νάμενος περὶ τοῦ ὑπάρχειν τὴν μέλλουσαν ζωὴν τοῖς ἀνθρώποις παραθέσθαι ἀπὸ προφητῶν ὁ Σωτὴρ, τοῦτο οὐ πεποίηκεν, διὰ τὸ τοὺς Σαδδουκαίους μόνην προσίεσθαι τὴν Μωϋσέως Γραφὴν, ἀφ' ἧς ἐβουλήθη αὐτοὺς συλλογισμῷ δυσωπῆσαι τοιοῦτό τι δηλοῦντι· ὁ Θεὸς εἶπε Μωϋσεῖ, « Ἐγώ εἰμι Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, » ἡνίκα ἐπὶ τῆς βάτου ἐχρημάτισεν αὐτῷ· ἤτοι οὖν ὁ Θεὸς, Θεὸς ὄντων ἐστὶν, ἢ Θεὸς οὐκ ὄντων· ἀλλ' ἄτοπον λέγειν, ὅτι ὁ Θεὸς ὁ εἰπὼν, « Ὁ ὢν, τοῦτό μοί ἐστιν ὄνομα, » τῶν οὐδαμῶς ὄντων Θεός ἐστιν· εἰ δὲ τοῦτο ἄτοπον, ὄντων Θεός ἐστι, καὶ ζώντων, καὶ ὑφεστηκότων, καὶ αἰσθανομένων τῆς χάριτος, ἧς αὐτοῖς ὁ Θεὸς ἐδωρήσατο, Θεὸν ἑαυτὸν ἀναγορεύων αὐτῶν, καὶ λέγων· « Τοῦτό μού ἐστι μνημόσυνον αἰώνιον. » Ζῶσιν ἄρα αἰσθανόμενοι τοῦ Θεοῦ καὶ τῆς χάριτος αὐτοῦ ὁ Ἀβραὰμ, καὶ ὁ Ἰσαὰκ, καὶ ὁ Ἰακὼβ, καθ' ἕκαστον αὐτῶν ἰδίως χρηματίζων Θεός· οὐ γὰρ γέγραπται· « Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ· » ἀλλ' « Ἐγώ εἰμι Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, » καὶ οὕτως γε ἀνέγραψαν Ματθαῖος, καὶ Μάρκος, καὶ Λουκᾶς, ἵν', οἶμαι, παραστήσωσι τοῖς προσέχουσι τῇ ἀναγνώσει, ὅτι καθ' ἕκαστον αὐτῶν ὁ Θεὸς Θεός ἐστι, τοῦτ' ἐξαίρετον αὐτοῖς χαριζόμενος· οὐ γὰρ ἦσαν ὅμοιοι τοῖς Ἑβραίοις, ἵνα συλληπτικῶς, ὥσπερ ἐκείνων, οὕτω καὶ τούτων ὁ Θεὸς λέγηται· ἐπ' ἐκείνων μὲν γὰρ γέγραπται· « Ὁ Θεὸς τῶν Ἑβραίων ἀπέστειλέ με· » ἐπὶ δὲ τούτων κατὰ ἕνα, ἵνα παραστήσῃ ὁ Λόγος, ὅτι εἷς Ἀβραὰμ ἰσότιμος ὅλῳ ἔθνει Ἑβραίων ἐστίν· οὐ γὰρ ἐπίσης ἐστὶν ὁ Θεὸς, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἑβραίων; τὸ δὲ ὅμοιον ἐρεῖς καὶ περὶ τοῦ Θεὸν αὐτὸν εἶναι τοῦ Ἰσαὰκ, καὶ Θεὸν τοῦ Ἰακὼβ, ὡς Θεὸν τῶν Ἑβραίων· τοιαύτης δὲ τιμῆς ἠξιῶσθαι νομίζω καὶ τὸν Ἠλίαν, διὸ ἀναγέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· « Ὁ Θεὸς Ἠλιοῦ. » Τοῦ μὲν οὖν Ἀβραὰμ Θεὸς μόνον ἦν ὁ Θεὸς, ὁμοίως δὲ καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακώβ· τοῦ δὲ κρείττονος αὐτῶν Σωτῆρος ἡμῶν οὐ μόνον Θεός ἐστιν ὁ Θεὸς, ἀλλὰ καὶ Πατήρ· διὸ καλῶς λέγεται παρὰ τῷ Ἀποστόλῳ· « Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. » Οὗτος δὴ Ἰησοῦς Χριστὸς, οὗ εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ ἐχαρίσατο τοῖς γνησίοις αὐτοῦ μα-
things from the prophets concerning the fact that the future life exists for men, the Saviour has not done this, because the Sadducees admit only the Scripture of Moses, from which He wished to put them to shame by a syllogism showing something of this sort: God said to Moses, "I am the God of Abraham, and the God of Isaac, and the God of Jacob," when He spoke to him at the bush; either, therefore, God is the God of beings that exist, or the God of beings that do not exist; but it is absurd to say that the God Who said, "He Who is, this is My name," is the God of beings that in no way exist; and if this is absurd, He is the God of beings that exist, and live, and subsist, and perceive the grace which God bestowed upon them, proclaiming Himself their God, and saying: "This is My eternal memorial." Therefore Abraham, and Isaac, and Jacob live, perceiving God and His grace, since God is styled the God of each of them individually; for it is not written: "I am the God of Abraham, and Isaac, and Jacob;" but "I am the God of Abraham, and the God of Isaac, and the God of Jacob," and thus indeed Matthew, and Mark, and Luke recorded it, so that, I think, they might present to those who attend to the reading that God is the God of each of them, granting them this as a special privilege; for they were not like the Hebrews, so that collectively, just as of those, so also of these He should be called the God; for in the case of those it is written: "The God of the Hebrews has sent me;" whereas in the case of these it is one by one, so that the Word may present that one Abraham is equal in honour to a whole nation of Hebrews; for is not God equally the God of Abraham and the God of the Hebrews? And you will say the like also concerning His being the God of Isaac, and the God of Jacob, as the God of the Hebrews; and of such honour I think Elijah also was deemed worthy, wherefore it is recorded in the fourth Book of Reigns: "The God of Elijah." Now of Abraham, God was only God, and likewise both of Isaac and of Jacob; but of our Saviour, Who is greater than they, God is not only God, but also Father; wherefore it is well said in the Apostle: "Blessed be the God and Father of our Lord Jesus Christ." This very Jesus Christ, Whose God and Father is blessed, granted to His genuine dis-