Migne Reading Room

PG 12 · cols. 265–276 · Read from the page

Homilies on Genesis

Homilies on Genesis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 12:265Read from the page
θεῖν αὐτοῦ τῷ βουλήματι ; δῆλον γὰρ ὅτι μὴ βουλομένου πειθόμενον ἔχειν οἷς προστάσσει τὸν Φαραὼ ταῦτα δοκεῖ λέγεσθαι τὰ ῥήματα. Τοῖς δὲ πιστεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγένηται, διὰ τό· « Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ · » οἱ μὲν γὰρ πειθόμενοι μὴ ἄλλον εἶναι Θεὸν παρὰ τὸν δημιουργὸν φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ Θεὸς ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, αἰτίαν οὐκ ἔχοντος τοῦ, τόνδε μὲν ἐλεεῖσθαι, τόνδε δὲ σκληρύνεσθαι ὑπ' αὐτοῦ. Ἕτεροι δὲ βέλτιον παρὰ τούτους φερόμενοι, φασὶ πολλὰ καὶ ἄλλα κεκρύφθαι τῆς Γραφῆς αὐτοῖς νοήματα, καὶ οὐ παρὰ τοῦτο τῆς ὑγιοῦς πίστεως τρέπεσθαι · ἓν δὲ τῶν ἀποκεκρυμμένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. Οἱ δὲ ἕτερον θεὸν φάσκοντες παρὰ τὸν δημιουργὸν, δίκαιον μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθὸν, σφόδρα ἰδιωτικῶς ἅμα καὶ ἀσεβῶς ἐνεχθέντες, ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἴεσθαι ὅτι οἷόν τέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χωρὶς ἀγαθότητος, καὶ ἀγαθότητα δίχα δικαιοσύνης· ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδίᾳ ὑπολήψει περὶ δικαίου προσίενται θεοῦ, σκληρύνειν τὴν καρδίαν Φαραὼ, καὶ ἀπειθῆ αὐτὴν κατασκευάζειν ἑαυτῷ. Εἰ γὰρ ὁ τὸ κατ' ἀξίαν ἀπονέμων ἑκάστῳ δίκαιος, καὶ ἀπὸ τῆς ἑαυτῶν αἰτίας κρείττοσιν ἢ χείροσι γεγενημένοις ἀποδιδοὺς ὧν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος, ὁ ἁμαρτίας χείρονος αἴτιος γενόμενος τῷ Φαραώ ; καὶ οὐχ ἁπλῶς αἴτιος, ἀλλ' ὅσον ἐφ' οἷς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ γενέσθαι αὐτὸν ἀδικώτατον. Ἐπ' οὐδὲν γὰρ ἀναφέροντες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραὼ, οὐκ οἶδ' ὅπως δίκαιον θεὸν, κἂν καθάπερ διηγεῖσθε βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φαραώ · ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν προκείμενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν, ὅτι ἐπεὶ σκληρύνει, πονηρὸς ὁ Δημιουργός · ἢ μήτε εὐποροῦντες ἀποδείξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικὸν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὡς πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὁδὸν, ἐξηγητικὴν τοῦ, « Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ, » ἀποστάντες τοῦ ἐκ τοῦ νομί-
to obey His will? For it is clear that these words seem to be spoken as though He did not wish to have Pharaoh obedient to the things which He commands. And among those who are thought to believe, no ordinary disagreement has arisen on account of the saying: "The Lord hardened the heart of Pharaoh"; for some, being persuaded that there is no other God beside the Creator, think that by arbitrary allotment God has mercy on whom He wills, and hardens whom He wills, without there being any cause for why this man is shown mercy, and that man is hardened by Him. Others, however, being borne along better than these, say that many other meanings of Scripture also are hidden from them, and that they do not on that account turn aside from the sound faith; and that one of the things hidden away is also the sound account concerning this passage of Scripture. But those who allege another god beside the Creator wish him to be just indeed and not good, being borne along at once very ignorantly and impiously in separating justice from goodness, and thinking that it is possible for justice to be in someone without goodness, and goodness apart from justice; nevertheless, even while saying this, they admit things contrary to their own supposition concerning a just god, namely, that he hardens the heart of Pharaoh, and renders it disobedient to himself. For if he is just who assigns to each according to his worth, and renders to those who from their own cause have become better or worse the things which he knows each is fit to obtain, how is he just who has become the cause of worse sin to Pharaoh? And not simply the cause, but so far as lies in the things as they understood them, having cooperated towards his becoming most unjust. For referring the hardening of the heart of Pharaoh to nothing worthy of the purpose of a just god, I do not know how they can show him who hardens the heart of Pharaoh to be a just god, even if they wish to do so as you relate; whence we must press them hard in the matters pertaining to the passage before us, so that either they may show how a just god hardens, or they may dare to say that since he hardens, the Creator is evil; or else, neither having a supply of proofs that a just one is a hardener of anyone, nor daring to utter what is to such a degree impious concerning him who created as being evil, they may flee for refuge to another way, explanatory of "The Lord hardened the heart of Pharaoh," departing from the supposition that by thinking
PG 12:268Read from the page
ζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις. Τὸ δὲ τελευταῖον, κἂν ἀπορεῖν ὅ τι ποτὲ ὁ λόγος ὑποβάλλῃ ὁμολογήσωσιν· ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ Θεοῦ ἐν τῷ προκειμένῳ προβλήματι. Ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπ' ἀπωλείᾳ γεγονέναι, καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦσθαι ὃ διδάσκουσι διὰ τοῦ « ἐσκληρύνθαι ὑπὸ Κυρίου τὴν καρδίαν Φαραὼ, » φέρε ταῦτα αὐτῶν πυνθανώμεθα· Ὁ ἐπ' ἀπωλείᾳ κτισθεὶς, οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης αὐτῷ πρὸς τὰ καλά. Τίς οὖν χρεία τὸν Φαραὼ, ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα, σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν ; Εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. Ἀποκρινέσθωσαν δὴ περὶ τούτου λέγοντες, τί ἂν ἐποίησε Φαραὼ εἰ μὴ ἐσκληρύνθη ; Εἰ μὲν γὰρ ἀπέλυε μὴ σκληρυνθεὶς, οὐχὶ φύσεως ἀπολλυμένης ἦν· εἰ δὲ μὴ ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν, ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μή σκληρυνθείς. Τί δὲ ἐνεργῶν ὁ Θεὸς περὶ τὸ ἡγεμονικὸν αὐτοῦ ἐσκλήρυνεν αὐτόν ; καὶ πῶς αὐτὸν αἰτιᾶται λέγων, « Ἀνθ' ὧν ἀπειθεῖς μοι, ἰδοὺ ἐγὼ ἀποκτενῶ τὰ πρωτότοκά σου, καὶ γνώσονται γὰρ, φησὶ, πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγὼ δέ εἰμι Κύριος· » ὡς διὰ τοῦτο τῶν νομιζομένων χαλεπῶν ἐπαγομένων αὐτοῖς, ἵνα γνῶσι τὸν Θεόν. Ἐν δὲ τοῖς Μακκαβαϊκοῖς τοιοῦτόν τι λέγεται· « Παρακαλῶ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ, μὴ συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν δὲ τὰ γινόμενα μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι· καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι δυσσεβοῦντας, ἀλλ' εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον· οὐ γὰρ καθάπερ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ Δεσπότης, ὡς εἰς τέλος ἀφειμένων αὐτῶν τῶν ἁμαρτημάτων, ὕστερον αὐτοὺς ἐκδικῇ· οὕτω καὶ ἐφ' ἡμῖν ἔκρινε, παιδεύων δὲ μετὰ συμφορᾶς, οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν. » Εἰ γὰρ τὸ ἐπιπίπτειν ἐπιτιμίοις διὰ τὰ ἁμαρτήματα, μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον, ἐπιτιμώμενος καὶ ὁ Φαραὼ μετὰ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ οὐ μάτην ἐπιτετίμηται, μηδὲ ἐπὶ τῷ ἰδίῳ κακῷ. Οἱονεὶ δὲ Θεοῦ μιμητὴς γινόμενος κατὰ τὸ ἐπιβάλλον τοῖς καιροῖς ὁ Δαυῒδ, ἐντέλλεται
that they understand the things according to the wording, they destroy their own conceptions concerning a just god. And finally, let them at least confess that they are at a loss as to what the statement suggests; let these things, then, be canvassed by way of examination concerning God in the problem before us. And since with regard to the topic concerning nature those who suppose that some have come into being from their constitution for perdition adduce these things also, saying that what they teach is shown through the saying, "the heart of Pharaoh was hardened by the Lord," come, let us inquire these things of them: He who was created for perdition could never do any of the better things, since the very nature existing within him acts against him with respect to noble things. What need, then, was there for Pharaoh, who happened to be, as you say, a son of perdition, to be hardened by God, so that he might not send away the people? For if he had not been hardened, he would have sent them away. Let them answer, then, concerning this, saying what Pharaoh would have done if he had not been hardened? For if on the one hand he would have let them go if not hardened, he was not of a perishing nature; if on the other hand he would not have let them go, it was superfluous for his heart to be hardened, for in like manner he would not have let them go even if not hardened. And working what about his governing faculty did God harden him? And how does He accuse him, saying, "Because thou disobeyest Me, behold, I will slay thy firstborn, and indeed, He says, all the Egyptians shall know that I am the Lord"; as though on this account the things accounted grievous were brought upon them, that they might know God. And in the books of the Maccabees something of this sort is said: "I exhort those who light upon this book not to be cast down on account of the calamities, but to consider that the things that happen are not for destruction, but for the training of our race; for indeed that those who act impiously are not left alone for a long time, but straightway fall into punishments, is a sign of great beneficence; for not as with the other nations the Master waits patiently to punish them afterwards when their sins have reached their fulness, did He thus judge in our case also, but training us with calamity, He does not forsake His own people." For if falling into punishments on account of sins is a sign of great beneficence, see whether Pharaoh also, being punished after his heart was hardened, and being chastised together with his people, has not been punished not in vain, nor for his own harm. And David, becoming as it were an imitator of God according as befitted the times, commands
Notes, col. 268

On the reading

Printed μή, for μὴ.

PG 12:269Read from the page
περὶ τοῦ Ἰωὰβ τῷ Σολομῶντι κολάσαι αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβενήρ, υἱὸν Νὴρ, καὶ ἀποκτεῖναι διὰ τὰ ἐπταισμένα, εἶτα ἐπιφέρει· « Καὶ κατάξεις αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδου. » Δῆλον δὲ ὅτι, ὡς καὶ ὁ Ἑβραῖος ἡμῖν ἀπήγγειλε, τὸ διὰ τοῦ κολασθῆναι αὐτὸν ἐν εἰρήνῃ κοιμηθήσεσθαι, οὐκ ἔτι ὀφειλομένης αὐτῷ κολάσεως καὶ βασάνου, διὰ τὸ ἐντεῦθεν ἤδη ἀπειληφέναι αὐτὸν, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Οὕτω δ' ἡμεῖς καὶ πᾶσαν ἀπειλὴν, ἀπό τε τῶν ἱερῶν Γραφῶν, καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος, καὶ τάξεως τῶν δημιουργημάτων παραδεχόμεθα Θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα, καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα, καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ Πατρὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἀγαθῷ, καὶ δικαίῳ, καὶ σοφῷ, καὶ ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς Γραφὰς ἄγειν ἀγωνιζόμεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ Θεοῦ, καὶ σοφοῦ, καὶ δικαίου, οὐδὲ κατὰ τὸ τυχὸν ὑπονοηθέντες ἂν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν· κατὰ δὲ τὸ ἐφαρμόζειν, ἢ μὴ, τῇ ἀγαθότητι αὐτοῦ, καὶ δικαιοσύνῃ, καὶ σοφίᾳ τὰ λεγόμενα, Θεοῦ σωτῆρος δεόμενοι. Τοιαῦτα τοίνυν καὶ περὶ τοῦ· « Ἐσκλήρυνε Κύριος ὁ Θεὸς τὴν καρδίαν Φαραὼ, » ὑπονοοῦμεν. Ἰατρός ἐστι ψυχῆς ὁ λόγος τοῦ Θεοῦ, ὁδοῖς θεραπείας χρώμενος ποικιλωτάταις καὶ ἁρμοδίαις πρὸς τοὺς κακῶς ἔχοντας καὶ ἐπικαιριωτάταις· τῶν δὲ τῆς θεραπείας ὁδῶν, αἱ μέν εἰσιν ἐπὶ πλεῖον, αἱ δὲ ἐπ' ἔλαττον πόνους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν ἀγομένοις· πάλιν τ' αὖ βοηθήματα, ὁτὲ μὲν ἀπεμφαινόντως γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει, καὶ πάλιν τάχιον ἢ βράδιον· καὶ μετὰ τὸ ἐμφορηθῆναι τῆς ἁμαρτίας, ἢ μετὰ τὸ, ὥσπερ εἰπεῖν, μόνον ἅψασθαι αὐτῆς. Μαρτυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος Γραφὴ, σκυθρωποτέρων βοηθημάτων ἐπὶ πλεῖον ἢ ἔλαττον ἀναγεγραμμένων γεγονέναι τῷ λαῷ, καὶ συμβεβηκέναι αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως· ἐν πολέμοις μείζοσιν ἢ ἐλάττοσι, καὶ λιμοῖς πολυχρονιωτέροις, ἢ ὀλιγοχρονιωτέροις. Ἀπεμφαινόντως δὲ ἐν τῷ· « Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσι. » Τάχα γὰρ ἐπὶ πλεῖον ἀφιεμένας ψυχὰς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρ' ἑαυτοῖς ἐγκαταλείπει· ἕως κορεσθεῖσαι ἀποστραφῶσι τῶν ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὐτὰ βουλόμεναι, καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς, καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. Βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσασαι ἂν τοῦ δεύτερον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ τὸ τάχιον ἀπηλλάχθαι τῶν κακῶν. Οἶδε δὲ ὁ τεχνίτης Θεὸς τὰς διαθέσεις ἑκάστων, καὶ ὡς ἐπιβάλλει αὐτῷ, μόνος ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν,
Solomon concerning Joab to chastise him on account of his sins against Abner the son of Ner, and to slay him on account of his offences, and then adds: "And thou shalt bring down his grey hair in peace to Hades." Now it is clear, as the Hebrew also reported to us, that through his being chastised he will sleep in peace, since punishment and torment are no longer owed to him after his departure from hence, on account of his having already received it from hence. And thus we also accept every threat, both from the sacred Scriptures and from the operation according to the greatness and order of the works of creation of the God Who created the things that are seen and the things that are not seen, the things temporal and the things eternal, as being one and the same in all respects with the Father of our Lord and Saviour, good, and just, and wise; and we strive to lead the Scriptures to that mark: in showing that all things are of a good, and wise, and just God, we would not even in the least degree be suspected by those who have sense of falling short; while in fitting, or not, the things that are said to His goodness, and justice, and wisdom, we stand in need of God the Saviour. Such things, accordingly, we suppose also concerning the saying: "The Lord God hardened the heart of Pharaoh." The Word of God is a physician of the soul, using ways of healing most varied and fitting for those who are ill and most seasonable; and of the ways of healing, some produce pains and torments to a greater extent, others to a lesser extent, for those who are being led to healing; and again, remedies sometimes take place in an incongruous manner, and sometimes it is not so, and again sooner or later; both after one has been filled with sin, or after one has, so to speak, only touched it. And the whole divinely inspired Scripture is full of testimonies to each of these, of sterner remedies recorded to have taken place to a greater or lesser extent for the people, and to have befallen it for the sake of conversion and amendment: in greater or lesser wars, and longer or shorter famines. And in an incongruous manner in the saying: "I will not visit upon your daughters when they commit fornication, and upon your brides when they commit adultery." For perhaps He abandons to themselves souls that are given over to a greater extent to bodily things and things thought to be pleasant, until being sated they turn away from the things they desire, as it were even wishing to vomit them up, and would no longer quickly fall into the same things, on account of their having been filled with them to the utmost and having been tormented to such a degree. Whereas those souls are led more slowly to healing which would have thought lightly of falling a second time into the same things, on account of having been too quickly delivered from the evils. Now God the Artificer knows the dispositions of each, and as befits Him, being alone able with scientific knowledge to apply the healings, He knows
PG 12:272Read from the page
τί χρὴ, καὶ πότε ἑκάστῳ ποιεῖν. Ὥσπερ δὲ ἐπί τινων σωματικῶν παθημάτων, εἰς βάθος τοῦ, ἵν' οὕτως εἴπω, κεχωρηκότος κακοῦ, ὁ ἰατρὸς εἰς τὴν ἐπιφάνειαν διά τινων φαρμάκων ἕλκει καὶ ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς χαλεπὰς ἐμποιῶν καὶ διοιδήσεις, καὶ πόνους πλείονας ὧν εἶχέ τις πρὶν ἐπὶ τὸ θεραπευθῆναι ὁδεῦσαι· ὥσπερ ἔθος ποιεῖν αὐτοῖς ἐπὶ λυσσοδήκτων, καὶ ἑτέρων τινῶν τὰ παραπλήσια τούτοις πεπονθότων· οὕτως οἶμαι καὶ τὸν Θεὸν οἰκονομεῖν τὴν κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. Καὶ ὥσπερ λέγει ὁ ἰατρὸς ἐπὶ τοῦδέ τινος· Ἐγὼ φλεγμονὰς ποιήσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγκάσω τάδε τινὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐργάσασθαι· λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, ὁ μὲν ἀκούων αὐτοῦ ἐπιστημονικώτερος, οὐκ αἰτιάσεται, ἀλλὰ καὶ ἐπαινέσεται τὸν ταῦτα οἱονεὶ ἀπειλοῦντα ἐργάσασθαι· ὁ δέ τις λέξει φάσκων ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν, τὸ δέον ὑγιάζειν, ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα· οὕτω δὲ οἶμαι καὶ τὸν Θεὸν εἰρηκέναι τό· « Ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ· » καὶ τούτων γεγραμμένων, ὁ μὲν ἀκούων ὡς Θεοῦ λογίων, τὸ μὲν ἀξίωμα τοῦ λέγοντος τηρῶν ἀποδέχεται, καὶ ζητῶν πᾶς εὑρίσκει καὶ ἐν τούτοις ἀγαθότητα τοῦ Θεοῦ παραστῆσαι γινομένην · φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου · καὶ δεύτερον περὶ τῶν Αἰγυπτίων, ὅσοι ἔμελλον τὰ γινόμενα καταπληττόμενοι ἀκολουθεῖν τοῖς Ἑβραίοις · « Ἐπίμικτος γὰρ, φησὶ, λαὸς πολὺς τῶν Αἰγυπτίων συνεξῆλθεν αὐτοῖς · » ἀποῤῥητότερον δὲ καὶ βαθύτερον τάχα, καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραὼ, οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν, οὐδὲ τὴν ἕξιν συνέχοντι, ἀλλ' ἕλκοντι καὶ εἰς τοὐμφανὲς ἄγοντι αὐτὸν, καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας, ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν οἰστικὸν δένδρον, τάχα ξηραινόμενον ἐπὶ τέλει, ὅτε καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς ἀπολέσθαι, ἀλλ' ἐπὶ τῷ ἀποβαλόντα τὰ ἁμαρτήματα κουφισθῆναι, καὶ τάχα ἐν εἰρήνῃ ἀπὸ τοσούτου πολέμου τῆς ψυχῆς εἰς ᾅδου καταβῆναι. Ἀλλ' εἰκὸς δυσπαθῶς ἕξειν τοὺς ἐντευξομένους, βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγόμενον, ὡς ἄρα συμφέρον γεγονέναι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγεγραμμένα γεγονέναι, μέχρι καὶ τῆς καταποντώσεως. Ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθεν τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι τοῦ περὶ τῶν εἰρημένων. « Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ Δαυῒδ, τοῦ ἁμαρτωλοῦ · » ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται. Ἔτι δὲ αὐτὸς ὁ Δαυῒδ ἀπαγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ, καὶ τῶν εἰς αὐτὸν πιστευόντων, φησίν·
what must be done, and when, for each. And just as in certain bodily affections, when the evil has advanced, so to speak, into the depth, the physician through certain medicines draws and attracts the matter to the surface, producing grievous inflammations and swellings, and pains greater than those one had before setting out to be healed—just as it is their custom to do in the case of those bitten by a mad dog, and certain others who have suffered things similar to these—so I think God also deals with the hidden wickedness that has advanced into the depth of the soul. And just as the physician says in the case of such a one: I will make inflammations around the place of the remissness, and will force certain parts here to swell up, so as to produce a grievous abscess; and when the physician says these things, he who hears him with more scientific knowledge will not blame him, but will even praise him who as it were threatens to produce these things; whereas someone else will speak, alleging that he is doing what is foreign to the profession of physicians, when he ought to heal, leading the patient to inflammations and abscesses; so also I think God has spoken the saying: "I will harden the heart of Pharaoh"; and since these things are written, he who hears them as oracles of God accepts them, preserving the dignity of Him Who speaks, and everyone who seeks finds how in these things also to show the goodness of God taking place: more manifestly indeed for the salvation of the people, confirmed in faith through many marvels; and secondly concerning the Egyptians, as many as, struck with amazement at the things taking place, were about to follow the Hebrews: "For a mixed multitude," says he, "a great people of the Egyptians went out together with them"; and more secretly and more deeply, perhaps, even for the sake of benefit accruing to Pharaoh himself, no longer hiding the venom, nor holding in the habit, but drawing it out and bringing it into the open, and perhaps through acting exhausting it, so that having accomplished all the eruptions of the wickedness existing within him, he might afterwards have the tree productive of evils weakened, perhaps drying up at the end, when he is plunged in the sea—not, as someone might think, for the purpose of perishing utterly, but for the purpose of being lightened after casting off his sins, and perhaps descending in peace to Hades from so great a war of the soul. Yet it is likely that those who light upon this will take it ill, supposing that what is said is forced, that it was advantageous to Pharaoh that his heart was hardened, and that all the things recorded took place on his behalf, even up to his plunging in the sea. But see whether we can from hence remove stubbornness and produce persuasion concerning the things that have been said. "Many are the scourges," says David, "of the sinner"; and his son teaches that God scourges every son whom He receives. And furthermore, David himself, prophesying the declaration concerning Christ and those who believe in Him, says:
PG 12:273Read from the page
« Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολὰς δέ μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν. » Οὐκοῦν χάρις Θεοῦ ἐστι τὸ ἄνομον ἐπισκεφθῆναι ῥάβδῳ, καὶ τὸν ἁμαρτωλὸν μάστιξι. Καὶ ὅσον γε οὐ μαστιγοῦται ὁ ἁμαρτάνων, παιδεύσει καὶ διορθώσει οὐδέπω ὑπάγεται· διὸ καὶ ἀπειλεῖ ὁ Θεὸς, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν οἰκούντων, « Μηκέτι ἐπισκέψασθαι ἐπὶ τὰς θυγατέρας αὐτῶν ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοιχεύωσι. » Καὶ ἀλλαχοῦ φησιν· « Ἀνθ' ὧν ἐκαθάρισά σε καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω ἐπὶ σοὶ ἔτι. » Οὐκοῦν οἷς οὐ θυμοῦται ἁμαρτάνουσιν, ἵν' οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται. Παρατηρητέον δὲ καὶ ἐπὶ ταῖς προφητικαῖς ἀπειλαῖς ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· « Γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. » Καὶ ἀπειλεῖ οὐ μόνον Ἰσραηλίταις, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ Ἀσσυρίοις, καὶ ἑτέροις ἐχθροῖς τοῦ λαοῦ. Τοῦτο δὲ τὸ ἐπὶ τέλει πολλῶν νομιζομένων ἀπειλῶν καὶ ἐν τῇ Ἐξόδῳ ἀναγέγραπται. Ἆρα γὰρ ὁ σκληρύνων σκληρὸν σκληρύνει ; σαφὲς δ' ὅτι σκληρὸν οὐ σκληρύνεται, ἀλλ' ἀπὸ ἁπαλότητος ἡ σκληρότης εἰς σκληρότητα μεταβάλλει· ἁπαλότης δὲ καρδίας κατὰ τὴν Γραφὴν ἐπαινετὴ, ὡς πολλαχοῦ τετηρήκαμεν. Λεγέτωσαν τοιγαροῦν εἰ χρηστὸς ὁ Φαραὼ τυγχάνων, γεγένηται πονηρὸς, ἀλλὰ καὶ ἤτοι αἰτιώμενος ὁ Θεὸς τῷ Φαραὼ, μάτην αἰτιᾶται, ἢ οὐ μάτην· εἰ μὲν οὖν μάτην, πῶς ἔτι σοφὸς καὶ δίκαιος ; εἰ δὲ μὴ μάτην, αἴτιος ἐτύγχανε τῶν ἁμαρτημάτων τῶν κατὰ τὴν ἀπείθειαν τῷ Φαραώ· καὶ εἰ αἴτιος, οὐ φύσεως ἦν ἀπολλυμένης ἐκεῖνος. Πιστευτέον μέντοιγε καὶ τοῦτο, διὰ τὸ καταχρώμενον τὸν Ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· « Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι, Τί ἔτι μέμφεται ; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε ; » τίς ὁ σκληρύνων καὶ ἐλεῶν ; οὐ γὰρ δὴ ἑτέρου τὸ σκληρύνειν, καὶ ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν, ἀλλὰ τοῦ αὐτοῦ. Ἤτοι οὖν οἱ ἐν Θεῷ ἐλεούμενοι τοῦ σκληρύνοντός εἰσι τὴν καρδίαν Φαραὼ, καὶ μάτην ἀναπλάσσεται αὐτοῖς ἕτερος Θεὸς, ἢ ἀγαθός. Κατ' αὐτοὺς Θεὸς, οὐκ ἐλεήμων μόνον, ἀλλὰ καὶ σκληρύνων, καὶ οὐκ ἔτ' ἂν εἴη, ὡς ὑπολαμβάνουσιν, ἀγαθός. Πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν πρὸς τοὺς ἀβασανίστως ἑαυτοῖς χαριζομένους τὸ νενοηκέναι, καὶ ἐπιβαίνοντας τῇ ἁπλότητι τῶν ἡμετέρων, ἐνιστάμενοι καὶ δεικνύντες ὅτι οὔτε εἰς ἃ ὑπολαμβά-
"If his sons forsake My law, and walk not in My judgements; if they profane My statutes, and keep not My commandments, I will visit their iniquities with a rod, and their unrighteousnesses with scourges; but My mercy I will not scatter away from them." Therefore it is a grace of God that lawlessness is visited with a rod, and the sinner with scourges. And so far as he who sins is not scourged, he is not yet subjected to training and amendment; wherefore God also threatens, if the sins of those who dwell in Judaea become great, "No longer to visit upon their daughters when they commit fornication, and upon their brides when they commit adultery." And elsewhere He says: "Because I cleansed thee and thou wast not cleansed, I will no longer be wroth with thee, nor will I be jealous over thee any longer." Therefore with those sinners with whom He is not wroth, He is not wroth, so to speak, in anger. And it must also be observed in the prophetic threats against the many, that there is added at the end the saying: "They shall know that I am the Lord." And He threatens not only Israelites, but also Egyptians, and Assyrians, and other enemies of the people. And this saying at the end of many things accounted threats is recorded in Exodus also. For does he who hardens harden what is hard? Yet it is clear that what is hard is not hardened, but from softness hardness changes into hardness; and softness of heart according to Scripture is praiseworthy, as we have observed in many places. Let them say, therefore, whether Pharaoh, happening to be good, has become evil; moreover, either when God blames Pharaoh, He blames him in vain, or not in vain: if then in vain, how is He still wise and just? And if not in vain, Pharaoh happened to be the cause of the sins pertaining to his disobedience; and if he was the cause, he was not of a perishing nature. Yet this also must be believed, on account of the Apostle making use of the sayings from hence and saying: "So then He has mercy on whom He wills, and whom He wills He hardens. Thou wilt say then to me, Why does He still find fault? For who has resisted His will?" Who is he who hardens and has mercy? For surely according to the apostolic voice it does not belong to one to harden, and to another to have mercy, but to the same One. Either, then, those who are shown mercy in God belong to Him Who hardens the heart of Pharaoh, and in vain is another God fashioned by them than the good One; or according to them God is not merciful only, but also hardens, and would no longer be, as they suppose, good. And all these things we have purposely examined at greater length against those who without examination grant to themselves that they have understood, and who trample upon the simplicity of our people, objecting and showing that neither for the things which they sup-
PG 12:276Read from the page
νουσι περὶ Θεοῦ, οὔτε εἰς ἃ δογματίζουσι περὶ φύσεως, συμβάλλεται αὐτοῖς, ὡς οἴονται, ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος. Ἡμεῖς δὲ πολλαχόθεν πειθόμενοι, καὶ πόνον καὶ κόλασιν τὰ προσαγόμενα ἀπὸ τοῦ Θεοῦ νομίζομεν γίνεσθαι, οὐδέποτε κατὰ τῶν πασχόντων, ἀλλ' ἀει ὑπὲρ αὐτῶν. Καὶ τὰ χαλεπώτατα γοῦν Θεῷ νομιζόμενα προσάπτεσθαι τῶν ὀνομάτων, θυμὸς καὶ ὀργὴ, ἐλέγχειν καὶ παιδεύειν λέγεται ἐν τῷ· « Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, » τοῦ ταῦτα εὐχομένου, δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ Θεοῦ, καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὡς τινῶν ἐλεγχθησομένων τῷ θυμῷ τοῦ Θεοῦ, καὶ παιδευθησομένων τῇ ὀργῇ αὐτοῦ. Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς Καινῆς Διαθήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν Σωτῆρος λέγοντος· « Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε δὲ ἐκάη· » οὐκ ἂν γὰρ μὴ σωτηρίου ὄντος τοῦ πυρὸς, ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις σωτηρίου, ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ Θεοῦ Υἱός. Ἀλλὰ καὶ ὁ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Κυρίῳ, οὐ μόνον πεφρόντικε τῆς οἰκοδομῆς τῶν ἐκ τοῦ ὁρᾷν τὸ γεγενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν εἰς Χριστὸν πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων· βουλόμενος αὐτοὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαιώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δεδώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. Καὶ Παῦλος δὲ τὸν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων ἐπιστρέφει αὐτὸν εἰς θεοσέβειαν, λέγων αὐτῷ· « Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου
think concerning God, nor towards the doctrines they hold concerning nature, does the passage currently under examination contribute for them, as they suppose. But we, being persuaded from many quarters, consider that both pain and punishment which are brought on from God come to pass never against those who suffer, but always for their sake. And at all events the harshest of the names thought to be attached to God, wrath and anger, are said to reprove and chasten in the words: "O Lord, reprove me not in Thy wrath, neither chasten me in Thy anger," since he who prays these things begs not to stand in need of the reproof that is through the wrath of God, and of the chastening that is through His anger, on the ground that some will be reproved by the wrath of God, and chastened by His anger. And in order that we may the more assent to what is said, we must also use similar sayings from the New Testament, where the Saviour says: "I came to cast fire upon the earth, and would that it were kindled;" for if the fire which He came to cast upon the earth were not salutary, and salutary for men, the Son of the good God would not have said these things. Moreover, Peter also, when he slew with his word Ananias and Sapphira, who had sinned in lying not to men, but to the Lord, took thought not only for the edification of those who from seeing what had happened would become more reverent towards faith in Christ, but also for those who died; wishing to release them from the body purified by the sudden death and contrary to expectation, having also some plea of justification, since they had given at least half of their possessions for the need of those in want. And Paul too, blinding with his word the man who was with the proconsul Sergius Paulus, turns him through pains to godliness, saying to him: "O full of all deceit and all villainy, son of the devil, enemy of all righteousness, wilt thou not cease perverting the ways of the Lord
Καὶ ἐν ἄλλοις περὶ τοῦ αὐτοῦ.
And in other passages concerning the same.
Ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τόπον, μήποτε
And further I call attention in the local passages, whether perhaps
Notes, col. 276

On the reading

Printed ἀει, for ἀεὶ.