Migne Reading Room

PG 13 · cols. 1424–1433 · Read from the page

Commentaries on the Gospel according to Matthew

Commentaries on the Gospel according to Matthew

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 13:1424Read from the page
βηκότα ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, ὅτε μετὰ βραχὺ ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ τὰ ἑξῆς. Πρόσχες οὖν εἰ δύνασαι Σιὼν νῦν δὴ λεγομένην θυγατέρα τοῦ προστάσσοντος αὐτῇ χαίρειν, καὶ Ἱερουσαλὴμ πάλιν θυγατέρα τοῦ κηρύσσειν αὐτῇ κελεύοντος, εἰπεῖν τὰ ἐπουράνια, περὶ ὧν ἐν μὲν τῇ πρὸς Ἑβραίους γέγραπται τό· « Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει· » ἐν δὲ τῇ πρὸς Γαλάτας· « Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. » Μήποτε γὰρ σύμβολά ἐστι ταῦτα τοῦ Σωτῆρος λύσαντος τῶν δεσμῶν διὰ τῶν μαθητῶν τὰ ἴδια ὀχήματα, τοὺς δὴ ἀπὸ τοῦ λαοῦ πιστεύσαντας ἐκείνου τότε καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν· δεδεμένη γὰρ ταῖς ἁμαρτίαις ἦν ἥ ποτε Συναγωγὴ, δεδεμένος δὲ καὶ ὁ πῶλος μετ' ἐκείνης, ὁ ὕστερον γενόμενος νέος ἀπὸ τῶν ἐθνῶν λαὸς, καὶ τούτους ἀμφοτέρους ἐγγίζων τῇ εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνόδῳ ὁ Σωτὴρ ἐκέλευσεν ὑπὸ τῶν μαθητῶν διδασκόντων λυθῆναι, δοὺς αὐτοῖς τὸ ἅγιον Πνεῦμα, καὶ εἰπών· « Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται. » Καὶ ἀεί γε οἱ μαθηταὶ, « οὓς ἱκάνωσε διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος, » λύοντες τὴν δεδεμένην ὄνον, καὶ τὸν πῶλον, ἄγουσι πρὸς τὸν Ἰησοῦν βουλόμενον ὀχήματι χρήσασθαι τοῖς ὑπὸ τῶν γνησίων αὐτοῦ μαθητῶν λελυμένοις ἀπὸ τῶν πάλαι δεσμῶν. Καὶ πρέπει γε τῷ Υἱῷ τοῦ Θεοῦ οὕτω χρείαν ἔχειν, φιλάνθρωπος γάρ ἐστι, τῆς δεδεμένης ὄνου καὶ τοῦ μετ' αὐτῆς δεδεμένου πώλου· χρείαν δ' αὐτῶν ἔχει, ἵνα αὐτοῖς ἐπικαθίσας ἀναπαύσῃ μᾶλλον, ἤπερ ἀναπαύσηται, τοὺς οἷς ἐπικαθέζεται.
upon a beast of burden and a young colt, when shortly afterwards upon seeing Jerusalem He wept, "she who kills the prophets," and what follows. Attend, then, whether you can say that Sion, now called the daughter of Him Who commands her to rejoice, and Jerusalem again, the daughter of Him Who orders proclamation to be made to her, are the heavenly realities, concerning which in the Epistle to the Hebrews this is written: "But you have come to Mount Sion and to the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal gathering;" and in the Epistle to the Galatians: "But the Jerusalem above is free, which is our mother." For perhaps these things are symbols of the Saviour having loosed from their bonds through the disciples His own vehicles, namely those from that people who believed at that time and those from the Gentiles; for bound in sins was the former Synagogue, and bound with her also was the colt, the new people from the Gentiles that came into being afterwards, and as He drew near to the ascent to the Jerusalem above the Saviour ordered both of these to be loosed by the disciples as they taught, having given them the Holy Spirit, and having said: "Receive the Holy Spirit; if you forgive the sins of any, they are forgiven them; if you retain the sins of any, they have been retained." And ever do the disciples, "whom He made sufficient as ministers of a new covenant, not of the letter, but of the spirit," loosing the tied ass and the colt, bring them to Jesus, Who wishes to use as a vehicle those who have been loosed by His genuine disciples from their ancient bonds. And it is fitting indeed for the Son of God thus to have need—for He is humane—of the tied ass and of the colt tied with her; and He has need of them in order that, having sat upon them, He may give rest to those upon whom He sits, rather than take rest Himself.
Ἀλλὰ ζητήσει τις, πῶς ὁ λόγος τῶν ἑξῆς ἀκόλουθος ἔσται τοῖς ἀποδεδομένοις, οὕτως ἐχόντων· « Εὐ-
Yet someone will inquire how the wording of what follows will be consistent with the explanations given, when it runs thus: "Straight-
PG 13:1425Read from the page
θέως δὲ ἀποστελεῖ αὐτοὺς, » ἤ· « Καὶ εὐθέως αὐτὸν ἀποστελεῖ πάλιν ὧδε· » λύσεις δὲ τὸ ἐπηπορημένον, ζητήσας τὴν ἀποστολὴν ἢ τῶν κατὰ τὸν Ματθαῖον δύο, ἢ τοῦ κατὰ τὸν Μάρκον πώλου. Ὅτι δὲ Κύριος οὐδεὶς ἄλλος ἦν τῶν δεδεμένων, ἀλλ' ἢ ὁ ἡμῶν « εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, » ᾧ μηδαμῶς ἀντιλέγειν ἔμελλε τῶν λεγόντων τις· « Εἰς τί λύετε τὸν πῶλον; » ἢ ὁτιποτοῦν φασκόντων δῆλον· ὡς γὰρ μὴ ἀντεροῦντων αὐτῷ εἶπεν ὁ Σωτὴρ τό· « Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει, » ἤ· « Ἐάν τις ὑμῖν εἴπῃ· Τί λύετε τὸν πῶλον; εἴπατε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· » καὶ κατὰ τὸν Λουκᾶν δέ· « Ἐάν τις, » φησὶν, « ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτω ἐρεῖτε· Ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. » Καὶ ζητήσεις εἰ μετὰ τὴν Ἱερουσαλὴμ, καὶ τὸ ἐπιβεβηκέναι τούτοις ἢ τούτῳ τὸν Σωτῆρα, ἀποστολή τις ἐπί τι ἔργον ἀναγκαῖον πρὸς τὸν τόπον γίνεσθαι ἔμελλεν, ἵνα τι ποιήσωσιν ἡ ὄνος καὶ ὁ πῶλος ἔργον κατὰ τὸ σιωπώμενον, ἐμφαινόμενον μὲν, οὐ τρανῶς δὲ δεδηλωμένον. Ἔννοιαν δὲ τοῦ τοιούτου λαμβάνω ἐπιστήσας τῇ τάξει τῶν ἐν τῷ κατὰ Ματθαῖον μακαρισμῶν, ἐν οἷς μετὰ τό· « Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, » ἑξῆς γέγραπται τό· « Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· » τήρει γὰρ ἐν τούτοις, ὅτι πρῶτον μὲν τῶν μακαριζομένων ἡ βασιλεία ἐστὶ τῶν οὐρανῶν· δεύτερον δὲ κληρονομήσουσι τὴν γῆν· οὐχ ὥστε τὸν πάντα αἰῶνα εἶναι ἐπ' αὐτῆς· παρακληθέντες γὰρ, καὶ διὰ τὸ πεπεινηκέναι καὶ δεδιψηκέναι δικαιοσύνης, κορεσθέντες αὐτῆς, καὶ ἐλεηθέντες, καὶ τὸν Θεὸν ἰδόντες, καὶ υἱοὶ αὐτοῦ κληθέντες, πάλιν ἐπὶ τὴν βασιλείαν ἀποκαθίστανται τῶν οὐρανῶν. Ἐὰν δὲ ὄνος καὶ πῶλος, οἷς ὁ Σωτὴρ ἐπιβαίνει, οἱ ἀποδεδομένοι τυγχάνωσι, μὴ προσκόψῃς τῷ λόγῳ παραβάλλοντι ἀλόγοις ζώοις ἀχθοφόροις τοὺς φέροντας τὸν Ἰησοῦν αὐτοῖς ὀχούμενον· τάχα γάρ τι τοιοῦτον νοήσας καὶ ὁ Προφήτης εἶπε τὸ γεγονέναι κτηνώδης, οὐχ ἁπαξαπλῶς, ἀλλὰ παρὰ τῷ Θεῷ, ἢ παρὰ τῷ Χριστῷ, καὶ τό· « Κἀγὼ κτηνώδης ἐγενήθην παρὰ σοί· » ὡς γὰρ πρὸς τὸν Αὐτολόγον καὶ πρὸς τὴν τοῦ Θεοῦ μεγαλειότητα κτηνώδεις ἐσμὲν οὐχ ἡμεῖς μόνοι, ἀλλὰ καὶ
way he will send them," or: "And straightway he will send him back here;" and you will solve the difficulty if you inquire into the sending either of the two according to Matthew, or of the colt according to Mark. Now that no one else was Lord of those that were tied save our "one Lord Jesus Christ, through Whom are all things," to Whom none of those who said: "Why do you untie the colt?" or who said anything whatever was by any means going to object, is plain; for as though they would not gainsay Him the Saviour said: "And if anyone says anything to you, you shall say that the Lord has need of them," or: "If anyone says to you: Why do you untie the colt? say that the Lord has need of him;" and according to Luke also: "If anyone," He says, "asks you: Why do you untie him? thus you shall say: Because the Lord has need of him." And you will inquire whether after Jerusalem, and after the Saviour had mounted upon them or upon him, a certain sending forth to some work necessary for the place was going to take place, so that the ass and the colt might do some work according to what is passed over in silence, which is hinted at indeed, but not clearly set forth. And I conceive a notion of such a thing when I give attention to the order of the beatitudes in the Gospel according to Matthew, among which after: "Blessed are the poor in spirit, for theirs is the kingdom of the heavens," next is written: "Blessed are the meek, for they shall inherit the earth;" for observe in these words that first the kingdom of the heavens belongs to those who are pronounced blessed, and second they shall inherit the earth—not so as to be upon it for all eternity; for having been comforted, and on account of having hungered and thirsted for righteousness having been filled with it, and having obtained mercy, and having seen God, and having been called His sons, they are restored again to the kingdom of the heavens. And if the ass and the colt upon which the Saviour mounts are those who have been explained above, do not take offence at the word when it compares to irrational burden-bearing animals those who bear Jesus riding upon them; for perhaps having understood some such thing the Prophet also spoke of having become like a beast, not absolutely, but before God, or before Christ, in the words: "And I became like a beast before Thee;" for in comparison with the Word Himself and in comparison with the majesty of God not only we are like beasts, but also
PG 13:1428Read from the page
ἡμῶν πολλῷ λογικώτεροι καὶ σοφώτεροι· οὕτω δὲ καὶ ὡς πρὸς τὸ λογικὸν τοῦ ποιμένος πρόβατά ἐσμεν αὐτοῦ, τῷ τὸν ἐν ἀνθρώποις καὶ τοῖς τελειοτάτοις λόγον παραβαλλόμενον τῷ Αὐτολόγῳ πλεῖον ἔχειν ἀπόστημα ἀπ' ἐκείνου, ἢ ὅσον ἔχει ἀπόστημα ὄνου καὶ πώλου ψυχὴ ἢ προβάτου πρὸς ἄνθρωπον. Καὶ τάχα ἀναβαίνοντα μὲν εἰς Ἱεροσόλυμα ἐποχουμένου τοῦ Ἰησοῦ, τὸ ὑποζύγιον, ἢ καὶ ὁ πῶλος τοιαῦτά ἐστιν· γενόμενα δὲ ἐκεῖ, οὐ μένει ὑποζύγιον, οὐδὲ πῶλος, ἀλλὰ ἀποστέλλεται μεταβαλόντα, καὶ ὠφεληθέντα, καὶ μετασχόντα τῆς τοῦ Λόγου θειότητος καὶ ὑπεροχῆς τῆς γνώσεως, ὥστε εἰς δόξαν Θεοῦ ἀποστέλλεσθαι αὐτὰ, εἰς τὸν τόπον ὅθεν ἐλύθη πρότερον, τοῦ Κυρίου μεταποιήσαντος αὐτὰ, καὶ μισθὸν αὐτοῖς δεδωκότος τοῦ ἐνηνοχέναι αὐτὸν τὴν τοιαύτην μεταβολὴν, ὡς καὶ ἀποσταλῆναι αὐτὰ ἐπὶ τὸν πρότερον τόπον, οὐκέτι ἐπὶ τοῖς ἔργοις τοῖς πρότερον· οὐ γὰρ ἔμελλεν ὁ φιλάνθρωπος ἡμῶν Κύριος ἅπαξ αὐτὰ παραδεξάμενος τιμῆσαι, τῇ τε ἀπὸ τῶν δεσμῶν λύσει καὶ τῇ ἑαυτοῦ ὀχήσει, πάλιν αὐτὰ πέμπειν ἐπὶ τοὺς δεσμοὺς, ἢ ἔργα ἐλάττονα οὗ πεποίηκεν ἔργου, δεξάμενα τοῖς νώτοις τὸν Υἱὸν τοῦ Θεοῦ. Πρέπον δὲ ἦν ἐπὶ τῷ τοιούτῳ μυστηρίῳ καὶ τοῖς μετ' αὐτοῦ λεγομένοις σφόδρα χαίρειν καὶ ἐπιτείνειν χαρὰν τὸν καρπὸν τοῦ Πνεύματος τὴν θυγατέρα τοῦ Θεοῦ Σιὼν, καὶ θυγατέρα αὐτοῦ τὴν Ἱερουσαλὴμ κηρύσσειν· ἤρχετο γὰρ αὐτῇ ὁ Βασιλεὺς δίκαιος καὶ σώζων, ἀλλὰ μετὰ τοῦ τηρεῖν τὸ δίκαιος εἶναι, καὶ σώζων μετὰ δικαιοσύνης, καὶ εὐτρεπίζων εἰς σωτηρίαν τοὺς σωζομένους. Αὐτὸς δὲ ἤρχετο εἰς Σιὼν καὶ Ἱερουσαλὴμ πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, ὡς ἀποδεδώκαμεν, ἐπισκοπῶν τὸν Ἰσραὴλ, ἐν τῷ ἐξολοθρεύειν ἅρματα ἐξ Ἐφραῒμ, παραπλήσια τυγχάνοντα ἅρμασι Φαραὼ, ὅτε ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν εἰς θάλασσαν· ἤρχετο δὲ καὶ ἵππων ἐξολοθρεύων τὸ πολεμικὸν ζῶον ἀπὸ τῆς Ἱερουσαλὴμ, ἵνα εἰρήνην ποιήσῃ τῷ Ἰσραὴλ, ἐπιστρέφων τὰ ἀπολωλότα αὐτοῦ πρόβατα, εἰρήνην δὲ καὶ τῇ Ἱερουσαλὴμ, ἐπανάγων αὐτῆς ἐκπεσόντα τὰ τέκνα. Πῶς δὲ οὐκ ἔμελλε μεγάλης χαρᾶς εἶναι ἄξιον τὸ οὕτως ἔρχεσθαι τὸν δίκαιον Βασιλέα, καὶ σώζοντα, καὶ πρᾶον εἰς τὴν Ἱερουσαλήμ; ὅτε ἔμελλεν ἐξολοθρεύεσθαι πᾶν τόξον πολεμικὸν, ἵνα μηκέτι « οἱ ἁμαρτωλοὶ ἐκτείνωσι τόξα, μηδὲ ἑτοιμάζωσι βέλη
far more rational and wiser than we; and thus also, in relation to the rational nature of the Shepherd, we are His sheep, inasmuch as the reason in men, even the most perfect, when compared with the Word Himself, has a greater interval from Him than the interval which the soul of an ass and of a colt or of a sheep has in relation to a man. And perhaps while going up to Jerusalem as Jesus rides upon them, the beast of burden, or the colt as well, is such; but when they have come to be there, it no longer remains a beast of burden, nor a colt, but they are sent back changed, and benefited, and having partaken of the divinity of the Word and of the excellence of knowledge, so that to the glory of God they are sent back to the place whence they were previously loosed, the Lord having transformed them, and having given them as a reward for having borne Him such a change, that they are also sent back to their former place, no longer for their former works; for our humane Lord, having once received them to honour them both by the loosing from their bonds and by His own riding upon them, was not about to send them again to their bonds, or to works inferior to the work which they had done in having received upon their backs the Son of God. And it was fitting at such a mystery and at the things spoken along with it that the daughter of God, Sion, should rejoice exceedingly and intensify joy, the fruit of the Spirit, and that His daughter Jerusalem should proclaim aloud; for there was coming to her the King righteous and saving, yet with the keeping of His being righteous, and saving with righteousness, and making ready for salvation those who are being saved. And He Himself was coming to Sion and Jerusalem meek and mounted upon a beast of burden and a young colt, as we have explained, visiting Israel in destroying chariots out of Ephraim, which were like the chariots of Pharaoh, when He cast the chariots of Pharaoh and his host into the sea; and He was coming also destroying from Jerusalem the warlike creature of horses, that He might make peace for Israel, turning back His lost sheep, and peace also for Jerusalem, leading back her children who had fallen away. And how was the coming thus into Jerusalem of the King righteous, and saving, and meek, not bound to be worthy of great joy? when every warlike bow was about to be destroyed, that no longer might "the sinners bend their bows, nor make ready arrows
PG 13:1429Read from the page
εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. » Ἔμελλε δὲ τότε καὶ πλῆθος καὶ εἰρήνη εἶναι ἀπὸ τῶν πιστευόντων καὶ σωζομένων ἐθνῶν, κατάρχοντος ὑδάτων ἕως θαλάσσης τοῦ Σωτῆρος, κατάρχοντος δὲ καὶ ποταμῶν διεκβολὰς γῆς, καὶ διεξόδους ποιουμένων καὶ ποτιζόντων τὰ πολλὰ αὐτῆς. Ὁ δὲ θέλων ἁπλούστερον ἐπὶ τοῦ λαοῦ οἷς ἐπιδεδήμηκεν ὁ Σωτὴρ ἀκούειν τό· « Θύγατερ Σιὼν, » καὶ, « Θύγατερ Ἱερουσαλὴμ, » φήσει, ὅτι ὁ λόγος μὲν προστάσσει χαίρειν τῇ θυγατρὶ Σιὼν, καὶ κηρύσσειν τῇ θυγατρὶ Ἱερουσαλήμ· εἰ δέ τινες ἠπείθησαν οὐ τὰ τοῦ χαίρειν ποιήσαντες ἄξια, οὐδὲ παραδεξάμενοι τὸ περὶ τοῦ κηρύσσειν πρόσταγμα, αὐτοὶ γεγόνασιν ἑαυτῶν αἴτιοι τοῦ παθεῖν ἃ πεπόνθασιν, ὥστε λεχθῆναι αὐτοῖς· « Ὑμῖν ἦν ἀναγκαῖον καταγγεῖλαι τὸν λόγον τοῦ Θεοῦ· ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. » Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι, πέντε περιτυχόντες ἐκδόσεσι τοῦ Ζαχαρίου, παρὰ μὲν τοῖς Ἑβδομήκοντα καὶ τῷ Ἀκύλᾳ εὕρομεν τό· « Αὐτὸς πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, » ἢ, « ἐπὶ ὄνου καὶ πώλου υἱοῦ ὀνάδων· » παρὰ δὲ Θεοδοτίωνι· « Αὐτὸς ἐπακούων, καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὄνου· » παρὰ δὲ Συμμάχῳ· « Αὐτὸς πτωχὸς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὀνάδος· » ἐν δὲ τῇ πέμπτῃ ἐκδόσει· « Αὐτὸς πτωχὸς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον υἱὸν ὄνων. » Καὶ δύναταί γέ τις ταῦτα ἐφαρμόζειν τῇ κατὰ τὸν ἐξεταζόμενον τοῦ Εὐαγγελίου τόπον ἱστορίᾳ, ὅτε πρᾶος, καὶ ἐπακούων, καὶ πτωχὸς ἐλήλυθεν εἰς τὴν Ἱερουσαλὴμ ὁ Σωτήρ· ἐπτώχευε γὰρ πλούσιος ὢν, ἵνα οἱ ἀκούοντες αὐτοῦ τοῦ ἐπακούοντος ἡμῶν τῇ πτωχείᾳ αὐτοῦ πλουτήσωσιν.
within the quiver, to shoot down in the dark Moon the upright in heart" (Ps. 10:2). And there was then about to be both a multitude and peace from the nations who believe and are saved, the Saviour ruling over waters as far as the sea, and ruling also over the rivers that make outlets of the earth and passages and water the great part of it. And he who wishes to understand more simply of the people among whom the Saviour sojourned the words, "O daughter of Sion," and, "O daughter of Jerusalem," will say that the word indeed commands the daughter of Sion to rejoice, and the daughter of Jerusalem to proclaim aloud; but if some disobeyed, not doing things worthy of rejoicing, nor receiving the command concerning proclaiming, they themselves became to themselves the causes of suffering what they have suffered, so that it was said to them: "To you it was necessary that the word of God should be spoken; but since you judge yourselves unworthy, behold, we turn to the Gentiles" (Acts 13:46). And one must know this also, that, having met with five editions of Zechariah, in the Septuagint and Aquila we found: "He Himself is meek, and mounted upon a beast of burden and a young colt," or, "upon an ass and a colt the foal of asses"; and in Theodotion: "He Himself is hearkening, and mounted upon an ass and a colt the foal of an ass"; and in Symmachus: "He Himself is poor, and mounted upon an ass and a colt the foal of an ass"; and in the Fifth Edition: "He Himself is poor, and mounted upon a beast of burden and a colt the foal of asses." And one may indeed adapt these readings to the narrative at the passage of the Gospel under examination, when the Saviour came into Jerusalem meek, and hearkening, and poor; for though He was rich He became poor, that those who hear Him Who hearkens to us might become rich by His poverty.
Ἴδωμεν δὲ περὶ τῆς Βηθφαγὴ μὲν κατὰ Ματθαῖον, Βηθανίας δὲ κατὰ τὸν Μάρκον, Βηθφαφὴ δὲ καὶ Βηθανίας κατὰ τὸν Λουκᾶν. Ταῦτα δὲ ἦν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. Ἑρμηνεύεσθαι δέ φαμεν τὴν Βηθφαγὴν μὲν « οἶκον σιαγόνων, » ἥτις τῶν ἱερέων
Now let us see concerning Bethphage according to Matthew, and Bethany according to Mark, and Bethphage and Bethany according to Luke. And these were towards the mount called Olivet. And we say that Bethphage is interpreted "house of jawbones," which of the priests
Notes, col. 1429

On the reading

Printed Βηθφαφὴ, for Βηθφαγὴ.

PG 13:1432Read from the page
ἦν χωρίον· Βηθανία δὲ « οἶκος ὑπακοῆς. » Ἐπὶ τὸν οἶκον οὖν τῆς ὑπακοῆς ἄγεται τὰ λυόμενα ἢ τὸ λυόμενον, ἵν' ἐκεῖθεν ἐπιβῇ αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἐπὶ τὸν οἶκον τῆς σιαγόνος περὶ ἧς ἔστιν εἰπεῖν, λαβόντα ἀφορμὰς καὶ ἀπὸ τῶν Κριτῶν, ἐν οἷς πηγή ἐστιν ἐπίκλητος σιαγόνος, ἀφ' ἧς ἔπιεν ὁ Σαμψὼν διψήσας, ἢ τάχα ἐπεὶ τῷ τύπτοντι εἰς τὴν σιαγόνα δεῖ παρέχειν καὶ τὴν ἑτέραν, σύμβολον τῆς τῶν σωζομένων ἀνεξικακίας ἡ Βηθφαγὴ ἦν, ὅθεν ἐκαθέζετο ὁ Ἰησοῦς ἐπὶ τῶν ὑπὸ τῶν μαθητῶν κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ λυθέντων. Καὶ τὸ ὄρος δὲ τῶν Ἐλαιῶν ἐστιν, αἵτινες λέγουσι καρποφοροῦσαι καλλιέλαιος οὖσαι· « Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· » καὶ οἱ ἀρχόμενοι δὲ καὶ εἰσαγόμενοι ἐν αὐτοῖς εἰσιν « ὡσεὶ νεόφυτα ἐλαιῶν κύκλῳ τῆς » Χριστοῦ « τραπέζης, » τεκνία καὶ υἱοὶ ὄντες αὐτοῦ. Εἰ δὲ δεῖ ἐπιστῆσαι καὶ τοῖς δύο μαθηταῖς, οὓς ἀπέστειλεν ὁ Ἰησοῦς ἐπὶ τὴν δεδεμένην ὄνον καὶ τὸν μετ' αὐτῆς πῶλον, ἵνα λύσαντες ἀγάγωσιν αὐτῷ, λεκτέον μήποτε δύο μαθηταὶ Πέτρος εἰσὶ καὶ Παῦλος, δεξιὰς διδόντες ἀλλήλοις κοινωνίας, ἵνα Πέτρος μὲν εἰς τὴν περιτομὴν, πρὸς τὸ ὑποζύγιον γένηται, τὸν ὑπὸ τὸν ζυγὸν τοῦ νόμου γεγενημένον, Παῦλος δὲ εἰς τὰ ἔθνη, τὸν νέον καὶ ἀδάμαστον πῶλον; Καὶ ἦσαν ἀμφότεροι, λέγω δὲ τὸ ὑποζύγιον καὶ ὁ πῶλος, πρὸ τοῦ Ἰησοῦ, ἐν κώμῃ, καὶ οὐ πόλει, ἔνθα ἦσαν δεδεμένοι. Ἀλλ' οἱ τοῦ Ἰησοῦ μαθηταὶ λύουσι καὶ ἄγουσι πρὸς τὸν Ἰησοῦν ἀμφότερα. Ἔτι δ' ἐπανάγων τῷ λόγῳ τοὺς δύο μαθητὰς, φήσεις ὅτι ἐστὶ μὲν ἓν τάγμα τῶν διακονουμένων τοῖς ἐκ περιτομῆς, ἄλλο δὲ τοῖς ἀπὸ τῶν ἐθνῶν. Πλὴν κοινωνία ἐστὶ τῶν ἔργων αὐτῶν, λυόντων τὰ προστε-
was a country place; and Bethany, "house of obedience." To the house of obedience, therefore, are led the things loosed or that which is loosed, in order that from there Jesus may mount upon them, and to the house of the jawbone, concerning which one may say, taking occasion also from the book of Judges, in which there is a spring called the spring of the jawbone, from which Samson drank when he was thirsty (Judg. 15:19), or perhaps because to him who strikes upon the one jawbone one must offer the other also (Matt. 5:39), Bethphage was a symbol of the patient endurance of those who are being saved, whence Jesus sat upon the beasts loosed by the disciples according to the command of Jesus. And there is also the Mount of Olives, which say, bearing fruit and being cultivated olive trees: "But I am like a fruitful olive tree in the house of God" (Ps. 51:10); and those among them who are beginning and being introduced are "like young olive plants round about the table" of Christ (Ps. 127:3), being His little children and sons. And if we must also pay attention to the two disciples whom Jesus sent for the tied ass and the colt with her, that having loosed them they might bring them to Him, must we say that the two disciples are Peter and Paul, giving to one another the right hands of fellowship, that Peter might go to the circumcision (Gal. 2:9), to the beast of burden, him who has come to be under the yoke of the law, and Paul to the Gentiles, the young and untamed colt? And both, I mean the beast of burden and the colt, were before Jesus in a village, and not a city, where they were tied. But the disciples of Jesus loose and bring both to Jesus. And carrying the two disciples still higher in the account, you will say that there is one order of those who minister to them of the circumcision, and another to them from the Gentiles. Nevertheless there is a fellowship of their works, as they loose the things com-
PG 13:1433Read from the page
ταγμένα ὑπὸ τοῦ Ἰησοῦ λύεσθαι· ὧν λυόντων, ἐάν τις λέγῃ αὐτοῖς· « Τί λύετε τὸν πῶλον; » ἢ ὁτιποτοῦν, λέγει περὶ ἀμφοτέρων, κηρύσσομεν, ὅτι ὁ Κύριος αὐτῶν τῶν πρότερον δεδεμένων χρείαν ἔχει. Χρείαν δὲ αὐτῶν ἔχει, ἐπιβαίνων αὐτοῖς, λελυμένοις ἀπὸ τῶν ἁμαρτημάτων, καὶ ἄφεσιν αὐτῶν εἰληφόσι· δεδεμένοις γὰρ ἔτι καὶ « σειραῖς τῶν ἰδίων ἁμαρτιῶν σφιγγομένοις » ὁ Ἰησοῦς οὐκ ἐπικαθέζεται. Κατὰ μέντοι τὸν Μάρκον καὶ τὸν Λουκᾶν, « Πῶλός ἐστι δεδεμένος, ἐφ' ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν· » οὐδὲν γὰρ λογικὸν καὶ κατὰ τρόπον γινόμενον ἐπέπρακτο, καὶ ἵδρυτο τῷ ἀπὸ τῶν ἐθνῶν πώλῳ· καὶ οὗτος ἐφ' ᾧ οὐδὲν λογικὸν πρότερον ἐφίδρυτο εὐτύχησε Θεὸν αὐτῷ ἐπικαθεσθῆναι, Λόγον τὸν Υἱὸν τοῦ Θεοῦ, ἵνα, ὑπ' αὐτοῦ ἀγόμενος ἡνιοχοῦντος, καταντήσῃ ἐπὶ τὴν Ἱερουσαλὴμ τοῦ Θεοῦ. Τοσαῦτα μὲν ἡμεῖς εἰς τὸν τόπον ἐπὶ τοῦ παρόντος εἴδομεν· ὁ δὲ δυνάμενος καὶ χωρῶν μείζονα εἰς τὸν τόπον χάριν, λεγέτω μείζονα καὶ βελτίονα, κἀκεῖνος μᾶλλον ἀκουέσθω ὑπὸ τῶν διψώντων εὐαγγελικῆς σαφηνείας.
[those who loose the things] appointed by Jesus to be loosed; and while they loose them, if anyone says to them, "Why do you loose the colt?" (Luke 19:33), or says anything whatsoever concerning both, we proclaim that the Lord has need of them who were formerly bound. And He has need of them, mounting upon them when they have been loosed from sins and have received forgiveness of them; for upon those who are still bound and "held fast with the cords of their own sins" (Prov. 5:22), Jesus does not sit. According to Mark and Luke, however, "It is a colt tied, upon which no man has ever sat" (Mark 11:2; Luke 19:30); for nothing rational and done in due manner had been accomplished or established upon the colt from the nations; and this one, upon which nothing rational had formerly been seated, was blessed to have God sit upon him, the Word, the Son of God, so that, led by Him holding the reins, he might arrive at the Jerusalem of God. So much, then, have we seen upon the passage for the present; and let him who is able and who receives greater grace upon the passage speak greater and better things, and let him rather be heard by those who thirst for evangelical clearness.
« Πορευθέντες δὲ οἱ μαθηταὶ, καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, » καὶ τὰ ἑξῆς, ἕως τοῦ· « Ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. » Ὁ δὲ Μάρκος οὕτω κατὰ τὸν τόπον ἐξέθετο· « Καὶ ἀπελθόντες εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτὸν, » καὶ τὰ ἑξῆς, ἕως τοῦ· « Εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ Πατρὸς ἡμῶν Δαυΐδ· εἰρήνη ἐν τοῖς ὑψίστοις. » Καὶ ὁ Λουκᾶς δὲ τοιαῦτά φησιν· « Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον, καθὼς εἶπεν αὐτοῖς, ἑστῶτα τὸν πῶλον, » καὶ τὰ ἑξῆς, ἕως τοῦ· « Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκρά-
"And the disciples went, and did just as Jesus had commanded them, and brought the ass and the colt" (Matt. 21:6-7), and what follows, as far as: "From Nazareth of Galilee" (Matt. 21:11). And Mark set forth the passage thus: "And they went away, and found a colt tied at the door outside in the street, and they loose it" (Mark 11:4), and what follows, as far as: "Blessed is the coming kingdom of our father David; peace in the highest" (Mark 11:10; cf. Luke 19:38). And Luke speaks such things as these: "And those who were sent went away and found, just as He had said to them, the colt standing" (Luke 19:32), and what follows, as far as: "If these shall keep silent, the stones will cry-