought by God, ministered by Christ, and subsisting according to the Holy Spirit. And I am moved to suppose that these things are so by Paul, who writes somewhere thus concerning gifts: "Now there are varieties of gifts, but the same Spirit; and there are varieties of ministries, and the same Lord; and there are varieties of workings, and it is the same God, Who works all things in all" (1 Cor. 12:4-6). Yet it raises a question, both because of the statement, "All things were made through Him," and because it follows that the Spirit, being originated, was made through the Word, how It is, as it were, preferred above Christ in certain Scriptures, since in Isaiah Christ confesses that He has been sent not by the Father alone, but also by the Holy Spirit (for He says: "And now the Lord hath sent Me, and His Spirit" [Isa. 48:16]); and in the Gospel He promises forgiveness for sin against Himself, whereas He pronounces concerning blasphemy against the Holy Spirit that forgiveness shall not be granted to him who has spoken evil against It, not only in this age, but not even in that which is to come (Matt. 12:32). And perhaps it is not at all because the Holy Spirit is more honourable than Christ that forgiveness does not take place for him who has sinned against It, but because all rational beings partake of Christ, to whom pardon is granted when they turn away from their sins, whereas for those who have been deemed worthy of the Holy Spirit, it is reasonable that those who after so great and such an inspiration still fall away into evil and turn aside from the counsels of the indwelling Spirit should obtain no pardon. And if according to Isaiah our Lord says that He has been sent by the Father and His Spirit, here also a defence may be made concerning the Spirit's having sent Christ, not as surpassing Him by nature, but because of the dispensation of the incarnation of the Son of God that took place, the Saviour having been made less than It. And if anyone takes offence at this, at our saying that the Saviour was made less than the Holy Spirit