PG 12:1584Read from the pageτοῖς Εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων· « Οὐδέποτε ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; » Οἰκοδομοῦντας δὲ τοὺς Ἰουδαίους λέγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες· « Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις. » Καὶ πάλιν· « Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. »
the Gospels adduces this prophecy, saying: "Have you never read: The stone which the builders rejected, this has become the head of the corner?" And by builders He means the Jews, the scribes, the Pharisees, because they rejected Him, saying: "You are a Samaritan, and have a demon." And again: "This man is not from God, but leads the crowd astray."
Παρὰ Κυρίου ἐγένετο αὕτη, κ. τ. ἑ. Οὐκ ἦν ἀνθρώπινον τὸ γινόμενον, οὐκ ἦν ἑνὸς τῶν πολλῶν· οὐκ ἦν ἀγγέλων, οὐκ ἦν ἀρχαγγέλων τὸ τοιαύτην πλέξαι γωνίαν· οὐδεὶς γὰρ ἴσχυεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, ἀλλὰ τοῦ Θεοῦ τὸ κατόρθωμα· τοῦτο ἦν αὐτοῦ ἰδικῶς τὸ ἔργον.
This came to pass from the Lord, etc. What came to pass was not human, it was not of one of the many; it was not of angels, it was not of archangels to weave such a corner; for no one had the strength, not a righteous man, not a prophet, not an angel, not an archangel, but the achievement was God's: this was peculiarly His work.
Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, κ. τ. ἑ. Ταύτην τὴν ἡμέραν οὐ νομοθέται, οὐ προφῆται πεποιήκασιν, ἀλλ' αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος. Ἡμέραν δὲ λέγει τὴν γνῶσιν τοῦ Χριστοῦ.
This is the day which the Lord has made, etc. This day neither lawgivers nor prophets have made, but the Sun of righteousness Himself. And by day he means the knowledge of Christ.
Τοῦ αὐτοῦ. Ἡμέραν ἐνταῦθα οὐχὶ τὸν δρόμον λέγει τὸν ἡλιακὸν, ἀλλὰ τὰ κατορθώματα τὰ ἐν αὐτῇ γινόμενα. Ὥσπερ γὰρ ἡμέραν πονηρὰν λέγει οὐ τὸν δρόμον τοῦ ἡλίου, ἀλλὰ τὰ ἐν αὐτῇ κακά· οὕτως καὶ ἡμέραν ἀγαθὴν τὰ ἐν αὐτῇ κατορθώματα. Ὁ δὲ λέγει τοιοῦτόν ἐστι· Πάντα τὰ κατορθώματα τὰ ἐν αὐτῇ γινόμενα ὁ Θεὸς ἐποίησε· τῆς γὰρ χειρὸς ἐκείνης μόνης ἦν τὰ γινόμενα. Τί γὰρ τῆς ἡμέρας ταύτης ἶσον γένοιτο ἂν, ἐν ᾗ καταλλαγὴ Θεοῦ πρὸς ἀνθρώπους ἐγένετο, καὶ ὁ χρόνιος κατελύθη πόλεμος, καὶ οὐρανὸς ἀπεδείχθη ἡ γῆ, καὶ οἱ τῆς γῆς ἀνάξιοι ἄνθρωποι τῆς βασιλείας ἐφάνησαν ἄξιοι, καὶ ἡ ἀπαρχὴ τῆς φύσεως τῆς ἡμετέρας ὑπεράνω τῶν οὐρανῶν ἀνηνέχθη, καὶ παράδεισος ἠνοίγη, καὶ τὴν ἀρχαίαν ἀπελάβομεν πατρίδα, καὶ κατάρα ἠφανίσθη, καὶ ἡ ἁμαρτία ἐλύθη; Εἰ γὰρ καὶ πάσας τὰς ἡμέρας ἐποίησεν, ἀλλ' ἐκείνην ἐξαιρέτως, ἐπειδὴ τὰ μέγιστα ἐν αὐτῇ τῶν οἰκείων μυστηρίων ἐπλήρωσε. Διόπερ καὶ ἡμεῖς ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ διπλῆν τινα χαρὰν πανήγυριν ἄγοντες· μίαν μὲν, ὅτι τῆς αἰχμαλωσίας τοῦ διαβόλου ἐῤῥύσθημεν· δευτέραν δὲ ὅτι καὶ πρὸς βασιλείαν οὐρανῶν ἀναγόμεθα.
Of the same. By day here he means not the solar course, but the achievements that come to pass in it. For just as he calls an evil day not the course of the sun, but the evils in it; so also he calls a good day the achievements in it. And what he says is of this sort: All the achievements that come to pass in it God made; for the things that came to pass belonged to that hand alone. For what could be equal to this day, wherein the reconciliation of God towards men came to pass, and the age-long war was dissolved, and earth was shown to be heaven, and men unworthy of earth appeared worthy of the kingdom, and the firstfruits of our nature were borne up above the heavens, and paradise was opened, and we recovered our ancient fatherland, and the curse was made to vanish, and sin was loosed? For even if He made all the days, yet He made that one pre-eminently, since in it He fulfilled the greatest of His own mysteries. Wherefore let us also rejoice and be glad in it, keeping festival with a certain twofold joy: one, because we have been delivered from the captivity of the devil; and a second, because we are also led up towards the kingdom of the heavens.
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, κ. τ. ἑ. Καὶ ταύτην τὴν φωνὴν οἱ εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν εἶναι ἐξειλήφασιν· αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι τοῦ Κυρίου ἐρχόμενος, πάντων τῶν παρ' αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων ὡς Κυρίου δούλων. Ἀμέλει τάδε λέγει Κύριος, ἕκαστος ἔφη· καὶ ἕκαστος τῶν ἀγγέλων φησὶ πρὸς ὃν ἔρχεται· Ὁ Κύριος ἀπέστειλέ με. Ἀλλ' αὐτὸς ὁ ἐν ὀνόματι Κυρίου ἐρχόμενος εὐλογημένος ἐστί.
Blessed is He Who comes in the name of the Lord, etc. This voice also the evangelists have understood to be a prophecy concerning Christ; for He Himself truly is the One Who comes with authority and in the name of the Lord, whereas all the men and angels together who came from Him have come as servants of the Lord. Indeed, "Thus says the Lord," each one said; and each of the angels says to him to whom he comes: "The Lord has sent me." But He Himself Who comes in the name of the Lord is blessed.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, κ. τ. ἑ. Τὸ γὰρ ἐλθεῖν αὐτὸν οὐ τόπον ἐστὶν ἀμεῖψαι, ἀλλ' ἐπιφανῆναι, πρότερον οὐχ ὁρώμενον· ὑπάρχων γὰρ ἀόρατος, τῷ εἶναι εἰκὼν Θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν, καὶ γενόμενος ὁ Λόγος σὰρξ ὤφθη, ἵν', οὕτω φανεὶς,
God is the Lord, and He has shone upon us, etc. For His coming is not to change place, but to appear, Who previously was not seen; for being invisible, by being the image of the invisible God, taking the form of a servant, and becoming flesh, the Word was seen, so that, having thus appeared,
Notes, col. 1584
PG 12:1585Read from the pageχειραγωγήσῃ ἡμᾶς διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, « δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. »
He might lead us by the hand through this perception to behold His glory also, "glory as of the Only-begotten from the Father, full of grace and truth."
Συστήσατε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, κ. τ. ἑ. Οὗτοι πυκάζουσιν, οἱ φύλλοις καὶ καρποῖς κομῶντες· φύλλοις μὲν τοῖς καθήκουσι, καρποῖς δὲ ταῖς ἀρεταῖς· καὶ γὰρ « τὸ φύλλον αὐτῶν οὐκ ἀποῤῥυήσεται· καὶ τὸν καρπὸν αὐτῶν δώσουσιν ἐν καιρῷ αὐτῶν, » διὰ τὸ γεγενῆσθαι αὐτοὺς « ξύλα πεφυτευμένα παρὰ τὰς διεξόδους τῶν ὑδάτων. »
Appoint a feast in the thick-shaded branches, etc. These are thick-shaded, who are leafy with leaves and fruits: with leaves, that is, befitting duties, and with fruits, that is, virtues; for indeed "their leaf shall not fall off, and they shall give their fruit in their season," because they have become "trees planted by the watercourses."
Τοῦ αὐτοῦ. « Πυκάζοντα » δὲ τὰ χερουβίμ φησι τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ « πυκάζουσι. » Πυκάζειν γὰρ τὸ σκέπειν. Τὰ χερουβὶμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλαστήριον.
Of the same. And "thick-shading" he calls the cherubim that overshadow the mercy-seat; for this is what "in the thick-shaded" means. For to shade thickly is to cover. And the cherubim covered the mercy-seat with their wings.
Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι, κ. τ. ἑ. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ χωρὶς τῶν εὐεργεσιῶν δεῖ εὐχαριστεῖν τῷ Θεῷ, καὶ διὰ τοῦτο αὐτὸν δοξάζειν, διὰ τὴν μεγαλωσύνην αὐτοῦ τῆς οὐσίας, διὰ τὴν ἀπόῤῥητον δόξαν. Τοῦτο γοῦν καὶ ἐνταῦθα αἰνίττεται, εἰπὼν τὰς εὐεργεσίας ἃς εὐηργετήθη. Καὶ χωρὶς τούτων, φησὶ, καὶ εὐχαριστήσω καὶ ἐξομολογήσομαι, ὅτι τοιοῦτον ἔχω Δεσπότην, οὕτως ὑψηλὸν, οὕτω μέγαν, οὕτως ἀόρατον, ἀκατάληπτον. Τὸ δὲ ὑψώσω, « δοξάσω » ἐστί.
Thou art my God, and I will give thanks to Thee, etc. Here he shows that even apart from benefits one must give thanks to God, and on this account glorify Him, because of the majesty of His substance, because of His ineffable glory. This, at all events, he hints here also, after speaking of the benefits which he received. Even apart from these, he says, I will both give thanks and confess, because I have such a Master, so lofty, so great, so invisible, incomprehensible. And "I will exalt" is "I will glorify."
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, κ. τ. ἑ. Οὐ μάτην ἐκ δευτέρου κατὰ τὸν παρόντα ψαλμὸν τὸν στίχον ὁ Ψαλμῳδὸς ἐνέταξεν· ἡμᾶς δὲ πολλάκις τὴν αὐτὴν ᾠδὴν μελετᾷν ἄρα βουλόμενος, ἵνα, μεμνημένοι τίς ἡμῶν ἡ σωτηρία ἐγένετο, μηκέτι πρὸς τὸν ἐχθρὸν παλινδρομήσωμεν, ὅσπερ ἡμῖν εἰς ἀπώλειαν γέγονεν.
Give thanks to the Lord, for He is good, etc. Not in vain did the Psalmist insert the verse a second time in the present psalm; wishing, that is, that we should meditate often on the same song, so that, remembering Who became our salvation, we may no longer run back to the enemy, who has become ruin to us.
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, κ. τ. ἑ. Τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λόγων τοῦ Θεοῦ ὁ θεῖός ἐστι τόπος· περὶ ὧν καὶ διαλαμβάνει ὁ ἑκατοστὸς ὀκτωκαιδέκατος ψαλμὸς, κατὰ Ἑβραίων στοιχεῖα γεγραμμένος, ὥστε τοὺς μὲν πρώτους αὐτοῦ στίχους εἶναι ὀκτὼ ἀπὸ τοῦ Ἄλεφ· ὅ ἐστιν ἀρχὴ τῶν παρ' αὐτοῖς στοιχείων· τοὺς δὲ δευτέρους ὀκτὼ ἀπὸ Βὴθ, καὶ οὕτω καθεξῆς. Καὶ περιέχει γε ὁ ψαλμὸς οὗτος ὅλον τὸν τόπον τὸν ἠθικὸν μετὰ πάσης θεωρίας τῆς περὶ τῶν διαφόρων ἐν τοῖς ἠθικοῖς τόποις ὀνομάτων ἐν ταῖς Γραφαῖς. Ἰστέον δὲ ὡς ἄλλο μὲν νόμος, ἄλλο δὲ δικαίωμα, ἄλλο πρόσταγμα, ἄλλο μαρτύριον, ἄλλο κρῖμα. Διὰ τοῦτο δὲ ἐνταῦθα τὰ στοιχεῖα προτέτακται, ἵνα δηλωθῇ τοῖς ἐντυγχάνουσιν, ὅτι τὰ στοιχεῖά ἐστιν ἡ γνῶσις τοῦ ἠθικοῦ τόπου. Οὕτω καὶ οἱ ριαʹ καὶ ριβʹ ψαλμοὶ, τινὰ τρόπον κἀκεῖνοι ἠθικοὶ ὄντες, εἶχον τὴν ἀρχὴν τῶν στίχων ἀπὸ τῶν παρ' Ἑβραίοις στοιχείων. Ἐκεῖ μὲν οὖν ἡ στοιχείωσις οὐκ ἐκτέταται, ἀλλὰ διὰ βραχέων παραδέδοται. Ἰστέον τοίνυν, ὥσπερ ἄλλα, οὕτω καὶ ταῦτα ἐν Πνεύματι ἁγίῳ γεγράφθαι, λόγον τε ἔχειν οὐκ εὐκαταφρόνητον. Καὶ ἡ αἰτία τοῦ ἕκαστον τῶν στοιχείων ὀκτάκις παρ'
Blessed are the blameless in the way, etc. The elements of the beginning of the words of God are the divine place; concerning which the hundred and eighteenth psalm also treats, written according to the elements of the Hebrews, so that its first verses are eight from Aleph, which is the beginning of the elements among them; and the second eight from Beth, and so on in order. And this psalm comprises the whole moral place together with all contemplation concerning the different names in the moral places in the Scriptures. And one must know that law is one thing, statute another, ordinance another, testimony another, judgement another. And on this account the elements are set at the head here, so that it may be made clear to the readers that the elements are the knowledge of the moral place. Thus the 111th and 112th psalms also, being themselves in some way moral, had the beginning of their verses from the elements among the Hebrews. There, then, the elementary instruction is not drawn out at length, but has been handed down briefly. One must know, therefore, that just as other things, so these also have been written in the Holy Spirit, and have a reason not to be despised. And this is the cause why each of the elements is eight times among
PG 12:1588Read from the pageἙβραίοις εἰρῆσθαι ἐν τούτῳ τῷ ψαλμῷ. Ἐλθὲ τοίνυν ἐπὶ τὸν ὀκτὼ ἀριθμὸν, καὶ εἴ που ὠνομάσθη ἐν τῇ Γραφῇ, παραλάμβανε αὐτὸν, καὶ ἐπὶ τίνι εἴρηται, καὶ ἔσται σοι χρήσιμος ὁ λόγος πρὸς τὸ ἰδεῖν, ὅτι ἕκαστον στοιχεῖον τελείωσίς ἐστιν ἅμα τῷ ἀριθμῷ. Ὅταν δὲ τελειώμεθα ἐν τοῖς στοιχείοις, ὁ ἑπτὰ ἀριθμὸς προτιμητέος ἡμῖν, ὅτι δὴ καὶ τῇ ὕλῃ ἀνεῖται οὗτος· εἴπερ ἐστὶν ὁ ἑπτὰ σημεῖον ὑλικῆς παχύτητος· ὁ δὲ ὀκτὼ ἀρχὴ τῆς ἀϋλοτέρας καὶ μείζονος καταστάσεως. Εἰ γὰρ καὶ τὰ μάλιστά φαμεν καὶ τὸν ἓξ τὴν κοσμικὴν σχετικῶς ὕλην ὑποδηλοῦν, ἀλλ' οὖν γε τὸν μὲν εἰς τὴν κατὰ ποσὸν ὁλότητα ἀναφέρομεν, τὸν δὲ εἰς τὴν καθ' ἕξιν τελείωσιν, καθ' ἥν τις ἀποσμήχεται τὰ ῥυπάσματα τῆς ψυχῆς, καὶ καθαίρεται. Πρὶν γὰρ ἔλθῃ ἡ ὀγδόη τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἡμέρα, ὅλος ὁ κόσμος ἀπερικάθαρτος ἦν καὶ ἀκρόβυστος· ὅτε δὲ ἦλθεν ἡ ὀγδόη τῆς ἀναστάσεως Χριστοῦ ἡμέρα, ἀθρόως πάντες ἐκαθαρίσθημεν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες καὶ συναναστάντες, ὥς φησιν ὁ Ἀπόστολος. Ἐπεὶ οὖν διὰ τῆς στοιχειώσεως καθαίρεται ἡμῶν ἡ ψυχὴ, μανθανόντων τὸν ἠθικὸν τόπον, καὶ τελειουμένων ἐν τῇ γνώσει αὐτοῦ, διὰ τοῦτο ὁ ὀκτὼ ἀριθμὸς παρελήφθη καθ' ἕκαστον τῶν στοιχείων ἐν τῷ προκειμένῳ. Ἐν τούτῳ γοῦν τῷ ψαλμῷ τὴν τῶν ἁγίων διαγράφει πολιτείαν, τοὺς ἀγῶνας, τὰς θλίψεις, καὶ τὰ ἑξῆς. Ὁ δὲ μηδαμῆ μηδαμῶς ἁμαρτάνων, οὗτος ἂν εἴη ἄμωμος, καὶ μὴν καὶ μακάριος.
the Hebrews spoken in this psalm. Come therefore to the number eight, and if anywhere it has been named in Scripture, take it up, and see in regard to what it has been spoken, and the account will be useful to you for seeing that each element is perfection together with the number. And when we are being perfected in the elements, the number seven is to be preferred by us, because this is dedicated to matter; since seven is a sign of material grossness, whereas eight is the beginning of the more immaterial and greater state. For even if we say most of all that six also indicates cosmic matter relatively, yet we refer the one to wholeness according to quantity, and the other to perfection according to habit, according to which one wipes away the defilements of the soul and is cleansed. For before the eighth day of the Lord Jesus Christ came, the whole world was uncleansed and uncircumcised; but when the eighth day of the resurrection of Christ came, all at once we were all cleansed in the circumcision of Christ, buried with Him and raised with Him, as the Apostle says. Since therefore through the elementary instruction our soul is cleansed, as we learn the moral place and are perfected in the knowledge of it, on this account the number eight has been taken for each of the elements in the present psalm. In this psalm, at all events, he delineates the citizenship of the saints, their struggles, their tribulations, and what follows. And he who in no way and by no means sins, this man would be blameless, and indeed blessed also.
Τοῦ αὐτοῦ. Οὐ διὰ τὴν ἀμωμότητα μακάριος ἄνθρωπος ὀνομάζεται, ἀλλὰ διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, ἣν μέλλει κτᾶσθαι διὰ τῆς ἀμωμότητος· « Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. »
Of the same. Not because of blamelessness is a man named blessed, but because of the knowledge of God, which he is about to acquire through blamelessness: "For blessed are the pure in heart, because they shall see God."
Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν, κ. τ. ἑ. Εἰ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ οὐ πορεύονται, οἱ ἐργαζόμενοι δηλονότι τὴν δικαιοσύνην ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ πορευθήσονται. Οὐκοῦν ὁδοὶ τοῦ Θεοῦ εἰσιν αἱ θεωρίαι τῶν γεγονότων, ἐν αἷς πορευσόμεθα δικαιοσύνην κατεργαζόμενοι. Εἰ δὲ ἡ δικαιοσύνη ἡμῶν ἐστιν ὁ Χριστὸς, « ἐγενήθη γὰρ ἡμῖν σοφία παρὰ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις· » καλῶς λέγει ἐν ταῖς Παροιμίαις ὁ Σολομὼν τὴν σοφίαν ἀρχὴν εἶναι τῶν ὁδῶν τοῦ Κυρίου, ἥτις ἐστὶν ὁ Χριστός. Λέγω δὲ Χριστὸν τὸν μετὰ τοῦ Θεοῦ Λόγον ἐπιδημήσαντα Κύριον.
For those who work iniquity did not walk in His ways, etc. If those who work iniquity do not walk in the ways of God, plainly those who work righteousness will walk in the ways of God. Therefore the ways of God are the contemplations of the things that have come into being, wherein we shall walk working out righteousness. And if our righteousness is Christ — "for He became to us wisdom from God, and righteousness and sanctification and redemption" — rightly does Solomon say in the Proverbs that wisdom is the beginning of the ways of the Lord, which is Christ. And I mean by Christ the Lord Who sojourned among us, the Word Who was with God.
Τοῦ αὐτοῦ. Εἴ τις ἀνομίαν ἐργάζεται, ἐκεῖνος οὐκ ἐν ὁδῷ Κυρίου πορεύεται· διὸ οὐδ' ἄμωμός ἐστιν ἐν ὁδῷ.
Of the same. If anyone works iniquity, that man does not walk in the way of the Lord; wherefore neither is he blameless in the way.
Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα, κ. τ. ἑ. Ὁ μὴ κατὰ διάνοιαν ἁμαρτάνων σφόδρα φυλάσσει τὰς ἐντολὰς τοῦ Θεοῦ.
Thou hast commanded Thy commandments to be kept exceedingly, etc. He who does not sin in thought keeps the commandments of God exceedingly.
Τοῦ αὐτοῦ. Ἔστι σφόδρα, καὶ ἔστιν ἠρέμα φυλάσσεσθαι ἐντολὰς Θεοῦ. Ἢ σφόδρα ἐνετείλατο ὁ Θεὸς φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ.
Of the same. There is keeping the commandments of God exceedingly, and there is keeping them gently. Or God commanded exceedingly that His commandments should be kept.
PG 12:1589Read from the page⟨Ὄ⟩φελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ ⟨φυλ⟩άξασθαι τὰ δικαιώματά σου, κ. τ. ἑ. Οὐ γὰρ ⟨ἄλλ⟩ως τὰ δικαιώματά σου φυλάξω, ἐὰν μὴ κατευ⟨θυνθ⟩ῶσιν ὑπὸ σοῦ αἱ ὁδοί μου. Τίνα οὖν τὰ δικαιώ⟨ματ⟩α ταῦτα ἃ παραθέσεις ἐνώπιον τῶν υἱῶν Ἰσραήλ; ⟨« Ἐ⟩ὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, ⟨τῷ⟩ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον, » καὶ τὰ ⟨ἑξῆ⟩ς. « Ὄφελον οὖν, φησὶ, κατευθυνθείησαν αἱ ὁδοί ⟨μου⟩, » ἵνα ὅσα ἐδικαίωσας, ταῦτα ἑκάστῳ κατὰ τὸ ⟨πρ⟩έπον ἀποδῶ.
O that my ways were directed to keep Thy statutes, etc. For I shall not otherwise keep Thy statutes unless my ways are directed by Thee. What then are these statutes which you shall set before the sons of Israel? "If you acquire a Hebrew servant, six years he shall serve you, in the seventh you shall send him out free," and what follows. "O that my ways, therefore," he says, "were directed," so that whatever things Thou hast ordained as righteous, these I may render to each man as is fitting.
Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ⟨ἐπ⟩ὶ πάσας τὰς ἐντολάς σου, κ. τ. ἑ. Οὐκ ἐπὶ ⟨τιν⟩ας, ἀλλ' ἐπὶ πάσας· κατ' ἐκείνας γὰρ τὰς ἐντολὰς ⟨ἃς⟩ μὴ βλέπω αἰσχυνθήσομαι. Ἡμῖν δὲ πρὸς τὸ ⟨πν⟩εῦμα τὸ θεῖον ἀφορῶσιν ἔσται τὸ μὴ αἰσχύνεσθαι, ⟨ἐπ⟩ειδὰν συνηρμοσμένους αὐτῷ θεωρῶμεν ἡμᾶς αὐ⟨το⟩ὺς ἁπανταχῆ, καὶ μηδαμῆ μετατιθεμένους πρὸς τὴν ⟨σά⟩ρκα, μηδὲ οἷον ἐκ μετεώρου πτώσεως κατε⟨νε⟩χθέντας.
Then I shall not be put to shame, when I look upon all Thy commandments, etc. Not upon some, but upon all; for according to those commandments which I do not look upon I shall be put to shame. And for us who look towards the divine Spirit there will be the not being put to shame, whenever we behold ourselves fitted together with Him in every way, and in no way shifting towards the flesh, nor as it were borne down by a fall from on high.
Τοῦ αὐτοῦ. Εἰ ὁ πάσας ποιήσας τὰς ἐντολὰς, ⟨π⟩ταίσας δὲ ἐν μιᾷ γίνεται πάντων ἔνοχος, καλῶς ⟨γ⟩έγραπται· « Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· » οἶδε γὰρ καὶ μία παραμεληθεῖσα ἐντολὴ αἰσχύνης ἡμῖν γίνεσθαι πρόξενος.
Of the same. If he who has done all the commandments, yet stumbled in one, becomes guilty of all, rightly has it been written: "Then I shall not be put to shame when I look upon all Thy commandments;" for even one neglected commandment knows how to become an occasion of shame to us.
Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, κ. τ. ἑ. Ὁ μηδέποτε εὐθύτητα καρδίας ἀνειληφὼς, ἀλλ' ἔτι αὐτὴν ἔχων σκολιὰν, οὐκ ἐξωμολογήσατο οὐδέπω, εἰς τὸ παραδεχθῆναι τῷ Θεῷ τὴν ἐξομολόγησιν αὐτοῦ. Πῶς οὖν τοῦτο γίνεται, δηλοῖ τὰ ἑξῆς.
I will give thanks to Thee in uprightness of heart, etc. He who has never taken up uprightness of heart, but still has it crooked, has not yet given thanks so that his thanksgiving is accepted by God. How then this comes about, what follows makes clear.
Μή με ἐγκαταλίπῃς ἕως σφόδρα, κ. τ. ἑ. Μέτρα ἔχει ἡ δύναμίς μου ἐν τῷ πειράζεσθαι· Μή με, φησὶ, τοῖς ὑπὲρ δύναμιν πειρασμοῖς ὑποβάλῃς, μηδὲ σφόδρα ἐγκαταλίπῃς με. « Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, » καὶ τὰ ἑξῆς.
Forsake me not utterly, etc. My strength has measures in being tempted: Do not, he says, subject me to temptations beyond my strength, nor forsake me utterly. "And God is faithful, Who will not suffer us to be tempted beyond what we are able," and what follows.
Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι, κ. τ. ἑ. Ἁμαρτάνει τῷ Θεῷ ὁ ἀξιωθεὶς λογίων ἀποῤῥητοτέρων, καὶ κρύπτεσθαι ἀπὸ πολλῶν κελευθεὶς, καὶ μὴ κρύπτων αὐτὰ ἀφ' ὧν δεῖ. Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τὸ τἀληθῆ, ἐπὰν ὅλως μὴ δεῖ ἀπαγγέλλειν. Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπροσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσί.
In my heart I have hidden Thy oracles, so that I may not sin against Thee, etc. He sins against God who has been counted worthy of more ineffable oracles, and commanded that they be hidden from the many, and does not hide them from whom he ought. For there is danger not only in speaking falsehoods, but also in speaking the truth, whenever one ought not to declare it at all. For one must not cast pearls before swine, nor give what is holy to the dogs.
Εὐλογητὸς εἶ Κύριε, κ. τ. ἑ. Ὁ αἰσθόμενος τῆς αὐτοῦ προκοπῆς, ἀπὸ τοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι τὸν Θεὸν, εὐλογεῖ αὐτὸν εὐχαριστῶν ἤδη ἐφ' οἷς ἠξιώθη. Ἔχων γὰρ λόγια ἀπόῤῥητα καὶ κρύψεως ἄξια, εὐλογεῖ ἐπὶ τούτοις τὸν Κύριον.
Blessed art Thou, O Lord, etc. He who perceives his own progress, from seeking out God with his whole heart, blesses Him, giving thanks already for the things of which he has been counted worthy. For having ineffable oracles worthy of being hidden, he blesses the Lord for these.
Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ, κ. τ. ἑ. Ὁ ὡς ἐν τῷ παντὶ πλούτῳ χρυσοῦ, καὶ ἀργύρου, καὶ ἱματισμοῦ, καὶ οἰκοπέδων, καὶ χωρίων, καὶ κτηνῶν, καὶ οἰκετῶν
In the way of Thy testimonies I delighted, as in all riches, etc. He who as in all riches of gold, and silver, and raiment, and house-plots, and lands, and cattle, and servants
Notes, col. 1589
On the reading
Printed κελευθεὶς, for κελευσθεὶς.
PG 12:1592Read from the pageεὐφραινόμενος ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ μακάριος.
rejoices in the way of the testimonies of God is blessed.
Ἐν τοῖς δικαιώμασί σου μελετήσω, κ. τ. ἑ. Ἐν τοῖς δικαιώμασί τις μελετᾷ τοῦ Θεοῦ οὐ ῥηματίοις καὶ λεξειδίοις, ἀλλὰ τῷ νενοηκέναι καὶ ποιεῖν αὐτά. Οὐ γὰρ οἱ ἀκροαταὶ τῶν δικαιωμάτων τοῦ Θεοῦ δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ αὐτῶν, καὶ μελετῶντες αὐτὰ τοῖς ἔργοις· οἵτινες ἐκ τοῦ ὡσαύτως αὐτὰ μελετᾷν οὐδέποτε τῶν λόγων τοῦ Θεοῦ ἐπιλήσονται.
In Thy statutes I will meditate, etc. One meditates in the statutes of God not by little phrases and little words, but by having understood and doing them. For not the hearers of the statutes of God are righteous before God, but the doers of them, and those who meditate on them by works; who from meditating on them in like manner will never forget the words of God.
Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου, κ. τ. ἑ. Ὁ ποιήσας πάντα τὰ συντελοῦντα πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος λεγέτω καὶ τῷ Κυρίῳ· « Ἀνταπόδος τῷ δούλῳ σου. »
Render to Thy servant; I shall live and keep Thy words, etc. Let him who has done all the things that contribute towards the knowledge of God say also to the Lord: "Render to Thy servant."
Τοῦ αὐτοῦ. Διδόντι ἀνταποδίδωσιν ὡς τῷ Ἀβραὰμ τὸν Ἰσαὰκ, καὶ τῷ προσαγαγόντι τὰς δέκα μνᾶς ὁ χαρισάμενος αὐτὰς αὐτῷ δεσπότης.
Of the same. To him who gives He renders back, as Isaac to Abraham, and as to him who brought the ten minas the master who graciously gave them to him.
Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου, κ. τ. ἑ. Ὁ νόμος ἀποκαλύψεως δεῖται· ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγής ἐστιν. Νόμον δὲ ἐνταῦθα ὠνόμασε τὴν πνευματικῶς ἀλληγορουμένην τῆς Γραφῆς ἱστορίαν· ὅπερ καὶ Παῦλος πεποίηκεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ γράφων· « Λέγετέ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀναγινώσκετε, Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· » καὶ ἀνάγει πᾶσι τὴν ἱστορίαν πνευματικῶς ἀλληγορῶν ἐπὶ τὴν ἄνω Ἱερουσαλήμ.
Unveil my eyes, and I shall perceive wondrous things out of Thy law, etc. The law stands in need of unveiling; for the commandment of the Lord is far-shining. And by law here he named the spiritually allegorized history of Scripture; which very thing Paul also did in the Epistle to the Galatians, writing: "Tell me," he says, "you who wish to be under the law, do you not read the law? For it is written that Abraham had two sons, one by the bondmaid, and one by the free woman;" and for all he leads up the history, allegorizing it spiritually, to the Jerusalem above.
Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ, κ. τ. ἑ. Οὐκ ἐπεθύμησεν, ἀλλ' ἐπεπόθησεν ἐπιθυμῆσαι, καὶ ἐν παντὶ καιρῷ ἐπιθυμῆσαι.
My soul has longed to desire Thy judgements at all times, etc. It did not desire, but longed to desire, and to desire at all times.
Ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου, κ. τ. ἑ. Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ. Κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται· Κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ.
Thou hast rebuked the proud; cursed are those who turn aside from Thy commandments, etc. He Who resists the proud, He also rebukes the proud. Now the Lord resists the proud; the Lord therefore also rebukes the proud.
Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατ' ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου, κ. τ. ἑ. Οὕτως συνέρχονται κατὰ τοῦ δικαίου, σκοποῦντες ὅπως ἐπιβουλεύσωσιν αὐτῷ, ἀλλ' αὐτὸς οὐ παύεται λαλῶν ἐν τοῖς δικαιώμασιν τοῦ Θεοῦ· οὐδὲν γὰρ ἀνθρώπινον φθέγγεται.
For indeed rulers sat, and spoke against me; but Thy servant meditated in Thy statutes, etc. Thus they come together against the righteous man, watching how they may plot against him, but he does not cease speaking in the statutes of God; for he utters nothing human.
Τοῦ αὐτοῦ. Ἡ περί τι συνεχὴς ὁμιλία καὶ διατριβὴ ἀδολεσχία καλεῖται.
Of the same. Continuous converse and occupation about something is called meditation.
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, κ. τ. ἑ. Τῶν ἁμαρτωλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολλῶνται τὰ ἐπίγεια φρονοῦσαι· τῶν δὲ δικαίων ἤτοι συνδεσμούμεναι σώμασιν, ἢ χρονίζουσαι δι' οἰκονομίαν ἐν αὐτοῖς.
My soul has cleaved to the pavement; quicken me according to Thy word, etc. The souls of sinners cleave to the pavement, minding earthly things; whereas those of the righteous either as being bound together with bodies, or as tarrying in them by dispensation.
Τοῦ αὐτοῦ. Νῦν μὲν ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχὴ καὶ γέγονε σάρξ· ἐν δὲ τῇ ἀναστάσει κολλήσεται ἡ σὰρξ τῇ ψυχῇ, καὶ ἔσται ψυχὴ ἥτις κολληθεῖσα τῷ Κυρίῳ ἐν τῇ καθολικῇ ἀναστάσει γίνεται ἓν πνεῦμα, καὶ γίνεται τὸ σῶμα πνευματικόν. Ὅμοιον τοῦτο
Of the same. Now indeed the soul has cleaved to the pavement and become flesh; but in the resurrection the flesh will cleave to the soul, and will be a soul which, having cleaved to the Lord in the universal resurrection, becomes one spirit, and the body becomes spiritual. Like this
PG 12:1593Read from the pageτῷ· « Εἰς χοῦν θανάτου κατήγαγές με· » καὶ τῷ, « Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· » καὶ τῷ· « Τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν· » καὶ τῷ, « Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; » Τὴν ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωσεν. Οὕτω γὰρ ἐν μγʹ ψαλμῷ· « Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. »
is: "Thou hast brought me down into the dust of death;" and: "Our soul has been humbled down to the dust;" and: "The body of our humiliation;" and: "Who shall deliver me from the body of this death?" Through these he showed the excess of the humiliation. For thus in the 43rd psalm: "Because our soul has been humbled down to the dust, our belly has cleaved to the earth."
Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου, κ. τ. ἑ. Σύνεσιν γὰρ τῶν ἐν αὐτοῖς μυστηρίων λαβὼν, ὡς καὶ ταύτην ὁδεύσας, δυνήσομαι περὶ τῶν ἐν αὐτοῖς θαυμασίων ὁμιλεῖν τε καὶ λόγον ποιεῖσθαι.
Make me understand the way of Thy statutes, and I will meditate in Thy wondrous things, etc. For having received understanding of the mysteries in them, as having also travelled this way, I shall be able to converse and discourse concerning the wondrous things in them.
Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου, κ. τ. ἑ. Ἀκηδία ἐστὶ κίνησις ἐν τῷ αὐτῷ πολυχρόνιος θυμοῦ καὶ ἐπιθυμίας· τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς δὲ ἐφιεμένης τῶν μὴ παρόντων. Νυσταγμός ἐστι ψυχῆς λογικῆς ἀμέλεια τῶν ἀρετῶν καὶ τῆς γνώσεως τῆς τοῦ Θεοῦ· ὕπνος ἐστὶ ψυχῆς λογικῆς χωρισμὸς ἑκούσιος ἀπὸ τῆς ὄντως ζωῆς· διὸ καὶ ὁ σοφὸς Σολομῶν παραινεῖ μὴ δοῦναι ὕπνον τοῖς ὄμμασι, μηδ' ἐπινυστάξαι τοῖς βλεφάροις.
My soul slumbered from listlessness; confirm me in Thy words, etc. Listlessness is a long-continued movement in the same place of anger and desire: the one being angry at things present, and the other longing for things not present. Slumbering is a rational soul's neglect of the virtues and of the knowledge of God; sleep is a rational soul's voluntary separation from the true life; wherefore the wise Solomon also exhorts not to give sleep to the eyes, nor to slumber with the eyelids.
Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με, κ. τ. ἑ. Οὐκ ἐμὲ, φησὶν, ἀπόστησον ἀπὸ ὁδοῦ ἀδικίας, ἀλλ' αὐτὴν ἀπ' ἐμοῦ, ὡς ἐνυπάρχουσαν ἤδη· καὶ δεομένην μὲν ἡμῶν πρὸς ἐξέλασιν, μάλιστα δὲ τῆς ἐκ Θεοῦ βοηθείας, ὡς ἂν ἐλεηθῶμεν νόμῳ Θεοῦ· ὅμοιον δὲ τῷ λέγειν ἰατρῷ· Ἰατρικῆς λόγῳ πρὸς ὑγίειάν με κόμισον, κἂν τομῆς δέῃ καὶ καύσεως, κἂν ἑτέρου τινὸς τῶν ἐπισταμένων λυπεῖν. Τούτου δὲ τοῦ νόμου οὐδὲ ἀρχή ἐστι τοῖς μηδέπω ἐπισκοπουμένοις, ἀλλ' ἔτι παραδιδομένοις πάθεσιν ἀτιμίας, ἢ ἀδοκίμῳ ἤ τινι τῶν οὔπω τὴν διόρθωσιν καὶ θεραπείαν περιποιούντων. Ἐφ' ὅσον γὰρ ἡμῶν ἡ τῆς ἀδικίας ὁδὸς οὐκ ἀφίσταται, ἐπὶ τοσοῦτον οὐδὲ ἀρχὴν ἔχομεν τοῦ ἐλεεῖσθαι νόμῳ Θεοῦ.
Remove from me the way of unrighteousness, and by Thy law have mercy on me, etc. Not me, he says, remove from the way of unrighteousness, but it from me, as already existing within; and needing indeed us for its expulsion, but most of all the help from God, so that we may be shown mercy by the law of God: like saying to a physician: By the rule of medicine bring me to health, even if there be need of cutting and cautery, or of any other of the things that know how to cause pain. And of this law there is not even a beginning for those who are not yet visited, but are still given over to passions of dishonour, or to a reprobate mind, or to any of the things that do not yet procure correction and healing. For insofar as the way of unrighteousness does not depart from us, to that extent we do not even have a beginning of being shown mercy by the law of God.
Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου, κ. τ. ἑ. Οἱ λόγοι τῶν ἐντολῶν πλατύνοντες τὴν καρδίαν εὔκολον αὐτῇ παρασκευάζουσι τῆς πρακτικῆς τὴν ὁδόν.
I ran the way of Thy commandments, when Thou didst enlarge my heart, etc. The words of the commandments, enlarging the heart, prepare for it the way of practical virtue as easy.
Τοῦ αὐτοῦ. « Ὁδὸς μὲν στενὴ καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωήν· » καρδία δὲ πλατεῖα καὶ εὐρύχωρος ὑπὸ τοῦ λόγου εὐρυνομένη ἡ ἁγία, καὶ Θεὸν ὀψομένη, καὶ τὸν καλὸν δρόμον τρέχουσα τῆς ὁδοῦ τῶν ἐντολῶν τοῦ Θεοῦ. Οὕτω μὲν ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει ἐπὶ τὴν ἀπώλειαν, ἡ δὲ στενὴ καρδία, καὶ μὴ χωροῦσα ἐν ἑαυτῇ μονὴν Πατρὸς καὶ Υἱοῦ χωρίζει ἀπὸ Θεοῦ διὰ τὴν στενοχωρίαν τὸν τοιαύτην τῇ ἑαυτοῦ κακίᾳ πεποιηκότα.
Of the same. "Narrow indeed and straitened is the way that leads off to life;" whereas the holy heart is broad and spacious, widened by the word, and about to see God, and running the good course of the way of the commandments of God. Thus on the one hand the broad and spacious way leads off to destruction, and on the other hand the narrow heart, not having room in itself for an abode of the Father and the Son, separates from God through its narrowness of room him who by his own wickedness has made it such.
Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντὸς, κ. τ. ἑ. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖται, τὸ δὲ ἐπαγγέλλεται ἐξ ἑαυτοῦ συνεισφέρειν. Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, νομοθέτησόν μοι τὴν ὁδὸν τῶν δι-
Ordain for me as law, O Lord, the way of Thy statutes, and I will seek it out continually, etc. For the one thing he asks from God, and the other he promises to contribute of himself. For do Thou indeed, he says, O Lord, ordain for me as law the way of Thy