εἰς ἑνικὸν μεταθείη. Ἀναγνοὺς γάρ, Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καὶ, Ἐν τῷ οἴκῳ ὢν, εὗρόν με, εἴποι ἂν, ὅτι καὶ τὸ ἑξῆς οὖν ἐστιν, Ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς· τουτέστι τοὺς κλαύσαντας καὶ δεηθέντας, καὶ ἐν τῷ οἴκῳ ὢν, εὑρόντας τὸν Θεόν. Ἐκ παρατηρήσεως δὲ ὁμοίων ῥητῶν καὶ τοῦτο ἀκολούθως εἰρῆσθαι δείξομεν. Ἐν τῇ Γενέσει ὁ Θεὸς τῷ Ἀδὰμ ἐντολὴν διδοὺς, οὕτω φησίν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Ἀρξάμενος γὰρ κἀκεῖ ἀπὸ ἑνικοῦ ἐν τῷ εἰρηκέναι, παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἐπιφέρει πληθυντικῶς, εἰπὼν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Ὅτε γὰρ περὶ τῆς ἐντολῆς δι' ἧς αὐτὸν ἐν ζωῇ ταύτην τηροῦντα ἠθέλησεν εἶναι, ἑνικῶς ἐντέλλεται, καὶ φησίν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. Οἱ γὰρ κατὰ Θεὸν περιπατοῦντες καὶ τῶν ἐντολῶν αὐτοῦ ἀντεχόμενοι, κἂν πολλοὶ ὦσι, τῷ ὁμόφρονες εἶναι οἱ πολλοὶ ἕν εἰσι. Διὰ τοῦτο ὅτε περὶ ἀγαθοῦ ἐντολὴ δίδοται, ἑνικῶς αὐτὸ λέγεται τὸ, βρώσει φαγῇ· ὅτε δὲ ἤδη περὶ παραβάσεως διαστέλλεται, οὐχ ἑνικῶς, ἀλλ' ἤδη πληθυντικῶς φησιν· Οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Οὕτως οὖν καὶ ἐνθάδε, ὅτε ἔτι κλαίουσι καὶ δέονται πρὸς Θεὸν, πληθυντικῶς λέγεται τὸ, Ἔκλαυσαν καὶ ἐδεήθησαν· ὅτε δὲ εὑρίσκουσι τὸν Θεὸν, οὐκέτι πληθυντικῶς φησι τὸ, Ἐκεῖ ἐλαλήθη πρὸς αὐτοὺς, ἀλλὰ, πρὸς αὐτόν. Ἤδη γὰρ ἓν γεγόνασιν οἱ πολλοὶ ἐν τῷ εὑρηκέναι τὸν Θεὸν, καὶ ἐν τῷ ἀκούειν λόγον αὐτοῦ. Ὁ γὰρ εἷς, ὅτε ἁμαρτάνει, πολλοστός ἐστιν, ἀποσχιζόμενος ἀπὸ Θεοῦ καὶ μεριζόμενος, καὶ τῆς ἑνότητος ἐκπίπτων· οἱ δὲ πολλοὶ ταῖς ἐντολαῖς ἑπόμενοι ταῖς τοῦ Θεοῦ, εἷς εἰσι· καθὼς καὶ ὁ Ἀπόστολος μαρτυρεῖ, εἰπών· Ὅτι εἷς ἄρτος καὶ ἓν σῶμα οἱ πολλοί ἐσμεν· καὶ πάλιν· Εἷς Θεὸς, καὶ εἷς Χριστὸς, καὶ μία πίστις, καὶ ἓν βάπτισμα· καὶ ἀλλαχοῦ· Ὅτι πάντες ἕν ἐσμεν ἐν Χριστῷ Ἰησοῦ· καὶ αὖθις· Ἡρμοσάμην γὰρ ὑμᾶς τοὺς πάντας ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Κυρίῳ. Καὶ ὅτι οἱ εὐαρεστοῦντες τῷ Κυρίῳ ἕν εἰσιν, ἀπὸ τῆς προσευχῆς ἧς ὁ Σωτὴρ εὔχεται πρὸς τὸν Πατέρα περὶ τῶν μαθητῶν αὐτοῦ, ἔστιν ἰδεῖν· Πάτερ γὰρ, φησὶν, ἅγιε, δὸς ἵνα, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν. Ὅταν δὲ καὶ ἀλλήλων μέλη λέγωνται εἶναι οἱ ἅγιοι, τί ἄλλο εἰ μὴ ἓν σῶμά εἰσι; Καὶ ἐν τῷ Ποιμένι δὲ τὴν οἰκοδομὴν τοῦ πύργου διὰ πολλῶν μὲν λίθων οἰκοδομουμένην, ἐξ ἑνὸς δὲ λίθου φαινομένην εἶναι τὴν οἰκοδομὴν, τί ἄλλο ἢ τὴν ἐκ πολλῶν συμφωνίαν καὶ ἑνότητα σημαίνει ἡ Γραφή;
clauses he would transpose into the singular. For having read, They wept and besought Me; and, Being in the house, they found Me, he might say that the next clause also therefore is, There it was spoken unto them: that is, to those who wept and besought, and, being in the house, found God. But from observation of like sayings we will show that this too has been said coherently. In Genesis, God giving a commandment to Adam speaks thus: Of every tree that is in paradise you shall eat for food; but of the tree of knowing good and evil, ye shall not eat of it; and in whatsoever day ye eat of it, ye shall die by death. For having begun there too from the singular in saying, of every tree that is in paradise you shall eat for food, He brings in the plural, saying, but of the tree of knowing good and evil, ye shall not eat of it; and in whatsoever day ye eat of it, ye shall die by death. For when He gives a commandment concerning the commandment through which He willed him to be in life keeping it, He commands in the singular, and says: Of every tree that is in paradise you shall eat for food. For those who walk according to God and hold fast to His commandments, even though they be many, by being of one mind the many are one. Therefore when a commandment is given concerning good, this is said in the singular, you shall eat for food; but when He now gives charge concerning transgression, He speaks not in the singular, but now in the plural: Ye shall not eat of it; and in whatsoever day ye eat, ye shall die by death. Thus therefore here also, when they are still weeping and beseeching God, it is said in the plural, They wept and besought; but when they find God, no longer in the plural does it say, There it was spoken unto them, but, unto him. For already the many have become one in having found God, and in hearing His word. For the one, when he sins, is manifold, being split off from God and divided, and falling from unity; whereas the many who follow the commandments of God are one; even as the Apostle also testifies, saying: Because we, the many, are one bread and one body; and again: One God, and one Christ, and one faith, and one baptism; and elsewhere: Because we all are one in Christ Jesus; and again: For I have espoused you all to one husband, to present a chaste virgin to the Lord. And that those who are well-pleasing to the Lord are one, may be seen from the prayer which the Saviour prays to the Father concerning His disciples: For Holy Father, He says, grant that, even as I and Thou are one, so these also may be one in Us. And when the saints are also said to be members one of another, what else are they if not one body? And in The Shepherd too, that the building of the tower is built through many stones, yet the building appears to be of one stone, what else does the Scripture signify than the harmony and unity out of many?