ὥσπερ οἱ ἰατροὶ τῶν λυσσοδήκτων τὸν ἰὸν ἐπισπώμενοι ἐπὶ τὴν ἐπιφάνειαν, ἵνα μὴ ἔνδον νεμόμενος διαφθείρῃ τὸν ἄνθρωπον, χαλεπωτέρας ἐμποιοῦσι διαθέσεις καὶ φλεγμονάς· οὕτως ὁ Θεὸς τὴν ἐγκρυπτομένην καὶ ἐμφωλεύουσαν τοῖς βάθεσι τῆς ψυχῆς κακίαν, διὰ τῆς αὐτοῦ ἰατρικῆς ἐπισπᾶται εἰς τὰ ἔξω, ὥστε φανερὰν αὐτὴν καὶ ἐναργεστέραν γενέσθαι, ἵνα μετὰ τοῦτο τὴν ἑξῆς ἐπάγῃ θεραπείαν. Τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν τῷ Δευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον· « Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν διηγαγέ σε Κύριος ὁ Θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε, καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ. Καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνισέ σε· καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεις σὺ, καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ἄνθρωπος. » Τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ ὁ Θεὸς καὶ πειράζει, ἵνα διαγνωσθῇ τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, ὡς ὄντα μὲν, ἐναποκείμενα δὲ τῷ βάθει, καὶ εἰς φανερὸν διὰ τῶν κακώσεων ἐρχόμενα. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Ἰὼβ ὑπὸ τοῦ Κυρίου διὰ λαίλαπος καὶ νεφῶν ἀπαγγελλόμενον πρὸς τὸν Ἰὼβ, οὕτως· « Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος· » οὔτε γὰρ εἶπε, γένῃ δίκαιος, ἀλλ', ἵνα ἀναφανῇς, τοιοῦτος ὢν καὶ πρὸ τῶν πειρασμῶν, ἀναφανῇς δὲ ἐν τοῖς συμβεβηκόσιν.
just as physicians, drawing the venom of those bitten by a mad dog to the surface, lest feeding within it destroy the man, produce more severe conditions and inflammations; so God draws out through His medical art the wickedness hidden and lurking in the depths of the soul to the outside, so that it may become manifest and clearer, in order that after this He may apply the subsequent healing. And of such a kind I consider the sayings in Deuteronomy also to be, which run in this manner: "And thou shalt remember all the way which the Lord thy God led thee this fortieth year in the wilderness, that He might afflict thee, and try thee, and that the things in thy heart might be discerned, whether thou wilt keep His commandments, or not. And He afflicted thee and famished thee; and He fed thee with the manna, which thou knewest not, and thy fathers knew not; that He might declare to thee that man shall not live by bread alone, but by every word that proceeds through the mouth of God shall man live." Observe in these words that God afflicts and tries, in order that the things in each one's heart may be discerned, as existing indeed, but laid up in the depth, and coming into the open through afflictions. Such also is that which in Job is declared by the Lord through whirlwind and clouds to Job, thus: "Thinkest thou that I have dealt with thee otherwise than that thou mightest appear righteous?" For neither did He say, mightest become righteous, but, that thou mightest appear, being such even before the trials, and mightest appear in the things that have befallen.
Ἔλεγε δέ τις τῶν καθ' ἡμᾶς, ἀπὸ τῆς συνηθείας τὸ ζητούμενον παραμυθούμενος, ὅτι πολλάκις οἱ χρηστοὶ κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν, λέγειν εἰώθασι τὸ, « Ἐγώ σε ἀπώλεσα, » καὶ, « Ἐγώ σε πονηρὸν ἐποίησα, » μετὰ τοῦ ἤθους ἐμφαίνοντες, ὅτι ἡ χρηστότης αὐτῶν καὶ μακροθυμία πρόφασις δοκεῖ γεγονέναι τῆς ἐπὶ πλεῖον πονηρίας. Ὥσπερ οὖν τούτων λεγομένων δύναταί τις λέγειν συκοφαντῶν, ὅτι ὡμολόγησεν ὁ δεσπότης πονηρὸν πεποιηκέναι τὸν οἰκέτην· οὕτω τὰ ὑπὸ τῆς ἀγαθότητος τοῦ Θεοῦ πρόφασις γενόμενα τῆς σκληρότητος τοῦ Φαραὼ, ἐσκληρυκέναι ἀναγέγραπται τὴν καρδίαν Φαραώ. Παραμυθήσεται δὲ οὗτος ἐξ ἀποστολικῶν ῥητῶν, ὃ νενόηκεν εἰπεῖν· « Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; διὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοσύνης τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. » Ὁ αὐτὸς γοῦν Ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπι-
And someone of our contemporaries used to say, softening the matter under inquiry from common usage, that often good masters, showing long-suffering towards those of their servants who sin, are accustomed to say, "I have ruined you," and, "I have made you wicked," indicating by their manner that their goodness and long-suffering seem to have become an occasion of greater wickedness. Just as, therefore, when these things are said, someone could say by way of cavilling that the master confessed to having made the servant wicked; so the things which from the goodness of God became an occasion of the hardness of Pharaoh are recorded to have hardened the heart of Pharaoh. And this man will support from apostolic sayings what he has thought fit to say: "Or despisest thou the riches of His goodness and forbearance and long-suffering, not knowing that the goodness of God leads thee to repentance? But according to thy hardness and unrepentant heart thou treasurest up for thyself wrath in the day of wrath, and of revelation, and of the righteous judgement of God, Who will render to each according to his works." The same Apostle at all events in the Epistle to the Romans