PG 12:1596Read from the pageκαιωμάτων σου· ἐγὼ δὲ τὸν τῆς ζωῆς μου ἅπαντα χρόνον ἐπιδώσω εἰς ἀναζήτησιν αὐτῆς.
statutes; and I will devote the whole time of my life to the search for it.
Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου, κ. τ. ἑ. Συνέσεως χρήζομεν πρὸς τὸ νοῆσαι τὸν νόμον· οὐκ ἔστι γὰρ σαφὴς ἢ εὐκαταφρόνητος· δεῖται δὲ Θεοῦ συνεργείας καὶ τῆς ἡμετέρας σπουδῆς, ὡς ἐξ αὐτοῦ λαβεῖν τήν τε χρῆσιν καὶ τὴν κατάληψιν τῶν τε πρακτικῶν καὶ θεωρητικῶν· οὕτω γὰρ μηδὲν ἐνδοιάζων, ἐν ὅλῃ καρδίᾳ φυλάξω αὐτόν. Εἰ δὲ ἡ ἔρευνα δεῖται συνέσεως, πόσῳ μᾶλλον, ἵνα τις εὕρῃ τὸ τέλος;
Give me understanding, and I will search out Thy law, and I will keep it with my whole heart, etc. We need understanding in order to comprehend the law; for it is not plain or easy to be despised; and it needs the co-operation of God and our own earnestness, so as to receive from it both the use and the apprehension of things both practical and contemplative; for thus, doubting nothing, I shall keep it with my whole heart. And if the search needs understanding, how much more so that one may find the end?
Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με, κ. τ. ἑ. Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατ' ἀρετὴν, οὐ μόνον ὡς φυλάξας τὰς ἐντολὰς, ἀλλὰ καὶ ὡς ἐρωτικῶς περὶ αὐτὰς διακείμενος· καὶ οὐκ ἄλλου χάριν, ἀλλ' αὐτὰς καὶ δι' αὐτὰς ἐκτελῶν· καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος τοῦτό φησι.
Behold, I have desired Thy commandments; in Thy righteousness quicken me, etc. As a recompense he asks for the righteous life and that according to virtue, not only as having kept the commandments, but also as being lovingly disposed towards them; and fulfilling them not for the sake of anything else, but themselves and for their own sake; and since the Son is the righteousness of the Father, he who wishes to live in the Son says this.
Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου, κ. τ. ἑ. Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιον ὀνειδίζεσθαι τὸν τοιαῦτα δόγματα ἔχοντα. Ἅτινα γελῶσιν οἱ τῆς πίστεως ἀλλότριοι ὡς μωρὰ, συνέσεως δὲ ἐγὼ ἀποδείξω καὶ σοφίας πεπληρωμένα. Ἀποκριθήσομαι δὲ λόγον, ἐπεὶ εἰς τοὺς λόγους σου ἐπήλπισα.
And I shall answer a word to those who reproach me, because I have hoped in Thy words, etc. For I shall say that it is not worthy that he who holds such doctrines should be reproached. Which things those who are strangers to the faith laugh at as foolish, whereas I shall demonstrate them to be filled with understanding and wisdom. And I shall answer a word, since I have hoped in Thy words.
Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας, κ. τ. ἑ. Καὶ μὴ περιέλῃς ἐκ τῆς καρδίας μου γνῶσιν ἀληθῆ.
And take not utterly out of my mouth the word of truth, etc. And take not utterly out of my heart true knowledge.
Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα, κ. τ. ἑ. Πορεύεται ἐν πλατυσμῷ, κἂν θλίβηται, ὁ λέγων· « Ἐν θλίψει ἐπλάτυνάς μοι· » καὶ πάλιν· « Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· » ἔχει γὰρ τὴν ἀπὸ τοῦ λόγου γενομένην εὐρυχωρίαν, ἥν τις ἁμαρτάνων οὐκ ἔχει. Διό φησι Κορινθίοις ὁ Παῦλος περὶ μὲν ἑαυτοῦ, ὅτι « Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν· » περὶ δὲ ἐκείνων, ὅτι, « Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν. » Τὰ γὰρ κατὰ κακίαν ἔργα τὸν φαῦλον στενοχωρεῖ αὐτὸν ἐν αὐτῷ.
And I walked in breadth, because I sought out Thy commandments, etc. He walks in breadth, even if he is afflicted, who says: "In tribulation Thou didst make room for me;" and again: "In everything afflicted, yet not straitened;" for he has the spaciousness that comes from the word, which one who sins does not have. Wherefore Paul says to the Corinthians concerning himself, "You are not straitened in us;" and concerning them, "You are straitened in your affections." For works according to wickedness straiten the base man in himself.
Τοῦ αὐτοῦ. Ἡ πρὸς Θεὸν ἀγάπη ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐρυχωρίαν ἐργάζεται. Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ στενοχωρεῖται. Ἡ ἀγάπη δὲ πρὸς τὸν Θεὸν ἡ τῶν ἐντολῶν αὐτοῦ ζήτησις καὶ κατόρθωσις· φησὶ γὰρ ὁ Κύριος· « Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε· » ὥστε δικαίως ὁ τὰς ἐντολὰς τοῦ Θεοῦ ζητῶν ἐν πλατυσμῷ πορεύεται, τουτέστιν ἐν εὐρυχωρίᾳ πολιτεύεται· ἐπειδὴ ὁ ἀγαπῶν τὸν Κύριον πάντα στέγει, πάντα ὑπομένει, καὶ οὐδεμίαν εἰκότως στενοχωρίαν ὑφίσταται.
Of the same. Love towards God works spaciousness in the souls of men. For love, he says, is not straitened. And love towards God is the seeking and accomplishing of His commandments; for the Lord says: "If you love Me, keep My commandments;" so that justly he who seeks the commandments of God walks in breadth, that is, conducts his life in spaciousness; since he who loves the Lord bears all things, endures all things, and reasonably undergoes no narrowness of room.
Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην, κ. τ. ἑ. Καὶ ὁ Παῦλός φησιν· « Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. »
And I spoke in Thy testimonies before kings, and was not ashamed, etc. Paul also says: "For I am not ashamed of the Gospel; for it is the power of God for salvation to everyone who believes, to the Jew first and to the Greek."
Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγά-
And I meditated in Thy commandments which I
PG 12:1597Read from the pageπησα, κ. τ. ἑ. Τέλος τῶν ἐντολῶν τῆς μελέτης τοῦ Θεοῦ ἐστιν ἡ κατὰ τὰς ἐντολὰς ἐνέργεια. Καὶ καλῶς προστετάχθαι φαίνεται τὸ, « Ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησα. » Μετὰ γὰρ τὴν μελέτην καὶ ἀνάληψιν τοῦ τῶν ἐντολῶν λόγου, καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς κατὰ τὰς ἐντολὰς πράξεις, δίχα τοῦ ἐκ λύπης ἢ ἐξ ἀνάγκης τὸ ἔργον ἀποδιδόναι τῶν ἐντολῶν.
...(I have) loved, etc. The end of the meditation on God's commandments is action in accordance with the commandments. And it seems rightly ordered: "I meditated on Thy commandments, which I loved." For after meditation on, and taking up of, the word of the commandments, it is good to lift up the hands to the deeds that accord with the commandments, without performing the work of the commandments out of grief or out of necessity.
Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου ὧν ἐπήλπισάς με, κ. τ. ἑ. Καὶ ποῖος ὁ λόγος, οὗ μνησθῆναι αὐτὸν ἀξιοῖ, ἢ τὸ εἶναι μετ' αὐτῶν, καθ' ἣν δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ἥτις καὶ παράκλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγένετο;
Remember Thy words to Thy servant, in which Thou hast made me hope, etc. And what is the word which he asks Him to remember, if not His being with them, according to the promise He had given them, which also became their comfort in persecutions?
Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με, κ. τ. ἑ. Πάνυ ἡ ἐλπὶς πέφυκεν ἐν τοῖς πειρασμοῖς παρακαλεῖν τὴν ψυχὴν προσδοκίαν ἀγαθῶν παρέχουσα.
This comforted me in my humiliation, for Thy word gave me life, etc. Hope is wholly fitted by nature to comfort the soul in temptations, by supplying the expectation of good things.
Τοῦ αὐτοῦ. Μόνον, φησὶν, ἱκανὸν ἡμᾶς ἐν ταῖς κακώσεσι παραμυθεῖσθαι τὸ ζωῆς ἀληθινῆς ἔχειν ἐπαγγελίαν. Ταῦτ' οὖν ἡμῖν ἐπιτέλεσον. Εἰ γὰρ ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπικότες ἐσμὲν, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν, ὅτι κακούμεθα νῦν καὶ οὐκ ἐπ' ἐλπίδι μελλούσης ζωῆς. Ζωὴ δὲ ἡ μέλλουσά ἐστιν ἀναζώωσις, καθὸ τὴν ψυχὴν ἰδίαν ζωὴν, οὐδὲ ἀληθῆ εἶναι μανθάνομεν· εἴπερ οὐκ ἄνθρωπος ἡ ψυχή. Εἰ γὰρ ἐν τῇ καθ' ἑαυτὴν ζωῇ τὸ ἀληθὲς εἶχε τοῦ ζῇν, οὐκ ἂν ἀναζωώσεως ὁ τεθνηκὼς ἐδεῖτο· διὸ καὶ ὁ Κύριος τοὺς τεθνεῶτας Θεῷ ζῇν εἶπεν, ὡς οὔπω τὸ ζῇν ἔχοντας, πλὴν ὅσον ἐν δυνάμει Θεοῦ τοῦ ζωοποιήσαντος, καὶ ἀπολωλέναι φησὶν αὐτοὺς, εἰ μὴ τῆς ἀναστάσεως τύχοιεν.
Of the same. The only thing, he says, able to console us in afflictions is having the promise of true life. Fulfil this for us, then. For if in this life only we have hoped in Christ, we are of all men the most pitiable, since we are afflicted now and not in hope of a life to come. The life to come is a coming back to life, inasmuch as we learn that the soul's own life is not even true life, since the soul is not the man. For if in its life on its own it had the truth of living, the dead man would not need to be brought back to life; that is why the Lord said that the dead live to God, as not yet having life except so far as lies in the power of God who gives life, and he says that they have perished unless they obtain the resurrection.
Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. Ἐν αὐτῷ γὰρ ἐπολιτευόμην τηρῶν τὸ ἡγεμονικόν μου, ἵνα μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ μου ἀνόμημα· ἐκείνων γὰρ λίαν παρανομούντων, οὐδὲ κατὰ μικρὸν ἐγὼ τὸν νόμον παρέβαινον.
The proud transgressed exceedingly, but I did not turn aside from Thy law, etc. For I lived in it, guarding my ruling faculty, so that no hidden word in my heart should become a transgression; for while they transgressed greatly, I did not transgress the law even a little.
Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου, κ. τ. ἑ. Ἐπὶ τῶν ἁμαρτωλῶν οἱ μὲν ἀνόμως ἁμαρτάνουσι, τῷ μηδὲ τὴν ἀρχὴν πειραθῆναι νόμων· οἱ δὲ ἐν νόμῳ, τῷ παραβαίνειν αὐτόν.
Despondency seized me because of the sinners who forsake Thy law, etc. Among sinners, some sin without law, through never having had any experience of laws at all; others sin under the law, through transgressing it.
Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου, κ. τ. ἑ. Τόπον παροικίας τὸν παρόντα βίον φησὶ, κατὰ τὸ, « Ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. » Ψάλλων οὖν τὰ δικαιώματά σου ηὐφραινόμην, καὶ ἡ ἐπιθυμία τῆς ἐντολῆς οὐδὲ τῷ ὕπνῳ χώραν ἐ⟨δ⟩ίδου.
Thy statutes were my songs in the place of my sojourning, etc. He calls the present life the place of sojourning, according to the saying, "Having confessed that they are strangers and sojourners on the earth." So I rejoiced as I sang Thy statutes, and the desire for the commandment gave no room even to sleep.
Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κ. τ. ἑ. Παντὶ μὲν καιρῷ χρῄζομεν τῆς μνήμης τῶν λογίων τοῦ Θεοῦ, μάλιστα δὲ ὅτε σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν, ὅτε εἰσέρχεται ἡ ἀκάθαρτος ἐπιθυ⟨μ⟩ία, καὶ ταράσσει τὸ ἡγεμονικόν. Τότε γὰρ
I remembered Thy name in the night, etc. At every season we need the remembrance of the oracles of God, but most of all when darkness is round about me and the walls cover me, when unclean desire enters and troubles the ruling faculty. For then
PG 12:1600Read from the pageἀναγκαῖόν ἐστι μεμνῆσθαι τῶν λογίων τοῦ Θεοῦ, ἵνα φυλάξωμεν τὸν νόμον τοῦ Θεοῦ τὴν περὶ σωφροσύνης.
it is necessary to remember the oracles of God, so that we may keep the law of God concerning temperance.
Αὕτη ἐγενήθη μοι, κ. τ. ἑ. Τὴν Γραφὴν λέγει τὴν θεόπνευστον. Αὕτη γὰρ τῷ δικαίῳ οὐ λέγεται μόνον, ἀλλὰ καὶ γίνεται, ἐπειδὴ τῇ μελέτῃ προστίθησι τὴν κατόρθωσιν· ὅθεν αὐτοῦ καὶ ἐκζητεῖν τὰ δικαιώματα λέγεται, ὡς μὴ παρέργως αὐτὰ μελετῶν. Τοιγαροῦν οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ « ἐξεζήτησα » διετήρησα γράφουσιν.
This has become to me, etc. He means the divinely inspired Scripture. For to the righteous man this is not only spoken, but also becomes, since to meditation he adds accomplishment; whence he is also said to seek out His statutes, as not meditating on them cursorily. Wherefore the rest of the translators instead of "I have sought out" write "I have kept."
Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου, κ. τ. ἑ. Ὥσπερ ἐστὶ μερὶς ἡ ἀφροσύνη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις, καὶ τοῦ δικαίου ἡ δικαιοσύνη.
Thou art my portion, O Lord, I said, to keep Thy law, etc. Just as folly is the portion of the foolish man, so also prudence is that of the prudent man, and righteousness that of the righteous man.
Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου, κ. τ. ἑ. Πρόσωπον Θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὡς πολλάκις εἴρηται. Ὁ τοίνυν ὅλῃ τῇ καρδίᾳ ἐφιέμενος τοῦ Κυρίου, ὅπως καθαρᾷ αὐτῇ γενομένῃ θεωροίη αὐτὸν, καὶ ἐκ τοῦ ἀτενίζειν αὐτοῦ ἐλεηθῇ, κατὰ τὸν λόγον τῆς διδασκαλίας εἴποι ἂν τὰ συγκείμενα ῥητά. Ὅρα δὲ πηλίκος ἐστὶν ὁ ὀψόμενος τὸ πρόσωπον τοῦ Θεοῦ· Ἰησοῦς σε διδαξάτω λέγων· « Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. »
I entreated Thy face with my whole heart; have mercy on me according to Thy oracle, etc. The face of God is the express image of His subsistence, as has often been said. He therefore who with his whole heart longs for the Lord, so that when it has become pure he may behold Him, and from gazing intently upon Him may be shown mercy, according to the rule of instruction might say the words set down. And see how great is he who shall see the face of God: let Jesus teach you, saying: "Blessed are the pure in heart, because they shall see God."
Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου, κ. τ. ἑ. Ὃ λέγει τοιοῦτόν ἐστιν· Οὐδέποτε προπετῶς ἐλάλησα, μὴ λογισάμενος πρῶτον, εἰ λαλητέον μοί ἐστιν, ἢ σιωπητέον. Οὐδέποτε προπετῶς τι ἔπραξα, μὴ λογισάμενος, εἰ καθήκουσά ἐστιν ἡ πρᾶξις· αἱ γὰρ ὁδοὶ ἡμῶν ἐν διαλογισμοῖς εἰσι καὶ ἐν πράξεσι. Φησὶν οὖν· Πάντα περιεσκεμμένως ἐποίησα, καὶ διὰ τοῦτο ἐπέστρεψα ὁδεύων τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου, ἵνα μὴ ἔξωθεν τῶν μαρτυρίων τοῦ Θεοῦ ὁδεύω, πᾶσαν τὴν ἐμὴν γνώμην εἰς τὰς σὰς ἀναθεὶς ἐντολάς.
I considered Thy ways, and turned my feet back to Thy testimonies, etc. What he says is of this sort: Never did I speak rashly, without first reckoning whether I ought to speak or keep silence. Never did I do anything rashly, without reckoning whether the action is befitting; for our ways are in thoughts and in actions. He says therefore: Everything I did circumspectly, and on this account as I travelled I turned my feet back to Thy testimonies, so that I might not travel outside the testimonies of God, having referred all my purpose to Thy commandments.
Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου, κ. τ. ἑ. Ἡ ἀπάθεια πέφυκε τὴν καρδίαν ἀτάραχον διαφυλάττειν, ἥτις ἡμῖν προσγίνεται ἐκ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθινῶν.
I was prepared, and was not troubled, to keep Thy commandments, etc. Passionlessness is by nature fitted to preserve the heart untroubled, which accrues to us from right conduct of life and true doctrines.
Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Σχοινία τὰ ἐπάλληλα καὶ τὰ συμπεπλεγμένα ἁμαρτήματα λέγεται. Οἱ γὰρ ἁμαρτίαν προθέμενοι πλέκειν δι' αὐτὴν καὶ ἄλλην ἀναγκάζονται· ὥσπερ ὁ Δαυῒδ διὰ τὴν πορνείαν καὶ τὸν φόνον προσέθηκεν· ὁ Κάϊν διὰ τὴν ἀδελφοκτονίαν ἐπισυνῆψε τὸ ψεῦδος. Ἀλλ' οὐδὲ τούτων περιπλακέντων αὐτῷ τοῦ Θεοῦ νόμου φησὶν ἐπιλανθάνεσθαι πάντως· ὅτι, πρὸς μετάνοιαν ἰδὼν καὶ ἐπιστρέψας, τὸ σχοινίον τῆς ἁμαρτίας ἔῤῥηξεν.
The cords of sinners were entwined around me, and I did not forget Thy law, etc. Successive and interwoven sins are called cords. For those who have set themselves to commit sin are compelled on account of it to weave another also: just as David because of fornication added murder also; Cain because of fratricide subjoined falsehood. Yet not even when these were entwined around him does he say that he altogether forgets the law of God; because, having looked to repentance and turned back, he burst the cord of sin.
Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. Λεκτέον τοῦτο πρὸς τοὺς ἀμελοῦντας νύκτωρ τῶν προσευχῶν.
At midnight I arose to give thanks to Thee for the judgements of Thy righteousness, etc. This is to be said to those who are neglectful of prayers at night.
Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ τὸν νόμον σου ἐμελέτησα, κ. τ. ἑ. Ὥσπερ ὁ τυρὸς
Their heart was curdled like milk; I meditated on Thy law, etc. Just as cheese
Notes, col. 1600
PG 12:1601Read from the pageἦν ὅτε οὐκ ἦν τυρὸς, οὕτως οἱ δαίμονες ἦσάν ποτε, ὅτε οὐκ ἦσαν πονηροί. Εἰ δὲ τὸ γάλα πρεσβύτερόν ἐστι τοῦ τυροῦ, δηλονότι καὶ ἡ ἀρετὴ πρεσβυτέρα τῆς κακίας ἐστίν· τυρῷ γὰρ Δαυῒδ τὴν κακίαν ἀπείκασεν.
there was a time when it was not cheese, so the demons once were, when they were not evil. And if milk is older than cheese, plainly virtue also is older than wickedness; for David likened wickedness to cheese.
Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου, κ. τ. ἑ. Ὡσεὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις. Ἄξιος ὀφθῆναι τῶν σῶν δικαιωμάτων αἰτῶ, ἅπερ οὐκ ἔστιν ἄλλως μαθεῖν.
It is good for me that Thou hast humbled me, so that I may learn Thy statutes, etc. As if he were saying: I take pleasure in weaknesses, in insults, in necessities, in persecutions, in distresses. I ask to be seen worthy of Thy statutes, which it is not possible to learn otherwise.
Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, κ. τ. ἑ. Ἡ αἰσχύνη εἰς συναίσθησιν πέφυκεν ἄγειν τὸν ἁμαρτάνοντα.
Let the proud be put to shame, because unjustly they acted lawlessly against me, etc. Shame is by nature fitted to bring the sinner to a sense of his state.
Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου, κ. τ. ἑ. Ἐπιστρέψαι πρὸς αὐτὸν καὶ παραγενέσθαι τοὺς τοιούτους αἰτεῖ, ὡς ἂν αὐτοῖς τῆς ἐν αὐτῷ μεταδοίη χάριτος.
Let those who fear Thee turn back to me, and those who know Thy testimonies, etc. He asks that such men may turn back to him and come to him, so that he may impart to them of the grace that is in him.
Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ, κ. τ. ἑ. Ὡς μήπω ἔχων αἰτεῖ κατὰ τὸ, « Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. » Καὶ πῶς « ἄμωμος » ἔσται ἢ κατὰ τοὺς λοιποὺς « τελεία; » Ἐπήγαγεν, « ἐν τοῖς δικαιώμασί σου. » Τούτῳ δὲ τὸ μὴ αἰσχυνθῆναι ἀκολουθεῖ· αἰσχύνης γὰρ ἄξιον πᾶν ἁμάρτημα.
Let my heart become blameless in Thy statutes, so that I may not be put to shame, etc. As not yet having it he asks, according to: "Create in me a clean heart, O God." And how will it be "blameless," or according to the rest "perfect"? He added, "in Thy statutes." And upon this follows the not being put to shame; for every sin is worthy of shame.
Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες· Πότε παρακαλέσεις με; κ. τ. ἑ. Παράκλησίς ἐστιν ἡ ἀνάπαυσις ψυχῆς ἀπὸ πόνων.
My eyes have failed for Thy oracle, saying: When wilt Thou comfort me? etc. Comfort is the rest of a soul from labours.
Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, κ. τ. ἑ. Εὑρήσεις πολλαχοῦ τῆς Γραφῆς τροπολογούμενον τὸ σῶμα εἰς ἀσκόν. Ὃ οὖν λέγει ὁ δίκαιος τοιοῦτόν ἐστιν· Ἐνέκρωσά μου τὰ μέλη ἐπὶ τῆς γῆς· τὴν θερμότητα τοῦ σώματος ἔψυξα τῷ θείῳ λόγῳ· οὐκέτι εἰμὶ θερμὸς πρὸς ὄρεξιν τῶν κατὰ τὴν κοιλίαν ἢ πρὸς τὰ σωματικά· ἐνέκρωσα καὶ ἔψυξα τὰ μέλη ἐπὶ τῆς γῆς.
Because I have become like a wineskin in frost, etc. You will find in many places of Scripture the body tropologically spoken of as a wineskin. What the righteous man says, therefore, is of this sort: I have mortified my members upon the earth; I have cooled the heat of the body by the divine word; no longer am I hot towards appetite for things of the belly or towards bodily things; I have mortified and cooled my members upon the earth.
Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν διωκόντων με κρίσιν, κ. τ. ἑ. Ὀλίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, ἐν αἷς εὔχεται ταχέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ.
How many are the days of Thy servant? When wilt Thou execute judgement for me on those who persecute me? etc. For few are the days of men upon the earth, wherein he prays that Satan may speedily be crushed under his feet.
Τοῦ αὐτοῦ. Πᾶσαι ἀνθρώπων ἡμέραι ὀλίγαι εἰσίν. Ἐπεὶ οὖν ὀλίγον χρόνον ζῶ ἐπὶ γῆς, βούλομαι ἰδεῖν τοὺς καταδιώκοντάς με κρινομένους, καὶ παρακαλῶ σε μὴ ὑπερθέσθαι. Τίνες δέ εἰσιν οἱ περὶ ὧν εὔχεται ἵνα γένηται ἐπ' αὐτοὺς κρίσις; Οἱ καταδιώκοντες ἡμᾶς Σατανᾶς τε καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ὅταν δὲ ἡμᾶς καὶ ἄνθρωπος δοκῇ καταδιώκειν, τῷ πρώτως καταδιώκειν οὐκ ἄνθρωπός ἐστιν, ἀλλὰ διάβολος, οὗ μιμητής ἐστι.
Of the same. All the days of men are few. Since therefore I live a little time upon earth, I wish to see those who persecute me judged, and I beseech Thee not to delay. And who are those concerning whom he prays that judgement may come to pass upon them? Those who persecute us, both Satan and the spiritual forces of wickedness. And whenever a man also seems to persecute us, by being the primary persecutor it is not a man, but the devil, whose imitator he is.
Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, κ. τ. ἑ. Ἢ τοὺς γραώδεις μύθους τῶν Ἰουδαίων φησὶ τὰς διδασκαλίας, ἢ καὶ τὰ ἐντάλματα τῶν ἀνθρώπων, καὶ τὰς φλυαρίας τῶν σοφῶν τοῦ αἰῶνος τούτου. Πολλοὶ γὰρ ἑρμηνεύειν ἐπιχειροῦσι τὰς θείας Γραφὰς καὶ τῶν τῆς Ἐκκλη-
Lawbreakers recounted to me idle tales, but not as Thy law, etc. Either he calls the teachings of the Jews old wives' fables, or else the precepts of men, and the prating of the wise of this age. For many attempt to interpret the divine Scriptures, both of those of the Church
PG 12:1604Read from the pageσίας, καὶ τῶν ἔξω ταύτης αἱρετικῶν τε καὶ Ἰουδαίων, ἢ καὶ Σαμαρειτῶν, ἀλλ' οὐ πάντες λέγουσι καλῶς. Σπάνιος γὰρ ὁ ἔχων ἀπὸ τοῦ Θεοῦ εἰς τοῦτο χάριν, πολλῶν μὲν ἐπαγγελλομένων λέγειν, οὐ καλῶς δὲ, καὶ παρανόμως βιούντων. Εἴ τι οὖν λέγουσιν, ἀδολεσχία καὶ φλυαρία· οὐ γὰρ δύναται λόγος εὔτονος καὶ ἐῤῥωμένος καὶ σωτήριος εἶναι ἐν τῇ ψυχῇ παρανόμου.
and of those outside it, both heretics and Jews, or Samaritans as well, yet not all speak rightly. For rare is he who has grace from God for this, whereas many profess to speak, yet do not live rightly, and live lawlessly. If then they say anything, it is idle talk and prating; for speech cannot be vigorous and strong and saving in the soul of a lawbreaker.
Τοῦ αὐτοῦ. Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἐκ τῆς ἔξωθεν σοφίας περὶ γνώσεως Θεοῦ ἐπαγγελλομένους διδάσκειν.
Of the same. One must use this saying against those who from the wisdom outside profess to teach concerning the knowledge of God.
Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου, κ. τ. ἑ. Ἀντὶ τοῦ· Παρ' ὀλίγον ἐγενόμην γήϊνος, ὑπὸ τῶν ἐχθρῶν πειραζόμενος.
They almost made an end of me on the earth, but I did not forsake Thy commandments, etc. Instead of: Within a little I became earthly, being tempted by the enemies.
Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου, κ. τ. ἑ. Μὴ ἐκδοθῆναι ταῖς τῶν ἐπιβουλευόντων χερσὶν εἰς θάνατον ἀξιοῖ, ζωὴν αἰτῶν οὔπω τὴν αἰώνιον, ἀλλὰ τὴν παροῦσαν· οὐχ ὡς τέλος δὲ αὐτὴν αἰτεῖ, ἀλλ' ὡς ἀγαθοῦ τέλους συναίτιον ἐσομένην. Ὅτι ζήσας, φησὶ, φυλάξω τὰ τοῦ Θεοῦ προστάγματα, δι' ὧν καὶ τὴν αἰώνιον ἔστι περιποιήσασθαι ζωήν.
According to Thy mercy quicken me, and I shall keep the testimonies of Thy mouth, etc. He asks not to be delivered up to the hands of those who plot against him unto death, asking for life, not yet the eternal life, but the present; yet he asks for it not as an end, but as about to be a contributory cause of a good end. Because having lived, he says, I shall keep the ordinances of God, through which it is possible to win eternal life also.
Τοῦ αὐτοῦ. Στόμα Θεοῦ οἱ διακονήσαντες προφῆται τοῖς μαρτυρίοις, ταῖς ἐντολαῖς, τοῖς δικαιώμασιν αὐτοῦ.
Of the same. The mouth of God is the prophets who ministered to His testimonies, His commandments, His statutes.
Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ, κ. τ. ἑ. « Ἐν τῷ οὐρανῷ, » ἀντὶ τοῦ ἐν ταῖς ἁγίαις αὐτοῦ δυνάμεσιν. Πάντων γὰρ ἐκεῖ τεταγμένων οὐδεμία λόγου παράβασις· « οὐρανῷ » δὲ οὐ τῷ παρερχομένῳ, εἰ καὶ ἐν αὐτῷ πάντα τεταγμένως κινεῖται· ἀλλ' ὅστις εἴρηται θρόνος εἶναι τοῦ Θεοῦ. Ἐν δὲ τῇ γῇ οὐδὲ μένει ὁ λόγος· οὐδὲ γὰρ ἔχει χώραν ὅπου πορνεία καὶ ἀκαθαρσία καὶ τὰ λοιπὰ πάθη. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Οὐκ εἶπε δὲ « τὸν αἰῶνα τῶν αἰώνων, » ἢ « τοῦ αἰῶνος· » (μετὰ γὰρ τὸν αἰῶνα ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται·) ἐν ᾧ δέ « ἐστιν ὁ λόγος διαμένων. » Δυνατὸν γὰρ τέλειον εἶναι δοκοῦντα μὲν ἐπὶ γῆς τυγχάνειν, τὸ πολίτευμα δὲ ἔχοντα ἐν τῷ οὐρανῷ. Οὕτως ἐστὶν ἐν αὐτῷ καὶ ἀεὶ ἡ ἀλήθεια.
For ever, O Lord, Thy word abides in heaven, etc. "In heaven," instead of: in His holy powers. For since all things are set in order there, there is no transgression of the word; and in "heaven," not that which passes away, even if in it all things move in order, but that which is said to be the throne of God. Whereas on the earth the word does not even abide; for neither does it have place where fornication and uncleanness and the remaining passions are. For what fellowship has righteousness with lawlessness? And he did not say "for ever and ever," or "of the age" (for after the age heaven and earth will pass away), but that wherein "the word is abiding." For it is possible for a perfect man, though seeming to be upon earth, to have his citizenship in heaven. Thus in him also the truth ever is.
Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει, κ. τ. ἑ. Ταύτῃ δὲ τῇ ἀληθείᾳ ἡ γῆ τεθεμελίωται. Ἐπὶ τούτῳ γὰρ τῷ ἀκρογωνιαίῳ λίθῳ καταβεβλημένῳ θεμελίῳ οἰκοδομοῦνται πάντες οἱ ἐκ γῆς σωζόμενοι· ὅθεν καὶ διαμένει ἡ γῆ ἀῤῥαγῆ καὶ ἀσφαλῆ κρηπῖδα καὶ θεμέλιον ἔχουσα. Ἀλλὰ καί φωτίσασα ἡ ἀλήθεια ἡμέραν ἣν ἐποίησε, Θεοῦ ἐπιλάμψαντος αὐτῇ, ἐν τῇ αὐτῇ διατάξει μένει, οὐκ ἀλλασσομένη.
Unto generation and generation is Thy truth. Thou hast founded the earth, and it abides, etc. And by this truth the earth has been founded. For upon this cornerstone laid down as a foundation are built up all those who are saved from the earth; whence the earth also abides, having an unbreakable and sure base and foundation. Moreover, the truth, having also illuminated the day which He made, when God shone upon it, abides in the same arrangement, not being changed.
Ὅτι τὰ σύμπαντα δοῦλα σὰ, κ. τ. ἑ. Εἰ τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμηκός φησιν· « Ἐκεῖνος, γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσποτείαν ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν. » Ὁ Θεὸς λέγεται δεσπότης διττῶς, ἢ ὡς δημιουργὸς, ἢ ὡς γινωσκόμενος. Διὸ καὶ Παῦλος
Because all things are Thy servants, etc. If all things are servants of God, how does Solomon in the Proverbs say concerning the ant: "Having no tilled field, nor having one who compels it, nor being under a master, it prepares its food in summer"? God is called master in two ways, either as Creator, or as being known. Wherefore Paul also
PG 12:1605Read from the pageγράφει· « Ἐξελευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῷ Θεῷ, » δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν. « Ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. » Εἰ δὲ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δηλονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς οὖν λέγεται ὁ μύρμηξ μὴ εἶναι ὑπὸ δεσποτείαν, κατὰ ταύτην τὴν δεσποτείαν.
writes: "Having been set free from sin, you were enslaved to God," plainly according to virtue and knowledge. "You have your fruit unto sanctification, and the end eternal life." Now if the ant has no share in such an end, plainly neither has it in this servitude. Rightly therefore is the ant said not to be under a master, according to this mastership.
Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου, κ. τ. ἑ. Μακάριον ὄντως τὸ μὴ ἀπολέσθαι γεγονότας ἐν περιστάσεσιν, οἷον ἐπὶ μαρτυρίου. Εἰ μή τις προμελετήσει τὸν νόμον τοῦ Θεοῦ, ἀπόλλυται.
Unless Thy law had been my meditation, then I should have perished in my humiliation, etc. Blessed truly is it not to perish when one has come into crises, as in martyrdom. Unless one meditates beforehand on the law of God, he perishes.
Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἐντολή σου σφόδρα, κ. τ. ἑ. Ὑπὲρ πάντας τοὺς ἔξωθεν λόγους οἱ λόγοι τῶν ἐντολῶν τοῦ Θεοῦ πλατύνουσι καθαίροντες τὴν ψυχήν.
Of all consummation I have seen an end; Thy commandment is exceeding broad, etc. Beyond all the words outside, the words of the commandments of God enlarge the soul, cleansing it.
Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μου ἐστὶν, κ. τ. ἑ. Μελετᾶται νόμος οὐκ ἐν λέξεσι καὶ φωναῖς μόνον, ἀλλὰ καὶ ἐν πράξεσιν. Ὅτε γὰρ ἀναγινώσκει τις, νοῶν τὰ λεγόμενα, καὶ πράττων αὐτὰ, μὴ παραλιπὼν ἕν τινι πράξει, ἀλλὰ ἐν πᾶσι ποιῶν ὃ βούλεται ὁ νόμος, οὗτος καὶ λέγων καὶ ἀναγινώσκων καὶ πράττων μελετᾷ τὸν τοῦ Θεοῦ νόμον. Ἐνθάδε μὲν οὖν λέγεται, « Ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν, » ἐν δὲ τῷ πρώτῳ ψαλμῷ οὐ μόνον τὴν ἡμέραν, ἀλλὰ καὶ τὴν νύκτα φησὶ τὸν ἐσόμενον μακάριον δεῖν μελετᾷν τὸν νόμον. Τί δήποτε ἐνταῦθα παρέλιπε τὴν νύκτα; Ὅτι μικτός ἐστιν ἐνταῦθα τῶν ἀνθρώπων ὁ βίος, διὰ τοῦτο καὶ ἡμέραν νῦν ἔχομεν καὶ νύκτα· ὅταν δὲ ἅγιοι γενώμεθα καὶ μακάριοι, νὺξ ἡμᾶς οὐ διαδέξεται, ἀλλ' ἐν μόνῃ ἐσόμεθα τῇ ἡμέρᾳ. Ὅρα οὖν ὡς μὲν ὁ ἐνταῦθα πορευόμενος, ἤτοι μὴ κατὰ βίον τέλειος (πορεία γάρ ἐστιν ἡ κατὰ κόσμον ἀναστροφή·) οὐδέπω καθαρῶς πορεύεται, ἀλλ' ὁτὲ μὲν ἐν ἡμέρᾳ ἐστὶν, ὁτὲ δὲ ἐν νυκτί· ἐν ἡμέρᾳ μὲν, ὅτε τὰ κατὰ τὸν νόμον καθήκοντα ποιεῖ· ἐν νυκτὶ δὲ, ὅτε οὐδέπω ὅλῃ καρδίᾳ (κἂν μελετᾷ τὸν νόμον,) ποιεῖ τὸν νόμον, ἢ καὶ ὅτε παρὰ τὰ καθήκοντα πράττει. Ὁ μὲν οὖν ἀρχόμενος, ἢ καὶ προκόπτων, μελετᾷ τὸν νόμον ἡμέρας καὶ νυκτός· ὁ δὲ τετελειωμένος οὐκ ἔστιν ἐν νυκτὶ, ἀλλ' ἐν ἡμέρᾳ, ὡς ὁ Παῦλός φησιν· « Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν. » Καὶ πάλιν· « Ἄρα οὖν οὐκέτι ἐσμὲν νυκτὸς οὐδὲ σκότους, ἀλλ' ἐσμὲν τέκνα φωτὸς καὶ ἡμέρας. »
How I have loved Thy law, O Lord! All the day it is my meditation, etc. The law is meditated on not in words and utterances only, but also in actions. For when one reads, understanding what is said, and doing it, not leaving anything out in any action, but in all things doing what the law wills, this man both speaking and reading and doing meditates on the law of God. Here, then, it is said, "All the day it is my meditation," whereas in the first psalm he says that he who is to be blessed must meditate on the law not only by day, but also by night. Why ever did he leave out the night here? Because the life of men here is mixed, on this account we now have both day and night; but when we become holy and blessed, night will not succeed us, but we shall be in day alone. See therefore how he who walks here, that is, not perfect in life (for conduct in the world is a journey), does not yet walk purely, but at one time is in the day, and at another in the night: in the day, when he does the duties according to the law; and in the night, when not yet with his whole heart (even if he meditates on the law) he does the law, or else when he acts contrary to what is fitting. He therefore who is beginning, or also making progress, meditates on the law day and night; whereas he who has been perfected is not in the night, but in the day, as Paul says: "The night is far spent, and the day has drawn near; let us walk becomingly as in the day." And again: "So then we are no longer of night nor of darkness, but we are children of light and of day."
Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν, κ. τ. ἑ. Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέτοχος γεγονὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου, τὸ, « Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. »
Above my enemies Thou hast made me wise in Thy commandment, because for ever it is mine, etc. A mind stripped of passions and made partaker of knowledge becomes more subtle than the demons, saying often that word of Paul, "For we are not ignorant of his devices."
Τοῦ αὐτοῦ. Ἐχθροὺς νῦν φησιν ἐπιδικαζομένους τῶν ἐντολῶν, καὶ μισοῦντας ἡμᾶς· οἷς ἡμεῖς οὐκ ἐχθραίνομεν. Σημαίνει τοὺς ἐκ περιτομῆς Ἰουδαίους· ὑπὲρ τούτους γὰρ ὁ Χριστιανὸς ἐσοφίσθη τὴν ἐντολὴν τοῦ Θεοῦ, πνευματικῶς τὸν νόμον νοῶν καὶ φυλάτ-
Of the same. By enemies now he means those who lay claim to the commandments, and hate us; towards whom we are not hostile. He signifies the Jews of the circumcision; for above these the Christian has been made wise in the commandment of God, spiritually understanding and keep-