Τούτῳ δὲ τῷ ἑκατέρως εἰρηνοποιῷ οὐδὲν ἐν τοῖς θείοις λογίοις ἔτι ἐστὶ σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα γὰρ ἐνώπια τοῖς νοοῦσι. Καὶ ἐπεὶ μηδέν ἐστι τοιούτῳ σκολιὸν, μηδὲ στραγγαλιῶδες, διὰ τοῦτο πλῆθος εἰρήνης βλέπει ἐν ὅλαις ταῖς Γραφαῖς, καὶ ταῖς δοκούσαις περιέχειν μάχην καὶ ἐναντιώματα πρὸς ἀλλήλας. Γίνεται δὲ καὶ τρίτος εἰρηνοποιὸς, ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν Γραφῶν ἀποδεικνὺς εἶναι οὐ μάχην, καὶ παριστὰς τὴν συμφωνίαν καὶ τὴν εἰρήνην τούτων, ἤτοι παλαιῶν πρὸς καινὰς, ἢ νομικῶν πρὸς προφητικὰς, ἢ εὐαγγελικῶν πρὸς ἀποστολικὰς, ἢ ἀποστολικῶν πρὸς ἀποστολικάς. Καὶ γὰρ πᾶσαί εἰσι κατὰ τὸν Ἐκκλησιαστὴν αἱ Γραφαί· « λόγοι σοφῶν ὡς βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς,» καὶ οὐδὲν περισσὸν ἐξ αὐτῶν. Εἷς δὲ ποιμὴν τῶν λογικῶν ὁ λόγος, δόξαν μὲν ἐχόντων διαφωνίας τοῖς μὴ ἔχουσιν ὦτα εἰς τὸ ἀκούειν, τὸ δὲ ἀληθὲς συμφωνότατα. Ὡς γὰρ αἱ διάφοροι τοῦ ψαλτηρίου ἢ τῆς κιθάρας χορδαὶ, ὧν ἑκάστη ἴδιόν τινα φθόγγον καὶ δοκοῦντα μὴ ὅμοιον εἶναι τῷ τῆς ἑτέρας ἀποτελεῖ, νομίζονται τῷ ἀμούσῳ καὶ μὴ ἐπισταμένῳ λόγον μουσικῆς συμφωνίας διὰ τὴν ἀνομοιότητα τῶν φθόγγων ἀσύμφωνοι τυγχάνειν· οὕτως οἱ μὴ ἐπιστάμενοι ἀκούειν τῆς τοῦ Θεοῦ ἐν ταῖς ἱεραῖς Γραφαῖς ἁρμονίας, οἴονται ἀνάρμοστον εἶναι τῇ Καινῇ τὴν Παλαιὰν, ἢ τῷ νόμῳ τοὺς προφήτας, ἢ τὰ Εὐαγγέλια ἀλλήλοις, ἢ τὸν Ἀπόστολον τῷ Εὐαγγελίῳ, ἢ ἑαυτῷ, ἢ τοῖς ἀποστόλοις. Ἀλλ' ἐλθὼν ὁ πεπαιδευμένος τὴν τοῦ Θεοῦ μουσικὴν, σοφός τις ἐν ἔργοις καὶ λόγοις τυγχάνων, καὶ διὰ τοῦτο χρηματίζων ἂν Δαυΐδ, ὃς ἑρμηνεύεται ἱκανὸς χειρὶ, ἀποτελέσει φθόγγον μουσικῆς Θεοῦ, ἀπὸ ταύτης μαθὼν ἐν καιρῷ κρούειν χορδὰς, νῦν μὲν νομικὰς, νῦν δὲ συμφώνους αὐταῖς εὐαγγελικάς· καὶ νυνὶ μὲν προφητικὰς, ὅτε δὲ εὔλογον ἀπαιτεῖ, τὰς ὁμοτόνους αὐταῖς ἀποστολικὰς, οὕτω δὲ καὶ ἀποστολικὰς εὐαγγελικαῖς. Ἓν γὰρ τὸ τέλειον οἶδε καὶ ἡρμοσμένον ὄργανον τοῦ Θεοῦ εἶναι πᾶσαν τὴν Γραφὴν, μίαν ἀποτελοῦν ἐκ διαφόρων φθόγγων σωτήριον τοῖς μανθάνειν ἐθέλουσι φωνὴν, καταπαύουσαν καὶ
And to this peacemaker in both ways nothing in the divine oracles is any longer crooked or perverse; for all things are plain to those who understand. And since nothing is crooked or perverse to such a man, therefore he sees abundance of peace in all the Scriptures, even in those that seem to contain conflict and contradictions with one another. And there becomes also a third peacemaker, he who demonstrates that what appears to others a conflict of the Scriptures is no conflict, and exhibits their harmony and peace, whether of the old with the new, or of the legal with the prophetic, or of the evangelical with the apostolic, or of the apostolic with the apostolic. For according to Ecclesiastes all the Scriptures are « words of the wise as goads and as nails firmly fixed, which were given from the collections from one shepherd, » and there is nothing superfluous in them. And the Word is the one shepherd of rational things, which have an appearance of discord to those who do not have ears to hear, but in truth are most harmonious. For just as the different strings of the psaltery or of the harp, each of which produces a certain proper sound that seems not to be like that of another, are thought by an unmusical man who does not understand the principle of musical harmony to be discordant because of the dissimilarity of the sounds; so those who do not know how to hear the harmony of God in the sacred Scriptures think that the Old is out of harmony with the New, or the prophets with the law, or the Gospels with one another, or the Apostle with the Gospel, or with himself, or with the apostles. But when he comes who has been instructed in the music of God, being someone wise in deeds and words, and on this account called David, which is interpreted sufficient in hand, he will produce the sound of the music of God, having learned from it to strike the strings in season, now the legal ones, now the evangelical ones harmonious with them; and now the prophetic ones, and when reason requires, the apostolic ones of the same pitch with them, and in like manner also the apostolic with the evangelical. For he knows that the whole Scripture is the one perfect and attuned instrument of God, producing out of different sounds one saving voice for those who are willing to learn, which stills and