Migne Reading Room

PG 13 · cols. 1901–1909 · Read from the page

Fragments on Luke

Fragments on Luke

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 13:1901Read from the page
dignus quibusque plus datum est quam sperabant. Quapropter surgentes oremus Deum, ut digni simus offerre ei munera quae nobis restituat et pro ter-
he was worthy, and to each more was given than they hoped for. Wherefore rising up let us pray to God, that we may be worthy to offer Him gifts which He may restore to us, and in place of earthly
Πραγμάτων δὲ εἶπεν, ἐπεὶ οὐ κατὰ φαντασίαν κατὰ τοὺς τῶν αἱρετικῶν παῖδας ἐδραματούργει ὁ Ἰησοῦς τὴν ἔνσαρχον αὐτοῦ παρουσίαν, ἀλλὰ, τυγχάνων ἀλήθεια, πρὸς ἀλήθειαν τὴν οἰκονομίαν αὐτοῦ ἐνήργησε.
And he said "of matters," since Jesus did not enact His incarnate coming as a drama in appearance according to the sons of the heretics, but, being truth, He wrought His dispensation in truth.
Eadem orat. I.
In the same Oration I.
Ἐπειδὴ γὰρ ἑρμηνεύεται Ζαχαρίας μὲν μνήμη Θεοῦ, Ἰωάννης δὲ ὁ δεικνύς, μέμνηται δέ τις τοῦ ἀπόντος, δείκνυσι δὲ τὸν παρόντα· διὰ τοῦτο οἱ τοῦ παιδὸς τούτου γεννήτορες οὐκ ἠνέσχοντο τὸ καλεῖν Ζαχαρίαν, ἀλλὰ μᾶλλον Ἰωάννην ὀνομάζειν ἤθελον· διότι ἔμελλεν οὐχὶ μνημονεύειν Θεοῦ ὡς ἀπόντος, ἀλλ' αὐτὸν ἐκεῖνον μονονουχὶ τῷ δακτύλῳ δεικνύειν παρόντα, καὶ λέγειν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ.
For since Zacharias is interpreted "remembrance of God," and John "he who points out," and one remembers him who is absent, whereas one points out him who is present; on this account the parents of this child did not endure calling him Zacharias, but rather wished to name him John: because he was about not to remember God as absent, but all but with his finger to point Him out as present, and to say: Behold the Lamb of God.
Orat. II.
Oration II.
Καὶ μέγας οὐχ ὡς Ἰωάννης δουλικῶς, ἀλλ' ὡς Κύριος τοῦ παντὸς, καὶ ὡς Κύριος πανταχοῦ, ὥστε οὐχὶ διὰ ῥημάτων μόνον, ἀλλ' ἔργῳ δείκνυται, ὅτι μέγας ἐστί.
And "great," not as John in the manner of a servant, but as Lord of all, and as Lord everywhere, so that not through words only, but in deed He is shown to be great.
Ὅπερ γὰρ οὐδεὶς τῶν προφητῶν ὑπῆρξε, τοῦτο ὑπῆρξεν Ἰωάννης, διὰ τὸ πλησιάζειν τῇ Χριστοῦ παρουσίᾳ, καὶ προτρέχειν αὐτῆς· οὐ γὰρ πρότερον ἐπλήσθη τοῦ ἁγίου Πνεύματος, πρὶν ἐπιστῆναι τὴν κυοφοροῦσαν τὸν Χριστόν. Τότε δὲ καὶ ἐπληροῦτο Πνεύματος καὶ ἐσκίρτα, καὶ τῇ μητρὶ μετεδίδου, καὶ ἀνεβόα προφητικῶς ἡ Ἐλισάβετ διὰ τὸ κυοφορούμενον ἐν αὐτῇ βρέφος, καὶ ἔλεγε τῇ Παρθένῳ· Εὐλογημένη σὺ ἐν γυναιξί· οὐδεμία γὰρ τῆς τοιαύτης χάριτος κοινωνὸς οὔτε γέγονεν, οὔτε γενέσθαι δύναται· ἓν γὰρ τὸ θεῖον κύημα, εἷς ὁ θεῖος τόκος, καὶ μία ἡ γεννήσασα τὸν θεάνθρωπον. Τί μοι τοίνυν πρώτη προαγορεύεις; Μὴ γὰρ ἐγώ εἰμι ἡ τὸν Σωτῆρα τίκτουσα; Ἐχρῆν ἐμὲ πρὸς σὲ παραγενέσθαι, σὺ γὰρ ὑπὲρ πάσας τὰς γυναῖκας εὐλογημένη· σὺ μήτηρ τοῦ Κυρίου μου· σὺ ἐμὴ Κυρία ἡ τῆς κατάρας τὴν λύσιν βαστάζουσα. Σύμφωνα τῷ υἱῷ φθέγγεται· καὶ γὰρ ὁ Ἰωάννης ἀνάξιον ἑαυτὸν τῆς πρὸς τὸν Χριστὸν παραστάσεως ἔλεγε, καὶ αὕτη ἑαυτὴν ἀναξίαν τῆς παρουσίας τῆς Παρθένου. Τί μοι, φησὶ, τηλικοῦτον πέπρακται ἀγαθὸν, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου
For what none of the prophets was, this John was, on account of drawing near to the coming of Christ, and running before it; for he was not filled with the Holy Spirit before she who was bearing Christ in the womb stood by. But then he both was filled with the Spirit and leaped, and imparted it to his mother, and Elizabeth cried out prophetically on account of the babe borne in the womb within her, and said to the Virgin: Blessed are you among women; for no woman either has become or can become a partaker of such grace; for one is the divine conception, one the divine birth, and one she who gave birth to the God-man. Why then do you address me first? For am I she who gives birth to the Saviour? I ought to have come to you, for you are blessed above all women; you are the mother of my Lord; you are my Lady who bear the loosing of the curse. She utters things in harmony with her son; for both John said that he was unworthy of standing beside Christ, and she herself that she was unworthy of the coming of the Virgin. What so great good, she says, has been done by me, that the mother of my Lord
PG 13:1902Read from the page
renis coelestia largiatur, in Christo Jesu, cui est gloria et imperium in saecula saeculorum. Amen.
things He may bestow heavenly things, in Christ Jesus, to Whom is glory and dominion unto the ages of ages. Amen.
PG 13:1904Read from the page
ἔλθῃ πρὸς μέ; Καὶ μητέρα καλεῖ τὴν ἔτι παρθένον, φθάνουσα προφητικῶς τῷ λόγῳ τὴν ἔκβασιν, καὶ καρπὸν κοιλίας ὀνομάζει τὸν Σωτῆρα, τῷ μὴ ἐξ ἀνδρὸς εἶναι, ἀλλ' ἐκ μόνης τῆς Μαρίας· οἱ γὰρ ἐκ τῶν πατέρων τὴν σπορὰν ἔχοντες ἐκείνων εἰσὶ καρποί.
should come to me? And she calls her mother who is still a virgin, prophetically anticipating the outcome in word, and names the Saviour the fruit of the womb, because He is not from a man, but from Mary alone; for those who have their seed from their fathers are their fruits.
Θεία μὲν οὖν οἰκονομία τὴν Μαρίαν ἤγαγε πρὸς τὴν Ἐλισάβετ, ἵνα ἡ μαρτυρία Ἰωάννου καὶ ἐκ μήτρας εἰς τὸν Κύριον πληρωθῇ. Ἐσκίρτησε γὰρ τὸ βρέφος, καὶ οἱονεὶ ἤρξατο ἔκτοτε προφήτην δεικνύειν τὸν Ἰωάννην ὁ Κύριος. Εἶχε δὲ καὶ ἡ πορεία τῆς Παρθένου τὴν οἰκείαν αὐτῆς σπουδήν. Ἦλθε γὰρ ὀψομένη τὴν Ἐλισάβετ, καὶ τὸ ἐν αὐτῇ παράδοξον κύημα καὶ ἰδεῖν καὶ πιστώσασθαι κατὰ τὴν τοῦ Εὐαγγελίου φωνήν, ἵνα διὰ τούτου καὶ ὁ μείζων πιστευθῇ τοκετὸς, ὁ ἐξ αὐτῆς, φημὶ, τῆς Παρθένου. Καὶ συντρέχει πρὸς τὴν πίστιν ταύτην ὁ λόγος τῆς Ἐλισάβετ λεγούσης· Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Βεβαιοτέρα οὖν ἐγένετο πρὸς τὴν πίστιν ὧν ἤκουσε παρὰ τοῦ ἀγγέλου ἡ Μαρία, μακαριζομένη, ἐὰν πιστεύσῃ, ἀγγέλου τε προσημαίνοντος, καὶ τῆς συγγενίδος τὰ παραπλήσι⟨α⟩ προφητευούσης.
Divine dispensation, therefore, led Mary to Elizabeth, so that the testimony of John even from the womb towards the Lord might be fulfilled. For the babe leaped, and the Lord as it were began from that time to show John a prophet. And the journey of the Virgin also had its own earnest purpose. For she came to see Elizabeth, and both to see and to be assured of the marvellous conception in her according to the voice of the Gospel, so that through this the greater birth also might be believed, that from herself, I mean, the Virgin. And with this faith concurs the word of Elizabeth saying: And blessed is she who believed that there shall be a fulfilment of the things spoken to her from the Lord. More confirmed, therefore, became Mary towards the faith of the things she heard from the angel, being called blessed if she believed, both as the angel foretold and as her kinswoman prophesied the like things.
Σαφῶς ἐν τούτοις παρίσταται ἡ κατὰ τὸν δημιουργὸν τοῦ κόσμου Θεὸν καὶ τὰς ἀπ' αὐτοῦ Γραφὰς κηρυσσομένη ζωὴ αἰώνιος, ἣν καὶ ὁ Σωτὴρ καταγγέλλει. Πυθομένου οὖν τοῦ νομικοῦ· Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ἐπὶ τὸν νόμον ἀναπέμπει, ἵν' ἐκεῖθεν συνάγῃ ἐντολὰς τὰς προσαγούσας τὸν ποιοῦντα αὐτὰς τῇ αἰωνίῳ ζωῇ. Μαρτυρεῖ γοῦν τῷ εἰληφότι ἀπὸ μὲν τοῦ Δευτερονομίου τὸ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· ἀπὸ δὲ τοῦ Λευϊτικοῦ τὸ, Τὸν πλησίον σου ὡς σεαυτὸν, Ὀρθῶς ἀπεκρίθης, καὶ προστίθησι· Τοῦτο ποίει, καὶ ζήσῃ, δηλονότι τὴν ζωὴν τὴν αἰώνιον, περὶ ἧς κἀκεῖνός τε ἐπύθετο, καὶ ὁ Σωτὴρ διδάσκει. Ταῦτα δὲ εἴρηται πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου, καὶ Βασιλίδου, καὶ τοὺς ἀπὸ Μαρκίωνος. Ἔχουσι γὰρ καὶ αὐτοὶ τὰς λέξεις ἐν τῷ καθ' ἑαυτοὺς Εὐαγγελίῳ· καὶ φήσομεν πρὸς αὐτούς· Ὁ μαρτυρήσας τῷ, ὅτι Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, τὴν ἐντολὴν ἀπὸ Νόμου εἰρηκότι, οὐ παρά τινος ἄλλου ἢ τοῦ δημιουργοῦ εἰρημένην, καὶ φήσας ἐπὶ τούτοις αὐτῷ, Ὀρθῶς ἀπεκρίθης, τί ἄλλο βούλεται ἡμᾶς πράττειν ὑπὲρ τοῦ ζῆσαι τὴν αἰώνιον ζωὴν, ἢ ἀγαπᾷν τὸν Θεὸν, τὸν ἐν νόμῳ καὶ προφήταις, ἐν ὅλῃ καρδίᾳ; Ὁ Σωτὴρ δὲ γοῦν ἀπεφήνατο περὶ τῶν δύο ἐντολῶν λέγων· Καὶ ἐν αὐταῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.
Clearly in these words is presented the eternal life proclaimed according to God the Creator of the world and the Scriptures from Him, which the Saviour also declares. When the lawyer therefore inquired: By doing what shall I inherit eternal life? He sends him back to the law, so that from there he may gather the commandments that lead him who does them to eternal life. Accordingly He bears witness to him when he has taken from Deuteronomy the saying, You shall love the Lord your God, and from Leviticus the saying, Your neighbour as yourself: You have answered rightly; and He adds: Do this, and you shall live, manifestly the eternal life, concerning which both that man inquired and the Saviour teaches. Now these things have been said against the followers of Valentinus, and of Basilides, and those of Marcion. For they also have the words in the Gospel according to themselves; and we shall say to them: He Who bore witness to the one who spoke from the Law the commandment, You shall love the Lord your God, spoken by none other than the Creator, and Who said to him upon these words, You have answered rightly, what else does He will us to do in order to live eternal life, than to love God, the One in the law and the prophets, with our whole heart? At any rate, the Saviour pronounced concerning the two commandments, saying: And on these hang the whole law and the prophets.
Ἁπλῶς δὲ τρισὶ τρόποις ἀποπίπτουσί τινες τῆς κλήσεως· φαντασίᾳ δογμάτων κρειττόνων, διώξει αἰσθητῶν, καὶ φιληδονίᾳ. Οἱ μὲν γὰρ ἀγρὸν ἀγοράσαντες εἰσὶν οἱ καὶ παραιτοῦνται τὸ δεῖπνον, οἱ
Now simply in three ways some fall away from the calling: by an illusion of better doctrines, by pursuit of sensible things, and by love of pleasure. For those who have bought a field are those who also beg off from the supper, who
PG 13:1905Read from the page
παραλαβόντες δόγματα ἕτερα τῆς θεότητος, πολλὴν ἔχοντα πιθανότητα καὶ ποικιλίαν τοῦ λόγου· οἳ καὶ καταφρονοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ θησαυρὸν καὶ δυνάμεις. Ὁ οὖν μὴ ἰδὼν, μηδὲ δοκιμάσας ὃν ἐκτᾶτο λόγον, διὰ τὸ προειλῆφθαι ἐξ ἀνάγκης, καὶ οὐχ ἑκουσίως, ἐξέρχεται ἐκ τοῦ δείπνου, καὶ ἐκ τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ· ὁ δὲ, Ἐρωτῶ σε, φησὶν, ὡς λόγῳ μόνῳ αἰδούμενος τὸν κεκληκότα. Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε, οὗτός ἐστιν ὁ τῆς νοητῆς καταφρονῶν φύσεως· περὶ δὲ αἰσθητὰ φιλοχωρῶν οὐδ' οὗτος ἐδοκίμασεν ἐξ ἀρχῆς ἃ ἐώνηται. Εἰ οὖν ὁ δύο ἀριθμὸς ἐπὶ ὕλης τάσσεται καὶ εἴδους, οὗτος τὰ ὑλικὰ ἐτίμα· διὸ καὶ οὗτος τὸ νοητὸν δεῖπνον παρῄτηται· ὅθεν καὶ ἔν τισιν, ἀντὶ τοῦ, Ἐρωτῶ σε, Καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν, κεῖται· οἱ γὰρ ὁρῶντες τὰ αἰσθητα φασὶ μὴ δύνασθαι ἀσώματον καταλαβεῖν· ὁ δὲ ἕτερός ἐστιν ὁ εἰπών· Γυναῖκα ἔγημα. Ὁ δοκῶν εὑρηκέναι σοφίαν, καὶ ταύτῃ κοινωνήσας, καὶ παραιτούμενος τὴν ἀληθῆ· ἢ ὁ τῇ σαρκὶ ἑνούμενος, φιλήδονος μᾶλλον ἢ φιλόθεος. Τὸ μὲν οὖν ὁλοσχερὲς τῆς παραβολῆς οὕτως. Ἐκλάβοις δὲ καὶ ἄλλως κατὰ τὸν τόπον. Ὅσον ἄνθρωποί ἐσμεν, καὶ τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος οὐ συμφέρει γινώσκειν ἡμῖν, ἀληθῶς ὁ Θεὸς ἀνθρώπῳ ὁμοιοῦται, ἵν' ὡς ἄνθρωπος ἀνθρώποις λαλήσῃ, τοῖς χωροῦσιν οἰκονομηθῆναι ὑπὸ τοῦ Θεοῦ, πάντη μένοντος Θεοῦ. Καὶ τότε παύσεται ὁμοιούμενος ἀνθρώπῳ, ὅταν παυσάμενοι ἔριδος, ζήλου, καὶ τῶν λοιπῶν κακῶν, καὶ τοῦ κατὰ ἄνθρωπον περιπατεῖν, ἀξιωθῶμεν ἀκοῦσαι ἀπὸ τοῦ Θεοῦ· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Πεπαύσεται δὲ καὶ ἄλλα πολλὰ καλούμενος, ὧν ἁμαρτωλὸς χρήζει ἄνθρωπος, πάνθηρ, καὶ λέων, καὶ ἄρκτος, ὡς ἐν τοῖς προφήταις γέγραπται. Παύσεται γὰρ ταῦτα γίνεσθαι Θεὸς, ὅτε διὰ τοὺς τάδε πεποιηκότας μηκέτι χρήζει τοῦ ὡς πάνθηρος, καὶ τοῦ ὡς λέοντος, καὶ τοῦ ὡς ἄρκτου ἀπορουμένου. Αὐτὸς οὐκ ἔτι ἔχων τοὺς τοιούτους αὐτοῦ χρήζοντας, ἐμφανίσει ἑαυτὸν καθώς ἐστι, Θεὸς ἑστὼς ἐν μέσῳ θεῶν. Οὕτως ἀκούω καὶ τοῦ· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· τῷ γὰρ οὐκ ὄντι ἀξίῳ καταναλίσκεσθαι φῶς ἐστι κατὰ τὸν Ἰωάννην λέγοντα· Ὁ Θεὸς ἡμῶν φῶς ἐστι, καὶ σκοτεία ἐν αὐτῷ οὐκ ἔστι· καὶ αὖθις· Οὔπω, φησὶν, ἐφανερώθη τί ἐσόμεθα. Οἴδαμεν δὲ, ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. Εἰ γὰρ καὶ ἀξιωθῶμεν βλέψαι νῦν τὸν Θεὸν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν αὐτὸν καθώς ἐστιν, ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῖν γίνεται· ἐν δὲ τῇ ἀποκαταστάσει πάντων, ὡς ἐλάλησε διὰ στόματος τῶν ἁγίων αὐτοῦ, ὀψόμεθα οὐχ ὡς νῦν, ὃ οὐκ ἔστιν, ἀλλ' ὡς πρέπει τότε ὃ ἐστι. Παρ' ἡμῖν μὲν τοῖς ἀνθρώποις ἀνθρώπῳ ὡμοιώθη· παρὰ δὲ τοῖς ἑαυτοὺς ἀποθεώσουσι, Θεῷ· Ὁ Θεὸς γὰρ ἔστη, φησὶν, ἐν συναγωγῇ θεῶν.
have received doctrines other than those of the Godhead, having much plausibility and variety of speech; who also despise the field that has in itself treasure and powers. He therefore who neither saw nor proved the word which he acquired, because he was preoccupied by necessity and not willingly, goes out from the supper, and from him who called him, and perhaps also from himself; and he says, I pray you, as reverencing him who called him in word alone. And he who bought five yoke of oxen, this is he who despises the intelligible nature; and loving to dwell among sensible things, neither did this man prove from the beginning the things which he bought. If therefore the number two is set over matter and form, this man honoured material things; wherefore this man also begged off from the intelligible supper; whence also in some copies, instead of I pray you, there stands And on this account I cannot come; for those who look at sensible things say that they cannot comprehend what is incorporeal; and the other is he who said: I have married a wife. He who supposes that he has found wisdom, and has had fellowship with her, and begs off from the true wisdom; or he who is united to the flesh, a lover of pleasure rather than a lover of God. Such, then, is the general drift of the parable. But you might also take it otherwise according to the passage. Inasmuch as we are men, and it is not expedient for us to know the riches of the goodness of God, truly God is likened to a man, so that as a man He may speak to men who are capable of being governed by God, while He remains wholly God. And then He will cease being likened to a man, when ceasing from strife, jealousy, and the rest of evils, and from walking according to man, we are counted worthy to hear from God: I said: You are gods, and all of you sons of the Most High. And He will also have ceased being called many other things, of which a sinful man has need—a panther, and a lion, and a bear, as is written in the prophets. For God will cease to become these things, when on account of those who have done such things He no longer has need of being like a panther, and like a lion, and like a bear bereaved. When He Himself no longer has such men needing Him thus, He will manifest Himself even as He is, God standing in the midst of gods. Thus I understand also the saying: Our God is a consuming fire; for to him who is not worthy to be consumed He is light, according to John who says: Our God is light, and in Him is no darkness; and again: Not yet, he says, has it been manifested what we shall be. But we know that, if He is manifested, we shall be like Him, for we shall see Him even as He is. For even if we are counted worthy to see God now with the mind and the heart, we do not see Him even as He is, but even as He becomes to us for the sake of our dispensation; whereas in the restoration of all things, as He spoke through the mouth of His holy ones, we shall see not as now, what He is not, but as is fitting then, what He is. Among us men, indeed, He was likened to a man; but among those who shall deify themselves, to God: For God stood, it says, in the synagogue of gods.
Notes, col. 1905

On the reading

Printed αἰσθητα, for αἰσθητὰ.

PG 13:1908Read from the page
Νοήσεις δὲ καὶ οὕτως τὸ ἐπιθυμεῖν κορεσθῆναι τὸν ἄσωτον ἐκ τῶν κερατίων. Ἡ λογικὴ φύσις ἐν ἀλογίᾳ γενομένη ἐπιθυμεῖ, κἂν μὴ ἐν κρείττοσι λόγοις, ἐν ὁποίοις γοῦν καταντῆσαι. Ἐπεὶ δὲ κεράτια γλυκάζει μὲν, καὶ πιαίνει τὸ σῶμα, τῷ δὲ σκυβάλῳ οὐ δίδωσιν ὁδὸν, εἶεν ἂν ταῦτα φιλοΰλων καὶ φιλοσωμάτων λόγοι πιθανοὶ, τὴν ἡδονὴν λεγόντων ἀγαθὸν, κνηθομένων τὴν ἀκοὴν, καὶ ἐπὶ τοὺς μύθους ἐκτρεπομένων. Καὶ οὐδεὶς ἐδίδου. Τοῖς γὰρ εὐφυέσι τὰ σαθρὰ μαθήματα οὐ παραδιδόασιν οἱ φαῦλοι, ἵνα μὴ ἐλέγχωνται. Ἄλλως τε οἱ τῶν ἔξωθεν λόγοι ἄτροφοι, καὶ τὸ χωρητικὸν καὶ ἀναδοτικὸν τῶν λογικῶν τροφῶν ἐμπλῆσαι οὐ δύνανται.
And you will understand thus also the prodigal's desiring to be filled with the carob pods. The rational nature, having come to be in irrationality, desires, even if not in better words, at any rate to arrive at words of whatever sort. And since carob pods sweeten indeed and fatten the body, but do not give a passage to the dung, these would be the plausible words of lovers of matter and lovers of the body, who call pleasure a good, itching in their hearing, and turning aside to myths. And no one gave to him. For to the well-disposed the base do not hand over their rotten teachings, lest they be convicted. Besides, the words of those outside are unnourishing, and cannot fill the capacity that receives and distributes rational foods.
Καὶ τοίνυν ἵνα καὶ ἐπαναλαβὼν τὸν λόγον εἴποιμι, οὐ μάτην μεθ' ἓξ ἡμέρας ὁ Μάρκος καὶ ὁ Ματθαῖός φασιν ἀνελθεῖν τὸν Ἰησοῦν εἰς τὸ ὄρος σὺν τοῖς μαθηταῖς· ἀλλ' ἐπεὶ ἐν ἓξ ἡμέραις τελείῳ ἀριθμῷ ὁ σύμπας κόσμος γεγένηται, ὁ πάντα τὰ τοῦ κόσμου ὑπερβαίνων πράγματα, βλέπων δὲ τὰ ἑστῶτα μόνα καὶ αἰώνια, οὗτος μεθ' ἓξ ἡμέρας παρειλῆφθαι δηλοῦται τῷ Ἰησοῦ· ὁ γὰρ ταύτας ὑπερβὰς βλέπει τὸν Ἰησοῦν, τὸν οὐδενὶ τῶν κάτω μεταμορφούμενον, μεταμορφωθέντα ἔμπροσθεν αὐτοῦ. Φαίνεται γὰρ ὁ Λόγος διαφόρους ἔχων μορφὰς, ἑκάστῳ ὡς χωρεῖ· τοῖς μὲν οὐκ ἔχει εἶδος, οὐδὲ κάλλος, τοῖς δὲ ὡραῖός ἐστι κάλλει· τοῖς μὲν γὰρ ἀναβαίνουσι διὰ τῶν ἐπαναβεβηκότων ἔργων, καὶ δι' αὐτῶν ἐπὶ τὸ ὑψηλὸν ὄρος τῆς σοφίας ἐρχομένοις, ἁπλούστερον νοεῖται καὶ κατὰ σάρκα γινώσκεται· τοῖς δὲ τελείοις θεολογεῖται, καὶ ἐν τῇ τοῦ Θεοῦ μορφῇ κατὰ τὴν γνῶσιν αὐτῶν θεωρεῖται. Λάμπει δὲ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τοῖς τέκνοις φωτὸς καὶ ἡμέρας, δικαιοσύνης ἥλιος φανερούμενος· ἀλλὰ καὶ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπ' αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος φαίνεται λευκὰ ὡς τὸ φῶς· ἅπερ ἐστὶν αἱ λέξεις, καὶ ἃ ἐνεδύσατο τῶν Εὐαγγελίων γράμματα· οἶμαι δ' ὅτι καὶ τὰ ἀπὸ τῆς Γραφῆς τῶν ἀποστόλων δηλούμενα. Ἐπὰν οὖν ἴδῃς τινὰ τὴν περὶ τοῦ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα καὶ τὴν λέξιν τῶν Εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. Τῷ δ' οὕτως ἰδόντι τὸν Ἰησοῦν ὀφθεῖεν ἂν Μωϋσῆς ὁ νόμος· καὶ Ἠλίας ὁ προφητικὸς λόγος, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν. Ὁ δὲ ἰδὼν τὴν Μωϋσέως δόξαν, καὶ νοήσας τὸν πνευματικὸν νόμον συμφωνοῦντα πρὸς τὸν Ἰησοῦ λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ κεκρυμμένην σοφίαν, εἶδε Μωϋσῆν καὶ Ἠλίαν ἐν δόξῃ, ὅτε εἶδεν αὐτοὺς μετὰ τοῦ Ἰησοῦ. Οὕτω γὰρ ὁ Λουκᾶς φησιν, ὅτι Καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας,
And therefore, that taking up the discourse again I may say it, not in vain do Mark and Matthew say that after six days Jesus went up into the mountain with the disciples; but since in six days, a perfect number, the whole world was made, he who transcends all the affairs of the world, and looks at the things that alone stand firm and eternal, this man is shown to have been taken up after six days by Jesus; for he who has transcended these sees Jesus, Who is transfigured to none of those below, transfigured before him. For the Word appears having different forms, to each as he is capable of receiving: to some indeed He has neither form nor beauty, while to others He is comely in beauty; for to those who ascend through transcendent works, and through them come to the high mountain of wisdom, He is understood more simply and is known according to the flesh; whereas to the perfect He is spoken of as God, and is contemplated in the form of God according to their knowledge. And His face also shines as the sun, appearing as the Sun of justice to the children of light and day; and His garments also appear white as the light to those led up by Him into the high mountain: which are the words and the letters of the Gospels which He put on; and I think that the things shown from the Scripture of the apostles are also meant. Whenever therefore you see someone examining accurately the theology concerning Jesus and elucidating the whole wording of the Gospels, do not hesitate to say that to such a one the garments of Jesus have become white as the light. And to him who thus sees Jesus, Moses the law and Elias the prophetic word would appear conversing with Jesus. And he who has seen the glory of Moses, and has understood the spiritual law agreeing with the word of Jesus, and the wisdom hidden in mystery in the prophets, saw Moses and Elias in glory, when he saw them with Jesus. For thus Luke says, that And behold, two men were conversing with Him, who were Moses and Elias,
Ἡ τοίνυν ἐκ τῆς νεφέλης φωνὴ τάχα μὲν Μωϋσεῖ
The voice from the cloud, therefore, perhaps to Moses
PG 13:1909Read from the page
καὶ Ἠλίᾳ λέγει· Οὗτός ἐστιν ὁ Υἱός μου, τάχα δὲ καὶ τοῖς μαθηταῖς, ἧς ἀκούσαντες, καὶ ταύτης τὴν δόξαν μὴ φέροντες, ἔπεσον ἐπὶ πρόσωπον, ταπεινωθέντες ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, καὶ σφόδρα φοβηθέντες, εἰδότες τὸ λεχθὲν πρὸς Μωϋσῆν· Οὐ γὰρ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται.
and Elijah, says: This is My Son (Luke 9:35), and perhaps also to the disciples; on hearing which, and not bearing the glory of this voice, they fell upon their face, humbled under the mighty hand of God (1 Pet. 5:6), and fearing exceedingly, knowing what was spoken to Moses: For a man shall not see My face, and live (Exod. 33:20).
Καὶ τοίνυν οὐ βούλεται ὁ Ἰησοῦς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἀκούοντες, καὶ μάλιστα δὲ οἱ ὄχλοι, τὸν οὕτω δεδοξασμένον θεωροῦντες σταυρούμενον. Οὐ φθονήσαντες οὖν ἔκρυψαν, ἀλλ' ὡς φοβηθέντες, μὴ ἀπιστηθῶσι. Φησὶ γὰρ ὁ Λουκᾶς· Καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασι. Πότε δὲ ἀπήγγειλαν; Μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ Πνεύματος παρουσίαν.
And therefore Jesus does not wish the things of His glory to be told before His glory after the passion; for those hearing would have been harmed, and especially the crowds, on beholding Him Who had been thus glorified being crucified. Not out of envy, therefore, did they hide it, but as fearing lest they should be disbelieved. For Luke says: And they kept silent, and told no one in those days anything of what they had seen (Luke 9:36). And when did they tell it? After the ascension, after the coming of the Spirit.
VARIAE LECTIONES IN TOMOS XI ET XII COMMENTARIORUM ORIGENIS IN MATTHAEUM.
Variant Readings on Tomes 11 and 12 of the Commentaries of Origen on Matthew.
(Ex codice bibliothecae S. Marci Venetae, ap. Lommatzsch, Opp. Origenis, Berolini 1831, in-12.)
(From the codex of the Library of St. Mark at Venice, in Lommatzsch, Works of Origen, Berlin 1831, 12mo.)
LOMMATZSCHIO SUO AMICO CHARISSIMO DILECTISSIMO
To his dearest and most beloved friend Lommatzsch,
S. P. D.
sends warmest greetings
JULIUS HENRICUS PETERMANN.
Julius Heinrich Petermann.
Licet nonnisi aliquot hebdomades praeterierint ex eo tempore, quo tu mihi — — — — Vitebergae dedisti : multa tamen eaque nova abinde vidi, multaque in itinere ab hiemis crudelitate perpessus sum. Verumtamen haec omnia, atque multo plura etiam, si mihi accidissent, me pristinae amicitiae atque promissorum, quae dederam, immemorem reddere nullo modo poterant. Hinc statim postquam Viennam advectus sum, Bibliothecam imperialem invisi, ubi singulari benevolentia a viro ill. Kopitar, bibliothecario imperiali acceptus sum, atque catalogos librorum manuscriptorum inspicere mihi licuit ; sed in his praeter libros sequentes nihil inveni, quod ad Origenem tuum spectet.
Although only a few weeks have passed since the time when you gave me — — — — at Wittenberg, yet I have seen many and new things since then, and have endured many things on the journey from the cruelty of the winter. Nevertheless all these things, and much more besides, even if they had befallen me, could in no way render me forgetful of our former friendship and of the promises which I had given. Hence immediately after I arrived at Vienna, I visited the Imperial Library, where I was received with singular goodwill by the illustrious Mr. Kopitar, the imperial librarian, and was permitted to inspect the catalogues of the manuscript books; but in these, besides the following books, I found nothing that pertains to your Origen.
Nempe in Catalog. Biblioth. Caes. Vindob. mss. Graec. et lingg. Or. inter codices theol. hi fere notandi veniebant.
Namely, in the Catalogue of the Greek and Oriental Manuscript Books of the Imperial Library of Vienna, among the theological codices almost these alone came to be noted.
1) Codex n. 36 (Lambecius 120) folio, chartaceus, 227 foliis constans. Inest Commentarius in prophetiam Jeremiae, librum Baruch, et Lamentationes Jeremiae. (In codice tribuitur Joanni Chrysostomo, revera autem continet Origenis, Chrysostomi et Theodoreti commentarios.)
1) Codex no. 36 (Lambeck 120), folio, paper, consisting of 227 leaves. Contained in it is a Commentary on the prophecy of Jeremiah, the book of Baruch, and the Lamentations of Jeremiah. (In the codex it is attributed to John Chrysostom, but in reality it contains commentaries of Origen, Chrysostom, and Theodoret.)
2) Codex n. 177 (Lambecius 19) in quo folio 186 — 203 continentur hypotheses sive argumenta Psalmorum omnium secundum Symmachum, Origenem, etc. Hic codex anno salutis 1210 scriptus est; membranaceus, in quarto.
2) Codex no. 177 (Lambeck 19), in which on leaves 186–203 are contained the hypotheses or arguments of all the Psalms according to Symmachus, Origen, etc. This codex was written in the year of salvation 1210; parchment, in quarto.
3) Codex n. 246 (Lambecius 53) chartaceus, antiquus, in quarto, valde exesus, et saepe vix legendus ; constat foliis 129, continens Philocaliam Origenis. Insunt prima capita viginti, reliqua desiderantur.
3) Codex no. 246 (Lambeck 53), paper, ancient, in quarto, badly worm-eaten, and often scarcely legible; it consists of 129 leaves, containing the Philocalia of Origen. Contained in it are the first twenty chapters; the rest are wanting.
4) Codex n. 311 (Lambecius 16) membranaceus, pervetustus, in octavo. Continet folia 290. Inest Psalterium a psal. IX, 17, usque ad finem cum Commentario, qui dicitur : Ὠριγένους ἐξήγησις.
4) Codex no. 311 (Lambeck 16), parchment, very ancient, in octavo. It contains 290 leaves. Contained in it is the Psalter from Psalm 9:17 right to the end with a Commentary, which is called: Exposition of Origen.
Feliciori quodammodo quoad codices Origenianos mihi esse contigit Venetiis in bibliotheca S. Marci, in qua vir reverendissimus abbas Bettio, bibliothecarius supremus, mira et insigni liberalitate non modo catalogos codicum manuscriptorum inspicere, atque libros quoscunque pervestigare, verum etiam, id quod aliis non licet, diebus saecularibus quotidie bibliothecam frequentare, ibique quandiu aperta est, in sua ipsius camera legere et laborare permisit. Hic inter codices, quos Bessario e Graecia advexit, hos mihi enotavi, utpote qui tua interesse videbantur.
It befell me to be in some measure more fortunate as regards Origenian codices at Venice in the Library of St. Mark, in which the Most Reverend Abbot Bettio, the chief librarian, with wonderful and signal liberality permitted me not only to inspect the catalogues of the manuscript codices, and to examine whatever books I wished, but also, what is not permitted to others, to frequent the library daily on weekdays, and there, so long as it is open, to read and work in his own chamber. Here, among the codices which Bessarion brought from Greece, I noted down for myself these, as seeming to be of interest to you.
1) Codex n. 43, folio, chartaceus, fol. 294. Continet Origenis Exegeticorum in Evangelium Matthaei tomos VIII, a X scilicet ad XVII, inclusive ; omnes inter editos. Insunt praeterea Origenis Exegeticorum in Evangelium Joannis tomi XXXII. — Codicis hujus sectiones secutus est Ambrosius Ferrarius in editione sua Veneta, 1551, 4. — Praeeunt nonnulla de erroribus Origenis. Init. Πολλῶν τὸν Ὠριγένην αἱρετικὸν ψη-
1) Codex no. 43, folio, paper, 294 leaves. It contains 8 tomes of the Exegetical Works of Origen on the Gospel of Matthew, namely from 10 to 17 inclusive; all among those published. Contained in it besides are 32 tomes of the Exegetical Works of Origen on the Gospel of John. — Ambrose Ferrarius followed the sections of this codex in his Venetian edition, 1551, quarto. — Certain things concerning the errors of Origen precede. Beginning: Since many have voted Origen a heretic-