PG 12:1632Read from the pageπροστίθησι, τὰς ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένας, ἐν αἷς καὶ Ἀβραὰμ ἀπέθανε πλήρης ἡμερῶν. Ἐνταῦθα δὲ πρὸς τὴν αἰσθητὴν δωρεὰν ἀποδύρεται· ἔχει γὰρ καὶ οὗτος « ἐπιθυμίαν τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον » διὰ τοὺς ὠφελημένους, εἴπερ ὁ Δαυῒδ κατὰ τὸν Λουκᾶν ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, ἢ καὶ κατὰ Παῦλον « ἰδίᾳ γενεᾷ ὑπερετήσων » ἐξαπεστάλη.
adds (Prov. 10:27), those brought about by the Sun of righteousness, in which Abraham also died full of days (Gen. 25:8). But here he laments in view of his sensible lot; for this man also has "the desire to depart and to be with Christ, which is far better; yet to abide in the flesh is more necessary" (Phil. 1:23-24) on account of those who are benefited, since David, according to Luke in the Acts of the Apostles, or rather according to Paul, after "serving his own generation" (Acts 13:36), was sent away.
Τοῦ αὐτοῦ. « Κηδὰρ » ἑρμηνεύεται σκοτασμός. Κατεσκήνωσα οὖν, φησὶ, μετὰ τῶν σκηνωμάτων τοῦ σκοτασμοῦ, ὅπερ ἐστὶ τοῦ σώματος τοῦ θανάτου, καὶ ἡ ψυχή μου αὕτη, φησὶ, πολλάκις παρῴκησεν.
Of the same. "Kedar" is interpreted darkness. I have pitched my tent, therefore, he says, with the tents of darkness, which is the body of death (Rom. 7:24), and my soul itself, he says, has sojourned much (Ps. 119:6).
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου, κ. τ. ἑ. Ἐγὼ μὲν ἦρα, φησὶ, τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, τοὺς ἁγίους ἀγγέλους, ὡς μέλλων ὑπό τινος αὐτῶν βοηθεῖσθαι· ἦλθε δέ μοι ἡ βοήθεια παρὰ Κυρίου, « τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. » Οὐ γὰρ ἁπλῶς προσέθηκε, « τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. » Εἰ γὰρ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν αὐτὸς, φησὶν, ἐποίησε, πανταχοῦ δύναται καὶ ἐν ἀλλοτρίᾳ βοηθεῖσθαι, καὶ ἐν βαρβάροις χεῖρα ὀρέξαι.
I lifted up my eyes to the mountains, from whence my help shall come, etc. (Ps. 120:1). I indeed lifted up my eyes, he says, to the mountains, the holy angels, as being about to be helped by one of them; but my help came from the Lord, "Who made heaven and earth" (Ps. 120:2). For not without reason did he add, "Who made heaven and earth." For if He Himself, he says, made both heaven and earth, everywhere He is able both to bring help in a strange land, and to stretch out a hand among barbarians.
Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε, κ. τ. ἑ. Μὴ περιτραπῇς, φησὶ, μηδὲ σκανδαλισθῇς, καὶ τότε ἕξεις τὸν Θεὸν χεῖρα ὀρέγοντα· ὥστε παρ' ἡμῶν δεῖ εἶναι τὰς ἀρχὰς, καὶ ὁ Θεὸς τοῦ ὀρέξαι χεῖρα ἕτοιμος.
Give not thy foot to tossing, neither let Him Who keeps thee slumber, etc. (Ps. 120:3). Be not overturned, he says, nor caused to stumble, and then you will have God stretching out a hand; so that the beginnings must be from us, and God is ready to stretch out a hand.
Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα, κ. τ. ἑ. Οὗτος, οἶμαι, ὁ ἥλιος ὃς ἀνατέλλει ἐπὶ τὴν σπαρεῖσαν γῆν καὶ ξηραίνων αὐτὴν, καθ' ἣν « ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. »
By day the sun shall not burn thee up, nor the moon during the night, etc. (Ps. 120:6). This, I think, is the sun which rises upon the sown earth and withers it (Matt. 13:6), according to which "a fool changes like the moon" (Sir. 27:11).
Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Ἔξοδον τὴν ἀπὸ κακίας εἰς ἀρετὴν, εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ Θεοῦ.
The Lord shall keep thy coming in and thy going out from this time forth and for evermore, etc. (Ps. 120:8). The going out from wickedness into virtue; the coming in from virtue into the knowledge of God.
Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλὴμ, κ. τ. ἑ. Δύνανται οἱ εἰρηκότες τῷ δικαίῳ· « Εἰς οἶκον Κυρίου πορευσόμεθα, » αὐτοὶ λέγειν καὶ τὸ, « Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν, » τοῖς εἰρηκόσιν Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ ἀγγέλοις ἁγίοις ἢ ἀνθρώποις, τοῖς διὰ τοῦ βίου καλῶς τὴν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ πορείαν ποιουμένοις.
I was glad at those who said to me: We shall go into the house of the Lord. Our feet were standing in thy courts, O Jerusalem, etc. (Ps. 121:1-2). Those who have said to the righteous man, "We shall go into the house of the Lord," are able themselves to say also, "Our feet were standing," when the Son and the Holy Spirit have spoken, and holy angels or men, who through life nobly make their journey towards the house of God.
Τοῦ αὐτοῦ. « Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν· » τὸ μέλλον ὡς παρεληλυθὸς λέγεται, ὡς καὶ ἐν τῷ,
Of the same. "Our feet were standing:" the future is spoken of as past, as also in the saying,
Notes, col. 1632
On the reading
Printed ὑπερετήσων, for ὑπηρετήσων.
PG 12:1633Read from the page« Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς· » καὶ ἐν τῷ, « Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. »
"They parted My garments among themselves" (Ps. 21:19); and in the saying, "They gave gall for My food" (Ps. 68:22).
Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. Ὅταν ἡ τῶν πιστευόντων καρδία καὶ ψυχὴ μία ᾖ, καὶ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, Ἱερουσαλήμ εἰσι, καὶ ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.
Jerusalem, which is built as a city, whose participation is together, etc. (Ps. 121:3). Whenever the heart and soul of believers is one (Acts 4:32), and the members have the same care for one another (1 Cor. 12:25), they are Jerusalem, and as a city whose participation is together.
Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, κ. τ. ἑ. Προφητεύει ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ· πᾶσαι γὰρ αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῦ Θεοῦ.
For there the tribes went up, etc. (Ps. 121:4). He prophesies concerning the tribes about to go up to virtue and the knowledge of God; for all the tribes have attained to virtue and the knowledge of God.
Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι, κ. τ. ἑ. Περὶ τῶν θρόνων τούτων καὶ ἐν τῷ Εὐαγγελίῳ εἴρηται τό· « Καθήσεσθε ἐπὶ θρόνους δώδεκα, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. » Περὶ τῶν ἐν τῇ Ἱερουσαλὴμ θρόνων ὁ Ἱερεμίας οὕτως φησί· « Καὶ εἶπε Κύριος πρός μέ· Ἀπὸ προσώπου τοῦ Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· διότι ἰδοὺ ἐγὼ καλῶ πάσας τὰς βασιλείας ἀπὸ Βοῤῥᾶ, λέγει Κύριος· καὶ ἥξουσι, καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα. Καὶ λαλήσω μετὰ κρίσεως πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ἧς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. »
Because there were set thrones, etc. (Ps. 121:5). Concerning these thrones it is also said in the Gospel: "You shall sit on twelve thrones, judging the twelve tribes of Israel" (Matt. 19:28). Concerning the thrones in Jerusalem Jeremiah speaks thus: "And the Lord said to me: Out of the north shall evils flame forth upon all the inhabitants of the land; for behold, I call all the kingdoms from the north, says the Lord; and they shall come, and shall set each one his throne at the vestibule of the gates of Jerusalem, and against all the walls round about her, and against all the cities of Judah. And I will speak with judgement to them concerning all their wickedness, in that they forsook Me, and sacrificed to strange gods, and worshipped the works of their hands" (Jer. 1:14-16).
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ, κ. τ. ἑ. Ὁ Θεὸς ἐν μὲν τοῖς σωματικοῖς οὐρανοῖς ὡς δημιουργὸς κατοικεῖ διὰ τῆς πολυποικίλου σοφίας αὐτοῦ· ἐν δὲ τοῖς νοητοῖς ὡς δικαιοσύνη, καὶ γνώσει, καὶ σοφίᾳ.
To Thee have I lifted up my eyes, Who dwellest in heaven, etc. (Ps. 122:1). God dwells in the bodily heavens as Creator through His manifold wisdom; and in the intelligible heavens as righteousness, both in knowledge and in wisdom.
Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς, κ. τ. ἑ. Δοῦλοι κυρίων Πατρὸς καὶ Υἱοῦ πνεῦμα καὶ σῶμα· παιδίσκη δὲ κυρίας τοῦ ἁγίου Πνεύματος ἡ ψυχή. Τὰ δὲ τρία Κύριος ὁ Θεὸς ἡμῶν ἐστιν· οἱ γὰρ τρεῖς τὸ ἕν εἰσιν. Ὀφθαλμοὶ γοῦν δούλων εἰς χεῖρας κυρίων ὁρῶντες, ὅτε διὰ χειρῶν νεύοντες κελεύσουσιν. Ἢ χεῖρες κυρίων μὲν Πατρὸς καὶ Υἱοῦ οἱ ἑκατέρου ἄγγελοι· κυρίας δὲ τοῦ ἁγίου Πνεύματος αἱ οἰκεῖαι αὐτοῦ δυνάμεις.
Behold, as the eyes of servants are towards the hands of their masters, as the eyes of a maidservant are towards the hands of her mistress, so are our eyes towards the Lord our God, until He have compassion on us, etc. (Ps. 122:2). The servants of the masters, the Father and the Son, are spirit and body; and the maidservant of the mistress, the Holy Spirit, is the soul. And the three are the Lord our God; for the Three are the One. The eyes of servants, then, look to the hands of their masters when they command by making a sign with their hands. Or the hands of the masters, the Father and the Son, are the angels of each; and of the mistress, the Holy Spirit, His own proper powers.
Τοῦ αὐτοῦ. Τῶν μὲν ἐχόντων τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον, οἱ ὀφθαλμοὶ εἰς χεῖρας κυρίων καὶ εἰς χεῖρας κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντος, πρὸς Κύριον τὸν Θεόν.
Of the same. Of those who have the spirit of bondage unto fear (Rom. 8:15), the eyes are towards the hands of the masters and towards the hands of the mistress; but of him who has the spirit of adoption, towards the Lord God.
Ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, κ. τ. ἑ. Σύμμαχος οὕτως· « Ὅτι πολὺν ἐχορτάσθημεν ἐξευτελισμόν. »
Because we have been exceedingly filled with contempt, etc. (Ps. 122:3). Symmachus renders it thus: "Because we have been sated with much disparagement."
PG 12:1636Read from the pageΤοῦ αὐτοῦ. « Τὰ ἐξουδενωμένα τοῦ κόσμου ἐξελέξατο ὁ Θεός· » διὸ δεῖ τοὺς ἐξουδενωμένους καθίζειν ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ἔστι τοῦτο δυνάμενον παραμυθήσασθαι ἐξουδενωμένους.
Of the same. "The despised things of the world has God chosen" (1 Cor. 1:28); wherefore those who are despised ought to sit in the Church. And this is able to comfort those who are despised.
Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις, κ. τ. ἑ. Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες. Ὁ δὲ Σύμμαχος οὕτως· « Πολλῶν ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν, ἐπιλαλούντων τῶν εὐθηνούντων, καὶ ἐξευτελιζόντων τῶν ὑπερηφάνων. » Ἀκύλας· « Πολλὰ ἐνεπλήσθη ἡ ψυχὴ ἡμῶν τοῦ μυκθισμοῦ τῶν ὀνειδιζόντων, τοῦ ἐξουθενισμοῦ τῶν ὑπερηφάνων. »
Exceedingly has our soul been filled: a reproach to those who prosper, and contempt to the proud, etc. (Ps. 122:4). Behold, these are sinners and prospering (Ps. 72:12). And Symmachus renders it thus: "Our soul has been sated with many things, while those who prosper speak against us, and the proud disparage us." Aquila: "Much has our soul been filled with the sneering of those who reproach, with the setting at naught of the proud."
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάσω δὴ Ἰσραὴλ, κ. τ. ἑ. Εἰκὸς τῶν ιερέων τινὰ ἑστῶτα ἐπί τινος τῶν ἀναβαθμῶν λέγειν ἐλθόντι τῷ λαῷ ἐπὶ τὸν ναὸν ἕωθεν τοιοῦτόν τι· « Εἰπάτω δὴ Ἰσραὴλ, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν· » εἶτα ποιοῦντα τὸ προσταχθὲν τὸν Ἰσραὴλ ἄρχεσθαι μὲν ἀπὸ τοῦ, « Κύριος ἦν ἐν ἡμῖν· » συνάπτειν δὲ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Λεγέτω δὴ τὸ, « Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, » οὐχ ὁ τυχὼν, ἀλλ' ὁ ἀληθινὸς Ἰσραὴλ, ᾧ Κύριός ἐστιν εἰπόντι· « Ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· » ὅπερ καὶ Παῦλος εἶπε· « Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί· » καὶ τό· « Ἰσραηλῖταί εἰσι, κἀγώ. » Καὶ τοῦτόν γε εἰκὸς ὑπὸ τοῦ λαοῦ λέγεσθαι τὸν ψαλμὸν ἐκ προστάξεως ἱερέως, εἴποτε κινδυνεύσας ὁ λαὸς ἐν πολέμῳ, ἤ τινι ἀπὸ τῶν ἐθνῶν ἐπιβουλῇ διεσώθη, νικήσας τοὺς πολεμίους· μάλιστα εἰ μετά τινος παραδόξου ἐπιφανείας ἀνδραγαθήσαντες ἐπανῄεσαν. Εἰπάτω δὲ ὁ Ἰσραὴλ καὶ τὸ, « Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, » ὡς ἐν ρκηʹ ψαλμῷ λέγεται.
If it had not been that the Lord was among us, let Israel now say, etc. (Ps. 123:1). It is likely that one of the priests standing upon one of the steps said to the people when they came to the temple in the morning something of this sort: "Let Israel now say: If it had not been that the Lord was among us;" and then Israel, doing what was commanded, began from the words, "The Lord was among us," and joined on the rest of the Psalm. Yet let not just anyone say, "If it had not been that the Lord was among us," but the true Israel, to whom He is Lord when he says: "To us there is one Lord, Jesus Christ, through Whom are all things, and we through Him" (1 Cor. 8:6); which Paul also said: "For I also am an Israelite" (Rom. 11:1); and: "Are they Israelites? So am I" (2 Cor. 11:22). And it is likely that this Psalm was spoken by the people by command of a priest, whenever the people, having been in peril in war or in some plot from the nations, was preserved, having conquered the enemy; especially if after playing the man with some marvellous manifestation they returned. And let Israel also say: "Many a time have they warred against me from my youth," as is said in the 128th Psalm (Ps. 128:1).
Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, κ. τ. ἑ. Τὸν προδότην Ἰούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν· « Ἐγώ εἰμι ἡ ζωή· » τοὺς δὲ ἀπ' ἀρχῆς τῇ κακίᾳ ἐντρεφομένους, νεκροὺς καταπίνουσιν.
Then they would have swallowed us up alive, etc. (Ps. 123:3). The traitor Judas they swallowed up alive; for before the betrayal he had the Life Which said: "I am the life" (John 14:6); whereas those who from the beginning are brought up in wickedness, they swallow up dead.
Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, κ. τ. ἑ. Ὕδωρ τροπικῶς λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται.
Then the water would have overwhelmed us, etc. (Ps. 123:4). Figuratively he calls water the temptations that overwhelm the soul; and the same temptations are also called thoughts.
Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, κ. τ. ἑ. Χείμαῤῥον δὲ πάλιν λέγει τοὺς λογισμοὺς, διὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾷν εἰς τὸν νοῦν, καὶ πάλιν ξηραίνεσθαι.
Our soul has passed through a torrent, etc. (Ps. 123:5). Again he calls thoughts a torrent, because they do not last long, but leap all at once into the mind, and again dry up.
Τοῦ αὐτοῦ. « Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού· Πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύβηθι ἐν τῷ χειμάῥῳ Χοῤῥὰθ τῷ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. Καὶ ἔσται, ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ· καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ. Καὶ
Of the same. "And the word of the Lord came to Elijah: Go hence eastward, and hide thyself in the torrent Chorrath, which is before the face of the Jordan. And it shall be, thou shalt drink water from the torrent; and I will command the ravens to feed thee there. And
Notes, col. 1636
On the reading
Printed μυκθισμοῦ, for μυκτηρισμοῦ; εἰπάσω | εἰπάτω; Εἰκὸς | Εἰκὸς; ιερέων | ἱερέων; χειμάῥῳ | χειμάῤῥῳ.
PG 12:1637Read from the pageἐποίησεν Ἠλιοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. Καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωῒ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ. Καὶ ἐγένετο μεθ' ἡμέρας, καὶ ἐξηράνθη ὁ χείμαῤῥος, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. »
Elijah did according to the word of the Lord, and sat in the torrent Chorrath before the face of the Jordan. And the ravens brought him loaves in the morning and flesh in the evening, and he drank water from the torrent. And it came to pass after some days, that the torrent dried up, because there had been no rain upon the earth" (3 Kings 17:2-7).
Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων, κ. τ. ἑ. Ἐῤῥύσθημεν τῶν θηρευτῶν δαιμόνων τῆς παγίδος, συντρίψαντος Χριστοῦ τὸν διάβολον, δόντος τε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ὡς πρὸς μόνους αὐτὴν ἰσχύουσαν τοὺς ῥᾳθυμοῦντας· Πνεύματος γάρ τε ἐλάβομεν χάριν, καὶ τρεφόμεθα τῷ τοῦ Χριστοῦ αἵματί τε καὶ σώματι.
Our soul like a sparrow has been delivered out of the snare of the fowlers, etc. (Ps. 123:7). We have been delivered from the snare of the demon-hunters, since Christ has crushed the devil, and has given authority to tread upon serpents and scorpions, and over all the power of the enemy (Luke 10:19), as having strength only against those who are slothful; for we have received the grace of the Spirit, and are nourished with both the blood and the body of Christ.
Τοῦ αὐτοῦ. Θηρεύουσιν ἐπὶ ψυχὴν δικαίου αι ἀντικείμεναι δυνάμεις, ὧν παγίδες οἱ ὑπ' αὐτῶν ἐνεργούμενοι, καὶ ἐρεθίζοντες προσκαλούμενοι ἡμᾶς εἰς τὸ ἁμαρτεῖν, καὶ πᾶσα ὕλη ἐπὶ τὸ ἁμαρτάνειν προκαλουμένη. Οὐ πίπτει δὲ στρουθίον εἰς παγίδα ἄνευ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς.
Of the same. The opposing powers hunt for the soul of the righteous man, whose snares are those actuated by them, who both provoke and invite us to sin, and all matter that entices to sinning. Yet a sparrow does not fall into a snare without the Father Who is in heaven (Matt. 10:29).
Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν, κ. τ. ἑ. Ἡ μὲν Παλαιὰ Διαθήκη τὰς κατ' ἐνέργειαν συντρίβει παγίδας, νομοθετοῦσα τό· « Οὐ μοιχεύσεις· » ἡ δὲ Καινὴ τὰς κατὰ διάνοιαν φθείρει παγίδας, παραγγέλλουσα τό· « Οὐκ ἐπιθυμήσεις. » Πλὴν ἐπὶ μὲν τοῦ Ἀβιμέλεχ τῶν Γεραρῶν τὴν κατ' ἐνέργειαν παγίδα διέφθειρε, μὴ συγχωρήσας τῆς ἀλλοτρίας αὐτὸν ἅψασθαι γυναικός· ἐπὶ δὲ Ἰωσὴφ τὴν κατὰ διάνοιαν. Οὐ γὰρ εἰσάγει ἡ Γραφὴ ἐπιθυμήσαντα τῆς ἀλλοτρίας αὐτὸν γυναικός. Καὶ μακάριος μὲν οὗ συνέτριψε Κύριος τὴν κατ' ἐνέργειαν παγίδα, μακαριώτερος δὲ οὗ τὴν κατὰ διάνοιαν παγίδα διέφθειρεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
The snare is broken, and we are delivered, etc. (Ps. 123:7). The Old Covenant indeed breaks the snares that are in deed, legislating: "Thou shalt not commit adultery" (Exod. 20:13); whereas the New destroys the snares that are in thought, charging: "Thou shalt not covet" (Exod. 20:17; Rom. 13:9). Nevertheless in the case of Abimelech of Gerar He destroyed the snare in deed, not permitting him to touch another man's wife (Gen. 20:6); while in the case of Joseph, that in thought. For Scripture does not introduce him as having lusted after another man's wife. And blessed indeed is he whose snare in deed the Lord has broken, but more blessed is he whose snare in thought He has destroyed, nor was guile found in his mouth (1 Pet. 2:22).
Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, κ. τ. ἑ. Οἱ προσερχόμενοι Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, φοροῦσι τὴν εἰκόνα τοῦ ἐπουρανίου, καὶ πεποιθότες ἐπὶ Κύριον γίνονται ὡς ἐκεῖνο τὸ Σιὼν ὄρος.
Those who trust in the Lord are as Mount Sion, etc. (Ps. 124:1). Those who come to Mount Sion and to the city of the living God, the heavenly Jerusalem (Heb. 12:22), bear the image of the heavenly (1 Cor. 15:49), and trusting in the Lord become like that Mount Sion.
Τοῦ αὐτοῦ. Εἰ ἐκ τοῦ πεποιθέναι ἐπὶ Κύριον γίνεταί τις ὡς ὄρος Σιὼν, ἄλλος ἂν ἐξ ἄλλου τινὸς γένοιτ' ἂν ὡς ὄρος Χωρὴβ, καὶ ἄλλος ὡς ὄρος Σινά· καὶ ἐκ τῶν ἐναντίων εἴη ἄν τις ὡς ὄρος Αἰγύπτου, καὶ ὄρος Βαβυλῶνος, καὶ τοιούτων τῶν παρὰ τοῖς ἐχθροῖς ὀρῶν. Ἢ ὥσπερ οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος εἰσὶ Σιὼν, οὕτως οἱ ὑποδεέστεροι ὡς τὰ κύκλῳ αὐτῆς ὄρη.
Of the same. If from trusting in the Lord someone becomes like Mount Sion, another from something else might become like Mount Horeb, and another like Mount Sinai; and on the contrary someone might be like a mountain of Egypt, and a mountain of Babylon (Jer. 28:25 LXX), and such mountains as are among the enemies. Or just as those who trust in the Lord are like Mount Sion, so those who are inferior are like the mountains round about her.
Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, κ. τ. ἑ. Ὄρη κύκλῳ Ἱερουσαλὴμ δυνάμεις, οἶμαι, θεῖαί εἰσι. « Παρεμβάλλει » γὰρ « ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν·
Mountains are round about her, and the Lord is round about His people, etc. (Ps. 124:2). The mountains round about Jerusalem are, I think, divine powers. For "the angel of the Lord encamps round about those who fear Him" (Ps. 33:8);
Notes, col. 1637
PG 12:1640Read from the pageκύκλῳ δὲ τοῦ λαοῦ αὐτοῦ » αὐτὸς « ὁ Κύριος. » Ἕτερος οὖν ὁ λαὸς Κυρίου τῶν φοβουμένων τὸν Κύριον· ἄλλο γὰρ, « Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον· » ἄλλο, « Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον. »
and round about His people is the Lord Himself. Different, therefore, is the people of the Lord from those who fear the Lord; for it is one thing, House of Israel, bless the Lord; and another, You who fear the Lord, bless the Lord.
Ὅτι οὐκ ἀφήσει Κύριος την ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, κ. τ. ἑ. Ἔργον Κυρίου κύκλῳ ὄντος τοῦ λαοῦ αὐτοῦ τὸ μὴ ἀφιέναι τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον φθάναι τῶν δικαίων. Δίκαιος δὲ ὁ λαὸς Κυρίου.
For the Lord will not leave the rod of sinners upon the lot of the righteous, etc. It is the work of the Lord, Who is round about His people, not to let the rod of sinners reach unto the lot of the righteous. And the people of the Lord is righteous.
Τοῦ αὐτοῦ. Εἰ κλῆρος δικαίων ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ, οὐκ ἀφήσει τοὺς δικαίους ἐν ἀγνωσίᾳ, ἵνα μὴ γένηται αὐτοῖς πρόξενος ἀγνωσίας.
Of the same. If the lot of the righteous is the knowledge of God, He will not leave the righteous in ignorance, lest He become to them the cause of ignorance.
Ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν, κ. τ. ἑ. Τήρει τὸ « Ἐκτείνωσιν, » ὅτι ἐν ἀνομίᾳ γίνεται. Πλὴν εἰ καθ' ὑπόθεσιν ἀφεθείη ἡ ῥάβδος ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ἐκτενοῦσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν. Χρησόμεθα δὲ τοῖς ῥητοῖς, ἐὰν ἐν διωγμῷ πολλοὶ τὸν Θεὸν ἀρνῶνται, καὶ τοῖς εἰδώλοις ἐπιθύωσι, λέγοντες, ὅτι, Ἐπεὶ μὴ ἦσαν δίκαιοι οἱ ἀρνούμενοι, ἀφῆκε Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον αὐτῶν, ὅπως ἐκτείνωσιν ἐν ἀνομίᾳ χεῖρας ἑαυτῶν· « Ἀπὸ γὰρ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται. »
Lest the righteous stretch forth their hands unto iniquities, etc. Observe the word, stretch forth, that it takes place in iniquity. Nevertheless, if by supposition the rod of sinners were left upon the lot of the righteous, the righteous will stretch forth their hands in iniquity. And we shall use these words if at any time in persecution many deny God and sacrifice to idols, saying that, Since those who deny were not righteous, the Lord left the rod of sinners upon their lot, so that they might stretch forth their hands in iniquity: For from him who has not, even what he has shall be taken away.
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι, κ. τ. ἑ. Οἱ ἀπόστολοι ταῦτα προφητεύονται λέγειν περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι. Καὶ μετὰ ταῦτα ἀποφαίνεται περὶ σπόρου καὶ θερισμοῦ.
When the Lord turned back the captivity of Sion, we became as those comforted, etc. The apostles are prophesied to say these things concerning themselves and those among the Gentiles. And after these things he declares concerning sowing and reaping.
Τοῦ αὐτοῦ. Αἰχμαλωσία ἐστὶ φύσεως λογικῆς ἀπὸ ἀρετῆς καὶ γνώσεως ἐπὶ κακίαν καὶ ἀνοησίαν μετάβασις.
Of the same. Captivity is the transition of a rational nature from virtue and knowledge unto wickedness and folly.
Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως, κ. τ. ἑ. Τὸ μὲν στόμα ἐπλήσθη χαρᾶς, ἡ δὲ γλῶσσα ἀγαλλιάσεως, ἀφ' ὧν ῥεῖ χαρὰ καὶ ἀγαλλίασις. Τούτων δὲ γενομένων, οἱ ἀπὸ τῶν ἐθνῶν διδασκόμενοι λέγουσιν· « Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων. » Καὶ περὶ ἑαυτῶν δέ φασιν εὐχαριστοῦντες· « Ἐμεγάλυνε Κύριος ποιῆσαι μεθ' ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. » — « Ἐπὶ μὲν τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· » — « Ἐν δὲ τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. » Ἐπὰν ποιήσωμεν τὸ, « Ἐθέμην τῷ στόματί μου φυλακήν· » καὶ τὸ, « Στόμα δικαίου μελετᾷ σοφίαν· » καὶ τὸ, « Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ· » καὶ ὅμοια τῷ, « Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· » τότε ἀληθεύοντες φήσομεν καὶ τὸ, « Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. »
Then was our mouth filled with joy and our tongue with exultation, etc. The mouth indeed was filled with joy, and the tongue with exultation, from which flow joy and exultation. And when these things have come to pass, those from the Gentiles, being taught, say: The Lord has done great things for them. And concerning themselves also they say, giving thanks: The Lord has done great things for us, we became joyful. — By the rivers of Babylon, there we sat and wept; — But when the Lord turned back the captivity of Sion, our mouth was filled with joy. Whenever we do that word, I set a guard upon my mouth; and that, The mouth of the righteous meditates wisdom; and that, Open your mouth with the word of God; and things like unto, Our mouth is open unto you, O Corinthians; then speaking the truth we shall say also that word, Our mouth was filled with joy.
Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· Ἐμεγάλυνε Κύ-
Then shall they say among the Gentiles: The Lord has done great
Notes, col. 1640
PG 12:1641Read from the page⟨ρι⟩ος τοῦ ποιῆσαι μετ' αὐτῶν, κ. τ. ἑ. « Μετὰ ⟨τα⟩ῦτα γὰρ ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις ⟨συ⟩νανεστράφη. »
things for them, etc. For afterwards He was seen upon the earth, and conversed with men.
Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ⟨ὡ⟩ς χειμάῤῥους ἐν τῷ νότῳ, κ. τ. ἑ. Ἀνωτέρω ⟨μ⟩ὲν ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμαλωσίας ⟨γ⟩ενομένης εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡσεὶ ἐν ⟨α⟩ἰχμαλωσίᾳ ὢν ταῦτά φησιν ὁ Προφήτης· τὸ μὲν ⟨π⟩ρότερον προφητεύων, οἶμαι, περὶ τῶν ἀποστόλων· ⟨τ⟩ὸ δὲ δεύτερον ἐκ προσώπου λέγων ἐθνῶν. Τῶν γὰρ ⟨ἐ⟩ν τοῖς ἔθνεσίν ἐστι τὰ ἀπὸ τοῦ, « Ἐμεγάλυνε Κύριος ⟨τ⟩οῦ ποιῆσαι μετὰ τούτων, » ἕως τοῦ, « Ὡς χειμάῤῥους ⟨ἐ⟩ν τῷ νότῳ. »
Turn back our captivity, O Lord, as torrents in the south, etc. Above, indeed, the two verses were spoken as though the return from captivity had already taken place; but now, as though being in captivity, the Prophet says these things: prophesying the former, I think, concerning the apostles, and speaking the second from the person of the Gentiles. For the words from, The Lord has done great things for them, as far as, As torrents in the south, belong to those among the Gentiles.
Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θε⟨ρ⟩ιοῦσιν, κ. τ. ἑ. Οἱ μὲν τὴν πρακτικὴν μετὰ ⟨π⟩όνου καὶ δακρύων κατεργαζόμενοι ἐν δάκρυσι σπεί⟨ρ⟩ουσιν· οἱ δὲ τῆς γνώσεως ἀπόνως μεταλαμβάνοντες ⟨ἐ⟩ν ἀγαλλιάσει θεριοῦσι.
Those who sow in tears shall reap in exultation, etc. Those indeed who work out practical virtue with toil and tears sow in tears; while those who partake of knowledge without toil shall reap in exultation.
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, κ. τ. ἑ. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ διὰ συνεργείας τῆς παρ' αὐτοῦ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.
Unless the Lord build the house, those who build have laboured in vain; unless the Lord guard the city, the watchman has kept awake in vain, etc. One must use this saying against thoughts of pride. Unless the Lord build through the cooperation that comes from Him, those who build have laboured in vain.
Τοῦ αὐτοῦ. Πρῶτον « ᾠκοδόμησε Κύριος τὴν πλευρὰν ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα· » ὃς ἐπεὶ μὴ ᾠκοδόμησε μετὰ τοῦ Κάϊν οἰκοδομοῦντος ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνὼχ πόλιν, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν Κάϊν. Ἀλλὰ καὶ οἱ κινήσαντες ἀπ' ἀνατολῶν, καὶ εἰπόντες, « Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, » μάτην ἐκοπίασαν οἰκοδομοῦντες, ἐπεὶ μὴ συνῳκοδόμει αὐτοῖς Κύριος. Ἐστέναξαν δ', οἶμαι, Ἑβραῖοι ἐν Αἰγύπτῳ, ὡς μάτην ἐν τῷ οἰκοδομεῖν κοπιῶντες, ἐπεὶ μὴ Κύριος ᾠκοδόμει σὺν αὐτοῖς.
Of the same. First, the Lord built the rib which He took from Adam into a woman; and since He did not build with Cain when he built a city in the name of his son Enoch, Cain who built laboured in vain. Moreover, those also who moved from the east, and said, Come, let us build for ourselves a city and a tower, laboured in vain as they built, since the Lord did not build along with them. And the Hebrews in Egypt groaned, I think, as labouring in vain in building, since the Lord did not build with them.
Τοῦ αὐτοῦ. Τὸν ἐν Ἱερουσαλὴμ οἶκον οἰκοδομοῦντες μάτην ἐκοπίασαν· διὸ καθῃρέθη· οὐκ ἂν καθηρέθη, εἰ Κύριος αὐτὸν ᾠκοδομήκει. Τὸν δὲ οἶκον τοῦ Θεοῦ, ὄντα Ἐκκλησίαν αὐτοῦ, οἱ οἰκοδομοῦντες ἀπόστολοι Χριστοῦ, καὶ οἱ τεταγμένοι ὑπ' αὐτοῦ διδάσκαλοι, οὐ μάτην ἐκοπίασαν· Κύριος γὰρ αὐτὸν ᾠκοδόμησε. Καὶ ἄλλως δὲ οἶκον οἰκοδομοῦσιν οὐ μετὰ Κυρίου οἱ ἑτερόδοξοι, τὴν Ἐκκλησίαν πονηρευομένων· διὸ εἰς μάτην ἐκοπίασαν. Ὁμοίως καὶ Ἰουδαῖοι.
Of the same. Those who built the house in Jerusalem laboured in vain; wherefore it was torn down; it would not have been torn down if the Lord had built it. But the apostles of Christ, and the teachers appointed by Him, who build the house of God, which is His Church, have not laboured in vain; for the Lord built it. And otherwise too, the heterodox build a house not with the Lord, the assembly of evildoers; wherefore they have laboured in vain. Likewise also the Jews.
Τοῦ αὐτοῦ. Ἐφ' ὅσον οἶκός ἐστιν ἡ ψυχὴ, ὡς οἰκοδεσπότην ἔχει ἐν ἑαυτῇ τὸν Θεόν· ἐὰν δὲ γένηται ναὸς, ὡς Θεὸν ὑπάρχοντα ἔχει ἐν αὐτῇ τὸν Χριστόν· καὶ διὰ μὲν πρακτικῆς κτᾶται ὡς οἰκοδεσπότην αὐτὸν, διὰ δὲ φυσικῆς θεωρίας ὡς βασιλέα· καὶ πάλιν διὰ θεολογίας ὡς Θεόν. Καὶ τῷ μὲν
Of the same. So long as the soul is a house, it has God in itself as master of the house; but if it becomes a temple, it has Christ in it as existing God; and through practical virtue it acquires Him as master of the house, and through natural contemplation as king; and again through theology as God. And upon the