PG 13:769πέμπτῃ τοῦ μηνὸς, κἀγὼ, φησὶν, ἤμην ἐν μέσῳ αἰχμαλωσίας ἐπὶ ποταμοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί. Ταῦτα καὶ περὶ τοῦ Χριστοῦ γέγραπται, ὅτε ἦν ἐν τῷ κόσμῳ τούτῳ, ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ ἐπὶ τοῦ Ἰορδάνου, ὅτε Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, καὶ ὅτε ἠνοίχθησαν αὐτῷ οἱ οὐρανοί. Τὰ δὲ τριάκοντα ἔτη τὰ ἐν τῇ προφητείᾳ κατὰ τὸ αἰσθητόν ἐστιν ὁ χρόνος τῆς ζωῆς τοῦ προφήτου· τῆς δὲ αἰχμαλωσίας ἀφ' οὗ κατῆλθον πέμπτον ἔτος. Ἀλλὰ μὲν κατὰ τὴν προσηγορίαν καὶ σύμβολον ἔχει τοῦ Χριστοῦ Ἰεζεκιὴλ, ὃς ἑρμηνεύεται κράτος Θεοῦ. Καὶ τὸ, υἱὲ ἀνθρώπου, εἰς ἀναγωγὴν τοῦ χρηματίσαντος υἱοῦ ἀνθρώπου.
on the fifth of the month, and I, he says, was in the midst of the captivity by the river Chobar; and the heavens were opened. These things have been written concerning Christ also, when He was in this world, in this captivity by the Jordan, when Jesus was beginning to be about thirty years of age, and when the heavens were opened unto Him. Now the thirty years that are in the prophecy according to the sensible meaning are the time of the life of the prophet; and of the captivity since they came down, it is the fifth year. Moreover, according to his appellation also Ezekiel has a symbol of Christ, being interpreted strength of God. And the phrase, son of man, is for an elevation of thought to Him Who was styled Son of man.
Ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας. Ὁ μὲν νοῦς ἐστιν ὃν ἔχει τὸ ῥητόν· αὐτὸ δὲ ψιλῶς οὔ· οἱονεὶ φησιν· Ἐγὼ, ὁ μηδὲν αἰχμαλωσίας ἔχων, ἐν μέσῳ αἰχμαλωσίας ἤμην δι' οἰκονομίαν. Οὕτω καὶ ὁ Χριστὸς οὐκ αἰχμαλωτισθεὶς ἦν ἐν τῷ τόπῳ τῶν αἰχμαλώτων, ἀλλὰ λυτρώσεως αὐτῶν χάριν· ὡς καὶ ὁ προφήτης οὐ δι' ἁμαρτίας ἦν ἐν μέσῳ τῆς αἰχμαλωσίας, ἀλλ' ἰατρείας.
I was in the midst of the captivity. The meaning indeed is that which the letter has; yet not merely that alone; as it were he says: I, who had nothing of captivity, was in the midst of captivity by way of dispensation. So Christ also, without having been taken captive, was in the place of the captives, but for the sake of their redemption; just as the prophet also was in the midst of the captivity not on account of sins, but for healing.
Καὶ εἶδον ὁράσεις Θεοῦ. Ὁ Θεὸς τὴν ἀόρατον καὶ νοητὴν φύσιν ἐν τῇ ὁρατῇ καὶ αἰσθητῇ φύσει ἐζωγράφησεν, ἵν' οἱ ὑπὸ αἴσθησιν γυμνασθῶσιν ἐν αὐτῇ εἰς θεωρίαν τῆς νοητῆς.
And I saw visions of God. God depicted the invisible and intelligible nature in the visible and sensible nature, so that those who are under sense might be exercised in it unto the contemplation of the intelligible nature.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ. Λόγος ὁ ἐν ἀρχῇ, Θεοῦ Λόγος. Ἐγὼ εἶπον· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Τὸ Πνεῦμα λέγει θεοὺς πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, ὁ Θεὸς Λόγος· οὗτος γὰρ θεοποιός ἐστι.
And the word of the Lord came unto Ezekiel. The Word that was in the beginning, the Word of God. I said: Ye are gods, and all of you sons of the Most High. The Spirit calls gods those unto whom the Word of God came, God the Word; for He is deifying.
Ἐν γῇ Χαλδαίων. Χαλδαῖος ἑρμηνεύεται πᾶς πόνος. Οὗτοι δέ εἰσιν ἀστρολόγοι τὴν εἱμαρμένην λέγοντες, καὶ ὅλως τοῖς αἰσθητοῖς προσηλωμένοι, καὶ ἐν αὐτοῖς διαπονούμενοι, θεοποιοῦντες αὐτά· Γῆ ἐστι Χαλδαίων ὁ τόπος καὶ ἡ ἕξις ἡ χειρίστη. Ναὶ μὴν καὶ τῶν ἐν ἀσεβείᾳ ὑπερηφανῶν ἔχουσι σύμβολον οἱ Χαλδαῖοι.
In the land of the Chaldeans. Chaldean is interpreted all labour. Now these are astrologers who speak of fate, and are wholly nailed to sensible things, and labour thoroughly in them, deifying them: the land of the Chaldeans is the worst place and habit. Yea, truly, the Chaldeans also have a symbol of those who are proud in ungodliness.
Καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον. Πνεῦμα ἐξαῖρόν ἐστιν ὁ Θεός· πνεῦμα γὰρ ὁ Θεὸς, ἐξαῖρον δὲ τὴν κακίαν.
And behold a lifting wind. A lifting spirit is God; for God is spirit, lifting away wickedness.
Καὶ νεφέλη μεγάλη. Αὕτη ἡ νεφέλη ἡ δικαιοσύνη, τὸ ἀγαθὸν τὸ ἐκ τοῦ Θεοῦ διῆκον εἰς ἡμᾶς, ἀφ' οὗ φωτιζόμεθα τὴν γνῶσιν τῆς ἀληθείας. Καὶ φέγγος γὰρ καὶ κύκλῳ αὐτοῦ.
And a great cloud. This cloud is righteousness, the good that reaches unto us from God, whereby we are enlightened with the knowledge of the truth. For there is brightness also round about Him.
Ὁμοίωμα ὡς εἶδος ἀνθρώπου. Ἡμεῖς ὁμοίωμα τῶν τεσσάρων ζώων ἐσμέν. Ζήτει δὲ τίνα τὰ τρία. Ὁ ἡνίοχος τῶν τεσσάρων τούτων ζώων οὐχ ὅλος ἦν πῦρ, ἀλλ' ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, καὶ ἀπὸ ὀσφύος καὶ ἕως ἄνω ἤλεκτρον. Οὐ γὰρ μόνα κολαστήρια ἔχει ὁ λόγος, ἀλλ' ἔχει καὶ δι' ὧν ἀναπαύει. Κολάζει δὲ διὰ τῶν κάτω δυνάμεων. Οὐ γὰρ εἶδε πῦρ περὶ τὴν κεφαλὴν, οὐδὲ ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ ἄνω ἡνίοχος πῦρ ἦν, ἀλλὰ ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ κάτω πῦρ ἦν, ἵνα δηλώσῃ, ὅτι οἱ ἐν γεννήσει τυγχάνοντες, οὗτοι δέονται πυρός· ὀσφὺς γὰρ γεννήσεως σύμβολον. Οὐ μόνον δὲ τοὺς ὑπὸ γέννησιν ἐδήλωσε τὸ, ἀπὸ
A likeness as the form of a man. We are a likeness of the four living creatures. And seek what the three are. The charioteer of these four living creatures was not wholly fire, but from the loins downwards, and from the loins even upwards amber. For the word does not have instruments of punishment only, but has also means whereby it gives rest. And it punishes through the lower powers. For he did not see fire about the head, nor from the loins upwards was the charioteer fire, but from the loins downwards he was fire, that he might signify that those who are in generation, these stand in need of fire; for the loin is a symbol of generation. And not only those under generation did the phrase signify, from
Editors' notes and page, col. 769
Page
- running head: 769 SELECTA IN EZECH
- marginal letters: A πέμπτῃ τοῦ μηνὸς, κἀγὼ,; B εὶ φησιν· Ἐγὼ, ὁ; C πρὸς οὓς ὁ Λόγος; D γὰρ καὶ κύκλῳ αὐτοῦ.
- old-edition numerals: (none)
- other: (none)
PG 13:772ὀσφύος ἕως κάτω, ἀλλὰ καὶ πάντας τοὺς ὄντας κάτω καὶ τῇ ὕλῃ προσπαθοῦντας. Γένεσις γὰρ καὶ φθορὰ ἐν τῇ ὕλῃ ἐστί. Ἤλεκτρον δέ ἐστι τὸ ἐκ χρυσίου καὶ ἀργυρίου χύμα, ὡς τῶν τιμιωτάτων τούτων τῆς ὕλης συμβόλων ὄντων τῶν τιμίων καὶ ἄνω ταγμάτων τῶν ἁγίων δυνάμεων.
the loins downwards, but also all who are below and are passionately attached to matter. For generation and corruption are in matter. Whereas amber is the alloy of gold and silver, inasmuch as these most precious things of matter are symbols of the precious and upper ranks of the holy powers.
Υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου. Ὅσον ἐφ' οἷς μεμνήμεθα συνεχέστατα μὲν καὶ δι' ὅλης τῆς προφητείας τὸ, Υἱὲ ἀνθρώπου, λέγεται πρὸς τὸν Ἰεζεκιὴλ, σπανιώτερα δὲ πρὸς τὸν Δανιὴλ, ὧν ἕκαστος ἐν τῇ αἰχμαλωσίᾳ τύπος ὢν τοῦ πρὸς τοὺς αἰχμαλώτους ἡμᾶς ἐξεληλυθότος Ἰησοῦ τοῦ Σωτῆρος Θεοῦ.
Son of man, stand upon your feet. So far as we remember, most continually and throughout the whole prophecy the phrase, Son of man, is said to Ezekiel, and more rarely to Daniel, each of whom in the captivity was a type of Jesus the Saviour God Who came forth unto us captives.
Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν. Ὅμοιον τούτῳ τῷ διστακτικῷ ἐστι τὸ ἐν τῷ Ἱερεμίᾳ· Ἴσως ἀκούσονται, καὶ μετανοήσονται. Ἔλεγον δὲ κἀκεῖνα διηγούμενοι, ὅτι ταῦτα ὑπὲρ προτροπῆς λέγονται τῶν ἀκουόντων, ἵνα μὴ δοκῶσι, προκατειλημμένων ὑπὸ τῆς τοῦ Θεοῦ γνώσεως τῶν ὑφ' ἡμῶν χειρόνων ἢ κρειττόνων, μὴ δυνατὸν εἶναι τὸ ἐναντίον τῶν προεγνωσμένων γενέσθαι, ἀκούοντες τῶν λεγομένων. Οὕτω γὰρ ἐπίσης ἐφ' ἡμῖν ἐστι τὸ ἀκούειν, καὶ τὸ μὴ ἀκούειν, ὡσεὶ καὶ μὴ προεγνώκει ὁ Θεὸς οὔτε ἐλάττονος γενομένου ἐφ' ἡμῖν διὰ τὸ προεγνωκέναι αὐτὸν, οὔτε πλείονος, εἰ μὴ προεγνώκει.
If so be they will hear, or will be terrified. Similar to this expression of doubt is that in Jeremiah: It may be they will hear, and will repent. And those who expounded those words also used to say that these things are spoken by way of exhortation of the hearers, lest when they hear the things spoken they should suppose that, since the worse or better things done by us are foreknown by the knowledge of God, it is not possible for the opposite of the things foreknown to come to pass. For thus it is equally in our power to hear and not to hear, just as if God had not even foreknown it, what is in our power becoming neither less because He has foreknown it, nor greater if He had not foreknown it.
Τοῦ αὐτοῦ. Ἀσφαλέστερον ἂν λέγοιτο ἀντὶ τοῦ πτοηθῶσι, κοπάσουσι. Τέτακται δὲ τὸ, πτοηθῶσιν ἐνταῦθα ἐπὶ τῶν ἀπὸ λογίων θείων κινουμένων καὶ ὁδευόντων ἐκ τοῦ πτοεῖσθαι ἐν τοῖς εἰρημένοις καὶ ἐπὶ τὸ φοβηθῆναι τὸν Θεόν. Καὶ ἄλλο γε ἡγητέον ἐνταῦθα σημαίνεσθαι ἀπὸ τοῦ πτοηθῶσι παρὰ τὸ ὑπὸ τῶν Ἑλλήνων λεγόμενον ὑπὸ τῆς πτοίας ὁριζομένων αὐτὴν ἀνθρώπου ψυχῆς πάθος.
Of the same. More safely instead of they will be terrified would it be said, they will cease. Now the word, they will be terrified, is placed here with reference to those who are moved by divine oracles and journey from being terrified at the things spoken even unto fearing God. And one must consider that something else is signified here by the word they will be terrified beyond what is spoken of by the Greeks when under the term terror they define it as a passion of a man's soul.
Καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου. Οἱ θεῖοι λόγοι, διὰ τὸ ἐκ μέρους εἶναι καὶ ἐλάχιστοι συγκρίσει τοῦ ὅλου λόγου καὶ τῆς πάσης σοφίας, οὐ βιβλίον, ἀλλά τις κεφαλὶς βιβλίου εἴρηται. Καὶ ἐν Ψαλμοῖς δὲ τό· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τὸ ὅμοιον δηλοῖ. Οὐκέτι δὲ κεφαλὶς βιβλίου λέγεται τὸ ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον, ἀλλὰ βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν. Πλὴν· Οὐδεὶς ἠδύνατο, φησὶν ὁ Ἰωάννης, οὔτε ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον ἐκεῖνο, οὔτε βλέπειν αὐτὸ, εἰ μὴ μόνον ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ. Καὶ ἄλλην δὲ κεφαλίδα βιβλίου γεγραμμένην εὑρήσεις ἐν τῇ Ἀποκαλύψει τὸν Ἰωάννην κατεσθίοντα· πλεῖον γὰρ κεφαλίδος οὐ χωρεῖ φαγεῖν ἡ ἀνθρώπεια φύσις.
And in it a roll of a book. The divine words, because of being in part and very small in comparison with the whole Word and all wisdom, are called not a book, but a certain roll of a book. And in the Psalms also the saying: In the roll of the book it is written concerning me, signifies the like. However, that which is upon the right hand of Him Who sits upon the throne is no longer called a roll of a book, but a book written within and on the back. Nevertheless: No one was able, says John, neither in heaven, nor on the earth, nor under the earth, to open that book, nor to look thereon, save only the Lion that has overcome from the tribe of Judah, the Root of David. And you will also find John in the Apocalypse eating up another written roll of a book; for human nature has not capacity to eat more than a roll.
Καὶ ἐγέγραπτο ἐν αὐτῇ θρῆνος καὶ μέλος. Μέλος μὲν τοῖς ἁγίοις, θρῆνος δὲ τοῖς οὐκ ἀπεγνωσμένοις τῶν ἡμαρτηκότων· οὐαὶ δὲ τοῖς κολασθησομένοις.
And there was written in it lamentation and a song. A song indeed for the saints, and lamentation for those of the sinners who are not despaired of; and woe for those who shall be punished.
Editors' notes and page, col. 772
Page
- running head: EX ORIGENE 772
- marginal letters: A ὀσφύος ἕως κάτω, ἀλλὰ; B Ἐὰν ἄρα ἀκούσωσιν, ἢ; C ἐνταῦθα ἐπὶ τῶν ἀπὸ; D οὔτε ἐπὶ τῆς γῆς,
- old-edition numerals: (none)
- other: (none)
PG 13:773Καὶ ἐψώμισέ με τὴν κεφαλίδα. Ἐντεῦθεν μάλιστα δῆλον, ὅτι πλεῖον τῆς κεφαλίδος οὐ χωρεῖ φαγεῖν ἡ ἀνθρωπίνη φύσις, καὶ ταῦτα ὑπὸ τῆς χειρὸς τοῦ Θεοῦ ψωμιζομένη. Ὁ μέντοιγε ἐσθίων ταύτην τὴν κεφαλίδα, ἀνειλούσης αὐτὴν τῆς ἐκτεταμένης χειρὸς πρὸς τὸν ἐσθίοντα, φάγεται αὐτήν· ἵνα διὰ τῆς ἀνειλήσεως τῆς κεφαλίδος ἑνὸς ἑκάστου τῶν ἐγγεγραμμένων ἐν αὐτῇ ἀντιλάβηται, καὶ, μασσησάμενος τὴν κεφαλίδα καὶ τὴν ἀνείλησιν αὐτῆς πάντα λάβῃ εἰς τὴν νοητὴν αὐτοῦ κοιλίαν τὰ ἐγγεγραμμένα οὐ μόνον ἔμπροσθεν, ἀλλὰ καὶ ὄπισθεν. Νομίζω δὲ διὰ μὲν τῶν ἔμπροσθεν τῆς κεφαλίδος δηλοῦσθαι τὰ προηγούμενα τῶν δογμάτων, καὶ τὰ περὶ τῶν ἁγίων, καὶ τὰ περὶ τῶν ἀπαγγελιῶν, καὶ ἁπαξαπλῶς τὰ περὶ τῶν μακαρίων καὶ τῆς διεξαγωγῆς τοῦ ζῆν αὐτῶν· διὰ δὲ τῶν ὄπισθεν τὰ περὶ τῶν κολαζομένων καὶ τοῦ τρόπου τῆς κολάσεως αὐτῶν καὶ τῶν ἐπακολουθησάντων ἐν τῇ κτίσει τοῖς προηγουμένως γεγενημένοις. Καὶ δηλοῦται τὰ μὲν προηγούμενα καὶ τὰ ἔμπροσθεν διὰ τοῦ μέλους, τὰ δὲ λοιπὰ διὰ τοῦ θρήνου καὶ τοῦ οὐαί. Τοὺς μὲν οὖν ἐν ἁμαρτήμασι γενομένους καὶ πάντη ἀποπεσόντας τῶν τῆς σωτηρίας δογμάτων θρηνεῖσθαι ὑπολαμβάνω· τὸ δὲ μέλος ἀπαγγέλλεσθαι τοῖς μακαρίοις· τὸ δὲ, οὐαὶ, τοῖς τέλεον ἀποπεσοῦσι τοῦ μακαρισμοῦ. Δύναται καὶ οὕτως γεύεσθαι καὶ ὁ ἐν γνώσει τοῦ ζῶντος ἄρτου τοῦ ἐκ τοῦ οὐρανοῦ καταβεβηκότος γεγευμένος, ὁπότε θρηνηθεὶς ἄξιος γενέσθαι τοῦ μακαρισμοῦ. Καὶ ὁ μὲν οὖν Θεοδοτίων ἀκολούθως τοῖς Ἑβδομήκοντα ἐξέδωκεν· ὁ δὲ Σύμμαχος οὐ πάνυ ἀπᾳδόντως, θρήνους καὶ κατάλεγμα, καὶ μέλος πενθικόν· ὁ δὲ Ἀκύλας, γεγραμμένον, φησὶν, ἦν ἐπ' αὐτοῦ κτίσις καὶ ἀντίβλησις· καὶ ἔσται. Καὶ τάχα διὰ τούτου δηλοῦται κατ' αὐτὸν, ὅτι περὶ τῆς κτίσεως καὶ οἱονεὶ μερίδος ἑκάστου ἐγέγραπτο. Δῆλον δὲ, ὅτι τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ ἃ καὶ ἐκβήσεται, σημαίνεται διὰ τοῦ ἔσται.
And He fed me with the roll. Hence it is especially clear that human nature has not capacity to eat more than the roll, and that too when fed by the hand of God. However, he who eats this roll, as the outstretched hand unrolls it towards the eater, will eat it; so that through the unrolling of the roll he may lay hold of each single one of the things written in it, and, having chewed the roll and the unrolling thereof, may take into his intelligible belly all the things written not only on the front, but also on the back. Now I think that through the things on the front of the roll are signified the primary doctrines, and the things concerning the saints, and the things concerning the announcements, and in a word the things concerning the blessed and the conduct of their life; while through the things on the back are signified the things concerning those who are punished and the manner of their punishment and the things that followed in creation upon the things that came into being primarily. And the primary things and those on the front are signified through the song, while the rest are signified through the lamentation and the woe. Those therefore who have fallen into sins and have altogether fallen away from the doctrines of salvation, I suppose to be lamented; while the song is proclaimed to the blessed; and the woe, to those who have completely fallen away from blessedness. In this way also he who has tasted in knowledge of the living bread that came down from heaven can taste, when having been lamented he becomes worthy of blessedness. Now Theodotion rendered it in accordance with the Seventy; and Symmachus not at all discordantly: lamentations and a dirge, and a mournful song; whereas Aquila says: there was written upon it creation and comparison; and it shall be. And perhaps through this is signified according to him, that it was written concerning the creation and as it were the portion of each one. And it is clear that the good things in the promises, which shall also come to pass, are signified by the word it shall be.
Οὐ πρὸς τὸν λαὸν βαθύχειλον. Εἰ γὰρ μὴ ἦσαν ἐξ ἐπιπολῆς ἔχοντες τοὺς λόγους αὐτῶν, ἀλλ' ἡ καρδία αὐτῶν διὰ τὸ βάθος τῶν νοημάτων στόμα ἦν αὐτῶν, καὶ οὐκ ἂν σὺ εἰσεληλύθεις πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ. Ἀλλ' οὐδὲ βαρύγλωσσοί εἰσι· βάρος γὰρ καὶ κομψόν τι οὐκ ἔχει στίβος ἡ γλῶσσα αὐτῶν, ἤτοι ὁ λόγος· εἰσὶ δὲ κουφόγλωσσοι· ὅθεν ἀναγκαῖόν σε βαδίσαι πρὸς αὐτοὺς ὑποκάτω βαίνοντας τῆς ἕξεώς σου. Ἐν ἐπαίνῳ οὖν εἴρηται ὁ βαθύχειλος καὶ ὁ βαρύγλωσσος. Εἴρηται δὲ ταῦτα. Καὶ ὅρα εἰ περὶ τῶν ἀπὸ τῶν ἐθνῶν, οἳ ἕτεροί εἰσι τοῦ οἴκου Ἰσραὴλ, ταῦτα προφητεύεται, ὧν οὐκ ἂν ἤκουσε διὰ τὸ ἑτερόγλωσσον αὐτῶν ὁ Ἑβραῖος προφήτης. Βαθεῖς δὲ χείλεσιν οἱ αὐτοὶ δύνανται λέγεσθαι διὰ τὸ μὴ ἐξ ἐπιπολῆς τὰ θεῖα καταλαμβάνειν γράμματα, ἀλλὰ πιστεύειν εἰς τὰ βάθη τοῦ νόμου.
Not to a people of deep lip. For if they did not have their words on the surface, but their heart because of the depth of their thoughts were their mouth, you would not have entered in unto the house of Israel. Moreover, neither are they heavy of tongue; for the track, their tongue, that is, their speech, does not have weight and something refined, but they are light of tongue; whence it is necessary for you to go unto them who walk beneath your habit. By way of praise, therefore, has been said deep of lip and heavy of tongue. Now these things have been said. And see whether these things are prophesied concerning those from the Gentiles, who are other than the house of Israel, whom the Hebrew prophet would not have understood because of their strange tongue. And the same can be called deep in lips because of not apprehending the divine scriptures superficially, but believing into the depths of the law.
Καὶ τοῖς ὠσί σου ἄκουε. Ὅτε γὰρ ἅγιος ἐπιβουλεύεται ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν διωκόμενος, χρῄζει τοῦ Κυρίου διακόπτοντος τοὺς διώκοντας ἀπὸ τῶν διωκομένων, καὶ οἱονεὶ ὀπισθοφυλακοῦντος. Τούτου δὲ σύμβολον καὶ τὰ ἐν τῇ Ἐξόδῳ οὕτως ἔχοντα· Ἐξῆρε δὲ ὁ ἄγγελος ὁ προπορευόμενος τῆς παρεμβολῆς
And hear with your ears. For when a saint is plotted against, being pursued by the opposing powers, he stands in need of the Lord cutting off the pursuers from the pursued, and as it were guarding the rear. And a symbol of this also is what stands thus in Exodus: And the angel that went before the camp of the
Editors' notes and page, col. 773
Page
- running head: 773 SELECTA IN EZECH
- marginal letters: A ΚΕΦ. Γʹ.; B τῆς διεξαγωγῆς τοῦ ζῆν; C δομήκοντα ἐξέδωκεν· ὁ δὲ; D τῶν ἀπὸ τῶν ἐθνῶν,
- old-edition numerals: (none)
- other: line after ἐπαγ extends across both columns into col. 774 and is cut off at right edge; παρ- split across column break
- other: the word παρεμβολῆς was split at the column break and stands whole here (joined on receipt); check that the English reads whole across the break into col 776
PG 13:776τῶν υἱων Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν, καὶ τὰ ἑξῆς. Καὶ τοῦτο δὲ πρόσχης περὶ τοῦ κατόπισθεν ἠκοῦσθαι τὴν φωνὴν, εἰ δύναται ἡ μὲν περὶ τῶν ἤδη παρεληλυθότων γνῶσις δηλοῦσθαι ἐκ τοῦ ἀκούεσθαι φωνὴν κατόπισθεν· εἰ δέ τις χάριτος θείας τύχοι πρὸς τὸ θεωρῆσαι καὶ τὰ περὶ τῶν μελλόντων ἐπιμελῶς, οὗτος ἂν οἱονεὶ ἀκούσῃ φωνῆς ἐκ τῶν ἔμπροσθεν αὐτοῦ· ὅπερ ζητήσεις εἴπου εἴρηται.
sons of Israel removed, and went behind them, and what follows. And give heed to this also concerning the voice having been heard from behind, whether the knowledge concerning things already past can be signified from a voice being heard from behind; whereas if someone should obtain divine grace to contemplate diligently the things concerning the future also, this man would as it were hear a voice from before him; which you will seek out whether it has been said anywhere.
Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ. Τόπον Θεοῦ νοητέον πάντας τοὺς χωροῦντας δύναμιν Θεοῦ· πλὴν κυρίως τόπος ἂν εἴη ὁ Σωτὴρ καὶ Κύριος, ὥσπερ ἂν καὶ αὐτοῦ τοῦ Σωτῆρος τόπος ὁ Πατήρ. Καὶ τοῦτόν γε τὸν τρόπον νενοήκαμεν καὶ τὸ ἐν τῷ Μιχαίᾳ οὕτως ἔχον· Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ τὰ ἑξῆς. Οἶμαι γὰρ διὰ τούτων προφητεύεσθαι τὴν τοῦ Σωτῆρος ἡμῶν κάθοδον, ἐκπορευομένου ἐκ τοῦ τόπου αὐτοῦ καὶ κατεληλυθότος ἀπὸ τῆς σὺν τῷ Πατρὶ προηγουμένης καταστάσεως αὐτοῦ. Δύναται μέντοιγε τόπος καλεῖσθαι Θεοῦ τὸ λεγόμενον παρὰ Παύλῳ φῶς ἀπρόσιτον ἐν τῷ· Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Τί δὲ τοῦτό ἐστιν; Ἡ βαθυτάτη γνῶσις τοῦ Θεοῦ, ᾗ οὐχ οἷόν τε προσελθεῖν τινα, οὐδὲ χωρῆσαι τὴν κατάληψιν αὐτῆς.
Blessed be the glory of the Lord from His place. By the place of God must be understood all who contain the power of God; yet properly the place would be the Saviour and Lord, just as the Father also would be the place of the Saviour Himself. And in this way indeed we have understood also that which stands thus in Micah: For behold, the Lord comes forth out of His place, and will come down, and will tread upon the high places of the earth, and what follows. For I think that through these words is prophesied the descent of our Saviour, coming forth out of His place and having come down from His primary state with the Father. However, that which in Paul is called light unapproachable can also be called the place of God, in the saying: Who alone has immortality, dwelling in light unapproachable. And what is this? The deepest knowledge of God, unto which it is not possible for anyone to approach, nor to contain the comprehension thereof.
Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Ἐπειδήπερ βαρέως φέρεσθαι μέλλει τό· Σκοπὸν ἔδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, ἐχρῆν ἡμᾶς διδαχθῆναι πῶς γέγονεν ὁ προφήτης σκοπὸς, ἵνα, ἐπειδάν τινες ἐκ τοῦ μὴ τετηρηκέναι τὰ γεγραμμένα ἐπιπηδῶσι τῷ ὀνόματι τοῦ σκοποῦ, δυσωπήσωμεν αὐτοὺς ἐξ ὅλης τῆς λέξεως, παραδεικνύντες πῶς γίνεται σκοπὸς καὶ δέδοται τοῖς ἀληθῶς υἱοῖς Ἰσραήλ. Γίνεται τοίνυν οὕτως σκοπὸς, ἐπὰν πρὸς τοῖς προειρημένοις γίνεται ἐπί τινα χεὶρ Κυρίου· καὶ οὐχ ἁπλῶς χεὶρ Κυρίου, ἀλλ' αὐτὴ κραταιά. Τάχα γὰρ οὐκ ἐπὶ πάντας, οὓς γίνεται χεὶρ Κυρίου, γίνεται κραταιὰ χεὶρ Κυρίου, τῷ μηδὲ παραπλησίους ἀλλήλοις εἶναι τοὺς ἀξιουμένους χειρὸς Κυρίου. Δεῖ δὲ τὸν εἰσελθόντα εἰς τὴν αἰχμαλωσίαν μὴ ταπεινὸν εἰσελθεῖν εἰς αὐτὴν καὶ τὰ παραπλήσια πάσχοντα τοῖς αἰχμαλωτισθεῖσιν, ἀλλά τινα διῃρημένον καὶ μετέωρον, καὶ ὡς ἀπὸ ὕψους κατασκοποῦντα τὰ ἰδιώματα ἑνὸς ἑκάστου τῶν πεπονθότων τὴν αἰχμαλωσίαν καὶ παρὰ τοῖς ῥεύμασι τοῦ ποταμοῦ τῆς αἰχμαλωσίας κατοικούντων καὶ τοῖς ἀστάτοις αὐτῶν πράγμασι. Ἀριθμὸν δὲ δεήσει ποιῆσαι ἡμερῶν σαββάτου ἀναστρεφόμενον, ἵνα ἐπιμελῶς ἴδῃ τὰ τῶν αἰχμαλώτων. Καὶ οὕτως ἀκούσει· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.
I have given you for a watchman unto the house of Israel. Since the saying, I have given you for a watchman unto the house of Israel, is likely to be borne ill, we needed to be taught how the prophet became a watchman, so that, whenever some from not having observed the things written leap upon the name of watchman, we may put them to shame from the whole text, showing how one becomes a watchman and is given to those who are truly sons of Israel. One becomes a watchman, therefore, in this way, whenever in addition to the things aforesaid the hand of the Lord comes to be upon someone; and not simply the hand of the Lord, but itself mighty. For perhaps not upon all upon whom the hand of the Lord comes to be, does the mighty hand of the Lord come to be, because those who are deemed worthy of the hand of the Lord are not even like one another. And he who has entered into the captivity must not enter into it humble and suffering the like things with those who have been taken captive, but as someone lifted up and aloft, and as it were from on high surveying the characteristics of each single one of those who have suffered the captivity and dwell by the streams of the river of the captivity and in their unstable affairs. And returning he will need to make a number of days of the sabbath, so that he may diligently see the affairs of the captives. And thus he will hear: I have given you for a watchman unto the house of Israel.
Ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται. Οὐχ ἀνομίας μόνον, ἀλλὰ καὶ ὁδῶν ἐμνημόνευσε, τὴν ἀνομίαν φήσας, ἐπὶ τῇ ἀσεβείᾳ καὶ τῇ τῶν εἰδώλων θεραπείᾳ· τὰ δὲ ὁδοὺς ἐπὶ τῶν πράξεων τῶν εἰς τὸν πλησίον.
That lawless one shall die in his unrighteousness. Not of lawlessness only, but also of ways did he make mention, speaking of lawlessness with reference to ungodliness and the service of idols, and of ways with reference to actions towards one's neighbour.
Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον. Πρῶτον μὲν, ὡς δυνατοῦ ὄντος τοῦ δικαίου μεταπεσεῖν, ταῦτα εἴρηται· δεύτερον δὲ, ὅτι καὶ δεῖ τούτῳ διαστελλομένου αὐτῷ
And when a righteous man turns away. First indeed, these things have been said inasmuch as it is possible for the righteous man to fall away; and secondly, because for this man also there is need of one charging him
Editors' notes and page, col. 776
Page
- running head: EX ORIGENE 776
- marginal letters: A εμβολῆς τῶν υἱων Ἰσραὴλ,; B καὶ ἐπιβήσεται ἐπὶ τὰ; C μὴ τετηρηκέναι τὰ γεγραμμένα; D ποταμοῦ τῆς αἰχμαλωσίας κατοικούντων
- old-edition numerals: (none)
- other: εμβολῆς continues παρ- from col. 773
PG 13:777σκοποῦ· καὶ τρίτον ἐπὶ μὲν τοῦ ἀνόμου ἁπλῶς εἴρηται τό· Ὁ ἄνομος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται. Βάσανος τέτακται ἐπ' αὐτοῦ· Δώσω γὰρ, φησὶ, τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ.
watchman; and thirdly, with reference to the lawless man it has been said simply: The lawless man shall die in his lawlessness. Torture has been appointed over him: For I will put, He says, torture before his face.
Καὶ ἐγένετο ἐπ' ἐμὲ χειρ Κυρίου. Ἐπειδὴ οὐκ ἐδύναντο ἑστηκότος αὐτοῦ ἀκούειν οἱ ἐν τῇ αἰχμαλωσίᾳ, διὰ τοῦτο ἐκαθέσθη ἐν μέσῳ αὐτῶν. Ὅτε δὲ αὐτὸς μέλλει βλέπειν τὴν δόξαν Κυρίου, ἀνίσταται καὶ ἐξέρχεται εἰς τὸ πεδίον, συλλαμβανομένου μόνου τοῦ πλάτους τοῦ πεδίου τῇ ὄψει τῆς δόξης Κυρίου, ἣν ἔμελλεν ὁρᾷν ὁ προφήτης.
And the hand of the Lord came to be upon me. Since those in the captivity were not able to hear him while he stood, on this account he sat down in the midst of them. Whereas when he himself is about to see the glory of the Lord, he rises up and goes forth into the plain, the breadth of the plain alone contributing to the sight of the glory of the Lord, which the prophet was about to see.
Εἴσελθε, καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. Ἐπεὶ οὐχ οἷόν τέ ἐστι διαχεῖσθαι προσδιατρίβοντα ἐξεληλυθέναι καὶ ἑστηκέναι τὸν ἔτι ὄντα ἐν τῷ σώματι· καλεῖ γὰρ ἡ σωματικὴ χρεία πρὸς τὸ καὶ μετὰ τὰς θείας θεωρίας πάλιν εἰσελθεῖν εἰς τὸ σῶμα καὶ οἱονεὶ τὰ τοῦ κεκλεισμένου πάσχειν· διὰ τοῦτο λέγεται μετὰ τὸ ἑωρακέναι αὐτὸν ἑστηκυῖαν τὴν δόξαν, καὶ μετὰ τὸ ὑπὸ τοῦ πνεύματος ἐστηρίχθαι ἐπὶ τῶν ποδῶν αὐτοῦ, τὸ, Εἴσελθε, ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου.
Enter in, and be shut up in the midst of your house. Since it is not possible for him who is still in the body to be diffused while tarrying, to have gone forth and to stand—for bodily need calls him, even after the divine contemplations, to enter again into the body and as it were suffer the things of one shut up—on this account it is said, after he has seen the glory standing, and after he has been set firmly by the Spirit upon his feet: Enter in, be shut up in the midst of your house.
Ἰδοὺ δίδονται ἐπὶ σὲ δεσμοί. Καὶ τίνες ἂν ἄλλοι εἶεν οἱ δεδομένοι ἐπὶ τὸν προφήτην δεσμοὶ ἢ αἱ σωματικαὶ ἀνάγκαι, ἐν αἷς εἰσιν οἱ δεσμεύοντες ἡμᾶς· ὡς μὴ δύνασθαι πάντη ἐκφυγεῖν αὐτὰς καὶ ἐξελθεῖν ἀπ' αὐτῶν; Διὰ ταύτας συνδεῖται ἡ γλῶσσα ἡμῶν ἀπὸ Θεοῦ πρὸς τὸν λάρυγγα· ὥστε μὴ τὸν περὶ τῶν πλειόνων λόγον καὶ μυστικώτατον ἐν ἡμῖν εἶναι μεταδιδόναι τοῖς παραπικραίνουσι τὸ Θεῖον καὶ μὴ χωροῦσι λόγους ἐλεγκτικούς. Πλὴν παρατηρητέον, ὅτι ἔνθα πλείονά ἐστι τὰ ἁμαρτήματα, κελεύεται ὁ προφήτης μηδὲ ἐλέγχειν ἔτι διὰ τοῦ· Καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί· οὔτε δὲ ἀεὶ κελεύεται σιωπᾷν καὶ μὴ ἐλέγχειν, ἀλλ' ἐν καιρῷ καὶ τοῦτο ποιεῖν διὰ τὸ εἰρῆσθαι· Καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος· Καὶ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω.
Behold, bonds are put upon you. And what else would the bonds put upon the prophet be than the bodily necessities, in which are those who bind us, so that we are not able altogether to escape them and go forth from them? On account of these our tongue is bound by God to our throat, so that it is not in our power to impart the discourse concerning the greater things, and most mystical, to those who provoke the Divinity and have no capacity for reproving words. Nevertheless it must be observed that where sins are more numerous, the prophet is commanded not even to reprove any longer, through the saying: And you shall not be to them for a reproving man, because it is a provoking house; yet neither is he always commanded to keep silence and not reprove, but in due season to do this also, because it has been said: And when I speak to you I will open your mouth, and you shall say to them: Thus says the Lord: He that hears, let him hear, and he that disobeys, let him disobey.
Λάβε σεαυτῷ πλίνθον. Οἶμαι τὴν λαμβανομένην πλίνθον ἕκαστον εἶναι τῶν πρὸ τοῦ πεπιστευκέναι, πλίνθῳ τὴν διάνοιαν ἐοικότων.
Take for yourself a brick. I think that the brick taken is each one of those who before having believed are like a brick in their mind.
Τοῦ αὐτοῦ. Πλίνθον ἐνταῦθα νομίζω λέγεσθαι τὴν τοῦ ἀπαιδεύτου καὶ ἀνοήτου ψυχὴν, ἐν ᾗ διαγράφεται ὑπὸ τοῦ προφήτου καὶ τοῦ δυναμένου διδάσκειν τὰ πνευματικὰ καὶ τὰ κρείττονα παραδεικνύναι, πόλις Ἱερουσαλὴμ, καὶ τὰ ἐν αὐτῇ μυστήρια, καὶ ὁ λόγος τῆς πόλεως τοῦ Θεοῦ καὶ τῶν ἐμπολιτευσαμένων αὐτῇ. Περιοχὴ δὲ τῆς πόλεως ἂν εἴη δόγματα ὀχυροῦντα τοὺς λόγους τοὺς περὶ αὐτήν· προμαχῶνες δὲ αἱ κατασκευαστικαὶ ἀποδείξεις. Τάχα δὲ καὶ καθ' ἑαυτὴν ἡ λογικὴ θεωρία, ἧς ἐν γνώσει δεῖ εἶναι τὸν ἀκαταμάχητον, σημαίνεται ἐκ τοῦ· Καὶ περιβαλεῖς ἐν αὐτῇ χάρακα· ἡ δὲ ἀγγελικὴ φρουρὰ ἐκ τοῦ· Καὶ δώσεις ἐν αὐτῇ παρεμβολάς· αἱ δὲ βελοστάσεις αἱ κύκλῳ τῆς Ἱερουσαλὴμ, οἱ ἀποκρουόμενοι λόγοι
Of the same. By a brick here I think is meant the soul of the uninstructed and foolish man, in which is delineated by the prophet and by him who is able to teach spiritual things and to show the better things, the city Jerusalem, and the mysteries in it, and the account of the city of God and of those who have lived as citizens in it. Now the circumvallation of the city would be the doctrines that fortify the arguments concerning it; and the bulwarks, the constructive demonstrations. And perhaps also the rational contemplation by itself, in the knowledge of which he who is invincible must be, is signified from the saying: And you shall cast a rampart around it; and the angelic guard from the saying: And you shall set camps against it; and the emplacements for engines round about Jerusalem, the refuting arguments
Editors' notes and page, col. 777
Page
- running head: 777 SELECTA IN EZECHI
- marginal letters: A σκοποῦ· καὶ τρίτον ἐπὶ; B μετὰ τὰς θείας θεωρίας; C λόγους ἐλεγκτικούς. Πλὴν παρατηρητέον,; D τοῦ ἀπαιδεύτου καὶ ἀνοήτου
- old-edition numerals: (none)
- other: λό- split across column break
- other: the word λόγοι was split at the column break and stands whole here (joined on receipt); check that the English reads whole across the break into col 780
PG 13:780τοὺς ἐναντίους λόγους εἰσί. Ἐπεὶ δὲ καὶ δυνατόν ἐστι καὶ ἁμαρτεῖν μετὰ τοσαῦτα, τάχα οἱ ἁπτόμενοι τοῦ ἡμαρτηκότος λόγοι καὶ κολάζοντες αὐτὸν σιδηροῦν λέγονται τήγανον, ὥσπερ τις κατὰ τὸν προφήτην ἐστὶ τοῖχος σιδηροῦς διὰ τὸ μὴ μεταπίπτειν ἀπὸ τῆς καλλίστης ἕξεως. Τὸ δὲ, Ἑτοιμάσεις τὸ πρόσωπόν σου, τουτέστι συντενεῖς τὸ διορατικὸν τῆς ψυχῆς σου ἐπὶ τὴν πόλιν εἰς τὸ οἰκοδομῆσαι αὐτὴν ἐπὶ τῆς πλίνθου, ἢ τῆς πόλεως ἔσται συγκλεισμός. Συγκλείσεις γὰρ αὐτὴν, ἐντυπῶν αὐτὴν καὶ ἐγκαθειργνύων τῇ ψυχῇ τοῦ ἀκροατοῦ σῶμα περικειμένου. Τοῦτο δὲ πᾶν σημεῖόν τι ἔγκειται τοῖς ἐν γενέσει εὐφυέσι καὶ καλουμένοις υἱοῖς Ἰσραήλ. Τάχα δὲ καὶ ἐν τοῖς διδαχθεῖσι μὲν τὰ τῆς θεοσεβείας, μὴ βιοῦσι δὲ ἀξίως τῶν ἁγίων μαθημάτων, λόγος ἐστὶν ἡ ἐπὶ τῆς πλίνθου διαγεγραμμένη πόλις Ἱερουσαλὴμ περιεχομένη καὶ συνεχομένη ὑπὸ πολεμίων, προμαχῶνας ἐχόντων καὶ χαρακούντων αὐτὴν, τάς τε παρεμβολὰς αὐτῶν ἐπιστησάντων αὐτῇ καὶ μυρίας ὅσας βελοστάσεις, ἵνα αὐτὴν τιτρώσκωσι. Καὶ διὰ τοῦτο τήγανον σιδηροῦν τίθεται ὡς τοῖχος σιδηροῦς, τῷ μὴ εἶναι τὸν προφήτην τοιοῦτον, ὁποῖοί εἰσιν ἐκεῖνοι ἀναμέσον αὐτοῦ καὶ τῆς περιεχομένης πόλεως. Παρεσκεύασται δὲ τὸ τοῦ προφήτου πρόσωπον ἐπὶ τὴν ἐν τῇ πλίνθῳ πόλιν οὖσαν ἐν συγκλεισμῷ συγκεκλεισμένην ὑπὸ τῆς ἀποδείξεως τῶν προφητικῶν λόγων. Καὶ τοῦτο πᾶν σημεῖόν ἐστι καὶ αὐτὸ τοῖς υἱοῖς Ἰσραὴλ, ἵνα μὴ τοιοῦτοι γίνωνται.
words are against the opposing words. And since it is also possible even to sin after so many things, perhaps the words that touch the one who has sinned and punish him are called an iron frying-pan, just as someone according to the prophet is an iron wall because of not falling away from the noblest habit. And the saying, You shall prepare your face, that is, you shall direct the discerning faculty of your soul towards the city in order to build it upon the brick, or it will be a siege of the city. For you shall besiege it, imprinting it and shutting it up within the soul of the hearer who is clothed with a body. And all this lies as a certain sign for those who are well-disposed in generation and are called sons of Israel. And perhaps also among those who have been taught the things of godliness, yet do not live worthily of the holy lessons, the city of Jerusalem sketched upon the brick is a figure, being surrounded and hemmed in by enemies who have ramparts and entrench around it, and have set up their camps against it and countless batteries of darts, that they may wound it. And on account of this an iron frying-pan is placed as an iron wall, because the prophet is not such as those are, between himself and the besieged city. And the face of the prophet has been prepared against the city on the brick, which is in a siege, shut up by the demonstration of the prophetic words. And all this is itself also a sign to the sons of Israel, that they may not become such.
Καὶ σὺ λάβε σεαυτῷ τήγανον. Εἰκὸς τὰς κολάσεις εἶναι τήγανον σιδηροῦν· ἢ καὶ κατὰ τὴν ἱστορίαν, ὅτι ἀπετηγάνισε τοὺς υἱοὺς τῆς βασιλείας ὁ βάρβαρος.
And take unto yourself a frying-pan. It is likely that the punishments are an iron frying-pan; or even according to the history, because the barbarian roasted the sons of the kingdom in a frying-pan.
Καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραήλ. Καὶ τίς ἔλαβε τὰς ἀδικίας τῶν υἱῶν Ἰσραὴλ οὔσας δύο τὸν ἀριθμὸν, τήν τε εἰς Θεὸν καὶ τὴν εἰς τὰ λογικὰ, διὰ τῆς οἰκείας κοιμήσεως, ἢ ὁ Σωτὴρ ἡμῶν; Ἐχρῆν δὲ ὑπὲρ τῶν πλείονα ἡμαρτηκότων πλείονα αὐτὸν κοιμᾶσθαι χρόνον, οὐκ ἐπὶ τὸ δεξιὸν καὶ κρεῖττον, ἀλλ' ἐπὶ τὸ ἀριστερὸν μέρος· ὑπὲρ δὲ τῶν ἐλάττονα παραπεπτωκότων ἐπὶ τὸ δεξιὸν πλευρὸν ἐλάττονα χρόνον· τοῦτο ἐνδεικνυμένου τοῦ λόγου, ὡς πλεῖον ἔπαθεν ὁ Σωτὴρ ὑπὲρ τῶν πλείονος χρῃζόντων τῆς θεραπείας.
And you shall bear the iniquities of the house of Israel. And who bore the iniquities of the sons of Israel, which are two in number, both that against God and that against rational beings, through His own lying down to sleep, other than our Saviour? And on behalf of those who had sinned more, He had to lie down for a longer time, not upon the right and better side, but upon the left part; while on behalf of those who had fallen into lesser transgressions, upon the right side for a shorter time; the word indicating this, that the Saviour suffered more on behalf of those who stood in need of greater healing.
Καὶ σὺ λάβε σεαυτῷ πυρούς. Ἐάν τις ζητῇ πῶς ὁ Κύριος ἡμῶν ὁ Υἱὸς τοῦ ἀνθρώπου οὕτως ἀκάθαρτον ἄρτον ἐσθίει ἐν τοῖς ἔθνεσι, νοησάτω αὐτὸν ἐσθίοντα ἃ παρατιθέασιν αὐτῷ οἱ ἄνθρωποι· καὶ ὄψονται τῖνα τρόπον καθαρὸν αὐτῷ ἄρτον οὐδεὶς δύναται παρατιθέναι. Ἕστηκε γὰρ ἐπὶ τὴν θύραν καὶ κρούει, καὶ ἐάν τις ἀνοίγῃ αὐτῷ, εἰσέρχεται πρὸς αὐτὸν, καὶ δειπνεῖ μετ' αὐτοῦ· οὐκ οἶμαι δὲ, ὅτι καθαρὰ, ἀλλὰ τὸν ἐν βολβίτοις βοῶν γινόμενον κόπρον γινόμενον ἄρτον. Ἡμεῖς δὲ, ἐὰν ὕστερόν ποτε δειπνῶμεν μετ' αὐτοῦ, καθαρὰ ἀπ' αὐτοῦ, ἀνθ' ὧν οὐ πάνυ ἀκάθαρτα παρεθήκαμεν, ἀποληψόμεθα. Δεδομένοι δέ εἰσιν ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου δεσμοὶ εἰσελθόντα ἐν μέσῳ τῆς αἰχμαλωσίας ἡμῶν οἱ ὑλικοὶ
And take unto yourself wheat. If anyone seeks how our Lord the Son of man thus eats unclean bread among the nations, let him understand Him as eating the things that men set before Him; and they will see in what manner no one is able to set clean bread before Him. For He stands at the door and knocks, and if anyone opens to Him, He enters in to him, and sups with him; yet I do not think upon clean things, but upon the bread made with dung of oxen, made into dung. But we, if ever hereafter we sup with Him, shall receive back clean things from Him, in return for having set before Him things not altogether unclean. And bonds have been put upon the Son of man when He entered into the midst of our captivity, the material
Editors' notes and page, col. 780
Page
- running head: EX ORIGENE
- marginal letters: A γοι τοὺς ἐναντίους; B πλίνθου διαγεγραμμένη; C ρίαν, ὅτι ἀπετηγάνισε; D ὁ Κύριος ἡμῶν
- old-edition numerals: (none)
- other: begins mid-word γοι (from λόγοι)
PG 13:781καὶ σωματικοί. Ὅτε γὰρ παρ' ἡμῖν γίνεται συμπάσχων ἡμῖν, καὶ συνδέδεται ἡμῖν, καὶ σὺν ἡμῖν ἐστιν ἐν τῇ φυγῇ τοῦ βίου τούτου, συμπεινῶν ἡμῖν καὶ συνδιψῶν, καὶ συνεσθίων καθαρὸν ἐσθίουσιν ἄρτον, καὶ συμπίνει τὸ ὕδωρ, πλὴν ἐν σταθμῷ καὶ μέτρῳ. Οὐ γὰρ ἐπιμεριεῖται ἐνταῦθα τυγχάνουσι τὸ πρὸς ἀξίαν. Ὅσον μὲν οὖν ἐχρῆν ἡμᾶς ἐπὶ τοῖς ἁμαρτήμασιν ἐν βολβίτοις τῆς κόπρου ἀνθρωπίνης ἐσθίειν τὸν τοιοῦτον ἄρτον· ὅσον δὲ ἔστι τεθαρρηκότι εἰπεῖν· Ἡ ψυχή μου οὐ μεμίανται, καὶ θηράματα οὐ βέβρωκα, καὶ τὰ λοιπά· συγχωρούμεθα τὸ τοιοῦτον, καὶ γηΐνοις μὲν καὶ κοπρώδεσί τισιν ἀναμέμικται ἡμῶν ἡ τροφὴ, οὐ μὴν ἐπὶ τοσοῦτον καὶ εἰς ὑπερβολὴν ἀκαθάρτοις καὶ δυσώδεσιν. Οὐκ οἶδα δὲ ὁποῖαι τῆς ψυχῆς τροφαὶ πυρὸς ἂν λέγοιντο, καὶ αἱ ποδαπαὶ κριθὴ, καὶ τίνες κύαμοι, καὶ αἱ λοιπαί. Εἰς ὀστράκινον δὲ ἐμβάλλονται ἄγγος, εἰς τὸ ληφθὲν καὶ πλασθὲν ἀπὸ τῆς γῆς σῶμα. Ἐσθίειν δὲ κʹ σίκλους κελεύεται. Οὐκ ἐχρῆν γὰρ τὸν οὕτως ἀκάθαρτον βρωθησόμενον ἄρτον ἐν ἁγίῳ παραλαμβάνεσθαι ἀριθμῷ, ὁποῖός ἐστιν ὁ τῆς δεκάδος, καὶ ἑβδομάδος, ἢ τριακάδος, ὀγδοάδος, ἤ τινος τῶν ὁμοίων ἀριθμῶν· ἀλλ' ἐν ἀριθμῷ δὲ τοῦ Κυρίου, ὃς διὰ τὴν δυάδα καὶ σχίσιν περιέχειν ἀκαθάρτων ἐστὶ συγγενής· ὡς δῆλόν ἐστιν ἐκ τῶν ἐν τῇ κιβωτῷ γινομένων ζώων ἀκαθάρτων καὶ τῶν ἀποστελλομένων τῷ Ἠσαῦ παρὰ τοῦ Ἰακώβ. Τὰ γὰρ πλεῖστα αὐτῶν τῷ κʹ ἀριθμῷ ἀναπέμπεται πρὸς αὐτόν. Καὶ ὁ ἓξ ἀριθμὸς εἰς τὸ μέτρον τοῦ ποτοῦ παραλαμβάνεται, καὶ ἀπὸ ἓξ ἀριθμοῦ ὁ ἄρτος γίνεται πυροῦ καὶ κριθῆς, καὶ κυάμου καὶ τῶν λοιπῶν· ἐπείπερ ἐστὶν ὁ ἀριθμὸς οὗτος πάθους σύμβολον καὶ κακώσεως τοῦ Σωτῆρος τῇ ἕκτῃ ἡμέρᾳ πεπονθότος, καὶ ἐν τῇ Ἀποκαλύψει Ἰωάννου τοῦ ὀνόματος τοῦ θηρίου τὸν χξςʹ ἔχοντος ἀριθμόν. Οὐκ ἀγνοοῦμεν δέ τινα τῶν ἀντιγράφων ἔχειν ρʹ καὶ νʹ ἡμέρας· καὶ ἄλλα ϟʹ καὶ ρʹ ἡμέρας· καὶ τὰ πλείονα δὲ ϟʹ καὶ ρʹ ἡμέρας. Ἀλλ' ἐπισκεψάμενοι τὰς λοιπὰς ἐκδόσεις, εὕρομεν τʹ εἶναι καὶ ϟʹ ἡμέρας. Ταῦτα δὲ πάντα γίνεται τὰ προειρημένα, ἵνα ἐντακῇ ἕκαστος ἐν ταῖς ἀδικίαις αὐτοῦ τῶν ἠδικηκότων, καὶ τῷ ἄδικος εἶναι ἀποθανῆται.
and bodily ones. For when He comes to be among us, suffering together with us, He is also bound together with us, and is with us in the exile of this life, hungering together with us and thirsting together, and eating together with those who eat clean bread, and He drinks the water together with us, save by weight and by measure. For that which is according to desert will not be apportioned to those who are here. Inasmuch, therefore, as we ought on account of our sins to eat such bread in dung of human excrement, yet inasmuch as it is possible for one who is confident to say: My soul has not been defiled, and I have not eaten things taken by hunting, and the rest, we are pardoned such a thing, and our nourishment is indeed mingled with certain earthly and dung-like things, yet not with things so greatly and excessively unclean and foul-smelling. But I do not know what sort of nourishments of the soul would be called wheat, and what kind barley, and which ones beans, and the rest. And they are cast into an earthen vessel, into the body taken and fashioned from the earth. And he is commanded to eat twenty shekels. For bread that is to be eaten in so unclean a manner ought not to be taken in a holy number, such as is that of the decad, and the hebdomad, or the triacad, the ogdoad, or any of the like numbers; but in the number of the Lord, which because of containing the dyad and division is akin to unclean things; as is evident from the unclean animals that were in the ark and those sent to Esau from Jacob. For the greater part of them are sent up to him in the number twenty. And the number six is taken for the measure of the drink, and from the number six the bread is made of wheat and barley, and bean and the rest; seeing that this number is a symbol of passion and affliction of the Saviour Who suffered on the sixth day, and in the Apocalypse of John the name of the beast has the number 666. Yet we are not ignorant that certain of the copies have 100 and 50 days; and others 90 and 100 days; and the majority 90 and 100 days. But having examined the remaining editions, we found that there are 300 and 90 days. And all these aforesaid things come to pass, in order that each one of those who have done iniquity may pine away in his iniquities, and die through being unjust.
Ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν. Οὐκοῦν αἰνίττεταί τι μυστικὸν περὶ τῆς ψυχῆς τῆς αἰχμαλωτισθείσης ὁ προφήτης, οὐ δυνάμενος τροφὴν πάντη ἀκαθαρσίας ἀπηλλαγμένην λαμβάνειν.
Behold, I have given you dung of oxen. Therefore the prophet hints at something mystical concerning the soul that has been led captive, not being able to take nourishment altogether free from uncleanness.
Ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου. Διὰ τοῦτο ὑγιὴς καὶ ἀσύντριπτος ἄρτος οὐχ εὑρίσκεται, οὐδὲ στήριγμά ἐστιν ἄρτου τοῖς ἐν αἰχμαλωσίᾳ νηπίοις, οἷς καὶ διακλᾶσθαι δεῖ τὸν ἄρτον.
Behold, I break the staff of bread. On account of this, whole and unbroken bread is not found, nor is there a staff of bread for the babes in captivity, for whom the bread must even be broken in pieces.
Τάδε λέγει Ἀδωναΐ Κύριος. Ἐπέτρεπεν, ὅπου μὲν τὸ κρῖμα, μὴ λέγειν· Ἔσται κρῖμα ἐν μέσῳ, ἀλλὰ, Ποιήσω κρῖμα ἐν μέσῳ σου· καὶ διὰ τὸ μεμιαγκέναι αὐτοὺς τὰ ἅγια τοῦ Θεοῦ, λέγεται τὸ, Κἀγὼ ἀπώσομαί σε· ὅπου δὲ πατέρες υἱοὺς ἤσθιον, Οὐχὶ ποιήσω, ἵν' οἱ πατέρες φάγωσι τέκνα ἢ τέκνα τοὺς
Thus says Adonai the Lord. Where it was a matter of judgement, He permitted it not to be said: There shall be judgement in the midst, but, I will execute judgement in the midst of you; and because they had defiled the holy things of God, it is said, And I will reject you; whereas where fathers ate sons, He did not say, I will bring it about that the fathers eat children or children the
Editors' notes and page, col. 781
Page
- running head: SELECTA IN EZECHIELEM.
- marginal letters: A καὶ σωματικοί. Ὅτε; B κριθὴ, καὶ τίνες; C ροῦ καὶ κριθῆς,; D θαρσίας ἀπηλλαγμένην λαμβάνειν.
- old-edition numerals: (none)
- other: (none)
PG 13:784πατέρας· ἐπεὶ οὐκ ἦν ἁμάρτημα τῶν πατέρων το ἐσθίεσθαι ὑπὲρ αὐτῶν τοὺς υἱούς. Ἀλλ' οὐδὲ οἰκεῖον Θεῷ τὸ ταῦτα ἐνεργῆσαι. Οὕτω γὰρ καὶ ὁ τῶν Ἑβραίων διδάσκαλος ἐξηγήσατο τό· Τοὺς δοξάζοντάς με δοξάσω, οἱ δὲ ἐξουθενοῦντές με ἀτιμασθήσονται, ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν κείμενον. Ἐχρῆν γὰρ Θεοῦ μὲν ἔργον εἶναι τὸ δοξάζειν, οὐκέτι δὲ ἐνέργειαν, ἀλλὰ παρακόλουθα τὸ τὸν ἀτιμάζοντα Θεὸν ἀτιμάζεσθαι. Ταῦτα οὖν παρατηρητέον καὶ ἐπὶ τῶν εὐλογιῶν καὶ καταρῶν τῶν ἐν Λευϊτικῷ καὶ Δευτερονομίῳ, καὶ ἐπὶ τῶ⟨ν⟩ λόγων τῶν προφητικῶν. Τί τοίνυν ἐστὶ τὸ, Διὰ τοῦτο φάγονται πατέρες τὰ τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας; Ὅσον μὲν οὖν κατὰ κοινήν τινα καὶ ἁπλουστέραν ἐκδοχὴν ἔστι τοῦτο ἰδεῖν ἐν ταῖς ἀκαταστατούσαις καὶ στασιαζούσαις πονηρευομένων ἐκκλησίαις. Πολλάκις γὰρ οἱ διδάξαντες καὶ ἐν Χριστῷ γεγεννηκέναι τοὺς παρ' αὐτῶν ἀκούσαντας τοῦ θείου νόμου νομισθέντες, ἐπιβουλευόμενοι ὑπὸ τῶν διδαχθέντων, οἷον ἐσθίονται ὑπὸ τῶν υἱῶν πατέρες. Εἰ δὲ αὐτοὶ πλεονεκτοῖεν καὶ ἀδικοῖεν τοὺς προσαχθέντας δι' αὐτῶν τῷ θείῳ λόγῳ, πατέρες εἰσὶν ἐσθίοντες τοὺς υἱούς. Ὅτι δὲ κεῖται τὸ ἐσθίειν τὰς σάρκας τινὸς ἐπὶ τοσαύτης ἀκαταστασίας καὶ στάσεως, ἔστι μαθεῖν ἐκ τοῦ κςʹ ψαλμοῦ· Διὰ τὸ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου· καὶ ἐκ τοῦ Ἰὼβ λέγοντος· Εἰ δὲ καὶ εἶπον αἱ θεράπαιναί μου· Τίς ἂν δοίη ἡμῖν τῶν σαρκῶν αὐτοῦ φαγεῖν, λιμοῦ χρηστοῦ ὄντος; Τοιαῦτά ἐστι καὶ τὰ παρὰ τῷ Ἀποστόλῳ αἰτιωμένῳ τοὺς στασιάζοντας πρὸς ἀλλήλους ἔν τισιν Ἐκκλησίαις· Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Τοῦτο δὲ τὸ δάκνειν καὶ κατεσθίειν, ὡς γίνεσθαι τὸ, Πατέρες φάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας, οὐχ ὁ Θεὸς ἐνεργεῖ, ἀκολουθεῖ δὲ τοῖς τὰ δικαιώματα τοῦ Θεοῦ ἀπωθουμένοις καὶ ἐν τοῖς νομίμοις αὐτοῦ μὴ πορευομένοις.
fathers; since it would not be a sin of the fathers that their sons should be eaten for them. Nor is it fitting for God to work these things. For thus also the teacher of the Hebrews expounded the saying: Those who glorify Me I will glorify, and those who despise Me shall be dishonoured, which stands in the First Book of Reigns. For it was needful that glorifying should be a work of God, yet that he who dishonours God should be dishonoured is no longer His operation, but a consequence. These things, therefore, must be observed both in regard to the blessings and curses in Leviticus and Deuteronomy, and in regard to the prophetic words. What, then, is the saying, Therefore fathers shall eat their children in the midst of you, and children shall eat fathers? So far as concerns a certain common and simpler interpretation, one may see this in the unsettled and factious assemblies of wicked men. For oftentimes those who have taught and have been deemed to have begotten in Christ those who heard the divine law from them, when plotted against by those whom they taught, are as it were fathers eaten by their sons. And if they themselves defraud and wrong those who have been brought through them to the divine word, they are fathers eating their sons. And that eating someone's flesh is used of such great disorder and sedition may be learned from the twenty-sixth Psalm: When evildoers drew near against me to eat up my flesh; and from Job saying: And if too my handmaids said: Who would give us to eat of his flesh, though meat is plentiful? Such also are the words in the Apostle when he blames those who are factious against one another in certain Churches: But if ye bite and devour one another, take heed that ye be not consumed by one another. And this biting and devouring, so that there comes to pass the saying, Fathers shall eat children in the midst of you, and children shall eat fathers, God does not work, but it follows upon those who thrust away the statutes of God and do not walk in His ordinances.
Καὶ συντελεσθήσεται ὁ θυμός μου. Τοῦτο δηλοῖ, ὅτι πέρας ἕξει ὁ θυμὸς τοῦ Θεοῦ ὁμοίως τῇ συντελείᾳ τοῦ κόσμου.
And My wrath shall be accomplished. This shows that the wrath of God will have an end in like manner as the consummation of the world.
Τοῦ αὐτοῦ. Θυμὸς Θεοῦ ἐστιν ἐλεγμὸς, ὀργὴ δὲ παιδεία. Πᾶς δὲ ὁ ἐλέγχων καὶ παιδεύων πατὴρ δείκνυται.
Of the same. The wrath of God is reproof, and anger is discipline. And everyone who reproves and disciplines is shown to be a father.
Τοῦ αὐτοῦ. Κρεῖττον παιδεύεσθαι ἐν τῇ ἀκοῇ τῆς θλίψεως καὶ μὴ αὐτὸ τὸ ἔργον τῆς παιδείας πειραθῆναι· τινὲς γὰρ παιδεύονται τῷ λόγῳ τῆς κολάσεως, ἕτεροι δὲ αὐτῇ τῇ κολάσει.
Of the same. It is better to be disciplined in the hearing of tribulation and not to experience the actual work of discipline; for some are disciplined by the word of punishment, and others by the punishment itself.
Στήριξον τὸ πρόσωπόν σου. Τοὺς εἶναι δοκοῦντας καὶ μείζονας παρὰ τοὺς λοιποὺς, ἤτοι κατὰ τὴν τοῦ ἄρχειν ἐξουσίαν ἢ κατὰ τὸ περὶ γνῶσιν καὶ σοφίαν διατρίβειν ἐθέλειν, ὄρη νομίζω λέγεσθαι τοῦ Ἰσραὴλ καὶ βουνούς. Τὴν ἐπίφασιν οὖν τοῦ προφητικοῦ λόγου πρόσωπον ὀνομαζομένην καὶ τὴν λαμπρότητα αὐτοῦ δεήσει στηριχθῆναι ἐπὶ ταῦτα τὰ ὄρη, ἵν' ἡ προφητεία καὶ ἐπὶ ταῦτα λεχθῇ. Καὶ παρατηρητέον γε, ὅτι
Set fast your face. Those who seem to be something and greater beyond the rest, whether according to the authority of ruling or according to wishing to occupy themselves with knowledge and wisdom, I consider to be called mountains of Israel and hills. The manifestation, therefore, of the prophetic word, which is named a face, and its brightness will need to be set fast upon these mountains, in order that the prophecy may also be spoken over them. And one must indeed observe that
Editors' notes and page, col. 784
Page
- running head: EX ORIGENE
- marginal letters: A πατέρας· ἐπεὶ οὐκ; B πονηρευομένων ἐκκλησίαις. Πολλάκις; C στασιάζοντας πρὸς ἀλλήλους; D θλίψεως καὶ μὴ
- old-edition numerals: (none)
- other: τῶ⟨ν⟩ damaged type
PG 13:785τὰ μὲν λεγόμενα ἀπαγγέλλεται τοῖς ὄρεσι, προφητεύεται δὲ οὐ περὶ τῶν ὀρέων μόνον, ἀλλὰ καὶ τῶν βουνῶν καὶ τῶν ναπῶν καὶ φαράγγων· ταῦτα γὰρ οἱ βουνοὶ καὶ αἱ φάραγγες καὶ αἱ νάπαι, τὸν στηριγμὸν μὴ χωροῦντα τοῦ προφητικοῦ προσώπου, οὐδὲ δέξασθαι τὰ λεγόμενα οἷά τε ἦν. Ἀπαγγέλλεται δὲ ταῦτα τοῖς ὄρεσιν, ὅτε ἤκουον, ἀξίοις οὖσι τοῦ τὰ ἐπιφερόμενα παθεῖν οὐ πάντως ἵνα πάθωσιν αὐτά· δυνατὸν γὰρ τοὺς ἀκούοντας, ἐπικειμένων τινῶν χαλεπῶν, μεταβαλόντας μηκέτι περιπεσεῖν τούτοις οἷς ἤκουσαν, ὥσπερ καὶ περὶ Νινευϊτῶν γεγένηται. Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ, Πέραν λαλήσω, φησὶν, ἐπὶ ἔθνη καὶ βασιλέας τοῦ ἐξᾶραι καὶ ἀφανίσαι αὐτούς. Καὶ ἐὰν μετανοήσωσι, κἀγὼ μετανοήσω περὶ πάντων ὧν λελάληκα περὶ τοῦ ποιῆσαι αὐτοῖς. Διὰ τοῦτο δὲ πρὸς τὰ ὄρη μόνα λέγεται, ὅτι χωρητικά εἰσι τοῦ περὶ πάντων λόγου· οὐδὲ γὰρ ἂν παρὰ τὰ ὄρη συνεῖεν τοῦ βουλήματος τῶν λεγομένων. Ἅμα δὲ παραθετέον τὸ ῥητὸν τοῖς ἀδιακρίτως διαλεγομένοις πᾶσι καὶ τοῖς τυχοῦσι καὶ περὶ τῶν μειζόνων τοῖς ἁπλουστέροις καὶ ἀκεραιοτάτοις ἀνακοινουμένοις· καὶ λεκτέον αὐτοῖς, ὅτι ὥσπερ ὁ προφήτης τὰ περὶ ὀρέων καὶ βουνῶν καὶ ναπῶν καὶ φαράγγων μόνοις τοῖς ὄρεσι κελεύεται λέγειν, τὸν αὐτὸν τρόπον τοῖς διακόνοις τοῦ λόγου συμβουλεύεται ποιεῖν. Ἡγοῦμαι δὲ τοὺς μὲν πρὸς γνῶσιν ὑγιῆ πεφυκότας τὰ ὄρη εἶναι· τοὺς δὲ ὀλίγον τι παρὰ τοὺς ἄλλους διαβαίνειν τῇ γνώσει δυναμένους λέγεσθαι βουνούς· τοὺς δὲ ψιλὸν τὸ πρακτέον ἐζηλωκότας λέγεσθαι νάπας· τοὺς δὲ πάντων ταπεινοτέρους τὰς ψυχὰς ὀνομάζεσθαι φάραγγας.
the things spoken are declared to the mountains, yet the prophecy is made not concerning the mountains only, but also concerning the hills and the wooded glens and valleys; for these—the hills and the valleys and the wooded glens—not having room for the setting fast of the prophetic face, were not even able to receive the things spoken. And these things are declared to the mountains, when they heard, though they were worthy of suffering the things being brought upon them, not by all means in order that they might suffer them; for it is possible that those who hear, when certain grievous things impend, by changing may no longer fall into those things which they heard, just as also happened concerning the Ninevites. And in Jeremiah too He says, At the end I will speak concerning nations and kings, to root up and to destroy them. And if they repent, I also will repent concerning all the things that I have spoken of doing to them. And on account of this it is spoken to the mountains alone, because they are capable of receiving the word concerning all; for none besides the mountains would understand the purport of the things spoken. And at the same time the text must be set before those who discourse indiscriminately with all and sundry and communicate even concerning the greater matters to the simpler and most guileless; and it must be said to them that just as the prophet is commanded to speak the things concerning mountains and hills and wooded glens and valleys to the mountains alone, in the same manner counsel is given to the ministers of the word to do. And I consider those who are naturally fitted for sound knowledge to be the mountains; and those who are able to advance some little way beyond the others in knowledge to be called hills; and those who have been zealous for bare action to be called wooded glens; and those who are lowlier in soul than all to be named valleys.
Καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν. Πᾶσι τοῖς προτιθεμένοις τὰ τῆς γνώσεως ἐξετάζειν καὶ βιοῦν κατὰ τὸν νόμον, καὶ ἢ ὀλίγον τι ὡς πρὸς τὴν γνῶσιν διαβαίνειν δυναμένοις μόνον, ἢ πλέον τοῦ πρακτικοῦ μηδὲν ζητοῦσι καὶ ἀρκουμένοις τῷ τῆς εἰσαγωγῆς λόγῳ καὶ ἔργοις βραχέσι φησὶν ὁ λόγος τό· Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν, ἅτε ἐν τοῖς τοιούτοις δυναμένου εὑρίσκεσθαι τῦφον καὶ φιλοδοξίαν καὶ οἴησίν τινα. Καλὸν δὲ τὸ ἐξολοθρευθῆναι καὶ ἀφανισθῆναι φυσίωσιν καὶ οἴησιν, ἅπερ ἐστὶ τὰ ὑψηλά. Αὐτὴ δὲ ἡ λογικὴ ῥομφαία, ὅσα παρὰ τὸν λόγον οἰκοδομοῦμεν τὰ θυσιαστήρια οἰόμενοι δεῖν τῷ Θεῷ τὴν λογικὴν λατρείαν, συντρίβει αὐτὰ, καὶ τὰ ἱδρύματα ἃ νομίζομεν κατασκευάζειν τῷ θείῳ λόγῳ· ἅπερ τεμένη νῦν ὀνομάζει ὁ θεῖος λόγος.
And your precincts be taken away. To all who purpose to examine the things of knowledge and to live according to the law, and who either are only able to advance some little way towards knowledge, or seek nothing beyond practical action and are content with the word of elementary instruction and with slight works, the word says this: Behold, I bring a sword upon you, and your high places shall be destroyed, inasmuch as among such persons pride and love of glory and a certain conceit can be found. And it is a good thing that puffing up and conceit, which are the high places, should be destroyed and wiped out. And this rational sword itself crushes whatever altars we build contrary to reason when we suppose that rational service is due to God, and the shrines which we think we construct by the divine word; which things the divine word now names precincts.
Καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσι. Προσεφαρμοστέον τούτῳ τό· Ὅς ἂν ἐμβλέψῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ τὸ ἐν τῷ Δανιὴλ κείμενον περὶ τῶν παρανόμων πρεσβυτέρων ἐπὶ Σωσάννης· Οἱ δὲ παράνομοι ἐκέλευσαν ἀνακαλυφθῆναι αὐτὴν (ἦν γὰρ κατακεκαλυμμένη), ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς. Καὶ τοῖς νοητοῖς δὲ ὀφθαλμοῖς πορνεύει ὁ ἀποστὰς τοῦ ἐνορᾷν τῷ κάλλει τοῦ τῆς ἀληθείας λόγου.
And with their eyes that go a-whoring. To this must be applied the saying: Whosoever looks on a woman to lust after her has already committed adultery with her in his heart; and that which stands in Daniel concerning the lawless elders in the case of Susanna: And the lawless men commanded that she be uncovered (for she was covered), that they might be filled with her beauty. And with the intellectual eyes also he commits fornication who turns away from gazing upon the beauty of the word of truth.
Editors' notes and page, col. 785
Page
- running head: SELECTA IN EZECHIELEM.
- marginal letters: A τὰ μὲν λεγόμενα; B δὲ πρὸς τὰ; C νοτέρους τὰς ψυχὰς; D σκευάζειν τῷ θείῳ
- old-edition numerals: (none)
- other: (none)
PG 13:788Οὐκ εἰς δωρεὰν λελάληκα. Οἴομαι τὸ μὴ μάτην συμβαίνειν τὰ ἐπιμεριζόμενα τοῖς ἀξίοις συστατικὰ νῦν λεγόμενα κακὰ, τοῦτ' εἶναι τό· Οὐκ εἰς δωρεὰν λελάληκα αὐτοῖς ἅπαντα ταῦτα. Ἀνύεται γάρ τι ἀπὸ τοῦ τάδε γίνεσθαι ὠφελουμένων τῶν πασχόντων αὐτὰ καὶ ἐπιστρεφόντων. Ἐὰν δὲ καὶ μετὰ τὰς κολάσεις ἐπιμένωσί τινες τῇ ἁμαρτίᾳ, φησὶ διὰ Ἱερεμίου ὁ προφητικὸς λόγος· Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν· παιδείαν οὐκ ἐδέξασθε. Εἰκὸς γὰρ κἀκεῖ τὰ πατασσόμενα τέκνα τὰ ἔργα εἶναι τῆς κακίας, γεννήματα ὄντα τῆς μοχθηρᾶς ψυχῆς, ὧν ἔσθ' ὅτε λυομένων καὶ πατασσομένων, οὐχ ἧττον μένει ἡ κακία· πολλάκις γὰρ, τῶν ἔργων ἐμποδιζομένων, καὶ ἡ κακία ὑπεκλύεται.
I have not spoken in vain. I think that the fact that the things apportioned to the worthy, which are corrective and are now called evils, do not happen in vain, is what is meant by: I have not spoken to them all these things in vain. For something is accomplished from the happening of these things when those who suffer them are benefited and turn back. But if even after the punishments some persist in sin, the prophetic word says through Jeremiah: In vain have I smitten your children; you did not receive discipline. For it is likely there too that the children smitten are the works of wickedness, being offspring of the wicked soul, though when these are sometimes dissolved and smitten, wickedness none the less remains; for oftentimes, when the works are hindered, wickedness also is gradually dissolved.
Κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ ποδί. Ὅσον ἐπὶ τῇ λέξει κελεύεται ὁ προφήτης διὰ τὸ πλῆθος τῶν βδελυγμάτων τοῦ λαοῦ σχετλιάσαι οὐ μόνον τῇ φωνῇ, ἀλλὰ καὶ τῇ ποιᾷ καταστάσει τοῦ σώματος, ἵνα αἱ μὲν χεῖρες αὐτοῦ ἐπὶ τῇ ἐκπλήξει τῇ ἐπὶ τὰ πολλὰ ἁμαρτήματα κροτήσωσιν· ὁ δὲ ποῦς σφοδρότερον τύψῃ τὸ ἔδαφος ὡς ἦχον ἀποτελεσθῆναι. Τὸ δὲ, Καὶ εἶπον, Εὖγε, παραφράζων ὁ Σύμμαχος πεποίηκεν· Ἐπένθησα καὶ ἐσχετλίασα. Καὶ ἡμᾶς οὖν δεήσει μιμουμένους τὸν προφήτην καὶ σχετλιάζειν ἀγανακτοῦντας ἐπὶ τοῖς ἁμαρτανομένοις, καὶ ἀφοσιοῦσθαι ὡς οὐδαμοῦ εὐδοκοῦντας τοῖς γινομένοις παρὰ τὸν ὀρθὸν λόγον. Τάχα δὲ καὶ κροτοῦμεν τῇ χειρὶ μὴ συμπράττοντες τοῖς ἁμαρτάνουσι· ψοφεῖν δὲ λεγόμεθα τῷ ποδὶ, μὴ συμπορευόμενοι αὐτοῖς· καὶ λέγομεν σχετλιάζοντες τὸ Εὖγε, οὐδενὶ βδελύγματι λόγῳ ἢ ἔργῳ συγκατατιθέμενοι.
Smite with your hand and stamp with your foot. So far as the letter is concerned, the prophet is commanded on account of the multitude of the abominations of the people to lament indignantly not only with his voice, but also by a certain posture of the body, so that his hands may clap in astonishment at the many sins, and his foot may strike the ground more vehemently so as to produce a sound. And the words, And say, Aha, Symmachus in paraphrasing has rendered: I mourned and lamented indignantly. We also, therefore, imitating the prophet, shall need both to lament indignantly, being grieved at the sins committed, and to clear ourselves as in no way consenting to the things done contrary to right reason. And perhaps we also smite with the hand when we do not cooperate with those who sin; and we are said to stamp with the foot when we do not walk together with them; and lamenting indignantly we say Aha, consenting to no abomination in word or deed.
Τάδε λέγει Ἀδωναΐ Κύριος τῇ γῇ Ἰσραήλ. Ἡγοῦμαι, ἐπείπερ ἡ προφητεία τῇ γῇ τοῦ Ἰσραὴλ λέγεται ἡ περὶ τοῦ ἥκοντος πέρατος, ὅτι αἱ πτέρυγες τῆς γῆς οἱ διορατικώτατοί εἰσι καὶ μετεωροπόροι παρὰ πάντας τοὺς ἐπὶ τῆς γῆς. Καὶ αὐτοὶ διὰ τὸ σῶμα λεχθησόμενοι ἂν εἶέν πως ἐκ τῆς γῆς· καὶ εἴη ἂν ὁ Ἰσραὴλ αἱ πτέρυγες τῆς γῆς καὶ οἱ κατὰ τὸν θεῖον νόμον βιοῦν δεδιδαγμένοι· ἀπὸ τούτων γὰρ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, καθὼς φησιν Ἠσαΐας· Κύριε, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν· τῶν, ἵν' οὕτως εἴπω, ἀπτέρων τῆς γῆς τέρατα λέγειν οὐκ ἐπισταμένων· πῶς γὰρ οὐ πτέρυγες τῆς γῆς οἱ πεφυκότες πτεροφυεῖν ὡς ἀετοί; Τέσσαρες δὲ πτέρυγες λέγονται τὰ γενικὰ τέσσαρα τάγματα, εἰς ἃ διαιρεῖται, πρῶτον μὲν καὶ πάντων ὑπερέχων ὁ οἶκος Ἀαρὼν, ἑξῆς δὲ τούτῳ ὁ οἶκος Λευΐ· καὶ τρίτον ὁ Ἰσραὴλ, καὶ ἐπὶ πᾶσιν ὡς ἕτεροι παρὰ τούτους οἱ φοβούμενοι τὸν Κύριον. Οἶκος γὰρ Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Ἐν ἄλλῳ δὲ ψαλμῷ παρὰ τούτους ὀνομάζεται οἶκος Λευΐ· καὶ εἰσὶν οἱ μὲν οἶκος Ἀαρὼν οἱ ἱερεῖς, οἱ δὲ οἶκος Λευΐ, ὡς ἂν εἴποι τις, οἱ ὑπὸ
Thus says Adonai the Lord to the land of Israel. I consider, seeing that the prophecy concerning the end that is come is spoken to the land of Israel, that the wings of the land are the most discerning and those who traverse the heights beyond all who are upon the earth. And they themselves on account of the body might in a sense be said to be of the earth; and Israel would be the wings of the earth, and those who have been taught to live according to the divine law; for from these wings of the earth we have heard wonders, as Isaiah says: Lord, from the wings of the earth we have heard wonders; whereas those of the earth who are, so to speak, wingless do not know how to speak wonders; for how are they not wings of the earth who are naturally fitted to grow wings like eagles? And the four general orders into which it is divided are called four wings: first and excelling all, the house of Aaron, and next to this the house of Levi; and thirdly Israel, and over and above all, as distinct from these, those who fear the Lord. For the house of Israel has hoped in the Lord; He is their helper and protector. And in another Psalm besides these is named the house of Levi; and the house of Aaron are the priests, while the house of Levi are, as one might say, those under
Editors' notes and page, col. 788
Page
- running head: EX ORIGENE
- marginal letters: A Οὐκ εἰς δωρεὰν; B Κρότησον τῇ χειρὶ; C λεγόμεθα τῷ ποδὶ,; D σαμεν· τῶν, ἵν'
- old-edition numerals: (none)
- other: (none)
PG 13:789τοὺς ἱερεῖς νεωκόροι· οἱ δὲ οἶκος Ἰσραὴλ οἱ ἀπὸ τῶν ιθʹ φυλῶν· οἱ δὲ φοβούμενοι τὸν Κύριον οἱ ἀλλότριοι τοῦ Ἰσραηλιτικοῦ σπέρματος καὶ προσκείμενοι τῷ Κυρίῳ καὶ προσήλυτοι.
the priests, the temple-wardens; and the house of Israel are those from the nineteen tribes; and those who fear the Lord are the strangers to the Israelite seed who cleave to the Lord and are proselytes.
Καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σέ. Παρατηρητέον τοῦτο παραδόξως πεφρασμένον εἰς παράστασιν ἀπορρήτου καὶ θειοτάτου νοήματος. Ἐν ταῖς ὁδοῖς σου, φησὶ, ταῖς κολαζομέναις ἐκδικήσω σε. Ἀδικούμενοι γὰρ οἱ ἁμαρτάνοντες οὐχ ὑπὸ ἄλλου τινὸς ἢ ὑπὸ ἑαυτῶν ἠδικήθησαν. Καὶ οὐκ ἄλλοι καθ' ὑπόθεσιν ὄντες τῶν ἠδικημένων κολάζονται οἱ ἀδικήσαντες, ἀλλ' εἰσὶν οἱ αὐτοὶ ἐκδικούμενοι καὶ κολαζόμενοι. Ἐκδικῶν τοίνυν τοὺς ὑφ' ἑαυτῶν διὰ τὴν κακίαν ἠδικημένους ὁ Θεὸς, κολάζει αὐτοὺς καθὸ ἠδικήκασι. Καὶ διὰ τῆς κολάσεως μὲν ἐξαφανίζονται οἱ ἠδικηκότες, καταλείπονται δὲ οἱ ἠδικημένοι οὐδαμῶς ἔτι ἔχοντες ἐν ἑαυτοῖς τοὺς ἠδικηκότας· οὐ γὰρ ἔτι ἔχουσι τὴν ἠδικηκυῖαν αὐτοὺς κακίαν καὶ τὰ ἔργα αὐτῆς. Πρόσχες δὲ καὶ τῷ· Δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· οὐ γὰρ τινὰ μὲν δίδωσι, τινὰ δὲ οὐ δίδωσιν, ἀλλὰ πάντα ἐξαφανίζει· καὶ εἰ δεῖ οὕτως εἰπεῖν, καὶ εὐεργετῶν καὶ χαριζόμενος τοῖς τὰ βδελύγματα πεποιηκόσιν ὁ Θεὸς, δίδωσιν ἐπ' αὐτοῖς πάντα τὰ βδελύγματα αὐτῶν, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν ἐν τῷ Ἀμὼς οὕτω γεγραμμένων· Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν· οἱονεὶ γὰρ κἀκεῖ τοιοῦτόν ἐστι τὸ λεγόμενον· Ἐπειδήπερ παρὰ πάντας τοὺς ἐπὶ γῆς ὑμᾶς ἔγνων ὡς ἐμοὺς ἐπιλεξάμενος, ὅπερ ἀκόλουθόν ἐστι τῷ, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς ὡς ἐμοὺς (καὶ οὓς ἔγνων ἐγὼ εὐεργετῶ) πάσας τὰς ἁμαρτίας ὑμῶν. Καὶ ὡς ὁ καλός γε ἰατρὸς, φησὶ τό· Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδ' οὐ μὴ ἐλεήσω. Ὡς γὰρ ὁ φειδόμενος τῶν μείζονος τομῆς καὶ καυτηρίου δεομένων ἰατρὸς καὶ ἐλεῶν αὐτοὺς δεομένους μειζόνων βασάνων καὶ πόνων, ἐλλιπεστέραν προσάγει θεραπείαν· οὕτως ἂν ἐποίησεν ὁ λέγων· Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδὲ μὴ ἐλεήσω· εἴπερ ὡς ἑταῖρος ἐκήδετο καὶ ἐλεεῖ. Τὴν ὁδὸν οὖν ἑκάστου ἐπ' αὐτὸν δώσει, καὶ τὰ βδελύγματα τοῦ βδελυκτὰ ἡμαρτηκότος ἐν μέσῳ τοῦ ἡμαρτηκότος ἔσται οἱονεὶ κατανοούμενα καὶ βλεπόμενα καὶ καταγινωσκόμενα, ἵνα μετὰ ταῦτα γνῶσιν οὗτοι περὶ ὧν ὁ λόγος, διότι Κύριος Κύριος, καὶ πῶς ἐστι Κύριος· καὶ ἐν τῷ Ὡσηὲ δέ φησιν· Ἐκδικήσω τὸν Ἰακὼβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσω αὐτῷ· τὸ ὅμοιον κἀκεῖ ἐν τῷ ἐκδικήσω δηλῶν ὁ λόγος.
And I will send upon you. One must observe that this is paradoxically phrased to present an ineffable and most divine meaning. In your ways, He says, that are punished I will avenge you. For when those who sin are wronged, they have been wronged by none other than themselves. And those who have done wrong are not punished as being in substance different from those who have been wronged, but they are the very same persons both avenged and punished. When God, therefore, avenges those who have been wronged by themselves through wickedness, He punishes them in so far as they have done wrong. And through the punishment those who have done wrong are wiped out, while those who have been wronged are left behind, no longer having within themselves those who have done wrong; for they no longer have the wickedness that wronged them and its works. And attend also to the saying: I will recompense upon you all your abominations; for He does not recompense some and not recompense others, but wipes out all; and if one must so speak, both doing good and showing favour to those who have committed the abominations, God recompenses upon them all their abominations, as may be learned also from what is thus written in Amos: You only have I known out of all the tribes of the earth; therefore I will avenge upon you all your sins; for there too what is said is as it were of this sort: Seeing that beyond all who are upon earth I have known you, having chosen you as Mine own—which accords with the saying, The Lord knew those who are His—therefore I will avenge upon you as Mine own (and those whom I have known I benefit) all your sins. And as the good physician indeed, He says this: Mine eye shall not spare you, neither will I have pity. For just as the physician who spares those who need greater cutting and cautery, and pities them when they need greater pains and toils, applies a more defective treatment; so would He have done Who says: Mine eye shall not spare you, neither will I have pity, if as a comrade He had spared and pitied. He will therefore recompense the way of each one upon him, and the abominations of him who has sinned abominably shall be in the midst of him who has sinned, being as it were perceived and seen and condemned, in order that after these things those of whom the word speaks may know that the Lord is Lord, and how He is Lord; and in Hosea too He says: I will avenge Jacob according to his ways, and according to his practices will I repay him; the word indicating the like thing there also in the phrase, I will avenge.
Κακία μία, κακία ἰδοὺ πάρεστι. Κακίαν μίαν προαγορεύει ὁ προφήτης ἐν ᾗ τὸ πέρας ἥκειν φησὶ, τὴν τῶν Ἰουδαίων κατὰ Χριστοῦ τόλμαν· πλοκὴν δέ φησι τὴν ἀναπλήρωσιν τῶν ἁμαρτημάτων. Τούτῳ γὰρ τῷ λόγῳ καὶ οἱ Ἀμορραῖοι ἐξωλοθρεύθησαν, ὅταν ἐπληρώθησαν αἱ ἁμαρτίαι. Καὶ ὅταν δέ τις ἁμαρτάνων πολλὰ ἕν τι μὴ ἁμαρτήσῃ, διότι τῆς μακροθυμίας
A unique evil, behold, an evil is come. The prophet foretells one evil in which he says the end is come, the audacity of the Jews against Christ; and he calls the filling up of sins a plaiting. For by this principle the Amorites also were destroyed when their sins were filled up. And when too someone who sins in many things has not sinned in some one thing, because of the longsuffering
Editors' notes and page, col. 789
Page
- running head: SELECTA IN EZECHIELEM.
- marginal letters: A τοὺς ἱερεῖς νεωκόροι·; B δὲ οἱ ἠδικημένοι; C τοῦτο ἐκδικήσω ἐφ'; D κήσω τὸν Ἰακὼβ
- old-edition numerals: (none)
- other: ends mid-word μακρο-
PG 13:792ἀπολαύει τοῦ Θεοῦ, ἐὰν μετὰ ταῦτα κἀκεῖνος προσθήσῃ τὸ ἁμάρτημα τοῖς προημαρτημένοις, εἰκότως λεχθείη ἂν ἐπ' αὐτῷ· Κακία μία, κακία ἰδοὺ πάρεστι, ἰδοὺ ἥκει ἡ πλοκὴ ἐπὶ σέ.
of God he enjoys it, if after these things he too adds that sin to his former sins, it would reasonably be said over him: A unique evil, behold, an evil is present, behold, the plaiting has come upon you.
Ἤνθησεν ἡ ῥάβδος. Τάχα ἐπειδὴ μετὰ τὰς παιδεύσεις αἱ εὐεργεσίαι τοῦ Θεοῦ ἀναλάμπουσιν, ἀνθεῖν λέγεται ἡ ῥάβδος τῆς ἐκ τῆς διορθώσεως τοῦ παιδευομένου εὐεργεσίας. Καὶ ἐν τῷ Ἠσαΐᾳ δὲ μία τῶν περὶ Χριστοῦ προφητειῶν οὕτως ἔχει· Καὶ ἐξελεύσεται ἡ ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ἥντινα καὶ προφήτης νομίζω δηλοῖ, διὰ μὲν τῆς ῥάβδου τοῦ σωτηρίου λόγου τὸ ἐπιπληκτικὸν καὶ κολαστικὸν τῶν ἀκουόντων, ὅτε ἐλέγχονται· διὰ δὲ τοῦ ἄνθους τὸ ἀποτέλεσμα τοῦ ἐλέγχου καὶ τῆς ἐπιπλήξεως. Ἕκαστος οὖν ἡμῶν ὅτε αἰσθάνεται ὑπὸ ῥάβδου θείας πληττόμενος, πειράσθω, διὰ τοῦ ὑπομένειν καὶ εὐαρεστεῖσθαι τοῖς ἀπαντῶσιν, ἄνθος ποιεῖσθαι πρὸς τὴν ῥάβδον. Ὅρα εἰ τούτου δύναται σύμβολον εἶναι ἡ τοῦ Ἀαρὼν ῥάβδος μετὰ πολὺν χρόνον ἐν ᾧ εἶχεν αὐτὴν βλαστήσασα καὶ καρπὸν ἐνηνοχυῖα· οἱονεὶ γὰρ ῥάβδος Θεοῦ ἐκείνη, ὡς γέγραπται· Καὶ τὴν ῥάβδον τὴν παρὰ τοῦ Θεοῦ λήψῃ· ἥντινα ὁ ἐνεγκὼν ὃν δεῖ τρόπον ῥάβδον φέρειν Θεοῦ, ὕστερον οὐ μόνον ἄνθος, ἀλλὰ καὶ καρπὸν ὄψεται ἐν αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀποκεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ.
The rod has blossomed. Perhaps because after disciplines the benefits of God shine forth, the rod of the benefit arising from the correction of him who is disciplined is said to blossom. And in Isaiah too one of the prophecies concerning Christ runs thus: And there shall come forth the rod out of the root of Jesse, and a flower shall come up out of the root. Which very thing I think the prophet also indicates: through the rod, the rebuking and punishing power of the saving word upon the hearers when they are convicted; and through the flower, the result of the conviction and the rebuke. Let each one of us, therefore, when he perceives himself smitten by a divine rod, endeavour, through enduring and being well-pleased with the things that befall him, to produce a flower upon the rod. See whether a symbol of this can be the rod of Aaron, which after a long time during which he had it budded and bore fruit; for that was as it were a rod of God, as it is written: And you shall take the rod that is from God; which he who has borne in the manner in which one ought to bear the rod of God will afterwards see not only a flower, but also fruit in it, so that he becomes worthy even of being laid up in the Holy of Holies in the tabernacle of witness.
Ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος. Ἐκλέλοιπε γὰρ ἡ προφητεία μετὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. Καλῶς δὲ, Εἰς ἅπαν τὸ πλῆθος· ἐπειδὴ λῆμμα κατ' ἐκλογὴν χάριτος γέγονε.
For the vision is unto all the multitude. For prophecy has failed after the sojourn of the Saviour. And rightly is it said, Unto all the multitude; since a remnant has come to be according to the election of grace.
Καὶ ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ. Ἐὰν ἅγιός τις ᾖ, κρατήσει ὧν κρατεῖν δεῖ, καὶ περιέσται οὐκ ἄλλῳ τινὶ ἢ τῷ ὀφθαλμῷ τῆς ἰδίας ζωῆς, ὅς ἐστιν ὁ νοῦς, ἐν ᾧ τὴν ἐν τῷ ἀληθεῖ ζωὴν βλέπομεν, καὶ περιγινόμεθα πάντων τῶν ἀντιπαλαιόντων ἡμῖν.
And a man in the eyes of his life. If anyone is holy, he will master the things that he ought to master, and will prevail by nothing else than by the eye of his own life, which is the mind, wherein we see the life that is in truth, and overcome all those who wrestle against us.
Σαλπίσατε σάλπιγγι. Ἐπὶ πλεῖον περὶ σάλπιγγος διειλήφαμεν ἐξετάζοντες τὸ, Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα· καὶ ἵνα μὴ παλιλλογήσωμεν, οὐ προσδιατρίβομεν τῷ τόπῳ· μόνον δὲ ὑπομνήσεως χάριν λεκτέον ὅτι, εἴπερ μεῖζόν ἐστι τὸ κρίνειν τὰ σύμπαντα τοῦ κρίνειν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, ἢ κρίνειν τοὺς ἀγγέλους, ἢ κρίνειν τὸν κόσμον εἰρημένον ἐν τῷ· Καθήσεσθε ἐπὶ δώδεκα θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, καὶ ἐν τῷ· Ἀγγέλους κρινοῦμεν· ἔν τε τῷ· Ἐν ὑμῖν κρίνεται ὁ κόσμος· ἀσκητέον ὑπὲρ τοῦ κρῖναι τὰ σύμπαντα σαλπίσαι τῇ σάλπιγγι. Ζητητέον οὖν τὴν σάλπιγγα τοῦ Θεοῦ καὶ τὴν μεγάλην παροξυντικὴν τοῦ Θεοῦ φωνὴν τῶν στρατιωτῶν τοῦ Θεοῦ ἐπὶ τὸν κατὰ τῶν πολεμίων ἀγῶνα, ὁποίᾳ εἰκὸς ἦν χρῆσθαι τοὺς ἀποστόλους τοσοῦτον τὰ φρονήματα διεγείροντας διὰ τῆς φωνῆς τῆς σάλπιγγος ἐπὶ τὸν κατὰ τῶν ἐχθρῶν ἀγῶνα. Ἐπειδὴ δὲ καὶ ἐν ταῖς ἑορταῖς τοῦ Θεοῦ, ὡς ἐν ἄλλοις παρεθέμεθα, σάλπιγγες παραλαμβάνονται, καὶ
Blow with the trumpet. We have treated at greater length concerning the trumpet when examining the saying, For the trumpet shall sound, and the dead shall be raised incorruptible, and we shall be changed; and that we may not repeat ourselves, we do not dwell further on the passage; only by way of reminder it must be said that, if indeed judging all things is greater than judging the twelve tribes of Israel, or judging the angels, or judging the world, which is spoken of in the saying: You shall sit upon twelve thrones judging the twelve tribes of Israel, and in the saying: We shall judge angels; and in the saying: The world is judged in you; we must practise blowing with the trumpet for the sake of judging all things. One must therefore seek the trumpet of God and the great voice of God that rouses the soldiers of God to the contest against the enemies, such as it is likely the apostles used when they so greatly stirred up minds through the voice of the trumpet to the contest against the adversaries. And since in the feasts of God also, as we have set forth elsewhere, trumpets are taken up, both
Editors' notes and page, col. 792
Page
- running head: EX ORIGENE
- marginal letters: A θυμίας ἀπολαύει; B ὅτε αἰσθάνεται ὑπὸ; C λῶς δὲ, Εἰς; D κρίνειν τοὺς ἀγγέλους,
- old-edition numerals: (none)
- other: begins mid-word θυμίας (from μακροθυμίας)
PG 13:793ταύτας ἀναληπτέον, ἵνα προτρεψώμεθα δι' αὐτῶν τοὺς καθαροὺς καὶ ἀληθεῖς Ἰσραηλίτας ἐπὶ τὸ ἑορτάζειν τὰς ἑορτὰς Κυρίου. Ἕκαστος οὖν ἡμῶν ἀκουέτω τοῦ· Ἐν σάλπιγγι ὕψωσον τὴν φωνήν σου· καί· Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἀλλὰ μὴ ἔμπροσθεν ἡμῶν σαλπίσωμεν, ὡς οἱ ὑποκριταὶ ποιοῦσι· Μὴ σαλπίσῃς γὰρ, φησὶ, ἔμπροσθέν σου· ἀλλ' ἔμπροσθεν τοῦ Θεοῦ κατὰ τὸν πνευματικὸν αὐτοῦ νόμον ποιήσαντες ἑαυτοῖς τὰς λογικὰς ἐλατὰς ἀργυρᾶς σάλπιγγας ἐν ἕξει ἀποτελεστικῇ θείων φωνῶν καὶ λόγων πολεμεῖν καὶ ἑορτάζειν διδασκόντων, ἵνα οὕτω κρίνειν τὰ σύμπαντα δυνηθῶμεν.
these must be taken up, in order that through them we may exhort the pure and true Israelites to keep the feasts of the Lord. Let each one of us, therefore, hear the saying: Lift up your voice with a trumpet; and: Blow with the trumpet in the new moon, in the notable day of your feast. Yet let us not sound the trumpet before ourselves, as the hypocrites do; For do not sound a trumpet, He says, before you; but before God, having made for ourselves according to His spiritual law the rational beaten silver trumpets in a habit productive of divine voices and words that teach how to make war and how to keep feast, in order that thus we may be able to judge all things.
Καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα. Τάχα τοῦ ἐπὶ τοῖς ἁμαρτήμασι πένθους σύμβολον ἡ τοιαύτη λέξις. Ὥσπερ γάρ εἰσιν οἳ ποιοῦσι φαλάκρωμα ἐπὶ νεκρῷ, οὕτως οἱ αἰσχυνόμενοι ἐπὶ τοῖς ἰδίοις πταίσμασιν, ἀποθέμενοι τὸν κόσμον τῆς νοητῆς αὐτῶν κεφαλῆς, καὶ ξυράμενοι, φοροῦσιν ἐπ' αὐτῆς τὸ σημεῖον τοῦ πένθους. Τοῖς δὲ ἁγίοις οὐδὲν οἰκεῖον πρὸς ἐχθροὺς ἔχουσιν ἐνομοθέτησεν ὁ νόμος μὴ ποιεῖν φαλάκρωμα ἐπὶ νεκρῷ, ὅτι, φησὶν, ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου.
And upon every head baldness. Perhaps such an expression is a symbol of mourning over sins. For just as there are those who make baldness over a dead man, so those who are ashamed over their own transgressions, having put off the ornament of their intellectual head, and having shaved themselves, wear upon it the sign of mourning. But for the holy, who have nothing in common with enemies, the law enacted not to make baldness over a dead man, Because, it says, you are holy to the Lord your God.
Καὶ εἰσελεύσονται ἐπ' αὐτὰ ἀφυλάκτως. Νομιστέον μιαίνεσθαι τὰ Ἅγια ὑπὸ τῶν μιαινόντων τὴν ἐπισκοπὴν καὶ εἰσερχομένων ἀφυλάκτως ἐπὶ τὰ τοιαῦτα. Οἷον ἀφυλάκτως λεκτέον εἰσέρχεσθαι εἰς τὰ ἅγια τῆς ἐκκλησίας, εἰ μετὰ μίξιν ἀδιαφόρως τις ἔχων πρὸς τὴν ἐν αὐτῷ ἀκαθαρσίαν ἐπιδῴη ἑαυτὸν ἐπεύχεσθαι τῷ τῆς εὐχαριστίας ἄρτῳ. Βεβηλοῖ γὰρ ὁ τοιοῦτος τὰ ἅγια καὶ ποιεῖ φυρμόν.
And they shall enter into them unguardedly. One must consider that the Holy Things are defiled by those who defile the oversight and enter unguardedly into such things. For instance, one must say that a man enters unguardedly into the holy things of the church if after sexual intercourse, being indifferent towards the uncleanness within him, he gives himself to pray over the bread of the Eucharist. For such a one profanes the holy things and makes a defilement.
Οὐαὶ ἐπὶ οὐαί. Πρῶτον μὲν οὐαὶ ἐν τῷ βίῳ τούτῳ κατ' αὐτὸ τὸ εἶναι αὐτὸν μοχθηρὸν, καὶ ἀσεβεῖν, καὶ μὴ ἔχειν τὴν ἐπισκοπὴν τοῦ Θεοῦ· δεύτερον δὲ οὐαὶ κατὰ τὰς μετὰ τὸν βίον τοῦτον κολάσεις. Ἀγγελία δὲ ἐπὶ ἀγγελίαν ἔσται, ἴσως τὸ μετὰ τοὺς προφήτας πολλὰ περὶ τῆς αἰωνίου κολάσεως ἀπειλήσαντας εὐαγγελικὸν κήρυγμα τηλαυγῶς τὰ περὶ γεέννης καὶ τῶν ἄλλων ἀτελευτήτων βασάνων διεξιόν.
Woe upon woe. First is woe in this life, according to the very fact that a man is wicked, and acts impiously, and does not have the oversight of God; and second is woe according to the punishments after this life. And message shall be upon message: perhaps the evangelical proclamation which, after the prophets who threatened many things concerning eternal punishment, sets forth clearly the things concerning Gehenna and the other endless torments.
Καὶ ζητηθήσεται ὅρασις. Ἐπὰν, ἐντυγχάνοντες τοῖς προφητικοῖς λόγοις καὶ τοῖς νομίμοις μυστηρίοις, μὴ βλέπωμεν τίνες αἱ τῶν προφητῶν ὁράσεις καὶ τί τοῦ νόμου τὸ βούλημα, τῷ καὶ τοὺς αὐχοῦντας τὴν τοῦ Θεοῦ ἱερωσύνην οὐ μόνον παρανομεῖν, ἀλλὰ καὶ ἀπολλύναι τὸν ἀληθῆ τοῦ νόμου νοῦν, τότε πληρωθήσεται τὸ Ζητηθήσεται ὅρασις ἐκ προφήτου. Ἀλλὰ φθάσαι δεῖ ἐπὶ τὸ εὑρεῖν τὴν ζητουμένην ὅρασιν ἐκ τοῦ προφήτου. Εἰ δὲ καὶ ἐξ ἱερέως ἀπώλετό ποτε νόμος, ζητεῖ πως εὑρεῖν διά τε τοῦ νοεῖν καὶ ποιεῖν ὁ ἱερεὺς τὸν νόμον, ἵνα καὶ ἄλλους χειραγωγήσῃ ἐπὶ τῇ τηρήσει αὐτοῦ. Καὶ ἐπὰν δὲ μὴ ἱκανοὶ συμβουλεύειν, μηδὲ ὑπὲρ τοῦ κοινοῦ τὰ δέοντα σκοπεῖν προκαθέζωνται, λεκτέον ὅτι ἀπώλετο βουλὴ ἐκ πρεσβυτέρων. Καὶ ὁ ἄρχων ἐνδύσεται ἀφανισμὸν, εἰ μὴ ἐνδύσεται τὸν Χριστὸν Ἰησοῦν καὶ τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Πᾶς γὰρ ἁμαρτάνων ἄρχων ἀφανισμὸν ἐνδύσεται· καὶ αἱ χεῖρες δὲ τοῦ λαοῦ ἐκλύονται, ὅταν ὑδαρὴς καὶ ἄτακτος καὶ ἐκλελυμένη ἔσται ἡ πολιτεία τοῦ
And a vision shall be sought. Whenever, in reading the prophetic words and the mysteries of the law, we do not see what the visions of the prophets are and what the purport of the law is, because even those who boast of the priesthood of God not only transgress the law, but also lose the true meaning of the law, then will be fulfilled the saying, A vision shall be sought from a prophet. Yet one must press on to find the sought-for vision from the prophet. And if too the law has ever perished from the priest, the priest seeks in some way to find the law both through understanding and through doing, in order that he may also lead others by the hand in the observance of it. And whenever too men sit in presidency who are not competent to give counsel, nor to consider what is needful on behalf of the common weal, it must be said that counsel has perished from the elders. And the ruler shall be clothed with destruction, unless he puts on Christ Jesus and the breastplate of righteousness and the whole armour of God so as to be able to stand against the wiles of the devil. For every ruler who sins shall be clothed with destruction; and the hands of the people also are enfeebled, when watery and disorderly and enfeebled is the citizenship of the
Editors' notes and page, col. 793
Page
- running head: SELECTA IN EZECHIELEM.
- marginal letters: A ταύτας ἀναληπτέον, ἵνα; B νεκρῷ, οὕτως οἱ; C Οὐαὶ ἐπὶ οὐαί.; D φθάσαι δεῖ ἐπὶ
- old-edition numerals: (none)
- other: line 12 of para 1 runs full-width across cols. 793-794
PG 13:796λαοῦ. Ἐπὰν δὲ τῇ ἰσχύϊ τοῦ Θεοῦ χρήσεται, τοῦ εἶναι λαὸς γῆς, καὶ γίνεται λαὸς οὐρανοῦ, ζητῶν τὴν βασιλείαν τῶν οὐρανῶν.
people. But whenever it uses the strength of God, it ceases to be a people of the earth, and becomes a people of heaven, seeking the kingdom of the heavens.
Καὶ βουλὴ ἐκ πρεσβυτέρων. Οὐδὲ ἀνθρωπίνη βουλὴ ἔσται αὐτοῖς εἰς ὄνησιν, φησὶν, οὐδὲ ἕξουσί τι συμβούλευμα χρηστόν.
And counsel from the elders. Neither will human counsel be of profit to them, He says, nor will they have any good advice.
Ὁ βασιλεὺς πενθήσει καὶ ὁ ἄρχων. Τὸ, Ὁ βασιλεὺς πενθήσει, συνήθως ἱστόρηται, τάχα διὰ τὸν Σωτῆρα οὐκ ἂν νομισθέντα πενθεῖν, οὐχ ἑρμηνευσάντων τῶν Ἑβδομήκοντα τὸ ῥητὸν, ἢ μὴ εὑρηκότων τότε ἐν τῷ Ἑβραϊκῷ τὴν λέξιν. Οὐδὲ ἄτοπον, σωζομένου καὶ τοῦ ῥητοῦ, πενθεῖν λέγειν καὶ τὸν βασιλέα, εἴγε ἔκλαυσεν ὁ Σωτὴρ ἐπὶ τὴν Ἱερουσαλήμ.
The king shall mourn and the ruler. The phrase, The king shall mourn, is related after the customary manner, the Seventy perhaps not having translated the expression on account of the Saviour, Who would not be thought to mourn, or not having found the wording at that time in the Hebrew. Yet even if the text is retained, it is not absurd to say that the king also mourns, seeing that the Saviour wept over Jerusalem.
Καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς. Καὶ τοῖς κρίμασι τοῦ ἡμαρτηκότος κρίνει τὸν πταίσαντα ὁ Θεὸς, εἴπερ ἀληθὲς τὸ, Ὡς κρίνετε, κριθήσεσθε· καὶ τὸ, Ἐν ᾧ γὰρ κρίματι κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων.
And in their judgements I will avenge them. Even by the judgements of him who has sinned God judges the one who has stumbled, if indeed the saying is true, As you judge, you shall be judged; and the saying, For wherein you judge the other, you condemn yourself; for you that judge do the same things.
Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Ἔν τισι δὲ γέγραπται, Χεὶρ Κυρίου Κυρίου. Καί γε ἐν ἄλλοις εἰρήκαμεν, ὅτι πολλαχοῦ τὸ ἐκφωνούμενον ἐν τῇ Κύριος φωνῇ τὸ σεβάσμιον παρ' Ἑβραίοις ἐστὶν ὄνομα τοῦ Θεοῦ, ὅ τι περ οὐ ταχέως προφέρονται. Πλὴν ἔσθ' ὅτε τὸ κύριος τάσσεται καὶ ἐπὶ τῶν δούλων κυρίου. Ἔνθα οὖν κεῖται τὸ, Κύριος Κύριος, χρὴ εἰδέναι, ὅτι τὸ μὲν ἕτερον οἱονεὶ τὸ κύριον ὄνομα καὶ ἄῤῥητόν ἐστι τοῦ Θεοῦ· τὸ δὲ λοιπὸν τὸ, Κύριος, Ἑβραίοις Ἀδωναῖ, ἐπὶ τοῦ Κυρίου τάσσουσιν, ὁτὲ μὲν προφερόμενοι τὴν φωνὴν ἐπὶ τοῦ ἀῤῥήτου ὀνόματος, ὁτὲ δὲ οἱονεὶ ἐπὶ τοῦ Κυρίου τῶν δούλων. Τὸ οὖν Ἀδωναῖ Κύριος τῷ νοήσαντι τὰ εἰρημένα περὶ τοῦ ἀῤῥήτου ὀνόματος οὐδὲν διαφέρει τοῦ Κύριος, ὡς ἐκδεδώκαμεν.
And the hand of the Lord came upon me. And in some copies it is written, The hand of the Lord the Lord. And indeed we have said elsewhere that in many places that which is pronounced by the word Lord is the venerable name of God among the Hebrews, which they do not readily utter. However, sometimes the word lord is used also of the master of servants. Where, therefore, the phrase Lord, Lord stands, one must know that the one is as it were the proper and ineffable name of God; while the other, Lord, to the Hebrews Adonai, they use of the Lord, sometimes uttering the word for the ineffable name, and sometimes as it were for the Lord of servants. The phrase Adonai the Lord, therefore, to one who has understood what has been said concerning the ineffable name, differs in nothing from Lord, as we have explained.
Καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου. Πλειόνων οὐσῶν καὶ τῶν ἐσωτέρων πυλῶν, καὶ τῆς μὲν βλεπούσης πρὸς νότον, τῆς δὲ πρὸς ἀνατολὰς, καὶ ἄλλης πρὸς δυσμὰς, ἄγεται ἐπὶ τὴν βλέπουσαν πρὸς βοῤῥᾶν, ἵν' ἐκεῖθεν ἀναβλέψας ἴδῃ τὰ ἐπιφερόμενα κατὰ τῶν ἐν τῷ βορειοτικῷ τούτῳ κόσμῳ ἁμαρτανόντων. Εἰσὶ γὰρ καὶ ἄλλοι κόσμοι ἐν τῇ γῇ, ὡς δείκνυσι μὲν καὶ τὰ μαθήματα· φησὶ δὲ καὶ ὁ Κλήμης· Ὠκεανὸς ἀπέρατος ἀνθρώποις, καὶ οἱ μετ' αὐτὸν κόσμοι τοσαύταις διαταγαῖς τοῦ Δεσπότου διοικοῦνται. Καὶ ἐπεὶ πολλαὶ αἱ ἁμαρτίαι εἰσὶ τῶν ἐν τῷ προειρημένῳ πρὸς βοῤῥᾶν κόσμῳ, διὰ τοῦτο ἐστὶ πρὸς τοῖς προθύροις πύλης τῆς προτέρας τῆς βλεπούσης πρὸς βοῤῥᾶν στήλη τῆς εἰκόνος τοῦ ζήλου, ὃν ζηλοῖ ὁ λέγων· Ἐγὼ Θεὸς ζηλωτής. Καὶ διὰ τούτου γε ζήλου τοὺς διὰ τὴν κακίαν ἀπαλλοτριωτάτους ἰδιοποιεῖται κτώμενος αὐτούς. Παρὰ μὲν οὖν ἀνθρώποις οὐχ ὁ πρωτότυπός ἐστι ζῆλος, ἀλλ' εἰκὼν τοῦ ζήλου ἐνεργοῦσα ἢ οἰκονομοῦσα τὰς κολάσεις. Ἐν δὲ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ οὐκ ἔστιν εἰκὼν ζήλου, ἀλλ' αὐτόζηλος.
And He took me up by the lock of my head. Although there are several inner gates as well, one looking towards the south, another towards the east, and another towards the west, he is led to the one looking towards the north, in order that looking up from there he may see the things being brought against those who sin in this northern world. For there are also other worlds upon the earth, as the mathematical sciences also show; and Clement too says: The ocean is impassable to men, and the worlds beyond it are governed by so many ordinances of the Master. And since the sins of those in the aforesaid world towards the north are many, on account of this there is at the porch of the first gate that looks towards the north a pillar of the image of jealousy, wherewith He is jealous Who says: I am a jealous God. And through this jealousy indeed He makes His own those who through wickedness are most alienated, acquiring them. Among men, therefore, there is not the prototype jealousy, but an image of jealousy working or administering punishments. But in the devil and his angels there is not an image of jealousy, but jealousy itself.
Ἴδε τὰς ἀνομίας τὰς πονηρὰς ἃς αὐτοὶ ποιοῦσι.
Behold the wicked iniquities that they do.
Editors' notes and page, col. 796
Page
- running head: EX ORIGENE
- marginal letters: A λαοῦ. Ἐπὰν δὲ; B σαντα ὁ Θεὸς,; C προφερόμενοι τὴν φωνὴν; D τοσαύταις διαταγαῖς τοῦ
- old-edition numerals: (none)
- other: ends mid-word ποιοῦ-
- other: the word ποιοῦσι. was split at the column break and stands whole here (joined on receipt); check that the English reads whole across the break into col 797
PG 13:797Ποιοῦσιν εἴδωλα οἱ ἁμαρτάνοντες πρεσβύτεροι ἔνδον ἑαυτῶν κατασκευάζοντες διὰ μὲν τοῦ τῆς κακίας ἰοῦ πᾶσαν ὁμοίωσιν ἑρπετοῦ, διὰ δὲ τῆς ἀκολάστου ἐπιθυμίας πᾶσαν ὁμοίωσιν κτήνους. Εἰ δὲ καὶ ψευδοδοξήσαιεν περὶ τῶν θείων, μάταια βδελύγματα κατασκευάζουσι· πᾶν γὰρ τὸ περὶ τῶν θείων ψεῦδος, ἅτε ἀσεβὲς τυγχάνον, καὶ μάταιόν ἐστι βδέλυγμα. Εἰσὶ δέ τινες, τοὺς, ἵν' οὕτως εἴπω, τοίχους τοῦ οἴκου τῆς ψυχῆς ὅλους διαγεγραμμένους ἔχοντες πάσῃ ὁμοιώσει ἑρπετοῦ καὶ κτήνους, καὶ ματαίοις βδελύγμασι, καὶ τούτοις δουλεύοντες. καὶ ὡς θεοῖς θύοντες καὶ θυμιῶντες, ὥστε τὴν ἀτμίδα τοῦ θυμιάματος ἀναβαίνειν, τουτέστι τὸ περὶ αὐτῶν θαῦμα ὑψούμενον καὶ ἐπαιρόμενον ὑπ' αὐτῶν. Ἐγγράφουσι δὲ ταῦτα ταῖς διανοίαις αὐτῶν κύκλῳ, μηδένα κενὸν καταλείποντες κακῶν ἐν αὐτοῖς τόπον, ὡς δι' ὅλου εἶναι γεγραμμένον τοῖς κακοῖς, καὶ τὸν ἱερὸν τὸν ἑβδομάδος κύκλον μετατεθεικέναι ἀπὸ τῶν ἁγίων ἐπὶ τὰ εἴδωλα, ὥστε καὶ τὴν οἱονεὶ βεβαιότητα ἐν τοῖς χείροσιν αὐτοὺς ἀναλαβεῖν. Τοιοῦτον γάρ ἐστι τὸ, Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραήλ. Ὅτε δὲ ἡ διάνοια τοῦ προφήτου ὁρᾷ τὰ ἐν τῷ οἴκῳ τῆς ἑκάστου τῶν ἁμαρτανόντων ψυχῆς, εἰσαγομένη ὑπὸ τοῦ πνεύματος, ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς βλέπει, καὶ ἔστι γε ὀπή τις καὶ ἴχνος ἐν τῷ λεγομένῳ τοίχῳ, δι' ἧς ἐπὶ πλεῖον ἐξεταζομένης καὶ τῷ ἐρευνῶντι λόγῳ ἐξορυττομένης, ὅλα δύναται βλέπειν ὁ ὑπὸ τοῦ θείου Πνεύματος πεφωτισμένος, βλέπων μετὰ τὴν ὀπὴν καὶ θύραν, δι' ἧς ἔστι τὸν αὐτὸν καὶ διεξελθεῖν τὸ νενοημένον. Φησὶ δὲ περὶ ταύτης τῆς θύρας ἐν τῇ Ἰωάννου Ἀποκαλύψει ὡς ἐν ἑκάστῳ τυγχανούσης καὶ ὁ Σωτήρ· Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν, καὶ κρούω· ἐάν τις ἀνοίγῃ μοι, εἰσελεύσομαι πρὸς αὐτὸν, καὶ δειπνήσω μετ' αὐτοῦ.
The elders who sin make idols, fashioning within themselves through the venom of wickedness every likeness of a creeping thing, and through licentious lust every likeness of a beast. And if they also hold false opinions concerning divine things, they fashion vain abominations; for every falsehood concerning divine things, inasmuch as it is impious, is also a vain abomination. And there are some who have the walls, so to speak, of the house of the soul wholly portrayed with every likeness of creeping thing and beast, and with vain abominations, and who serve these, and sacrifice and burn incense to them as to gods, so that the vapour of the incense goes up, that is, their wonder at them being exalted and lifted up by them. And they inscribe these things upon their minds round about, leaving no place in them empty of evils, so as to be written all over with evils, and to have transferred the sacred cycle of the hebdomad from holy things to idols, so that they take up a kind of fixedness even in worse things. For of such a sort is the saying, And seventy men of the elders of the house of Israel. And when the mind of the prophet sees the things in the house of the soul of each one of those who sin, being brought in by the spirit, it looks at the porch of the court, and there is indeed a certain hole and trace in the wall spoken of, through which, when it is further examined and dug through by the searching word, he who is enlightened by the divine Spirit is able to see all things, seeing after the hole a door as well, through which the same man is able also to go through what has been perceived. And concerning this door as existing in each one the Saviour also says in the Apocalypse of John: Behold, I stand at the door, and knock; if anyone opens to Me, I will come in to him, and will sup with him.
Διότι εἶπον· Ἐγκαταλέλοιπεν ὁ Κύριος. Οὐκ ἦν περί τινα ἕνα ποτὲ ἐναποτεταγμένον τόπον, ἀλλὰ περὶ τὸν ἑκάστου κοιτῶνα τὰ ἑωραμένα· καὶ κοιτῶνά γε τὸν κρυπτὸν, ἔθους ὄντος τῇ Γραφῇ τὰ κατὰ τὸ ἡγεμονικὸν καὶ κρυπτὸν καλεῖν, ἔσθ' ὅτε δὲ καὶ ταμιεῖον. Τοιοῦτον γάρ ἐστι τὸ, Εἴσελθε εἰς τὸ ταμιεῖόν σου· καὶ τό· Ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Οὐ μακρὰν δὲ τούτων ἐστὶ καὶ ὁ λεγόμενος κρυπτὸς τῆς καρδίας ἄνθρωπος. Πιθανώτερον δέ ἐστι καὶ περὶ τούτου τοῦ κρυπτοῦ τοὺς ἁμαρτάνοντας ὑπονοεῖν, ὡς ὁρῶν οὐχ ὁρᾷ αὐτοὺς ὁ Κύριος. Δύναται δὲ τὸ, Ἐγκαταλέλοιπεν ὁ Κύριος τὴν γῆν, λέγεσθαι ὑπὸ τῶν νομιζόντων τὴν θείαν πρόνοιαν μὴ διήκειν καὶ ἐπὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ. Εἰσὶ γὰρ οἳ ἀπὸ τῶν οὐρανίων καὶ αἰθερίων οὐκ ἀφεῖλον τὴν Πρόνοιαν δυσωπηθέντες τὴν ἐν ἐκείνοις τάξιν· ἀπὸ δὲ τῆς γῆς περιεῖλον αὐτὴν καὶ [τὴν θείαν] δύναμιν, λέγοντες τὸ, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν.
Because they said: The Lord has forsaken. The things seen were not concerning some one appointed place at any time, but concerning the chamber of each one, and the hidden chamber indeed, since it is the custom of Scripture to call the things pertaining to the ruling faculty both hidden and sometimes also an inner chamber. For of such a sort is the saying, Enter into your inner chamber; and the saying: He that sees in secret shall recompense you. And not far from these is also he who is called the hidden man of the heart. And it is more plausible that those who sin suppose concerning this hidden place as well that the Lord, though seeing, does not see them. And the saying, The Lord has forsaken the earth, can be spoken by those who think that divine providence does not reach even to the earth and the things in it. For there are those who did not take Providence away from the heavenly and ethereal things, being awed by the order in them; yet from the earth they stripped it and [the divine] power away, saying, The Lord has forsaken the earth.
Θρηνοῦσαι τὸ Θαμμούζ. Τὸν λεγόμενον παρ' Ἕλλησιν Ἄδωνιν, Θαμμούζ φασι καλεῖσθαι παρ' Ἑβραίοις καὶ Σύροις. Ὡς οὖν ἐπὶ τῇ λέξει, ἑωρῶντο αἱ γυναῖκες ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου βλεπούσης πρὸς βοῤῥᾶν καθήμεναι καὶ κατά τι ἐθνικὸν
Women weeping for Thammuz. Him who among the Greeks is called Adonis, they say is called Thammuz among the Hebrews and Syrians. So far as the letter is concerned, therefore, the women were seen sitting at the porch of the gate of the house of the Lord that looks towards the north, and according to a certain gentile
Editors' notes and page, col. 797
Page
- running head: SELECTA IN EZECHIELEM.
- marginal letters: A σι. Ποιοῦσιν εἴδωλα; B καταλείποντες κακῶν ἐν; C καὶ διεξελθεῖν τὸ; D Εἰσὶ γὰρ οἳ
- old-edition numerals: (none)
- other: begins mid-word σι (from ποιοῦσι); penultimate line of para 1 runs full-width across cols. 797-798; ends mid-word ἐθνι-
- other: the word ἐθνικὸν was split at the column break and stands whole here (joined on receipt); check that the English reads whole across the break into col 800
PG 13:800ἔθος τῶν ἔξω τῆς θεοσεβείας θυρῶν θρηνοῦσαι τὸν Θαμμούζ· δοκοῦσι γὰρ κατ' ἐνιαυτὸν τελετάς τινας ποιεῖν, πρῶτον μὲν ὅτι θρηνοῦσιν αὐτὸν ὡς τεθνηκότα· δεύτερον δὲ ὅτι χαίρουσιν ἐπ' αὐτῷ ὡς ἀπὸ νεκρῶν ἀναστάντι. Οἱ δὲ περὶ τὴν ἀναγωγὴν τῶν Ἑλληνικῶν μύθων δεινοὶ καὶ μυθικῆς νομιζομένης θεολογίας, φασὶ τὸν Ἄδωνιν σύμβολον εἶναι τῶν τῆς γῆς καρπῶν, θρηνουμένων μὲν ὅτε σπείρονται, ἀνισταμένων δὲ, καὶ διὰ τοῦτο χαίρειν ποιούντων τοὺς γεωργοὺς ὅτε φύονται. Ἡγοῦμαι τοίνυν σύμβολον εἶναι τὰς θρηνούσας τὸν Θαμμοὺζ τῶν τὰ τοῦ κόσμου νομιζόμενα ἀγαθὰ καὶ τοὺς σωματικοὺς καρποὺς ποθούντων, καὶ πέρα τῶν ὑλικῶν καὶ αἰσθητῶν μηδὲν ἐπισταμένων, λυπουμένων μὲν ἐπὶ τῇ τούτων στερήσει, ἡδομένων δὲ ἐπὶ τῇ παρουσίᾳ αὐτῶν καὶ τῇ τῶν τοιούτων κτήσει. Γυναικώδεις δὲ εἶναι τὰς ψυχὰς εὐλόγως ἂν πάντες οἱ τοιοῦτοι νομίζοιντο.
custom of those outside the doors of godliness weeping for Thammuz; for they seem every year to perform certain rites, first because they weep for him as dead; and secondly because they rejoice over him as risen from the dead. And those who are clever at the allegorical interpretation of Greek myths and of what is deemed mythical theology say that Adonis is a symbol of the fruits of the earth, which are wept over when they are sown, yet rise up, and on account of this make the husbandmen rejoice when they sprout. I consider, therefore, that the women weeping for Thammuz are a symbol of those who long for the supposed goods of the world and bodily fruits, and know nothing beyond material and sensible things, being grieved at the deprivation of these things, and taking pleasure in their presence and in the possession of such things. And all such persons would reasonably be considered to be womanish in their souls.
Οὐ φείσεται ὁ ὀφθαλμός μου. Ἐξεταστέον τί τὸ, Οὐ φείσεται ὁ ὀφθαλμός μου. Οὐ γὰρ εἴρηται, Οὐ φείσομαι. Ἡγοῦμαι τοίνυν τὴν ἐνορατικὴν δύναμιν τοῦ Θεοῦ, οἱονεὶ ἀτενίζουσαν τοῖς τὸ νοητὸν ὑπό τινος πονηροῦ συνειδότος μεμολυσμένοις, κολάζειν αὐτούς· ἐπείπερ Ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον· καταναλίσκον δὲ δηλονότι τὰ κακίαν ὑποστάντα. Καὶ ὅτε ταῦτα ἐνεργεῖ, οὐ πεφεισμένως ἐνεργεῖ κατὰ τῶν χειρόνων, τῷ οὕτω μὴ φείδεσθαι τῶν οἷς συμβέβηκε τοιαῦτα.
Mine eye shall not spare. One must examine what is meant by, Mine eye shall not spare. For it is not said, I will not spare. I consider, therefore, that the inspecting power of God, gazing intently as it were upon those who have their intellectual part defiled by some evil conscience, punishes them; seeing that Our God is a consuming fire; consuming, plainly, the things that have given substance to wickedness. And when He works these things, He works unsparingly against the worse things, by thus not sparing those to whom such things have happened.
Οὐδὲ μὴ ἐλεήσω. Σημαίνει ἐνταῦθα, ὅτι ἔλεος ὁ ἐπὶ διαβόλου νοούμενος εἴρηται· ὅντινα ὡρίσαντο οἱ περὶ ταῦτα δεινοὶ λύπην εἶναι ἐπὶ τῇ τοῦ πλησίον δυσπραγίᾳ· καὶ φασὶ μὴ δεῖν ἰατρὸν ἢ δικαστὴν τοῦτον τὸν ἔλεον ἐλεεῖν, μήποτε, συγχυθέντες ὑπὸ τῆς ἐπὶ τὸ οὕτως ἐλεεῖν ἐναγούσης λύπης, ἐμποδισθῶσιν ἀποδοῦναι τὸ ἰατρικὸν ἢ τὸ δικαστικὸν συμφερόντως τῷ θεραπευομένῳ ἢ τῷ δικαζομένῳ ἔργον.
Neither will I have pity. It signifies here that the pity meant is that which is understood in reference to the devil; which those who are skilled in these matters have defined as grief over the misfortune of one's neighbour; and they say that a physician or a judge ought not to feel this pity, lest, being confounded by the grief that leads to pitying in this way, they be hindered from rendering the medical or judicial work profitably to the one being healed or judged.
Καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Ἀντὶ μέν γε τοῦ ζώνην σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ, κάστω γραμματέως Ἀκύλας καὶ Θεοδοτίων παρατεθείκασι, τὴν Ἑβραϊκὴν, ὡς οἶμαι, λέξιν τηρήσαντες· οὐδὲ γὰρ ἡγοῦμαι παρ' Ἕλλησι σημαίνεσθαι διὰ τῆς κάστω φωνῆς πινακίδιον γραφέως ἔχειν ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Τῶν δὲ Ἑβραίων τις ἔλεγε, τὸ καλούμενον καλαμάριον, τουτέστι κάστω.
And a girdle of sapphire upon his loins. Instead of a girdle of sapphire upon his loins, Aquila and Theodotion have set down the kasto of a scribe, having preserved, as I think, the Hebrew word; for I do not think that among the Greeks having a writer's tablet upon his loins is signified by the word kasto. And one of the Hebrews said that what is called an inkhorn, that is kasto.
Καὶ δὸς σημεῖον. Οἱ μὲν Ἑβδομήκοντα τῷ ἐνδεδυμένῳ φασὶ τὸν ποδήρη προστετάχθαι ὑπὸ τῆς δόξης τοῦ Κυρίου, σημεῖον δοῦναι ἐπὶ τὰ μέτωπα τῶν καταστεναζόντων καὶ ὀδυνωμένων· ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων φασί· Σημείωσις τοῦ Θαῦ ἐπὶ τὰ μέτωπα τῶν στεναζόντων καὶ τῶν κατοδυνωμένων. Πυνθανομένων δὲ τῶν Ἑβραίων εἴ τι πάτριον περὶ τοῦ Θαῦ ἔχοιεν λέγειν μάθημα, ταῦτα ἠκούσαμεν· τινὸς μὲν φάσκοντος, ὅτι τὸ Θαῦ ἐν τοῖς παρ' Ἑβραίοις κβʹ στοιχείοις ἐστὶ τὸ τελευταῖον ὡς πρὸς τὴν παρ' αὐτοῖς τάξιν γραμμάτων. Τὸ τελευταῖον οὖν εἴληπται στοιχεῖον εἰς παράστασιν τῆς τελειότητος
And set a mark. The Seventy say that he who was clothed with the long robe was commanded by the glory of the Lord to set a mark upon the foreheads of those who sigh and are in pain; whereas Aquila and Theodotion say: A marking of the Thau upon the foreheads of those who sigh and of those who are in pain. And when we inquired of the Hebrews whether they had any ancestral teaching to tell concerning the Thau, we heard these things: one affirming that the Thau among the twenty-two letters among the Hebrews is the last according to the order of letters among them. The last letter, therefore, has been taken to present the perfection
Editors' notes and page, col. 800
Page
- running head: EX ORIGENE
- marginal letters: A κὸν ἔθος τῶν; B τῶν καὶ τῇ; C περὶ ταῦτα δεινοὶ; D ἔλεγε, τὸ καλούμενον
- old-edition numerals: (none)
- other: begins mid-word κὸν (from ἐθνικὸν); ends mid-word τε (from τελειότητος, no hyphen printed)
PG 13:801τῶν διὰ τὴν ἐν αὐτοῖς ἀρετὴν στεναζόντων καὶ ὀδυνωμένων ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν τῷ λαῷ, καὶ συμπασχόντων τοῖς παρανομοῦσι. Δεύτερος δὲ ἔλεγε σύμβολον εἶναι τὸ Θαῦ τῶν τὸν νόμον τετηρηκότων· ἐπείπερ ὁ νόμος παρ' Ἑβραίοις Θωρὰ καλεῖται, καὶ τὸ πρῶτον αὐτοῦ στοιχεῖόν ἐστι τὸ Θαῦ· καὶ σύμβολον εἶναι τῶν κατὰ τὸν νόμον βεβιωκότων. Τρίτος δέ τις φάσκων, τῶν καὶ εἰς τὸν Χριστὸν πεπιστευκότων, ἔλεγε τὰ ἀρχαῖα στοιχεῖα ἐμφερὲς ἔχειν τὸ Θαῦ τῷ τοῦ σταυροῦ χαρακτῆρι, καὶ προφητεύεσθαι περὶ τοῦ γενομένου ἐν Χριστιανοῖς ἐπὶ τοῦ μετώπου σημείου· ὅπερ ποιοῦσιν οἱ πεπιστευκότες πάντες οὑτινοσοῦν προκαταρχόμενοι πράγματος, καὶ μάλιστα ἢ εὐχῶν ἢ ἁγίων ἀναγνωσμάτων.
of those who through the virtue in them sigh and are in pain over the sins committed among the people, and suffer together with those who transgress the law. And a second said that the Thau is a symbol of those who have kept the law; seeing that the law among the Hebrews is called Thora, and its first letter is the Thau; and that it is a symbol of those who have lived according to the law. And a third, one of those who had also believed in Christ, affirming this, said that the ancient letters have the Thau resembling the figure of the cross, and that prophecy is made concerning the sign made among Christians upon the forehead; which all believers make when beginning any matter whatsoever, and especially either prayers or holy readings.
Ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν. Ἀντὶ τοῦ λαῶν, αἱμάτων οἱ λοιποὶ πεποιήκασι· καὶ ἔστι παρ' αὐτοῖς σαφὲς, πάντων τῶν πρὸς θάνατον ἁμαρτανόντων πληρουμένων αἱμάτων, διὰ τοῦ πλήθους τῶν πρὸς θάνατον ἁμαρτανόντων. Καὶ ἐὰν δὲ ᾖ τὸ παρὰ τοῖς Ἑβδομήκοντα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν, ἐρεῖ τὰ πολλὰ καὶ ἀλλόφυλα καὶ ξένα τῆς θεότητος ἐγγινόμενα ἡμῖν δόγματα εἶναι, οὐ λαὸν, ἀλλὰ πολλοὺς ἀσυμφώνους λαούς. Μήποτε δὲ ἁμαρτήματά ἐστι, τὸ τὴν γῆν δέον πεπληρῶσθαι καρπῶν, ἑτέραν οὖσαν παρὰ τὴν πόλιν, τούτων μὲν εἶναι κενὴν, ἔχειν δὲ τοὺς καταλείποντας τὴν πόλιν λαὸν ἢ καὶ τὰς πόλεις. Μεμεγάλυνται δὲ σφοδρότερον ἡ ἀδικία ἔθνους Ἰσραὴλ καὶ Ἰούδα τῷ καὶ τὴν πόλιν πεπληρῶσθαι ἀδικίας καὶ ἀκαθαρσίας. Ἔχομεν δὲ ἐν ἑαυτοῖς καὶ γῆν ἣν χρὴ γεωργεῖν, καὶ πόλιν ἣν δεῖ οἰκοδομεῖν, εἴπερ ἐσμὲν Θεοῦ γεωργία, Θεοῦ οἰκοδομή. Ὧν δὲ οὐκ ἐπιμέλεται, ἀλλὰ μόνον ἔχει λαοὺς καὶ ἀδικίαν, τούτων ἡ ἀδικία μεμεγάλυνται σφόδρα μόνον· ὧν δὲ οὔπω μεμεγάλυνται, ἄλλο δέει ἐπὶ τὸ μεγαλύνεσθαι· ὁμοίως καὶ ἐπὶ τῆς ἀκαθαρσίας. Πλὴν αἰτία τοῦ ταῦτα γεγονέναι ἐστὶ τὸ ὑπολαμβάνειν, ὅτι οὐ φθάνει ἡ Πρόνοια ἐπὶ τὰ ἐν τῇ γῇ. Εἶπε γὰρ, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν· οὐκ ἐφορᾷ ὁ Κύριος.
For the earth is filled with many peoples. Instead of peoples, the rest have rendered bloods; and in them it is clear, since all who sin unto death are filled with blood, on account of the multitude of those who sin unto death. And if too the reading in the Seventy stands, that the earth is filled with peoples, one will say that the many foreign doctrines alien to divinity that arise in us are not a people, but many discordant peoples. And perhaps it is sins that, whereas the earth—being distinct from the city—ought to have been filled with fruits, it is empty of these, and has instead as a people those who forsake the city or even the cities. And the iniquity of the nation of Israel and Judah has been magnified more exceedingly because the city also has been filled with iniquity and uncleanness. And we have within ourselves both an earth which we ought to till, and a city which we must build, if indeed we are God's tillage, God's building. And those of whom He does not take care, but who only have peoples and iniquity, their iniquity alone has been magnified exceedingly; while of those whose iniquity has not yet been magnified, something else is lacking for it to be magnified; and likewise also in the case of uncleanness. However, the cause of these things having come to pass is the supposing that Providence does not reach to the things upon the earth. For he said, The Lord has forsaken the earth; the Lord does not look upon it.
Ὁμοίωμα θρόνου ἐπ' αὐτῶν. Οὐ θρόνον δὲ, ἀλλ' ὁμοίωμα θρόνου ὁρᾷ ὁ προφήτης· ὥσπερ καὶ ἐν τοῖς ἀνωτέρω φησὶν οὐ τὴν δόξαν Κυρίου ὁρᾷν, ἀλλ' ὁμοίωμα δόξης Κυρίου, λέγων· Αὕτη ἡ ὅρασις ὁμοίωμα τῆς δόξης Κυρίου. Καὶ οὐ θαυμαστὸν εἰ οἱ μηδέπω προσώπῳ πρὸς πρόσωπον τὰ πράγματα κατανοεῖν δυνάμενοι πάντων ἐκείνων ὁμοιώματα βλέπουσιν, ὅτε ἀξιοῦνται τοῦ θεωρεῖν. Νομίζω δὲ, ὅτι καὶ ἐνύπνια περὶ τῶν βασιλειῶν μέχρι τῆς συντελείας καὶ τῆς ἀναστάσεως βλέπων Δανιὴλ ἐν φαντασίᾳ ἐγίνετο δεικνυμένων ὁμοιωμάτων αὐτῷ. Οὕτω κατὰ ὕπαρ τις βλέπων, τυπουμένου αὐτῷ τοῦ ἡγεμονικοῦ ἀπὸ τοῦ προφητικοῦ Πνεύματος, ὁμοιώματά τινα φαντάζεται, συμβολικὰ τῶν ἀληθινῶν· μὴ συγχωρούσης τῆς ἀνακεκραμένης πάχει καὶ γεώδει σώματι ψυχῆς τρανέστερον καὶ σαφέστερόν τι θεωρῆσαι.
The likeness of a throne upon them. Not a throne, however, but the likeness of a throne does the prophet see; just as in what precedes also he says that he sees not the glory of the Lord, but the likeness of the glory of the Lord, saying: This vision was the likeness of the glory of the Lord. And it is no wonder if those who are not yet able to perceive things face to face see likenesses of all those things when they are deemed worthy of beholding. And I think that Daniel also, when seeing dreams concerning the kingdoms until the consummation and the resurrection, came to be in an imaginative vision as likenesses were shown to him. Thus when someone sees in a waking vision, as his ruling faculty is impressed by the prophetic Spirit, he imagines certain likenesses, symbolic of the true things; since the soul mingled with thickness and an earthy body does not permit him to behold anything more distinctly and clearly.
Editors' notes and page, col. 801
Page
- running head: SELECTA IN EZECHIELEM.
- marginal letters: A λειότητος τῶν διὰ; B λαῶν, αἱμάτων οἱ; C ἐσμὲν Θεοῦ γεωργία,; D ὁμοίωμα δόξης Κυρίου,
- old-edition numerals: (none)
- other: begins mid-word λειότητος (from τελειότητος); full-width Latin lines from col. 802 before ΚΕΦ. Ιʹ., not set; ends mid-word θεωρῆ-
- other: the word θεωρῆσαι. was split at the column break and stands whole here (joined on receipt); check that the English reads whole across the break into col 804
PG 13:804Σημειωτέον δὲ νῦν, ὅτι ὁ ἀνὴρ οὐκ ἀνενδέδυτο ποδήρη, ἀλλὰ στολήν. Ἐπειδὴ γὰρ ἔμελλεν ἀκούειν, Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν ὑποκάτω τῶν χερουβὶμ, καὶ πλῆσον τὰς χεῖράς σου ἀνθράκων πυρὸς, ἔδει αὐτὸν ἱλαρώτερον ἀμφιέννυσθαι, καθαίρειν μέλλοντα τὴν, καθὼς εἶπεν ἐν τοῖς πρὸ τούτου, πεπληρωμένην πόλιν ἀνδρῶν.
And it must now be noted that the man was not clothed with a long robe, but with a stole. For since he was about to hear, Go in between the wheels underneath the cherubim, and fill your hands with coals of fire, he needed to be clad more cheerfully, as being about to cleanse the city which, as he said in what precedes, was filled with men.
Οἱ λέγοντες· Οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι. Ὁ νοῦς τοῦ προκειμένου τοιοῦτός ἐστιν· Οὗτοι, φησὶ, λέγουσι, νεωστὶ ὁρῶντες ἀπὸ τῆς προγενομένης αἰχμαλωσίας οἰκοδομηθεῖσαν τὴν πόλιν, ὅτι, εἰ καὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι, ἀλλ' ἡ πόλις αὕτη ἔοικε λέβητι πεπληρωμένῳ νεκρῶν περιεχομένων ὑπ' αὐτοῦ. Τῶν δὲ ἐν τῷ λέβητι κρεῶν λόγον ἐπέχομεν ἡμεῖς, τοῦ τῶν Βαβυλωνίων πυρὸς περικειμένου ἡμῖν, ὡς μὴ δύνασθαι ἡμᾶς φυγεῖν ἀπὸ τῆς φλογὸς τοῦ τῶν πολεμίων πυρός. Ἀλλ' οὐκ ἀληθές ἐστι, φησὶν, ὃ εἰρήκατε. Ὅτι μεγάλη γὰρ ἡ πόλις ἐστὶν ὁ λέβης ἠληθεύσατε· οὐχὶ δὲ καὶ ὅτι ὑμεῖς τὸ ἐν μέσῳ αὐτῆς κρέα· οἱ γὰρ νεκροὶ οὓς ἐν μέσῳ αὐτῆς ἐπατάξατε, οὗτοί εἰσι τὰ κρέα· ἡ δὲ πόλις ὁ λέβης. Ὑμεῖς δὲ οὐ μενεῖτε ἐν τῇ πόλει· ἐξώσω γὰρ ὑμᾶς. Οὐκοῦν ἡ πόλις εἰ ἄλλοις ἐστὶν εἰς λέβητα, ἀλλ' οὐχ ὑμῖν· καὶ εἰ ἔσονταί τινες ἐν μέσῳ αὐτῆς εἰς κρέα, ἀλλ' οὐχ ὑμεῖς. Κρινῶ γὰρ ὑμᾶς, πρὸς αὐτοῖς τοῖς ἄκροις γενομένους τῶν τοῦ Ἰσραὴλ ὀρέων· τοσαῦτά μου ἐπάγοντος ὑμῖν, ὅπως καὶ ὕστερον ἐπιγνῶτε, ὅτι ἐγώ εἰμι Κύριος.
Who say: Have not the houses recently been built? The meaning of the passage before us is of this sort: These men, he says, seeing the city newly built after the former captivity, say that, even though the houses have recently been built, yet this city resembles a cauldron filled with dead bodies contained by it. And we hold the place of the flesh in the cauldron, the fire of the Babylonians surrounding us, so that we are not able to escape from the flame of the fire of the enemies. But what you have said, He says, is not true. For that the great city is the cauldron you have spoken truly; yet not also that you are the flesh in the midst of it; for the dead whom you have smitten in the midst of it, these are the flesh; and the city is the cauldron. But you shall not remain in the city; for I will cast you out. Therefore, even if the city is for a cauldron to others, yet it is not so to you; and even if some shall be for flesh in the midst of it, yet not you. For I will judge you when you have come right to the borders of the mountains of Israel; as I bring so great things upon you, in order that hereafter also you may know that I am the Lord.
Ποφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραήλ. Προφῆταί εἰσιν οἱ καλῶς διακονοῦντες τῷ λόγῳ τῆς διδασκαλίας, καὶ προφητεύοντες τὰ τοῦ Θεοῦ.
Prophesy against the prophets of Israel. Prophets are those who minister well to the word of teaching, and prophesy the things of God.
Καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν. Ψευδοπροφῆταί εἰσιν οἱ χρηματίζοντες τὰ ἀπὸ τῆς ἀδοκίμου καρδίας αὐτῶν, καὶ ὅσα ἡ ἐναντία δύναμις ὑπαγορεύει.
And you shall say to the prophets who prophesy out of their own heart. False prophets are those who utter as oracles the things out of their own reprobate heart, and whatever the opposing power dictates.
Τοῦ αὐτοῦ. Ὅσα περὶ προφητῶν ἱστόρηται ἢ ψευδοπροφητῶν, λαμβάνονται εἰς πάντας διδασκάλους καὶ ψευδοδιδασκάλους, ὁρατοὺς καὶ ἀοράτους.
Of the same. Whatever things are recorded concerning prophets or false prophets are taken as referring to all teachers and false teachers, visible and invisible.
Τοῦ αὐτοῦ. Ὁ ἀπὸ καρδίας λαλῶν ἔξω τοῦ θείου Πνεύματός ἐστι ψευδοπροφήτης.
Of the same. He who speaks out of his own heart outside the divine Spirit is a false prophet.
Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν! Ὁ πορευόμενος ὀπίσω τοῦ πνεύματος αὐτοῦ τοῖς θελήμασι τῆς ψυχῆς ἀκολουθεῖ· ὁ πορευόμενος ὀπίσω τοῦ ἁγίου Πνεύματος, ὀπίσω Κυρίου τοῦ Θεοῦ, ποιῶν αὐτοῦ τὰ θελήματα.
Woe to those who prophesy out of their own heart! He who walks after his own spirit follows the desires of the soul; he who walks after the Holy Spirit walks after the Lord God, doing His desires.
Τοῦ αὐτοῦ. Τοῖς πορευομένοις ὀπίσω τοῦ πνεύματος αὐτῶν ὁ Ἀπόστολος λέγει· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι τῷ νοΐ. Καὶ ζητήσεις εἰ ἓν τὰ ἀμφότερα, ἢ οὔ· καὶ τί ταῦτα.
Of the same. To those who walk after their own spirit the Apostle says: I will pray with the spirit, I will pray with the mind. And you will inquire whether both are one, or not; and what these are.
Οἱ προφῆταί σου, Ἰσραὴλ, ὡς ἀλώπεκες. Τοῦτο τὸ γένος, μᾶλλον δὲ τὸ ζῶον, πανοῦργόν ἐστι καὶ θηριῶδες καὶ ἄγριον· καὶ οὐ μόνον εἰς τὸν κακὸν καὶ πανοῦργον καὶ ὕπουλον ἄνθρωπον λαμβάνεται, ἀλλὰ καὶ εἰς ὅμοια πνεύματα. Καὶ οὗτοι γὰρ ἐνεργοῦσι τὰ
Your prophets, O Israel, are like foxes. This race, or rather this animal, is crafty and beastly and wild; and it is taken as referring not only to the wicked and crafty and deceitful man, but also to like spirits. For these also work the things
Editors' notes and page, col. 804
Page
- running head: EX ORIGENE
- marginal letters: A σαι. Σημειωτέον δὲ; B λόγον ἐπέχομεν ἡμεῖς,; C Ποφήτευσον ἐπὶ τοὺς; D Ὁ πορευόμενος ὀπίσω
- old-edition numerals: (none)
- other: begins mid-word σαι (from θεωρῆσαι)
PG 13:805ἴδια εἰς τὴν ἔρημον ἀπὸ Θεοῦ ψυχὴν καὶ τῆς δικαιοσύνης αὐτοῦ. Ζήτει δὲ καὶ τὴν πρᾶξιν τοῦ ζώου.
that are their own upon the soul that is desolate of God and of His righteousness. And inquire also into the action of the animal.
Οὐκ ἔστησαν ἐν στερεώματι. Τὸ ἀβέβαιον καὶ ψεῦδος καὶ ἀδύναμον ᾐνίξατο ἐν τούτῳ.
They did not stand in the firmament. By this he hinted at what is unstable and false and powerless.
Καὶ συνήγαγον τὰ ποίμνια. Τοὺς αἱρετικοὺς ἐπὶ τὴν Ἐκκλησίαν· τὰ κτηνώδη δόγματα ἐπὶ τὴν ἀλήθειαν.
And they gathered the flocks. The heretics against the Church; the beastly doctrines against the truth.
Οὐκ ἀνέστησαν ἐν πολέμῳ. Οὐκ ἀνέστησαν σὺν Χριστῷ, διότι οὐ συνετάφησαν αὐτῷ οἱ λέγοντες καὶ βλέποντες ἡμέραν Κυρίου ψευδῆ.
They did not stand up in battle. They did not rise together with Christ, because those who speak and see a false day of the Lord were not buried together with Him.
Οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε; Ὅρασις ψευδής ἐστι τὰ κατὰ ψεῦδος νοούμενα δόγματα.
Have ye not seen a false vision? A false vision is the doctrines conceived according to falsehood.
Ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται. Διάφοροι παρὰ Κυρίου αἱ παιδεῖαι. Ἔστι παιδεία ἡ λεγομένη ἐν κρίσει, καὶ ἔστι παιδεία ἡ λεγομένη ἐν θυμῷ.
In the discipline of My people they shall not be. Diverse are the disciplines from the Lord. There is a discipline that is spoken of as in judgement, and there is a discipline that is spoken of as in wrath.
Οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ ἔσονται. Ἐξαλειφθήσονται γὰρ ἐκ βίβλου ζώντων.
Neither shall they be in the writing of the house of Israel. For they shall be blotted out of the book of the living.
Καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται. Ἐν τῇ μελλούσῃ ἡμέρᾳ δηλονότι.
And into the land of Israel they shall not enter. In the coming day, plainly.
Διὰ τοῦτο ψευδῆ οὐ μὴ εἰδῆτε. Τουτέστιν, Οὐ μὴ συγχωρήσω εὐοδωθῆναι ὑμᾶς, ἵνα τὸ ἑξῆς πληρωθῇ.
Therefore ye shall not see false things. That is, I will in no wise permit you to prosper, in order that what follows may be fulfilled.
Εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς. Εἰ ἀποκρινόμενος ἀποκριθήσομαι αὐτοῖς, κρίσιν ἐξ ὑμῶν· ἤτοι ἐκ τοῦ προφήτου λαμβάνει ὁ Θεός· ἢ δῆλόν φησιν ἀποκρίνεσθαι αὐτοῖς τοῖς τοιούτοις· ὅθεν ὑπερνικῶν τὴν κρίσιν, ἐπαγγέλλεται ἀποκρίνεσθαι ὡς ἐλεήμων.
If answering I shall answer them. If answering I shall answer them, God takes judgement from you, that is, from the prophet; or He says that it is plain that He answers such men themselves; whence, triumphing over judgement, He promises to answer as merciful.
Ὅς ἂν θῇ τὰ διανοήματα αὐτοῦ. Ἐν τούτοις διδάσκει πῶς δεῖ ἑκάστῳ ἀποκρίνεσθαι τὰ προσφόρως συναρμοστέα, καὶ μὴ ὡς ἔτυχε· καὶ ὅτι αὐτὸς Κύριός ἐστιν ὁ ἀποκρινόμενος διὰ τοῦ προφήτου.
Whosoever sets his thoughts. In these words he teaches how one must answer to each the things that are to be fittingly adapted, and not at random; and that it is the Lord Himself Who answers through the prophet.
Ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν αὐτοῖς, ἐν οἷς ἐνέχεται ἡ Διάνοια αὐτοῦ. Τουτέστιν, ἀκολουθεῖ, τέρπεται, κεκόλληται. Διὰ δὲ ταῦτα τοιαῦτα, ἅτινα παρέχει πρόφασιν τοῖς χαύνοις καὶ ἐκλελυμένοις τῇ καρδίᾳ πλαγιάζειν ἀπὸ Θεοῦ. Ἀλλ' ὅμως εἰ καὶ τοιοῦτοί εἰσι, καὶ τοιούτοις ἔχεται αὐτῶν ἡ καρδία· ἐπειδὴ δὲ ἤθελον πυθέσθαι παρὰ Κυρίου, ἀποκρίνεται αὐτοῖς διὰ τοῦ προφήτου, ὡς χρῄζουσιν ἐπιστροφῆς, λέγων· Ἐπιστρέψατε καὶ ἀποστρέψατε, καὶ τὰ ἑξῆς.
I the Lord will answer him in those things wherein his Mind is held fast. That is, follows, delights, is glued. And on account of these things they are such as afford a pretext to the slack and enfeebled in heart to turn aside from God. Yet nevertheless, even though they are such, and their heart is held fast by such things, since they wished to inquire from the Lord, He answers them through the prophet, as standing in need of conversion, saying: Turn ye and turn away, and what follows.
Γῆ, ἣ ἐὰν ἁμάρτῃ. Ἔθος τῇ θείᾳ Γραφῇ πολλάκις ὀνομάζειν τὸ οἴκημα ἤτοι τὴν κατάστασιν εἰς πρόσωπον τῶν οἰκούντων· καὶ πάλιν τοὺς οἰκοῦντας εἰς πρόσωπον τοῦ οἰκήματος. Ἐὰν οὖν γῆ ἁμάρτῃ, τοὺς γηΐνους διὰ τῆς γῆς ὠνόμασε· δι' ἣν αἰτίαν ἐξολοθρευθήσεται ἐξ αὐτῆς ἄνθρωπος καὶ κτῆνος. Καὶ ἄλλως ἡ γηΐνη ἕξις ἐὰν ἁμάρτῃ (πέφυκε γὰρ αὕτη ἁμαρτεῖν), ἐξολοθρευθήσεται ἐξ αὐτῆς ἄνθρωπος καὶ κτῆνος· ὁ κτηνώδης ἄνθρωπος καὶ ὁ λογικώτερος ἄνθρωπος. Οὐ γάρ ἐστιν εἰπεῖν τὴν γῆν ταύτην ἣν πατοῦμεν εἶναι λογικὴν, καὶ αὐτὴν ἁμαρτάνειν, ὥς τινες ἐφαντάσθησαν. Εἰ γὰρ τοῦτο δώσομεν,
A land, if it sins. It is the custom of divine Scripture oftentimes to name the dwelling or state for the person of the inhabitants; and again the inhabitants for the person of the dwelling. If, therefore, a land sins, He named the earthly through the land; for which cause man and beast shall be destroyed out of it. And in another way, if the earthly habit sins (for this is by nature prone to sin), man and beast shall be destroyed out of it: the beast-like man and the more rational man. For it is not possible to say that this earth which we tread is rational, and that it sins, as some have imagined. For if we grant this,
Editors' notes and page, col. 805
Page
- running head: SELECTA IN EZECHIELEM.
- marginal letters: A ἴδια εἰς τὴν; B ροι παρὰ Κυρίου; C τὴν κρίσιν, ἐπαγγέλλεται; D Γῆ, ἣ ἐὰν
- old-edition numerals: (none)
- other: ends mid-word δώσο-
- other: the column ends with the half-word δώσο- and col 808 does not begin with its rest: left as printed; join the word where its rest stands
PG 13:808ὥρα τὰ πάντα λέγειν ἔμψυχα, καὶ συνηγορεῖν τοῖς τὰς μετεμψυχώσεις εἰσάγουσι.
it is time to say that all things are animate, and to advocate the cause of those who introduce transmigrations of souls.
Καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου. Ἀντὶ τοῦ· Κατὰ τὴν ἀδικίαν τιμωρηθήσονται.
And I will break the staff of its bread. Instead of: According to their iniquity they shall be punished.
Τοῦ αὐτοῦ. Ἡ γῆ ἡμῶν ἡ ἁμαρτάνουσα, ὁ ἔξω ἄνθρωπος κολάζεται τῷ αἰσθητῷ λιμῷ· καὶ ὁ ἔσω ἄνθρωπος κολάζεται τῷ νοητῷ λιμῷ, τῇ στερήσει τοῦ πνευματικοῦ ἄρτου. Ἀγωνίαν ὑπομένει καὶ ὁ ἔξω, καὶ ὁ ἔσω· καὶ ὅσα ὑπομένει ὁ ἔξω κατὰ τὸ αἰσθητὸν, τοσαῦτα ὑπομένει καὶ ὁ ἔσω κατὰ τὸ νοητόν.
Of the same. Our earth that sins, the outer man, is punished with sensible famine; and the inner man is punished with intellectual famine, the deprivation of spiritual bread. Both the outer and the inner endure anguish; and as many things as the outer endures according to sense, so many things does the inner also endure according to the mind.
Τοῦ αὐτοῦ. Λέγεται καὶ ἡ ἑκάστου ἡμῶν ψυχὴ γῆ· ἡ μὲν παράδεισον γῆ ἔχουσα, ἡ δὲ ἀκάνθας· ἡ δὲ καλὴ λέγεται, ἡ δὲ πονηρά. Καὶ ταῦτα δηλοῖ ἡ παραβολὴ τοῦ Κυρίου.
Of the same. The soul of each one of us is also called earth: one earth having a paradise, and another thorns; and one is called good, and another evil. And the parable of the Lord shows these things.
Καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, Ἰὼβ, Δανιήλ. Πρόσωπά ἐστι τῶν ἁγίων τούτων λαμβανόμενα, πᾶς ὃς ἐὰν μὴ φθείρῃ τὸν βίον ἑαυτοῦ ἐπὶ γῆς, οὐ ποιούμενος ὅλος τῇ σαρκὶ διὰ τοῦ ποιεῖν αὐτὸν τὸ φρόνημα τῆς σαρκὸς, ὥστε χρηματίσαι αὐτὸν ὅλον σάρκα, ἀλλὰ φαινόμενος ὡς φωστὴρ ἐν κόσμῳ, ἐπέχων λόγον ζωῆς ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ὥστε χρηματίσαι πρὸς αὐτὸν τὸν Θεὸν, ὅτι, Σὲ εἶδον δίκαιον μόνον ἐν τῇ γενεᾷ ταύτῃ. Πᾶς οὖν ὁ τοιοῦτος Νῶέ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ' ἐκείνου ἀνάγεται καὶ ἐπὶ τοῦτον· τῇ γὰρ καταστάσει γεγόνασιν ἴσοι ἀμφότεροι, ὥστε χρηματίσαι αὐτοὺς Νῶε.
And if these three men be in the midst of it, Noah, Job, Daniel. Everyone who does not corrupt his life upon earth—not becoming wholly of the flesh through doing the mind of the flesh, so that he is styled wholly flesh, but shining as a luminary in the world, holding forth the word of life in the midst of a crooked and perverse generation, so that God utters to him the oracle, Thee alone have I seen righteous in this generation—is taken as bearing the characters of these saints. Every such man, therefore, is Noah, and the things recorded of that one are referred also to this one; for in their state both have become equal, so that they are styled Noah.
Τοῦ αὐτοῦ. Πᾶς ὃς ἐὰν θῇ ἐπὶ τῇ καρδίᾳ αὐτοῦ μὴ μιανθῆναι ἐν τοῖς βρώμασι καὶ τοῖς πόμασι τοῦ νοητοῦ Ναβουχοδονόσορ, ἀλλὰ κακῶσαι τὴν ψυχὴν αὐτοῦ νηστείαις ἐν τῇ Βαβυλῶνι ταύτῃ διὰ τὴν γνῶσιν τῆς ἀληθείας, ὁ τοιοῦτος Δανιήλ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ' ἐκείνου ἁρμόσει καὶ ἐπὶ τούτῳ λέγεσθαι· μία γὰρ κατάστασις, καὶ τῆς αὐτῆς ἕξεως οἱ ἀμφότεροι, ὡς καλεῖσθαι αὐτοὺς Δανιήλ.
Of the same. Everyone who purposes in his heart not to be defiled with the meats and the drinks of the intellectual Nebuchadnezzar, but to afflict his soul with fastings in this Babylon for the sake of the knowledge of the truth, such a one is Daniel, and the things recorded of that one will be fittingly spoken of this one as well; for there is one state, and both are of the same habit, so that they are called Daniel.
Τοῦ αὐτοῦ. Πᾶς ὃς ἐὰν ᾖ ἄμεμπτος ἐν βίῳ, ἀληθινὸς ἐν θεοσεβείᾳ, ὥστε ἀπέχεσθαι αὐτὸν ἀπὸ κακοῦ παντὸς, ὥστε παραζηλοῦσθαι ἐπ' αὐτῷ τὸν διάβολον, καὶ πάντα γενικὸν πειρασμὸν ἐπαγαγεῖν αὐτῷ ἐν πειρασμοῖς, καὶ οὐκ ὀκλάσῃ ἕως λόγου χειλέων· ὁ τοιοῦτος Ἰώβ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ' ἐκείνῳ ἁρμόσει καὶ ἐπὶ τούτῳ. Ἀμφότεροι γὰρ ἴσοι ἐν μιᾷ ἕξει ἐν Κυρίῳ, καὶ Ἰὼβ κληθήσονται ἀμφότεροι.
Of the same. Everyone who is blameless in life, true in godliness, so as to abstain from every evil, so that the devil is provoked to jealousy against him and brings upon him every general trial among trials, and he does not falter even to a word of the lips: such a one is Job, and the things recorded of that one will fit this one as well. For both are equal in one habit in the Lord, and both shall be called Job.
Εἰ υἱοὶ καὶ θυγατέρες σωθήσονται. Υἱοὺς ἔχει ὁ Δανιὴλ κατὰ τὴν αὐτὴν πνευματικὴν γενεὰν, οὓς ἐγέννησεν ἡ προφητεία αὐτοῦ· υἱοὺς γὰρ σαρκικοὺς οὐκ ἔσχεν· εὐνοῦχος γὰρ ἦν, ὥς φασι. Καὶ δῆλον· ὑπὸ τούτων γὰρ παρεδόθη τῷ ἀρχιευνούχῳ. Ἐὰν οὖν οἱ τρεῖς οὗτοι ἄνδρες, Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, εὑρεθῶσιν ἐν τῇ ἁμαρτούσῃ γῇ, οὗτοι ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται· ὡσεὶ ἔλεγε· Καὶ ἐὰν εὑρεθῶσιν ὡς Νῶε, καὶ Ἰὼβ, καὶ Δανιήλ.
If sons and daughters shall be saved. Daniel has sons according to the same spiritual generation, whom his prophecy begat; for carnal sons he did not have, since he was a eunuch, as they say. And it is plain; for by these he was delivered to the chief of the eunuchs. If, therefore, these three men, Noah, and Job, and Daniel, be found in the sinning land, they shall be saved in their righteousness; as if He said: Even if men be found like Noah, and Job, and Daniel.
Ἐὰν υἱοὶ καὶ θυγατέρες ὑπολειφθῶσιν. Ἀντὶ τοῦ, οὐχ ὑπολειφθήσονται. Αὐτοὶ μόνοι Νῶε, καὶ Δανιὴλ, καὶ Ἰὼβ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν, τὰς ἰδίας δηλονότι· ἔστι γὰρ καὶ
If sons and daughters shall be left behind. Instead of, they shall not be left behind. Noah, and Daniel, and Job themselves alone in their righteousness shall deliver their souls, their own, plainly; for there is also
Editors' notes and page, col. 808
Page
- running head: EX ORIGENE
- marginal letters: A μεν, ὥρα τὰ; B Καὶ ἐὰν ὦσιν; C νοητοῦ Ναβουχοδονόσορ, ἀλλὰ; D Εἰ υἱοὶ καὶ
- old-edition numerals: (none)
- other: begins mid-word μεν (from δώσομεν)
PG 13:809ἀλλαχοῦ τῆς θεοπνεύστου Γραφῆς τοιοῦτον εἶδος φράσεως, ἄρνησιν ἔχον πρόδηλον, ὡς τὸ εἰρημένον τῷ Ἠλίᾳ πρὸς τὸν Ἀχαάβ· Ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, ᾧπέρ ἐσμεν ἐνώπιον αὐτοῦ, εἰ ἐπὶ τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ἀνὰ πᾶσαν γῆν ἔσται. Οὕτω καὶ ὁ Κύριος ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ, ὅτι, Ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον· τουτέστιν οὐ δοθήσεται. Καὶ τὸ ἐν Ψαλμοῖς εἰρημένον τούτοις ὅμοιον· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσιν. Ἀντὶ γὰρ τοῦ, οὐκ εἰσελεύσονται, εἴρηται.
elsewhere in the divinely inspired Scripture such a form of expression, having a manifest negation, such as that spoken by Elijah to Ahab: As the Lord the God of hosts lives, the God of Israel, before Whom we stand, if there shall be dew and rain during these years upon all the land. Thus also the Lord says in the Gospel according to Mark: This generation seeks after a sign. Amen, amen I say unto you, if there shall be given a sign to this generation; that is, there shall not be given. And that which is spoken in the Psalms is like these: As I swore in My wrath, if they shall enter into the rest. For it is spoken instead of, they shall not enter.
Οὗτοι ἐξάγουσιν υἱοὺς καὶ θυγατέρας. Τοῦτο κατὰ ἐρώτησιν ἀναγνωστέον· Εἰ ἐκείνοις, φησὶ, μίαν ἐκδίκησιν ἠπειλημμένοις οὐκ ἀρκήσουσι Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ, οὗτοι δυνήσονται, τῶν τεσσάρων ἐκδικήσεων ἐπαγομένων, ἐξαγαγεῖν τοῦ ὀλέθρου υἱοὺς αὐτῶν καὶ θυγατέρας; Ἰδοὺ αὐτοὶ ἐκπορεύσονται πρὸς ὑμᾶς τοὺς προαιχμαλωτισθέντας, καὶ τῇ παραθέσει τῶν ἐπελθόντων αὐτοῖς κακῶν ὑμεῖς παρακληθήσεσθε ἥττονα πολλὰ παθόντες.
These bring forth sons and daughters. This must be read as a question: If for those, He says, who were threatened with one vengeance Noah and Daniel and Job will not suffice, will these men be able, when the four vengeances are brought upon them, to bring forth their sons and daughters out of destruction? Behold, they themselves shall come forth to you who were previously led captive, and by comparison with the evils that have come upon them you shall be comforted, having suffered much lesser things.
Τῶν ὄντων ἐν τοῖς ξύλοις δρυμοῦ. Ξύλα δρυμοῦ κἀκεῖ τὰ ἄγρια νοητέον, πεύκην, καὶ τὰ ὅμοια. Συγκρῖναι δὲ βούλεται διὰ τούτου πρὸς τὰ λοιπὰ ἔθνη τὸν Ἰσραὴλ, ὡς ἄμπελον γεωργίας ἀπολαύσαντα νόμου, ἱερέων καὶ προφητῶν ἐπαγγελίας, καὶ ναοῦ ἁγίου, καὶ πολλῶν τῶν θαυμάτων, αὐτομάτου πυρὸς ἀναλίσκοντος τὰς θυσίας, φωνῆς φερομένης ἀπὸ τοῦ ἱλαστηρίου τῶν χερουβὶμ, καὶ ἑτέρων ὁμοίων.
Which are among the trees of the forest. Trees of the forest there too must be understood as the wild ones, pine, and the like. And through this He wishes to compare Israel with the rest of the nations, as a vine that has enjoyed the cultivation of the law, the declaration of priests and prophets, and a holy temple, and many wonders, spontaneous fire consuming the sacrifices, a voice borne from the mercy-seat of the cherubim, and other like things.
Ἐκ τοῦ πυρὸς ἐξελεύσονται. Ἐκ τῆς αἰχμαλωσίας τοῦ Ναβουχοδονόσορ ὅταν ἀνακληθῶσι, λήψεται αὐτοὺς ἑτέρα ἡ Οὐεσπασιανοῦ, ἤγουν διὰ Τίτου. Τὴν συνέχειαν τῶν συμφορῶν μηνύει.
Out of the fire they shall come forth. When they are recalled out of the captivity of Nebuchadnezzar, another shall overtake them, that of Vespasian, that is to say through Titus. It indicates the continuity of the calamities.
Καὶ οὐκ ἔδησαν τοὺς μαστούς σου. Ὁ ἐν πρώτῃ θεωρίᾳ γενόμενος οὐκ ἔξω τῆς σοφίας θηλάζει, ἀλλ' ἔνδον ἐξ αὐτῆς τρέφεται. Καλῶς οὖν εἶπόν τινες δύο μαστοὺς τὰς δύο Διαθήκας, ἀφ' ὧν θηλάζουσι τὰ νήπια· καὶ οἱ θηλάζοντες οὗτοί εἰσιν, ἀφ' ὧν κατηρτίσατο Κύριος αἶνον, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
And they did not bind your breasts. He who has come to be in the first contemplation does not suck outside wisdom, but is nourished within from it. Rightly, therefore, have some said that the two breasts are the two Testaments, from which the babes suck; and those who suck are these, out of whom the Lord has perfected praise, to destroy the enemy and the avenger.
Οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός σου. Τουτέστιν, οὐ συνεπάθησας ἑαυτῇ, φεισαμένη τοῦ ποιῆσαι κἂν ἓν τῶν προλεχθέντων, ἵνα κἀμὲ κινήσῃς εἰς συμπάθειαν.
Neither did your eye spare. That is, you did not have compassion upon yourself, sparing to do even one of the things aforesaid, so that you might move Me also to compassion.
Καὶ διῆλθον καὶ διὰ σοῦ. Ὁ Θεὸς ἀπαθής ἐστιν, ὡς καὶ ἄτρεπτος, καὶ ἄκτιστος. Ποικίλαι δὲ αὐτοῦ αἱ πρόνοιαι κατὰ τὴν ποικιλίαν τῶν οἰκονομουμένων· πάντων γάρ ἐστι ποιητής· ὥς τινας μὲν εἶναι οἰκονομίας θυμοειδεῖς, τὰς δὲ ζηλοτυποειδεῖς· ὁμοίως δὲ καὶ τοῖς πνευματικοῖς δούλοις εἶναι οἰκονομίας χάριτος, καὶ δόξης, καὶ ἀγαλλιάσεως, ἐκ τοῦ ἑνὸς καὶ ἀτρέπτου, καὶ ἀπαθοῦς καὶ παντοδυνάμου Θεοῦ.
And I passed by you also. God is impassible, as also immutable, and uncreated. Yet His providences are manifold according to the diversity of those who are administered; for He is the Maker of all; so that some dispensations are wrath-like, and others jealousy-like; and in like manner for spiritual servants there are dispensations of grace, and of glory, and of exultation, from the one and immutable, and impassible and almighty God.
Editors' notes and page, col. 809
Page
- running head: SELECTA IN EZECHIELEM.
- marginal letters: A ἀλλαχοῦ τῆς θεοπνεύστου; B ἐκδίκησιν ἠπειλημμένοις οὐκ; C ἱλαστηρίου τῶν χερουβὶμ,; D Οὐδὲ ἐφείσατο ὁ
- old-edition numerals: (none)
- other: full-width Latin line from col. 810 at foot of column, not set
PG 13:812Τοῦ αὐτοῦ. Συμπάσχει ὁ Θεὸς τῷ ἐλεῆσαι· οὐ γὰρ ἄσπλαγχνος ὁ Θεός.
Of the same. God suffers together by having mercy; for God is not without bowels of compassion.
Καὶ ἔλουσά σε ἐν ὕδατι. Τῷ λουτρῷ καὶ τῇ χάριτι τοῦ ἁγίου Πνεύματος, καὶ τῷ ἁγιοποιῷ λόγῳ.
And I washed you with water. With the laver and the grace of the Holy Spirit, and with the sanctifying word.
Καὶ ἔχρισά σε ἐν ἐλαίῳ. Χρίσμα ἐστὶν ἐνοίκησις τοῦ ἁγίου Πνεύματος ἐν γνώσει τῆς ἀληθείας.
And I anointed you with oil. Anointing is the indwelling of the Holy Spirit in the knowledge of the truth.
Καὶ ἐνέδυσά σε ποικίλα. Ἔνδυμά ἐστι ποικίλον ἡ ἐκ τῶν ποικίλων ἀρετῶν κοσμουμένη ἕξις, ἐκ δογμάτων ἀληθείας καὶ πράξεως εὐσεβοῦς.
And I clothed you with embroidered work. Embroidered clothing is the habit adorned with manifold virtues, from doctrines of truth and pious action.
Καὶ ὑπέδυσά σε ὑάκινθον. Ὑάκινθον καθαρὸν τὴν κίνησιν ἐκόσμησεν, ἀποδύσας ἐξ αὐτῆς τὴν ἐπεισαχθεῖσαν νεκρότητα. Ἔστι δὲ καὶ τοῦ παντὸς βίου σύμβολον.
And I shod you with hyacinth. With pure hyacinth He adorned the movement, having stripped away from it the deadness that had been brought in. And it is also a symbol of the whole life.
Τοῦ αὐτοῦ. Δύναται δέ τις καὶ ἐπὶ ψυχῆς αὐτὰ ἁρμόσαι, ὑπόδημα λέγων τὸ ἀπαραπόδιστον τῶν ἔργων· τὴν δὲ ζώνην, τὸ ἀσφαλίζεσθαι τῆς διανοίας τὰ βουλεύματα· περιβόλαιον δὲ, τὸ κάτω νεύοντα ἐπὶ τῆς ἀληθείας ἑστηκέναι· τὰ δὲ ψέλλια, τὸ μή τι τῶν ἀτόπων πράττειν· κάθεμα δὲ, τὴν ἐπὶ τῷ καλῷ παῤῥησίαν· τροχίσκους δὲ, τὴν περὶ τὸν νόμον εὐπείθειαν· στέφανον δὲ καυχήσεως, τὴν τοῦ Θεοῦ ἐπαγγελίαν, ἣν τοῖς κατορθοῦσιν ἀφώρισεν.
Of the same. And one may also adapt these things to the soul, calling the shoe unimpededness in works; the girdle, securing the counsels of the mind; the mantle, standing upon the truth while inclining downwards; the bracelets, doing nothing absurd; the necklace, boldness in what is good; the ear-drops, obedience regarding the law; and the crown of boasting, the promise of God, which He has appointed for those who walk uprightly.
Καὶ ἔζωσά σε βύσσῳ. Σύμβολον τῆς ἀληθείας ἡ βύσσος πάντως καὶ τῆς ἀληθοῦς σωφροσύνης· ἀντὶ τοῦ, Ὠκειωσά σε, καθάπερ τινὰ γυναῖκα εὐτελῆ ἀσχημόνως ἄζωστον περιάγειν.
And I girded you with fine linen. Fine linen is altogether a symbol of truth and of true temperance; instead of, I made you Mine own, so as not to lead you about unseemlily ungirded like some cheap woman.
Τοῦ αὐτοῦ. Περιβόλαιον δὲ κἀκεῖ τὸ ἡμιφόριον. Τρίχαπτον δὲ κἀκεῖ τὸ ἀπὸ χρυσοῦ κατεσκευασμένον.
Of the same. And there too the mantle is the half-cloak. And there too the hair-fine garment is that fashioned of gold.
Τοῦ αὐτοῦ. Δίδωσιν ὁ Θεὸς ψέλλια ἐπὶ τὰς χεῖρας τῆς ψυχῆς, ἀφορμὰς τῶν ἀγαθῶν πράξεων, ὡς καὶ αὐτὰς τὰς πράξεις τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος. Σύμβολον γὰρ πράξεως τὰ ψέλλια.
Of the same. God gives bracelets upon the hands of the soul, occasions for good actions, as also the actions themselves by the power of the Holy Spirit. For bracelets are a symbol of action.
Τοῦ αὐτοῦ. Ἐνώτιόν ἐστι περὶ τὸν μυκτῆρα, ἡ εὐωδεστάτη τῶν μυστηρίων ἀληθὴς γνῶσις.
Of the same. An earring about the nostril is the most fragrant true knowledge of the mysteries.
Τοῦ αὐτοῦ. Τροχίσκοι δὲ περὶ τὸ οὖς, οἷον ἐνώτιον μέγα χρυσοῦν, τὰ θεῖα λόγια, ἐξ ὧν ὁ νοῦς συγκροτεῖ ἑαυτῷ τὴν τῆς ἀληθείας γνῶσιν.
Of the same. And ear-drops about the ear, like a great golden earring, are the divine oracles, out of which the mind frames for itself the knowledge of the truth.
Τοῦ αὐτοῦ. Στέφανος καυχήσεώς ἐστι τὸ ἀνεπίληπτον ἔργον, δόγμασιν ἀληθείας τετελειωμένον.
Of the same. A crown of boasting is the blameless work, perfected by doctrines of truth.
Τοῦ αὐτοῦ. Κόσμος ἐστὶν ἐκ χρυσίου καὶ ἀργυρίου, ὁ ἐκ νοημάτων θείων καὶ λόγων ἱερῶν συνιστάμενος τῷ ἡγεμονικῷ.
Of the same. An ornament of gold and silver is that which is composed of divine thoughts and sacred words for the ruling faculty.
Τοῦ αὐτοῦ. Τρίχαπτά ἐστιν, οἷον ὡσεὶ ἔλεγε, σφόδρα ἰσχνὰ νοήματα, βαθέα, ἢ ποικίλα δὲ διὰ τὰ διάφορα εἴδη τῆς ἀρετῆς.
Of the same. Hair-fine garments are, as if he said, exceedingly subtle thoughts, deep, or manifold on account of the different species of virtue.
Καὶ τὸ θυμίαμα. Θυμίαμα καὶ ἔλαιόν ἐστιν ἡ μετὰ γνώσεως ἀναπεμπομένη προσευχὴ τῷ Θεῷ ἐκ τοῦ νοῦ, ᾗ συνήδεται Θεός.
And the incense. Incense and oil is the prayer sent up with knowledge to God out of the mind, wherein God delights.
Καὶ διήγαγες τὰ σκέλη σου παντὶ ἐν παρόδῳ. Τὴν κίνησιν τοῦ νοῦ ᾐνίξατο διὰ τοῦ σκέλους, ἐν ᾧ ἐκινήθη εἰς πᾶσαν πάροδον. Πάροδος δὲ λέγεται, τὸ μὴ ὁδεῦον κατὰ τὴν ἀλήθειαν· ἡ γὰρ ἀλήθεια εἶπεν, ὅτι, Ἐγώ εἰμι ἡ ὁδός. Πᾶν οὖν τὸ ἐξεναντίας νοούμενον πάροδος λέγεται.
And you spread your legs to everyone that passed by. He hinted at the movement of the mind through the leg, whereby it was moved unto every byway. And that is called a byway which does not travel according to the truth; for the truth said, I am the way. Everything, therefore, that is conceived on the contrary is called a byway.
Καὶ ἐξεπόρνευσας τρισσῶς. Ἀντὶ τοῦ, πολλαχοῦ·
And you played the harlot threefold. Instead of, in many ways;
Editors' notes and page, col. 812
Page
- running head: EX ORIGENE
- marginal letters: A Τοῦ αὐτοῦ. Συμπάσχει; B γων· τὴν δὲ; C Τοῦ αὐτοῦ. Δίδωσιν; D Τοῦ αὐτοῦ. Τρίχαπτά
- old-edition numerals: (none)
- other: (none)
PG 13:813οἱ γὰρ τρεῖς χρόνοι εἰς πάντα αἰῶνα παραλαμβάνονται.
for the three times are taken for every age.
Σόδομα ἡ ἀδελφή σου. Σόδομα σύμβολον τῆς πρακτικῆς κακίας, ἤτοι τῆς διὰ σαρκὸς ἁμαρτίας.
Sodom your sister. Sodom is a symbol of active wickedness, that is, of sin through the flesh.
Αὕτη καὶ αἱ θυγατέρες αὐτῆς. Θυγατέρες Σοδόμων εἰσὶ ψυχαὶ μὴ μαθοῦσαι, ὅτι, Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Θυγατέρας δὲ αὐτῆς τὰς λοιπὰς λέγει πόλεις.
She and her daughters. The daughters of Sodom are souls that have not learned that, Everyone who exalts himself shall be humbled. And he calls the rest of the cities her daughters.
Τηρῶν ἐν τῇ Γραφῇ τὴν διαφορὰν τῶν ἁμαρτημάτων, μικρῶν τε καὶ μεγάλων, τὸ ἀκρότατον τῆς κακίας ὑπερηφανία ἐστὶ, τὸ πάθος τοῦ ἀρχεκάκου· εἰς ἣν καὶ οἱ Σοδομῖται φαίνονται· καὶ τοῦτο ζήτει.
Observing in Scripture the difference of sins, both small and great, the height of wickedness is pride, the passion of the author of evil; into which the Sodomites also appear [to fall]; and seek this out.
Εἰπὸν δὴ πρὸς τὸν οἶκον Ἰσραὴλ τὸν παραπικραίνοντα. Παραπικρασμός ἐστιν ἁμαρτία· πικρὰ γὰρ λέγεται τὰ ἐπίπονα.
Say now to the house of Israel, the rebellious. Rebellion is sin; for painful things are called bitter.
Ἐπὶ Ἱερουσαλήμ. Ἱερουσαλήμ ἐστι σύμβολον τῆς γνώσεως, καὶ τῆς ἁγίας Ἐκκλησίας καὶ τῆς ἀρετῆς. Τὰ τρία ἐν ἑνὶ πρόσωπά ἐστιν. Ὁ ἐν ταύτῃ ὢν, καὶ τῇ ἁμαρτίᾳ ἐπιδοὺς ἑαυτὸν, τόπον ἐπεδέδωκε διαβόλῳ, τῷ νοητῷ Ναβουχοδονόσορ, ἐπιβῆναι κατ' αὐτοῦ, καὶ καθελεῖν τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ (τὴν τῆς ἐγκρατείας ἀγωγὴν), διὰ τοῦ ἀρχιμαγείρου, τοῦ ἀκρατοῦς βίου· καὶ παντελῆ αἰχμαλωσίαν ἀπὸ Ἱερουσαλὴμ, τῆς ἀρετῆς, ἄξει εἰς Βαβυλῶνα, καὶ φυτεύσει εἰς Χαναάν.
Against Jerusalem. Jerusalem is a symbol of knowledge, and of the holy Church and of virtue. The three are persons in one. He who is in her, and gives himself up to sin, has given place to the devil, the intelligible Nabuchodonosor, to come up against him, and to pull down the wall of Jerusalem round about (the discipline of self-control), through the chief cook, the incontinent life; and he will lead a complete captivity from Jerusalem, which is virtue, into Babylon, and will plant it in Chanaan.
Καὶ εἰσάξω αὐτὸν ἐν ἀρᾷ. Ὁ διάβολος εἰσάγων εἰς τὴν διαθήκην αὐτοῦ, οὓς εἰσάγει, ἐν ἀρᾷ εἰσάγει· ἀρὰν γὰρ τὰς συνθήκας καὶ τὸν ὅρκον φησί.
And I will bring him in a curse. The devil, bringing into his covenant those whom he brings in, brings them in a curse; for he calls the covenants and the oath a curse.
Ὃς ἠτίμωσε τὴν ἀράν μου. Ἀτιμάζει τις τὴν ἀρὰν τοῦ Θεοῦ ὁ μὴ ὑπομένων ἐν τῇ παιδείᾳ ᾗ παραδίδωσιν ὁ Θεὸς, ἀλλὰ προσελθὼν τῇ ἐκ τῆς ἁμαρτίας ἀναπαύσει. Διὸ ὁ τοιοῦτος οὐκ ἐκφεύξεται.
Who dishonoured my curse. One dishonours the curse of God who does not endure in the discipline to which God delivers him up, but comes to the rest that is from sin. Wherefore such a man shall not escape.
Καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων. Καὶ μετὰ ταῦτα λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου. Μετὰ τὸ παιδευθῆναι τοὺς αὐτῇ παραδοθέντας, ἔσται τὰ προκείμενα. Κατὰ μὲν τὸ ῥητὸν τοῦ λαοῦ ἐκείνου τὴν ἐπιστροφὴν προφητεύει· τὰ δὲ ἐπίλεκτα τῆς κέδρου εἰσὶν οἱ ἀπόστολοι καὶ οἱ παραπλήσιοι, οἱ τὸ κατ' ἐκλογὴν σπέρμα· κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν ἀνακαινισθεῖσαν διὰ τῆς παιδείας ἕξιν ἀγαθὴν φύσιν λέγει.
And I will take from the chosen ones. And after these things I will take from the chosen ones of the cedar. After those delivered up to it have been disciplined, the things set forth shall be. According to the letter, he prophesies the return of that people; and the chosen things of the cedar are the apostles and those like them, who are the seed according to election; and according to the anagogical sense, he calls the good habit renewed through discipline a nature.
Καταφυτεύσω ἐπ' ὄρος ὑψηλόν. Ὄρος ὑψηλόν ἐστιν ἡ γνῶσις τῆς ἀληθείας, ὁ Χριστός. Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ· ὄρος μετέωρόν ἐστιν ὁ οὐράνιος τόπος, καὶ ἡ κατάλληλος ἕξις.
I will plant upon a high mountain. A high mountain is the knowledge of the truth, Christ. And I will hang him on a lofty mountain; a lofty mountain is the heavenly place, and the corresponding habit.
Καὶ ἔσται εἰς κέδρον μεγάλην. Τὴν Ἐκκλησίαν λέγει, καὶ τὸν κατ' αὐτὴν λόγον, ὑφ' ὃν ἀναπαύσονταί ποτε τὰ ἀκάθαρτα ὄρνεα καὶ τὰ πετεινὰ τὰ ἀκάθαρτα.
And it shall become a great cedar. He means the Church, and the word according to her, under which the unclean birds and the unclean fowls shall one day rest.
Τοῦ αὐτοῦ. Ὁ πτερωθεὶς ὑπὸ τῶν λόγων τοῦ Θεοῦ ἀναπαύσεται ὑπὸ τὴν μεγάλην κέδρον, τὴν φυτευθεῖσαν ὑπὸ τοῦ Θεοῦ ἐν τῷ ὄρει τῷ ὑψηλῷ.
Of the same. He who has been winged by the words of God shall rest under the great cedar, which was planted by God on the high mountain.
Editors' notes and page, col. 813
Page
- running head: 813 SELECTA IN EZECHI
- marginal letters: A οἱ γὰρ τρεῖς; B Εἰπὸν δὴ πρὸς; C ἀρὰν γὰρ τὰς; D λέγει.
- old-edition numerals: (none)
- other: (none)
PG 13:816Καὶ τὰ κλήματα αὐτοῦ ἀποκαταστήσεται. Ἀποκαταστήσονται ἐπὶ τῷ Χριστῷ. Τούτῳ καταπαύσει ἡ προφητεία.
And its branches shall be restored. They shall be restored in Christ. In Him the prophecy shall come to rest.
Καὶ γνώσονται πάντα τὰ ξύλα πεδίου, ὅτι ἐγὼ Κύριος. Ξύλον ἐστὶ φύσις λογική· πεδίον ἐστὶν ἤτοι τὸ πλάτος τῶν λόγων, ἢ οἱ κατώτεροι τόποι.
And all the trees of the plain shall know that I am the Lord. A tree is a rational nature; the plain is either the breadth of words, or the lower places.
Ὁ ταπεινῶν ξύλον ὑψηλόν. Ξύλον ὑψηλόν ἐστιν ὁ λαὸς ὑψωθεὶς κατ' ἀρετήν ποτε· ὑψωθεὶς δὲ καὶ κατὰ κακίαν, δι' ἣν καὶ ἐταπεινώθη.
Who humbles a high tree. A high tree is the people once exalted in virtue, and exalted also in wickedness, on account of which it was also humbled.
Καὶ ὁ ὑψῶν ξύλον ταπεινόν. Ξύλον ταπεινὸν καὶ χαμαίζηλόν ἐστιν ὁ λαὸς ἐθνῶν· ταπεινὸν ἐν ἁμαρτίαις· ταπεινὸν, ὅτι κάτωθεν ἦρξεν, οἱονεὶ ἀπὸ παιδείας ἐπὶ τὸ ἄκρον ὑψωθήσεται κατὰ τὸ γεγραμμένον· Ἔσονται οἱ ἔσχατοι πρῶτοι.
And who exalts a low tree. A low and ground-creeping tree is the people of the Gentiles; low in sins; low, because it began from below, as if from discipline it shall be exalted to the summit according to what is written: The last shall be first.
Καὶ ξηραίνων ξύλον χλωρόν. Ξύλον χλωρόν ἐστι τὸ ζῶν ἐν ζωῇ δικαιοσύνης· ξύλον δὲ ξηρόν ἐστι τὸ ζῶν ἐν ζωῇ ἁμαρτίας· διὸ καὶ ξηραίνεται.
And who dries up a green tree. A green tree is that which lives in a life of righteousness; and a dry tree is that which lives in a life of sin; wherefore it is also dried up.
Τοῦ αὐτοῦ. Ξύλον γάρ ἐστι νοητὸν, φύσις λογικὴ, ἀπὸ μέσου ἀρξαμένη, μήπω ζῶσα ἐν δικαιοσύνῃ.
Of the same. For an intelligible tree is a rational nature, having begun from the middle, not yet living in righteousness.
Οἱ πατέρες ἔφαγον ὄμφακα. Διδάσκει ἐν τούτοις, ὅτι τὸ λεγόμενον ἐν τοῖς νόμοις τοῦ Ἰσραὴλ, ἀποδίδοσθαι ἁμαρτίαν πατέρων ἐπὶ τέκνα, παραβολή ἐστι χρῄζουσα συνοράσεως.
The fathers ate sour grapes. He teaches in these words that what is said in the laws of Israel, that the sin of fathers is rendered upon children, is a parable needing comprehension.
Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ ἁμαρτία ἡ παράνομος. Ὄμφαξ λέγεται, ὅτι ἐκ τῶν φυσικῶν ἡμῶν τὰς ἀφορμὰς ἔχουσα συνίσταται. Ὥσπερ φυσικῶς ὁ ὄμφαξ ἐκ τῆς ἀμπέλου ἐστὶν, οὕτω καὶ ἡμεῖς, ἐὰν ὡς ἕλκουσιν αἱ φυσικαὶ κινήσεις ἀκολουθήσωμεν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ὄμφακά ἐσμεν τρώγοντες.
Of the same. A sour grape is lawless sin. It is called a sour grape because it subsists having its occasions from our natural things. Just as naturally the sour grape is from the vine, so we too, if we follow as the natural movements draw us in the first age of life, are eating sour grapes.
Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ ἁμαρτία· αἱμωδιασμὸς ἡ ἐν τῇ ἁμαρτίᾳ ἐστὶ δι' αὐτῆς νεκρότης· ὀδόντες, ἡ δύναμις τῆς ψυχῆς.
Of the same. A sour grape is sin; the setting on edge of the teeth is the deadness in sin through it; the teeth, the faculty of the soul.
Ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολή. Αἱ παραβολαὶ οὐ κατὰ τὰ πράγματα ἀκούονται, ἀλλὰ κατὰ ἀναγωγήν. Ὁ εἰπὼν νόμος, ἀποδίδοσθαι ἁμαρτίας πατέρων ἐπὶ τέκνα, εἶπεν, ὅτι οὐκ ἀποθανοῦνται υἱοὶ ὑπὲρ πατέρων. Οὐκ ἔστι γὰρ ἄλλον ὑπὲρ ἄλλου, πατέρα ὑπὲρ υἱοῦ, ἢ ἀνάπαλιν, ἀπολαύειν ἁμαρτίας.
If this parable be still spoken. Parables are not understood according to the literal things, but according to the anagogical sense. The law that said the sins of fathers are rendered upon children said that sons shall not die for fathers. For it is not possible for one for another, a father for a son, or conversely, to reap the fruit of sin.
Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Θνῆσιν τῆς ἁμαρτίας, κατὰ στέρησιν τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ζωή.
The soul that sins, it shall die. The death of sin, by privation of Him Who said: I am the life.
Ἄνθρωπος ὃς ἔσται δίκαιος. Ἄνθρωπός ἐστι δίκαιος ποιῶν κρίμα, ὁ μηδὲν ἀκρίτως ποιῶν, ἀλλὰ κεκριμένως ἐν δικαιοσύνῃ.
A man who shall be righteous. A righteous man doing judgement is he who does nothing without judgement, but with judgement in righteousness.
Ἐπὶ τῶν ὀρέων οὐ φάγεται. Τὴν βρῶσιν ἐκείνην τὴν τῶν ὑψωμάτων, τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὄρη δέ ἐστι νοητὰ, τασσόμενα ἐκ τῶν ἐναντίων, οἱ ταῦτα γεννήσαντες.
Upon the mountains he shall not eat. That food of the high places, which are lifted up against the knowledge of God. And the intelligible mountains, arrayed from the adversaries, are those who begot these things.
Πρὸς τὰ εἴδωλα οἴκου Ἰσραήλ. Κατὰ τὴν διάνοιαν τῶν παθῶν τὰ εἴδωλα λέγει.
To the idols of the house of Israel. According to the thought of the passions he speaks of the idols.
Πρὸς τὴν γυναῖκα ἐν ἀφέδρῳ οὖσαν. Τὰς τῆς καθάρσεως ἡμέρας· ἐκ τούτου κατὰ μέρος ἐθίζων εἰς σωφροσύνην ἀκροτάτην.
To a woman in her separation. The days of purification; from this gradually accustoming to the highest chastity.
Editors' notes and page, col. 816
Page
- running head: EX ORIGENE 816
- marginal letters: A Καὶ τὰ κλήματα; B τὸ ζῶν ἐν; C ἕλκουσιν αἱ φυσικαὶ; D Ἄνθρωπος ὃς ἔσται
- old-edition numerals: (none)
- other: (none)
PG 13:817Τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει. Τόκος λέγεται τὸ ᾀδόμενον ἐπὶ ἀργυρίου· πλεονασμός ἐστι τὰ ἐπὶ τῶν λοιπῶν διδόμενα βρωμάτων ἢ πομάτων. Λοιμός ἐστιν ὁ λυμαινόμενος, οἱονεὶ ὁ ἅρπαξ, ἄδικος, καταπίνων πάντα.
He shall not give his money upon usury. Usury is the name commonly given in the case of money; increase is what is given in the case of other foods or drinks. A pestilence is he who destroys, as it were the robber, unjust, swallowing up all things.
Καὶ χέοντα αἷμα. Αἷμά ἐστι σύμβολον ζωτικῆς δυνάμεως ψυχῆς.
And shedding blood. Blood is a symbol of the vital power of the soul.
Καὶ πτωχὸν καὶ πένητα. Πλούσιον οὐ δύναται καταδυναστεῦσαι ὁ λοιμός. Λύτρον γὰρ ψυχῆς ἀνθρώπου, ὁ ἴδιος πλοῦτος· πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Πλούσιός ἐστιν ὁ πλουτῶν ἐν ἔργοις ἀγαθοῖς, ἐν λόγῳ Θεοῦ, καὶ ἐν πάσῃ γνώσει.
Both poor and needy. The pestilence cannot oppress a rich man. For the ransom of a man's soul is his own wealth; and a poor man does not withstand a threat. Rich is he who is rich in good works, in the word of God, and in all knowledge.
Καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ. Πάντα τὰ ἀναπεπλασμένα εἴδωλά εἰσι. Τιθέασι δὲ ταῦτα ἐν ἀποκρύφῳ οἱ αἱρετικοί.
And he has set his eyes upon the idols. All things fashioned up are idols. And the heretics set these in secret.
Ἐὰν δὲ γεννήσῃ υἱόν. Ἡ γένεσις ἡμῶν κατὰ σάρκα οὖσα· ταύτης καὶ πατέρας καὶ μητέρας ἔχομεν. Οὐ γάρ ἐστι ψυχῆς μήτηρ ἢ πατήρ· ταύτης γὰρ ὁ Θεὸς μόνος ἐστὶ ποιητὴς καὶ πατήρ. Καὶ τοῦτο διδάσκων ὁ Θεὸς λέγει, ὅτι, Πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσι· καὶ ἑκάστη ψυχὴ ἰδίαν ὑπόστασιν ἔχει, ἐν τῷ ἰδίῳ λόγῳ ἱσταμένη, καὶ οὐκ ἐν ἄλλῳ. Καὶ οὐκ ἔστιν εἰπεῖν ἄλλην ὑπὲρ ἄλλης τὰς ἁμαρτίας ἀποτίνειν.
And if he beget a son. Our generation being according to the flesh, of this we have both fathers and mothers. For there is no mother or father of a soul; for of this God alone is Maker and Father. And teaching this, God says that, All souls are Mine; and each soul has its own substance, standing in its own account, and not in another. And it is not possible to say that one pays the penalty of sins for another.
Ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσε. Πάντα τὰ παραπτώματα ἓν παράπτωμα λέγει· καὶ πάλιν τὸ ἓν τὰ πολλὰ εἰκονίζεται. Καὶ παρέπεσε παράπτωμα ἐκεῖνος ὁ λαὸς, ἀποκτείνας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Παραπίπτει δὲ ὁ καθεὶς, ἀπολλύων τὸν λόγον εἰς ἀλογίαν.
In his trespass wherein he trespassed. He calls all trespasses one trespass; and again the one represents the many. And that people trespassed a trespass, having killed our Lord Jesus Christ. And each one trespasses, losing reason into unreason.
Οὐ κατορθοῖ ὁδὸς Κυρίου. Ἰσραὴλ λέγουσιν, ὅταν ἴδωσι τὰ ἔθνη εἰσερχόμενα.
The way of the Lord is not straight. Israel says, when they see the Gentiles entering in.
Οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ; Ἐφ' ὑμῖν ἐστιν. Ἀπορρίψατε ἀσεβείας ὑμῶν ἀφ' ἑαυτῶν.
Is not your way not straight? It is in your power. Cast away your impieties from yourselves.
Καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινήν. Καὶ πῶς τοῦτο γενήσεται; Ἐὰν ἐκδυσώμεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσώμεθα τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ὅταν ἀναβῶμεν ἀπὸ τῶν γηΐνων πραγμάτων εἰς τὸ ἀνώγεων τὸ μέγα τὸ σεσαρωμένον ἀπὸ πάσης κακίας, καὶ κεκοσμημένον δὲ καὶ ἐστρωμένον τελείᾳ ἀρετῇ, καὶ ἑορτάσωμεν μετὰ Ἰησοῦ, λαβόντες τὸ ποτήριον τῆς καινῆς Διαθήκης, καὶ τὸν τύπον τοῦ σώματος αὐτοῦ ποιούμενοι ἐν τῷ θνητῷ ἡμῶν σώματι διὰ τῆς μετοχῆς αὐτοῦ.
And make for yourselves a new heart. And how shall this come to pass? If we put off the old man with his deeds, and put on the new, who is being renewed unto knowledge according to the image of Him Who created him. When we ascend from earthly things into the large upper room swept clean from all wickedness, and adorned and furnished with perfect virtue, and keep the feast with Jesus, taking the cup of the new Covenant, and making the figure of His body in our mortal body through participation in Him.
Τί ἡ μήτηρ σου σκύμνος ζῶν ἐν μέσῳ λεόντων; Τροπολογεῖται εἰς λέοντα, εἰς ἕκαστον θηρίον κατὰ τὴν ἕξιν τὸ λογικὸν, καὶ εἰς πᾶν ζῶον καὶ ἑρπετόν.
Why is your mother a whelp living in the midst of lions? The rational creature is figuratively spoken of as a lion, as each wild beast according to its habit, and as every living creature and creeping thing.
Τοῦ αὐτοῦ. Μητέρα τοῦ λέοντος ᾐνίξατο τοῦ ἄρχοντος Ἰσραὴλ συναγωγήν· ἥτις καὶ αὐτὴ ἀπεθηριώθη ἐν πολλοῖς, καὶ μάλιστα ὅτε ἔδωκε τὴν φωνὴν αὐτῆς ἐπὶ τὸν Δεσπότην αὐτῆς, λέγουσα· Ἆρον, ἆρον, σταύρωσον αὐτόν.
Of the same. By mother of the lion he hinted at the synagogue of the ruler of Israel; which itself also became savage in many things, and especially when it gave its voice against its Master, saying: Away with Him, away with Him, crucify Him.
Τοῦ αὐτοῦ. Πολλοὶ τῶν ἀνθρώπων οὐδὲν διαφέρουσι,
Of the same. Many among men differ in nothing
Editors' notes and page, col. 817
Page
- running head: 817 SELECTA IN EZECHI
- marginal letters: A Τὸ ἀργύριον αὐτοῦ; B Ἐὰν δὲ γεννήσῃ; C ἴδωσι τὰ ἔθνη; D ΚΕΦ. ΙΘʹ.
- old-edition numerals: (none)
- other: column ends mid-word (διαφέ-)
- other: the word διαφέρουσι, was split at the column break and stands whole here (joined on receipt); check that the English reads whole across the break into col 820
PG 13:820μᾶλλον δὲ καὶ χείρους εἰσὶ θηρίων τῇ ὠμότητι καὶ τῇ ἀπανθρωπίᾳ· οἷος ἦν καὶ οὗτος ὁ λεγόμενος ἄρχων τοῦ Ἰσραήλ.
from wild beasts, or rather are even worse than wild beasts in cruelty and inhumanity; such as was also this one who is called ruler of Israel.
Καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὐτοῦ. Οὗτος ὁ δεύτερος λέων οὐ μόνον πράξει ἀσεβείας ἦν λέων λυμεὼν τῶν ἀνθρώπων, ἀλλὰ καὶ σύμβολόν ἐστι τῶν ἐν τοῖς ἀσεβεστάτοις αὐτοῦ δόγμασιν ἐρημούντων τὴν γῆν καὶ τοὺς οἰκοῦντας αὐτήν. Σύμβολον οὖν εἰσιν οὗτοι οἱ λέοντες τῶν τῆς Ἱερουσαλὴμ βασιλέων κατὰ τὸ αἰσθητόν· τοῦ μὲν πρώτου παραδοθέντος εἰς Αἴγυπτον· τοῦ δὲ δευτέρου, ὡς ἀσεβεστέρου, εἰς Βαβυλῶνα. Ἔχει δὲ καὶ τὴν ἀναγωγὴν τοῖς δυναμένοις θεωρῆσαι. Τοιαῦτα δὲ πάσχουσι καὶ οἱ ἀσεβεῖς αἱρετικοὶ, οἱ μὴ φυλάσσοντες τὸν λόγον, ἀλλὰ καταπατοῦντες· οἱ μὲν παραδιδόμενοι ἐνταῦθα τοῖς νοητοῖς Αἰγυπτίοις, οἱ δὲ ἢ ἐνταῦθα ἢ μετὰ τὴν ἔξοδον τῷ νοητῷ Ναβουχοδονόσορ.
And he laid waste the land and the fulness thereof by the voice of his roaring. This second lion not only in deed of impiety was a lion destroying men, but is also a symbol of those who by his most impious doctrines lay waste the land and those who dwell in it. These lions, therefore, are a symbol of the kings of Jerusalem according to the sensible sense: the first having been delivered up into Egypt; and the second, as more impious, into Babylon. And it also has the anagogical sense for those who are able to contemplate it. And such things the impious heretics also suffer, who do not keep the word, but trample it underfoot; some being delivered up here to the intelligible Egyptians, and others either here or after their departure to the intelligible Nabuchodonosor.
Καὶ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. Τίνα δὲ ἦν ταῦτα ἢ τὸ ἀποκτεῖνον γράμμα τοῦ νόμου, καὶ ἡ διαθήκη τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λιθίνοις, καὶ ἡ διακονία τῆς κατακρίσεως; Ἀμφότερα οὖν διὰ τῆς αὐτῆς προστάσσεται φωνῆς, τό τε γράμμα καὶ τὸ πνεῦμα· ἀλλὰ τὰ μὲν κατὰ τὸ γράμμα προστάγματα οὐ δεῖ ποιεῖν· τὰ δὲ κατὰ τὸ πνεῦμα, ποιητέον. Ὅτι τὸ δὲ τοιοῦτον ἀνέγκλητόν ἐστι, καὶ βεβηλοῖ τινα τῶν προσταγμάτων, μανθάνομεν οὐ μόνον ἀπὸ τοῦ Ἀποστόλου τῆς καινῆς Διαθήκης, ἀλλὰ καὶ ἀπὸ τῶν πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος δῆλον, ἐκ τοῦ τοὺς μὲν ἱερεῖς ἐν τῷ ἱερῷ τὸν Σάββατον βεβηλοῦντας ἀναιτίους εἶναι, καὶ ἐν Σαββάτῳ περιτέμνεσθαι ἄνθρωπον· ἑνὸς μὲν λυομένου νόμου, ἑνὸς δὲ τηρουμένου· καὶ ἐκ τοῦ τόν τε Δαυῖδ καὶ τοὺς σὺν αὐτῷ βεβρωκέναι ἀπὸ τῶν ἄρτων τῆς προθέσεως, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ' αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις· καὶ ἐκ τοῦ ὁμοίωμα γεγονέναι ἔν τε τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐν τῷ ναῷ τῶν χερουβίμ· καὶ ὑπὸ Μωϋσέως ὁμοίωμα κατεσκευάσθαι ὄφεως χαλκοῦ.
And I gave them statutes that were not good. And what were these but the killing letter of the law, and the covenant of death engraved in letters on stones, and the ministration of condemnation? Both, therefore, are commanded by the same voice, both the letter and the spirit; but the statutes according to the letter one must not do, whereas those according to the spirit are to be done. And that such a thing is blameless, and profanes certain of the statutes, we learn not only from the Apostle of the new Covenant, but it is also clear from the things before the coming of the Saviour, from the fact that the priests in the temple profaning the Sabbath are guiltless, and on the Sabbath a man is circumcised, one law being broken and one being kept; and from the fact that David and those with him ate of the loaves of presentation, which it was not lawful for him to eat, nor for those with him, except for the priests alone; and from the fact that a likeness of the cherubim was made both in the tabernacle of testimony and in the temple; and that by Moses a likeness of a brazen serpent was fashioned.
Ἰδοὺ γεγόνασί μοι οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες. Κάθηται Κύριος ἐν μέσῳ τῆς Ἱερουσαλὴμ χωνεύων· τοὺς ἀναμεμιγμένους ἀργυρίῳ καὶ κασσιτέρῳ, καὶ χαλκῷ καὶ μολίβδῳ, καὶ αἰτιᾶται τοὺς ἔχοντας ὕλην εὐτελῆ περὶ ἑαυτοὺς, καὶ λέγει· Ἀργύριον ἀναμεμιγμένον ἐγενήθησαν. Ὅταν γὰρ τῇ κτίσει τοῦ Θεοῦ τῇ καλῇ ἐπεισηγάγομεν ἐκ τῆς κακίας ἡμῶν τὰ φαῦλα, μόλιβδον ἐπεισηγάγομεν καὶ χαλκὸν, καὶ κασσίτερον· τὴν κακὴν πρᾶξιν καὶ δόγματα ἀθεΐας, καὶ τὴν πρὸς τὸ σῶμα συμπάθειαν. Διὰ ταῦτα γὰρ χρεία τοῦ πυρός.
Behold, the house of Israel have all become for Me mixed. The Lord sits in the midst of Jerusalem smelting those who are mixed with silver and tin, and brass and lead, and He blames those who have base matter about themselves, and says: They have become mixed silver. For when to the good creation of God we have brought in besides from our wickedness base things, we have brought in besides lead and brass, and tin: evil action and doctrines of ungodliness, and attachment to the body. For on account of these things there is need of the fire.
Πάντα λίθον χρηστὸν ἐνδέδεσαι. Δώδεκα λίθους εἶχεν ἐπὶ τῶν ὤμων ὁ ἀρχιερεὺς κοσμοῦντας αὐτὸν τοῦ ἀρχιερᾶσθαι τῷ Θεῷ. Τούτους τοὺς λίθους ἐποικοδομεῖ
You have been bound with every goodly stone. Twelve stones the high priest had upon his shoulders adorning him to serve as high priest to God. These stones the virtuous man builds
Editors' notes and page, col. 820
Page
- running head: EX ORIGENE 820
- marginal letters: A ρουσι, μᾶλλον δὲ; B παραδιδόμενοι ἐνταῦθα τοῖς; C δῆλον, ἐκ τοῦ; D κασσιτέρῳ, καὶ χαλκῷ
- old-edition numerals: (none)
- other: column begins mid-word (ρουσι,) and ends mid-word (ἐποικοδο-)
- other: the word ἐποικοδομεῖ was split at the column break and stands whole here (joined on receipt); check that the English reads whole across the break into col 821
PG 13:821ὁ ἐνάρετος ἐπὶ τὸν ἀσάλευτον θεμέλιον, οὓς τὸ πῦρ κατακαῦσαι οὐκ ἰσχύει· ἐποικοδομεῖ δὲ τοῖς ἰδίοις ὤμοις, τουτέστι πόνοις ἰδίοις. Μέσον δὲ τούτων ὁ κεκτημένος ταῦτα ἔχει ἐπὶ τοῦ στήθους τὸν τῆς δηλώσεως καὶ τὸν ἀληθείας λίθον τίμιον. Καὶ οἱ μὲν δώδεκα λίθοι λόγοι εἰσὶ τῶν υἱῶν Ἰσραὴλ, ἐν οἷς λίθοις θεωρήσεις τὰ νοητὰ ξύλα τοῦ παραδείσου· καὶ τὸ μὲν ξύλον τῆς ζωῆς, ὃ ὁ κτησάμενος τυρωθήσεται τὴν κεφαλὴν τῷ ἁγιάσματι Κυρίου. Ἐκ τῶν τοιούτων ἁγίων λίθων συνεστήκεισαν αἱ πύλαι τῆς Ἱερουσαλὴμ, καὶ πᾶσα ἡ Ἱερουσαλήμ· οὓς πάντας ἐνδεδύκει ὁ ἄρχων Τύρου ποτὲ, οὐ πόνοις ἰδίοις, ἀλλὰ χάριτι, ὡς ὁ λόγος Ἱερουσαλὴμ, καὶ ὡς ἱερεὺς τοῦ Θεοῦ. Ἀλλ' ἐκ τούτων ἁπάντων πέπτωκεν, εἰπὼν ἐν καρδίᾳ· Ὅτι Θεός εἰμι· κατοικίας Θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης. Καρδία ἐστὶ θαλάσσης οἱ βαθεῖς λόγοι τῶν βαθέων, τὰ ἐσώτατα τῶν ἐσωτάτων· ἐξ ἧς καρδίας καταπεσὼν ὁ ἐπὶ τούτῳ ἐπαρθεὶς κατεβλήθη εἰς αὐτὴν τὴν θάλασσαν τὴν αἰσθητήν. Καὶ τοῦτο δὲ πάσχουσι καὶ οἱ ἄνθρωποι οἱ ἐπὶ τοῖς ἰδίοις πόνοις ἐπαιρόμενοι.
upon the unshakable foundation, which the fire has not strength to burn up; and he builds them upon his own shoulders, that is, by his own labours. And in the midst of these he who possesses these things has upon his breast the precious stone of manifestation and of truth. And the twelve stones are rational principles of the sons of Israel, in which stones you will contemplate the intelligible trees of paradise; and the tree of life, which he who has acquired shall have his head curdled with the sanctification of the Lord. Of such holy stones were the gates of Jerusalem compacted, and all Jerusalem; with all of which the ruler of Tyre had once been clothed, not by his own labours, but by grace, as the word of Jerusalem, and as priest of God. But from all these he has fallen, having said in his heart: I am God; I have inhabited the dwellings of God in the heart of the sea. The heart of the sea is the deep principles of the deeps, the innermost things of the innermost; falling down from which heart, he who was lifted up at this was cast down into the sensible sea itself. And this too the men suffer who are lifted up over their own labours.
Σὺ ἀποσφράγισμα ὁμοιώσεως. Ἀλήθεια σφραγίς ἐστι καὶ στέφανος κάλλους. Ὁ ἐν ταύτῃ ὢν ποιωθήσεται ἐν αὐτῇ· καὶ οἱ δεχόμενοι τὴν ἀλήθειαν γίνονται ἐν αὐτῇ.
You are the seal of likeness. Truth is a seal and a crown of beauty. He who is in it shall be qualified by it; and those who receive the truth come to be in it.
Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ἐκ τῶν οὐρανῶν ἐῤῥίφη ὁ ῥιφεὶς ἐπὶ τὴν γῆν· ὧν τῷ ὑποδείγματι καὶ τῇ σκιᾷ ἐλάτρευον οἱ ἐν τῇ σκηνῇ λατρεύοντες.
Because of the multitude of your sins I have cast you to the ground. From the heavens was he cast who was cast to the ground; the copy and shadow of which things those who served in the tabernacle served.
Στήρισον τὸ πρόσωπόν σου. Ἡ θεία Γραφὴ, τὰ καθ' ἡμᾶς τοὺς ἀνθρώπους γενόμενα ἱστοροῦσα, παιδεύει ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς, καὶ ὁδηγεῖ δὲ τὸν ἀκολουθοῦντα ἐκ τῶν καθ' ἡμᾶς, καὶ ἀνάγει, καὶ ὑποδείκνυσιν ἐκ τῶν αἰσθητῶν τὰ νοητά. Καὶ ἐκ τῶν παρ' ἡμῖν γενομένων ὑποδείκνυσι τῷ πνεύματι τὰ γενόμενα ἐν τοῖς πρὸ ἡμῶν· τοῖς ἔξω σαρκὸς λέγω. Μετὰ γὰρ τοῦ ἔχειν τὴν ἱστορίαν τὸν ἴδιον λόγον, οἷον τὸν παρ' ἡμῖν τοῖς ἀνθρώποις γενόμενον, ἔχει καὶ τὴν ἀναγωγὴν κατάλληλον ἐν τοῖς πρὸ ἡμῶν.
Set your face fast. Divine Scripture, relating the things that have happened among us men, instructs us in the things among us, and guides him who follows out of the things among us, and leads him up, and shows from sensible things the intelligible things. And from the things that have happened among us it shows by the spirit the things that happened among those before us—I mean those outside the flesh. For along with the history having its own meaning, such as happened among us men, it has also the corresponding anagogical sense in the things before us.
Ἐγὼ ἐπὶ σὲ, Φαραὼ, βασιλεῦ Αἰγύπτου. Ὁ μὲν Φαραὼ ἦν μὲν ἀληθὴς ἄνθρωπος βασιλεὺς ταύτης τῆς Αἰγύπτου, τῆς παρὰ τὸν Νεῖλον ποταμόν· ὁ καὶ τοὺς υἱοὺς Ἰσραὴλ τότε θλίβων, καὶ τὰ βρέφη αὐτῶν πνίγων· ἐπεῖχε δὲ λόγον τοῦ διαβόλου· καὶ ἕκαστος δὲ βασιλεὺς ἱστορούμενος ὅμοιος τούτῳ, τινὸς διαβολικῆς καὶ ἀποστατικῆς δυνάμεως ἐπέχει λόγον. Καὶ τοῦτο δηλοῖ τὸ, Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὸν δράκοντα τὸν μέγαν, τὸν ἐγκαθήμενον ἐν μέσῳ τῷ ποταμῷ Αἰγύπτου, καὶ τὰ ἑξῆς. Ταῦτα δὲ οὐκ ἔχει λόγον αἰσθητῶς ἐπ' ἀνθρώπου λέγεσθαι.
Behold, I am against you, Pharaoh, king of Egypt. Pharaoh was indeed a true man, king of this Egypt which is beside the river Nile, who also then afflicted the sons of Israel and strangled their infants; yet he held the place of the devil; and every king recorded as like him holds the place of some diabolical and apostate power. And this is shown by the words, Behold, I am against you, the great dragon, that sits in the midst of the river of Egypt, and what follows. And these things have no reason to be said sensibly of a man.
Τὸν λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοί. Οὐ μόνον λέγει, Οἱ ποταμοὶ ἐμοί εἰσι, κἀγὼ ἐποίησα αὐτοὺς, ἀλλὰ καὶ Κύριον ἐγκαθῆσθαι ἐν μέσῳ ποταμῶν αὐτοῦ· οἵτινές εἰσιν ἐκ κοιλίας τῶν συλλαβόντων αὐ-
Who says: The rivers are mine. Not only does he say, The rivers are mine, and I have made them, but also that the Lord sits in the midst of His rivers; which are from the belly of those who have conceived
Editors' notes and page, col. 821
Page
- running head: 821 SELECTA IN EZECH
- marginal letters: A μεῖ ὁ ἐνάρετος; B καρδίᾳ θαλάσσης. Καρδία; C Στήρισον τὸ πρόσωπόν; D τῆς Αἰγύπτου, τῆς
- old-edition numerals: (none)
- other: column begins mid-word (μεῖ) and ends mid-word (αὐ-)
- other: the column ends with the half-word αὐ- and col 824 does not begin with its rest: left as printed; join the word where its rest stands
PG 13:824τοὺς, ἱκανοὶ ἐν ψευδολογίᾳ, ἐκπορευομένων εἰς θάνατον αἰώνιον τῶν ποτιζομένων ἀπ' αὐτῶν· οὓς, ἵνα μὴ πίνωνται, μεταβάλλει ὁ Θεὸς εἰς αἷμα, καὶ οὐ γέγραπται, ὅτι ἀποκατέστησεν αὐτοὺς εἰς ὕδωρ.
them, sufficient in falsehood, those who are given to drink from them going out into eternal death; which rivers, that they may not be drunk, God turns into blood, and it is not written that He restored them into water.
Καὶ ἐγὼ δώσω παγίδα εἰς τὰς σιαγόνας σου. Παγίδας βάλλει ὁ Θεὸς εἰς τὰς σιαγόνας τοῦ δράκοντος, ἵνα, φιμώσας αὐτοῦ τὸ στόμα, καταργήσῃ δυσσεβῆ διδασκαλίαν, καὶ ἀνάξῃ ἀπὸ τῆς ὑγρᾶς εἰς τὴν ξηράν.
And I will put a snare into your jaws. God casts snares into the jaws of the dragon, so that, having muzzled his mouth, He may abolish impious teaching, and bring him up from the wet into the dry land.
Καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου. Ἰχθύες τοῦ ἐν Αἰγύπτῳ εἰσὶ ποταμοῦ οἱ ἐν Αἰγυπτίοις καὶ σωματικοῖς παθήμασι διαζῆν δοκοῦντες. Οὗτοι γὰρ προσκολλῶνται ταῖς πτέρυξι τοῦ δράκοντος, καὶ ταῖς λεπίσιν αὐτοῦ, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων.
And I will cleave the fishes of your river [to your scales]. The fishes of the river in Egypt are those who seem to pass their life in Egyptian and bodily passions. For these cleave to the wings of the dragon, and to his scales, tossed by waves and carried about with every wind of teaching in the sleight of men.
Τοῦ αὐτοῦ. Ἰχθύες εἰσὶ κολλώμενοι εἰς τὰς πτέρυγας τοῦ νοητοῦ Φαραὼ, τοῦ ἐν μέσῳ τῶν τῆς κακίας ποταμῶν, οἱ μαθητεύοντες τῇ κακίᾳ, καὶ ποτιζόμενοι ἐκ τοῦ Αἰγυπτιακοῦ ὕδατος, καὶ συνενούμενοι τῷ δράκοντι ἐν τῇ ὑγρᾷ ἕξει, καὶ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ γινόμενοι.
Of the same. Fishes cleaving to the wings of the intelligible Pharaoh, who is in the midst of the rivers of wickedness, are those who are disciples to wickedness, and are given to drink from the Egyptian water, and are united with the dragon in the wet habit, and come under his power.
Ἀνθ' ὧν ἐγενήθης ῥάβδος καλαμίνη. Ὁ μὴ ἐπερειδόμενος ῥάβδῳ ἐκ τῆς ῥίζης Ἰεσσαὶ, μηδὲ παιδευόμενος ῥάβδῳ ᾗ ἐπισκέπτεται ὁ Θεὸς ἀνομίαν υἱῶν Δαυῖδ, μηδὲ ἀποστολικῇ ῥάβδῳ νουθετούμενος, ἀλλὰ λόγοις ψευδέσι καὶ διακένοις ἐπερειδόμενος, ἐπερείδεται ῥάβδῳ καλαμίνῃ, τῷ δράκοντι τῷ Φαραώ.
Because you were made a staff of reed. He who does not lean upon a rod out of the root of Jesse, nor is disciplined by the rod wherewith God visits the iniquity of the sons of David, nor is admonished by an apostolic rod, but leans upon false and empty words, leans upon a staff of reed, the dragon Pharaoh.
Καὶ ἀπολῶ ἀπὸ σοῦ ἄνθρωπον καὶ κτήνη. Ὡς ὁ Θεὸς ἔχει ἀνθρώπους καὶ κτήνη, οὓς σώζει· οὕτως καὶ ὁ δράκων ὁ Φαραώ· οὓς ἀπολλύει ὁ Θεὸς, οὐχ ἁπλῶς, ἀλλ' ἀπὸ τοῦ δράκοντος. Ἢ τάχα οἱ αὐτοί εἰσι σωτηρίαν ταύτην λαμβάνοντες, τῷ μηδέτι εἶναι τοῦ δράκοντος Φαραώ
And I will destroy from you man and cattle. As God has men and cattle, whom He saves; so also has the dragon Pharaoh; whom God destroys, not simply, but from the dragon. Or perhaps the same ones are receiving this salvation, by no longer belonging to the dragon Pharaoh.
Πέρας ἐθνῶν ἔσται. Πέρας ἐθνῶν ἐστι Κυρίου χεὶρ ἐπὶ πᾶσαν Αἴγυπτον καὶ Αἰθιοπίαν· καὶ τὰ μὲν πρὸς ἀνθρώπους ἐπὶ Αἰγυπτίους λέγεται, τὰ δὲ πρὸς τὰς ἀντικειμένας δυνάμεις πρὸς τοὺς Αἰθίοπας.
The end of nations shall be. The end of nations is the hand of the Lord upon all Egypt and Ethiopia; and the things relating to men are said with reference to the Egyptians, while the things relating to the opposing powers are with reference to the Ethiopians.
Καὶ ἥξει ἡ μάχαιρα ἐπὶ Αἰγυπτίους. Αἴγυπτος ἐν πολλοῖς νοεῖται ἐπὶ τοῦ κόσμου τούτου, τοῦ ἀνθρωπίνου καὶ τοῦ ἐπιγείου τούτου, ἐξ οὗ ἐξίασιν οἱ ἀληθινοὶ Ἰσραηλῖται, καὶ ὁδεύουσιν ἐπὶ τὴν ἁγίαν γῆν.
And the sword shall come upon the Egyptians. Egypt in many places is understood of this world, this human and earthly one, out of which the true Israelites go forth, and journey unto the holy land.
Καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. Καταστρέφει ὁ Θεὸς τὰ θεμέλια Αἰγύπτου ὡς ἀγαθὸς ἵνα μηδὲν μείνῃ Αἰγύπτιον οἰκοδόμημα· τὴν ἁμαρτίαν λέγω. Ὁ γὰρ Λόγος ἐκριζοῖ καὶ κατασκάπτει, καὶ ἀπολλύει τὴν κακίαν, καὶ οἰκοδομεῖ τὴν ἀρετήν.
And her foundations shall fall down. God overturns the foundations of Egypt as good, so that no Egyptian building may remain; I mean sin. For the Word roots out and digs down, and destroys wickedness, and builds up virtue.
Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες, καὶ πάντες οἱ ἐπίμικτοι τῶν υἱῶν τῆς διαθήκης μου ἐν τῇ μαχαίρᾳ πεσοῦνται. Τίς δύναται ἕκαστον ἔθνος διηγήσασθαι, καὶ ἀναγαγεῖν ἕκαστον ἐφ' ὃν δεῖ τρόπον
Persians and Cretans and Lydians and Libyans, and all the mingled people of the sons of my covenant shall fall by the sword. Who is able to expound each nation, and to refer each one to the due
Editors' notes and page, col. 824
Page
- running head: EX ORIGENE 824
- marginal letters: A τοὺς, ἱκανοὶ ἐν; B ριφερόμενοι παντὶ ἀνέμῳ; C Καὶ ἀπολῶ ἀπὸ; D θρωπίνου καὶ τοῦ
- old-edition numerals: (none)
- other: column begins mid-word (τοὺς,)