Migne Reading Room

PG 12 · cols. 1445–1456 · Read from the page

Exegetical notes on the Psalms

Exegetical notes on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 12:1445Read from the page
ὀψόμενος καταφθοράν. Ἡνίκα ἂν ἀποθνήσκωσιν οἱ σοφοὶ, καὶ ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται.
seeing corruption. Whenever the wise die, both the senseless and the foolish man shall perish together.
Τοῦ αὐτοῦ. Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς, ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως. Καθαψάμενος τῶν ἀμετανοήτων, τρέπεται καὶ ἐπὶ τοὺς μετανοοῦντας, καὶ παρηγορεῖ τὸν κόπον τῆς μετανοίας ταῖς ἐλπίσι τοῦ μέλλοντος. Ἐκοπίασε, φησὶν, ἐνταῦθα μετανοῶν, καὶ τὸ λοιπὸν ζήσεται διὰ παντός. Τοῦτο γὰρ σημαίνει τὸ « εἰς τέλος. » Ζωὴν δὲ λέγει τὴν κυρίως τὴν ἄπονον. Ἡ γὰρ ἐνταῦθα καταχρηστικῶς. Τέλος δὲ νοήσεις τὸν μέλλοντα αἰῶνα, ὅστις ἐστὶ τέλος τοῦ παρόντος. Τοῦτο ὁ μὲν Σύμμαχος οὕτω φησίν· « Ἀναπαυσάμενος τῷ αἰῶνι τούτῳ, ζῶν εἰς αἰῶνα διατελέσει· » ὁ δὲ Ἀκύλας· « Καὶ ἀνεπαύσατο εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νῖκος. » Ὁ γὰρ ἐνταῦθα ἐπίπονον κτησάμενος βίον καὶ ἔγκοπον, οὗτος τῆς ἐπηγγελμένης ζωῆς κατὰ τὸν μέλλοντα αἰῶνα ἀξιωθήσεται, οὐκ ὀψόμενος καταφθορὰν, ἡνίκα ἂν ἀποθνήσκωσιν οἱ σοφοί.
By the same. He who labours through the practical life will live unto the end through knowledge. Having touched upon the unrepentant, he turns also to those who repent, and comforts the labour of repentance with the hopes of the future. He laboured here, he says, repenting, and henceforth he will live continually. For this is what "unto the end" signifies. And by life strictly speaking he means that which is free from toil. For the life here is so called improperly. And by end you will understand the coming age, which is the end of the present one. Symmachus expresses this thus: "Having rested from this age, he will continue living for ever;" and Aquila: "And he rested for ever, and will live unto victory." For he who has acquired a toilsome and laborious life here, this man will be counted worthy of the promised life in the coming age, not seeing corruption, whenever the wise die.
Ὅτι οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἐπιτοαυτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, κ. τ. ἐ. Ὀψόμεθα τοὺς σοφοὺς τοῦ κόσμου τούτου ἐν τῷ αἰῶνι τῷ μέλλοντι στερηθέντας τῆς ζωῆς τῆς εἰπούσης· « Ἐγώ εἰμι ἡ ζωή. » Τίνες δὲ οὗτοι οἱ ἀποθνήσκοντες σοφοὶ, ἢ περὶ ὧν λέλεκται· « Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, » ἀφ' ὧν ἔκρυψεν ὁ Θεὸς τὰ μυστήρια ἃ νηπίοις ἀπεκάλυψε; Λέγει δὲ σοφοὺς τοὺς πανούργους κατὰ τὸ, « Σοφοί εἰσι τοῦ κακοποιῆσαι, » καὶ τοὺς μαθητὰς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· ὧν τὸν θάνατον οὐκ ὄψεται ὁ λυτρωθεὶς ὑπὸ τοῦ εὐδοκήσαντος διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ὁ πεπληροφορημένος περὶ τῆς μελλούσης κρίσεως, ὅταν ἴδῃ τοὺς σοφοὺς ἀποθνήσκοντας, οὐ νομίσῃ τὸ γινόμενον καταφθορὰν ὁμοῦ ψυχῆς τε καὶ σώματος, ὡς ἐκεῖνοι ζῶντες τὸν θάνατον ὡρίζοντο, ἀλλὰ μετοικίαν εἰς κόσμον ἕτερον.
For he shall not see corruption, when he sees wise men dying; the senseless and the foolish man shall perish together, etc. We shall see the wise of this world in the coming age deprived of the life which said: "I am the life." And who are these dying wise men, other than those concerning whom it has been said: "I will destroy the wisdom of the wise," from whom God hid the mysteries which He revealed to babes? And He calls the crafty wise, according to the saying, "They are wise to do evil," and the disciples of the rulers of this age; whose death he shall not see who has been redeemed by Him Who was well pleased through the foolishness of the preaching to save those who believe. He who is fully assured concerning the coming judgement, when he sees the wise dying, will not reckon what happens to be a corruption of both soul and body together, as those men while living defined death, but a migration into another world.
Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, κ. τ. ἐ. « Οἱ τοῖς τάφοις κεκονιαμένοις ὅμοιοι γέμοντες ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας, » τούτους αἰτιᾶται ὁ Σωτήρ· καὶ τοὺς οἰκοδομοῦντας τάφους, εἰ καὶ προφητῶν· καὶ τοὺς κοσμοῦντας μνημεῖα, εἰ καὶ δικαίων· οὐκ ἐπιτρέπει μαθητῇ θάπτειν νεκρὸν, εἰ καὶ πατρός. Καὶ ἐν τῷ Ἠσαΐᾳ· « Τί, φησὶν, ᾠκοδόμησας σεαυτῷ μνῆμα, καὶ ἐλατόμησας σεαυτῷ μνημεῖον; » Καὶ οἱ ἐν τοῖς μνημείοις, ἐὰν ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ζήσουσιν. Ἐπὶ τῶν γαιῶν δέ ἐστι τὰ ὀνόματα ἄνου καὶ ἄφρονος.
And their graves are their houses for ever, etc. "Those who are like whitewashed graves full of dead men's bones, and of all uncleanness," these the Saviour blames; and those who build graves, even if of prophets; and those who adorn tombs, even if of righteous men; He does not permit a disciple to bury a dead man, even if his father's. And in Isaiah: "Why," he says, "hast thou built for thyself a tomb, and hewn out for thyself a monument?" And those in the tombs, if they hear the voice of the Son of Man, shall live. And upon the lands are the names of the foolish and senseless man.
Τοῦ αὐτοῦ. Τάφος νοῦ ἀκάθαρτος ψυχή· τάφος δὲ ψυχῆς σῶμα. « Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. » Οὐκ ἀπὸ ἀρετῶν ὀνομάζονται, ἀλλ' ἀπὸ γηΐνων πραγμάτων. Οὐ γὰρ δίκαιοι
By the same. The grave of the mind is an unclean soul; and the grave of the soul is the body. "They called their names upon the lands." They are named not from virtues, but from earthly things. For righteous
PG 12:1448Read from the page
καὶ σώφρονες λέγονται, ἀλλὰ ῥήτορες, καὶ γραμματικοὶ, καὶ φιλόσοφοι, καὶ τρίβουνοι, καὶ κόμητες.
and temperate men are not so called, but rhetoricians, and grammarians, and philosophers, and tribunes, and counts.
Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, κ. τ. ἐ. Ὁ μὴ συνιεὶς ἄνθρωπος ἐν τιμῇ ὢν ἑαυτὸν παρασυνεβλήθη τοῖς κτήνεσι, καὶ ὡμοιώθη αὐτοῖς, ἔσθ' ὅτε καὶ τοῖς τούτων διαφέρουσιν. Ἑκάστῳ δι' ὧν πράττει ὁμοιοῦται τῷ τινι ἑαυτόν. Καλὸν δὲ τὸ ὁμοιοῦσθαι Θεῷ. « Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς· » ἄφρονος δηλαδὴ καὶ ἄνου ἡ ὁδός. Ἀλλὰ καὶ Χριστὸς σκάνδαλόν ἐστι, πέτρα ὢν σκανδάλου. « Ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. » Τὸ χρηστὸν οἶμαι δηλοῦσθαι τέλος ἄφρονος καὶ ἄνου.
And man, being in honour, did not understand, etc. The man who does not understand himself when in honour was compared to the beasts, and became like them, and sometimes even like those that differ from them. Through the things that he does, a man likens himself to each particular one. But it is good to become like God. "This their way is a stumbling-block to them;" namely, the way of the senseless and foolish man. Yet Christ also is a stumbling-block, being a rock of stumbling. "In their mouth they shall be well pleased." I think the good end of the senseless and foolish man is signified.
Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, κ. τ. ἐ. Ἐλπὶς ἀγαθὴ τὸ μετὰ ταῦτα αὐτοὺς εὐδοκῆσαι.
And after these things in their mouth they shall be well pleased, etc. It is a good hope that after these things they will be well pleased.
Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο· θανατὸς ποιμανεῖ αὐτοὺς, κ. τ. ἐ. Θάνατος ποιμανεῖ τὸν ἄφρονα καὶ τὸν ἄνουν· ἢ μᾶλλον τὸν μὴ συνιέντα ἄνθρωπον τὴν ἑαυτοῦ τιμήν. Σαφῶς δὲ ὁ εἰπὼν, « Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, » καὶ ταῦτα λέγει τὸ, « Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου, » καὶ τὰ ἑξῆς.
Like sheep they were laid in Hades; death shall shepherd them, etc. Death shall shepherd the senseless and the foolish man; or rather the man who does not understand his own honour. And clearly he who said, "Thou wilt not leave my soul in Hades," also says these words, "Nevertheless God shall redeem my soul," and what follows.
Τοῦ αὐτοῦ. Ἀγγέλους μὲν ποιμαίνει ζωὴ, ἀνθρώπους δὲ θάνατος καὶ ζωὴ, δαίμονας δὲ μόνον θάνατος. « Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. » Ἔσονται γὰρ ἐπάνω πέντε πόλεων, καὶ δέκα πόλεων οἱ εὐθεῖς, ἐν τῷ μέλλοντι. Καὶ Σολομὼν δὲ ἐν Παροιμίαις τὸ αὐτὸ τοῦτό φησι· « Σπεύδει γὰρ πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν, ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. »
By the same. Life shepherds angels, death and life shepherd men, and death alone shepherds demons. "And the upright shall have dominion over them in the morning." For the upright shall be over five cities, and ten cities, in the age to come. And Solomon too in Proverbs says this very thing: "For an envious man hastens to be rich, and knows not that a merciful man shall have mastery over him."
Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, κ. τ. ἐ. Τοῖς τοῦτον πλουτοῦσιν οὐαί· οὐ γὰρ λήψεταί τις ἀποθνήσκων αὐτόν. « Οὐδὲ συγκαταβήσεται αὐτῷ δόξα τοῦ οἴκου αὐτοῦ. » Ταύτην ζητοῦσι τὴν δόξαν οἱ μὴ πιστεύοντες, οὐ συγκαταβησομένην αὐτοῖς. Ὁ ἀποθνήσκων οὐ λήψεται τὴν πληθυνομένην δόξαν τοῦ οἴκου αὐτοῦ· ἀλλὰ καὶ τῷ μὲν ἀναβαίνοντι ἐναρέτῳ συναναβήσεται ἡ δόξα αὐτοῦ, ἤγουν ἡ ἀρετή· τῷ δὲ καταβαίνοντι συγκαταβήσεται. Καὶ τοῦ ἁγίου δὲ ψυχὴ ἐν τῇ ζωῇ αὐτοῦ, ἥτις ἐστὶν ὁ Χριστὸς, εὐλογηθήσεται. Ὅστις ἅγιος τῷ Θεῷ ἐξομολογήσεται, ἀγαθοποιοῦντι αὐτόν.
Be not afraid when a man becomes rich, etc. Woe to those who are rich with this wealth; for when anyone dies he shall not take it. "Neither shall the glory of his house descend with him." Those who do not believe seek this glory, which will not descend with them. He who dies will not take the multiplied glory of his house; but with the virtuous man who ascends, his glory, that is, his virtue, will also ascend with him; and with him who descends, it will descend with him. And the soul of the holy man will be blessed in his life, which is Christ. Which holy man will confess to God, Who does good to him.
Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, κ. τ. ἐ. Ἐπαπορητέον ὁ ἐν τιμῇ ὢν ἄνθρωπος καὶ μὴ συνιεὶς ποίας ἐστὶ φύσεως. Εἰ μὲν τῆς πνευματικῆς, πῶς ὁμοιοῦται τοῖς κτήνεσιν; Εἰ δὲ τῆς χοϊκῆς, πῶς ἐν τιμῇ ἐστιν; Εἰ δὲ τῆς ψυχικῆς, ἐὰν οὗτος ᾖ ἐν τιμῇ, ὁ πνευματικὸς ἐν τίνι;
And man, being in honour, etc. One must inquire of what nature the man is who is in honour and does not understand. If of the spiritual nature, how is he likened to the beasts? If of the earthy, how is he in honour? And if of the soulish, if this man is in honour, in what is the spiritual man?
ΨΑΛΜΟΣ ΜΘʹ.
Psalm 49.
Θεὸς θεῶν Κύριος ἐλάλησε, κ. τ. ἐ. « Ὁ Θεὸς τῶν θεῶν » διὰ Χριστοῦ « λαλήσας, ἐκάλεσε τὴν
The God of gods, the Lord, has spoken, etc. "The God of gods," having spoken through Christ, "has called the
Notes, col. 1448

On the reading

Printed θανατὸς, for θάνατος.

PG 12:1449Read from the page
γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· » ἀπὸ ἀνατολῶν τὸν Ἰσραὴλ, δυσμῶν δὲ τοὺς δυσγενεστάτους.
earth from the rising of the sun unto the going down thereof;" from the rising, Israel, and from the going down, the most ignoble.
Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος, κ. τ. ἐ. Εἴπερ εὐπρέπεια καὶ ὡραιότης Κυρίου ἡ σοφία ἐστίν· αὕτη ἐν τῇ Σιὼν ἐστιν. Οὗτος ἐφ' οὗ τῇ γενέσει λέγομεν· Ἐμμανουὴλ ἐμφανῶς ἦλθε, καὶ οὐ παρασιωπᾷ, ἀλλὰ λέγει δι' ὧν θέλει, ἐπεὶ Θεὸς ἡμῶν ἐστι. Νῦν μὲν, φησὶν, « οὐ παρασιωπήσεται· » ἑξῆς δὲ, « ταῦτα ἐποίησας, καὶ ἐσίγησα. Πῦρ ἐνώπιον αὐτοῦ. » — « Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. » Καὶ ἐν τῷ Δανιήλ· « Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. » Πῦρ δὲ καὶ καταιγὶς ἐπὶ τοὺς μὴ προσέχοντας αὐτοῦ τῇ ἐπιφανείᾳ καὶ τῷ Λόγῳ, ὃς ἥξει ἐκ τῆς ἐπουρανίου Σιὼν, ἰσοσθενὴς ὢν τῷ Πατρί· οὐράνιος γὰρ ἦν Θεὸς, καὶ ὅτε ἦλθεν ἐμφανῶς, ἤτοι ὅτε γέγονε σάρξ. Τότε γὰρ ὁρατὸς γέγονεν ἐλθὼν, οὐ παρασιωπήσεται, ἀλλὰ τοῦ κόσμου ἐλέγξει τὴν ἁμαρτίαν, ἤγουν τὴν βούλησιν ἀναγγελεῖ τοῦ Πατρός. Καλεῖται γὰρ « μεγάλης βουλῆς ἄγγελος. » Τὸ δὲ πῦρ τὸ φῶς σημαίνει τὸ ἐξ αὐτοῦ· τῆς γὰρ γνώσεως τοῦ Χριστοῦ τὸ διὰ πίστεως νοητὸν φῶς ἡγεῖται. Νοήσεις δὲ καὶ οὕτω· Ἐν ἐξουσίᾳ καὶ δυνάμει θεότητος ὢν, καίπερ γεγονὼς ἐν σαρκὶ, καθάπερ τι πῦρ καὶ καταιγὶς προσέβαλε τοῖς ἀντικειμένοις αὐτῷ διαβόλῳ καὶ δαίμοσιν.
Out of Sion is the magnificence of His beauty, etc. If indeed the magnificence and beauty of the Lord is wisdom, this is in Sion. This is He at Whose birth we say: Emmanuel has come manifestly, and does not keep silence, but speaks through whom He wills, since He is our God. Now indeed, he says, "He shall not keep silence;" and next, "these things thou hast done, and I kept silence. A fire before Him." — "For I came," He says, "to cast fire upon the earth." And in Daniel: "A river of fire drew on before Him." And fire and tempest are upon those who do not attend to His manifestation and to the Word, Who will come out of the heavenly Sion, being equal in strength to the Father; for He was heavenly God even when He came manifestly, that is, when He became flesh. For then having come He became visible; He shall not keep silence, but will convict the sin of the world, that is, He will declare the counsel of the Father. For He is called "the Angel of great counsel." And the fire signifies the light that is from Him; for the intelligible light through faith leads the way to the knowledge of Christ. And you will also understand it thus: Being in the authority and power of deity, although having come to be in the flesh, like some fire and tempest He assaulted the devil and demons who opposed Him.
Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται, κ. τ. ἐ. Ὁ Θεὸς ἡμῶν ἐμφανῶς ἥξει· Θεὸς δὲ ἡμῶν ὁ Χριστός ἐστι· Χριστὸς ἐμφανῶς ἥξει.
God shall come manifestly, our God, and shall not keep silence, etc. Our God shall come manifestly; and our God is Christ; Christ shall come manifestly.
Τοῦ αὐτοῦ. Χριστὸς ἐλήλυθεν ἐν σαρκί. Τὸ « ἐμφανῶς » ἄρα τὴν σάρκα δηλοῖ· αἰσθητὴ γὰρ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ.
By the same. Christ has come in the flesh. Therefore "manifestly" signifies the flesh; for the flesh of Christ was perceptible to the senses.
Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, κ. τ. ἐ. Ἐπεὶ ἐν Δευτερονομίῳ δοθέντος τοῦ νόμου διεμαρτύρατο Μωϋσῆς τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁμοίως δὲ καὶ ἀρχόμενος τῆς ᾠδῆς τούτους καλεῖ· ἔτι δὲ καὶ ἐν Ἠσαΐᾳ παραλαμβάνονται· διὰ τοῦτο, κρινομένου τοῦ λαοῦ, προσκαλέσεται τὸν οὐρανὸν καὶ τὴν γῆν ὁ Θεός. Νῦν δὲ τὸ « διακρῖναι » λέγει ἀντὶ τοῦ διαχωρίσαι τοὺς ἰδίους αὐτοῦ, ὄντας λαὸν αὐτοῦ, ἀπὸ τῶν ἀλλοτρίων αὐτοῦ τῶν συννεμομένων τοῖς αὐτοῦ· ἵνα τῷ μὲν οὐρανῷ ἀποδῷ τοὺς ἰδίους, τῇ δὲ γῇ τοὺς ἀλλοτρίους. Ἢ προσκαλέσεται τοὺς ἐν οὐρανοῖς ἀγγέλους, καὶ τοὺς ἐξειλεγμένους ἐν γῇ πρὸς ἀποστολὴν, ὥστε τὸν αὐτοῦ λαὸν διακρῖναι. Οἱ γὰρ ἀπόστολοι τοὺς μὲν πειθομένους προσεκόμιζον τῷ Θεῷ, τοὺς δὲ μὴ τοιούτους ἠφίεσαν τῷ Σατανᾷ.
He shall call to the heaven above, etc. Since in Deuteronomy, when the law was given, Moses called heaven and earth to witness, and likewise when beginning the ode he calls upon these, and furthermore in Isaiah also they are taken as witnesses, on this account, when the people are judged, God shall call to the heaven and the earth. And now by "to judge" he means to separate His own, who are His people, from those alienated from Him who feed together with His own; so that to heaven He may render His own, and to the earth the strangers. Or He shall call the angels in the heavens, and those chosen on earth for apostleship, so as to judge His people. For the apostles brought to God those who were persuaded, and left to Satan those who were not such.
Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν Διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι Θεὸς κριτής ἐστι, κ. τ. ἐ. Ἢ οὐρανοὶ οἱ « τὴν εἰκόνα » φοροῦντες « τοῦ ἐπουρανίου. »
Gather together unto Him His holy ones, who establish His Covenant upon sacrifices. And the heavens shall declare His righteousness, for God is judge, etc. Or the heavens are those who bear "the image of the heavenly."
PG 12:1452Read from the page
Ἢ τοῦτό ἐστιν ἐναργῶς, τὸ διακρίνεσθαι τὸν λαὸν Κυρίου παρά τε δυνάμεων λογικῶν καὶ τῶν λειτουργούντων τὸ σωτήριον κήρυγμα, οἳ καὶ συνάγουσι τῷ Χριστῷ τοὺς ὁσίους αὐτοῦ· « οὓς προέγνω, φησὶ, καὶ προώρισε· καὶ οὓς ἐκάλεσε, καὶ ἐδικαίωσεν· » οἳ πληροῦσι τὴν Διαθήκην, οὐ δι' αἱμάτων, ἀλλὰ ταῖς πνευματικαῖς θυσίαις.
Or this is clearly the meaning, that the people of the Lord are judged both by rational powers and by those who minister the saving preaching, who also gather together to Christ His holy ones, "whom He foreknew," it says, "and predestined; and whom He called, He also justified;" who fulfil the Covenant, not through blood, but by spiritual sacrifices.
Τοῦ αὐτοῦ. Ἐνταῦθα προδήλως τὸν Χριστὸν λέγει Θεόν. « Πᾶσαν » γὰρ « τὴν κρίσιν ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ. »
By the same. Here he manifestly calls Christ God. For "the Father has given all judgement to the Son."
Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, κ. τ. ἐ. Περὶ τῶν μετὰ τὴν παρουσίαν Χριστοῦ ἀναιρουμένων παρὰ Ἰουδαίοις θυσιῶν ταῦτα ἁρμόζει προφητεύεσθαι. Ἢ οὐδὲ πονηρᾷ, φησὶ, διαθέσει ποιεῖς, ἐφ' ᾧ τὸν Κάϊν διήλεγξα.
I will not reprove thee for thy sacrifices, etc. Concerning the sacrifices among the Jews abolished after the coming of Christ it is fitting that these things are prophesied. Or, He says, do not offer with an evil disposition either, for which I reproved Cain.
Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κ. τ. ἐ. Πάντα λέγει εἶναι ὑπὸ τὴν πρόνοιαν τοῦ Θεοῦ. « Οὐχὶ γὰρ δύο στρουθία τοῦ ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ Πατρὸς μου τοῦ ἐν τοῖς οὐρανοῖς; »
For all the wild beasts of the field are Mine, etc. He says that all things are under the providence of God. "For are not two sparrows sold for a farthing, and one of them shall not fall without My Father Who is in the heavens?"
Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; κ. τ. ἐ. Ἀναιρεῖ θυσίας αἰσθητάς· « θυσία » γὰρ « τῷ Θεῷ πνεῦμα συντετριμμένον. »
Shall I eat the flesh of bulls, or drink the blood of goats? etc. He abolishes perceptible sacrifices; for "a sacrifice to God is a broken spirit."
Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου; κ. τ. ἐ. Οὐ μόνον, οἶμαι, τῷ ἁπλούστερον νοουμένῳ ἁμαρτωλῷ ταῦτα εἶπεν ὁ Θεὸς, ἀλλὰ καὶ τῷ λαῷ τῆς κατατομῆς. Ὁ δὲ ἁμαρτωλὸς διὰ μόνου στόματος ἀναλαμβάνει τὴν Διαθήκην τοῦ Θεοῦ· μισεῖ γοῦν παιδείαν καὶ τὰ ἐπιφερόμενα ἁμαρτάνων. Ἢ ἐπεὶ « ὁ λαὸς οὗτος, φησὶ, τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. » Οἱ ἐκ περιτομῆς ἐμίσησαν παιδείαν ἐν τῇ ἐπιδημίᾳ Χριστοῦ, καὶ ἐκβεβλήκασιν εἰς τὰ ὀπίσω τοὺς διὰ Ἰησοῦ Χριστοῦ λόγους τοῦ Θεοῦ· συνέδραμον δὲ τῷ κλέπτῃ καὶ προδότῃ Ἰούδα, καὶ μετὰ τῶν μοιχευόντων ξύλα καὶ λίθους ἔθηκαν ἑαυτῶν τὴν μερίδα· καὶ πρὸς ἄλλους καταλαλοῦσι τοῦ ἐξ ἐθνῶν ἀδελφοῦ αὐτῶν λαοῦ, ἀλλὰ καὶ κατ' αὐτῶν τῶν ὁμομητρίων, καὶ ἐκ περιτομῆς πιστευόντων σκάνδαλα τιθέασι, βουλόμενοι διαστρέφειν αὐτούς· διὰ ταῦτα ἐσίγησεν αὐτοῖς ὁ Θεός. Δέον δὲ αὐτοὺς εἶναι πρὸ ὀφθαλμῶν, ὁ δὲ ἐκβάλλει αὐτοὺς εἰς τὰ ὀπίσω.
But to the sinner God said: Why dost thou declare My ordinances? etc. Not only, I think, to the sinner understood more simply did God say these things, but also to the people of the concision. And the sinner takes up the Covenant of God through his mouth alone; at any rate he hates instruction and commits the sins that follow. Or because "this people," He says, "honours Me with their lips, but their heart is far from Me." Those of the circumcision hated instruction at the sojourn of Christ, and have cast behind them the words of God spoken through Jesus Christ; and they ran together with the thief and traitor Judas, and with those who commit adultery with wood and stones they set their portion; and to others they speak evil of the people from the nations, their brother, and even against their own brothers born of the same mother, who from the circumcision believe, they place stumbling-blocks, wishing to pervert them; on account of these things God kept silence towards them. And whereas they ought to have been before His eyes, He casts them behind.
Τοῦ αὐτοῦ. Ὅτι οὐ δεῖ ἁμαρτάνοντά τινα ἐν διδασκάλου προκαθέζεσθαι τάξει.
By the same. That one who sins ought not to sit in the front seat in the rank of a teacher.
Σὺ δὲ ἐμίσησας παιδείαν, κ. τ. ἐ. Παιδεία ἐστὶ μετριοπάθεια παθῶν.
But thou hast hated instruction, etc. Instruction is the moderation of passions.
Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις, κ. τ. ἐ. Ἡ μερὶς ἡμῶν ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ. Ταύτην δὲ τίθεμεν μετὰ μοιχῶν, τὴν ἐκείνων ἀναλαμβάνοντες. Μοιχὸν ἐνταῦθα τὸν πόρνον καλεῖ, καὶ παντοῖον ἀκόλαστον.
And with adulterers thou didst set thy portion, etc. Our portion is the knowledge of God. And we set this with adulterers when we take up theirs. Here he calls the fornicator and every sort of licentious man an adulterer.
PG 12:1453Read from the page
Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος, κ. τ. ἐ. Ὁμοίωσίς ἐστιν ἡ διὰ τῶν ἀγαθῶν πράξεων μίμησις. Διόπερ οὐ τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τοῖς κατορθοῦσιν ἐξομοιοῦται ὁ Κύριος.
Thou didst suppose iniquity, that I shall be like thee, etc. Likeness is imitation through good deeds. Wherefore the Lord is likened not to those who sin, but to those who act uprightly.
Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, κ. τ. ἐ. Ἁρπάζεται ψυχὴ παντελῶς ἐκπεσοῦσα Θεοῦ.
Lest at any time he seize, and there be none to deliver, etc. A soul that has completely fallen away from God is seized.
Θυσία αἰνέσεως δοξάσει με, κ. τ. ἐ. Ἐν τῇ θυσίᾳ, φησὶ, τῆς αἰνέσεως ὁδός ἐστι τῆς παρὰ Θεῷ σωτηρίας. Θυσία δὲ αἰνέσεως δοξάσει ἡμῶν τὸν Θεὸν, ὅτι οἱ βλέποντες τὰ καλὰ ἡμῶν ἔργα δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἐν δὲ τούτοις ὄντων ἡμῶν, ἐστὶν ἡ ὁδὸς ἐν ᾗ δείξει ἡμῖν ὁ Θεὸς τὸ σωτήριον ἑαυτοῦ.
A sacrifice of praise shall glorify Me, etc. In the sacrifice of praise, He says, is the way of salvation with God. And a sacrifice of praise will glorify our God, because those who see our good works will glorify our Father Who is in the heavens. And when we are in these, there is the way in which God will show us His salvation.
ΨΑΛΜΟΣ Νʹ.
Psalm 50.
Ἐκ τῶν εἰς τὸν νʹ ψαλμὸν ἐξηγητικῶν ἐν μέρει τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας τὴν ἀρχὴν ἀλληγορήσας, ἐπιφέρει.
From the exegetical notes on the 50th Psalm, after allegorizing in part the beginning of the history concerning Uriah, he adds.
Εἰ δέ τῳ βίαιον εἶναι δοκεῖ τὸ ἐκ μέρους μὲν ἱστορίαν ἀλληγορῆσαι, μὴ ἐξομαλίσαι δὲ αὐτὴν, δῆλον ὅτι ταῦτα μὲν μάτην λελέξεται, ἄλλα δὲ εἰς τὸν τόπον ζητητέον· εἰ μὴ ἄρα ἐπὶ πλέον τις βασανίσας τὰ κατὰ τὸν τόπον, εὕροι πάντα ἀποκαταστῆσαι, καὶ τὰ περὶ τὸν ἀναιρεθέντα ἄνδρα, καὶ τὴν δοκοῦσαν αὐτοῦ χρηστότητα· μὴ βουλομένου εἰς τὸν οἶκον αὐτοῦ γενέσθαι καὶ ἀναπαύεσθαι, τοῦ λαοῦ ἐν στρατοπέδῳ τυγχάνοντος καὶ ἀγωνιῶντος. Οὐκ οἶδα δὲ πῶς οἱ φεύγοντες τὴν ἐν τούτοις ἀλληγορίαν, καὶ τὴν λέξιν δι' ἑαυτὴν ἀναγεγράφθαι νομίζοντες, παραστήσονται τῷ βουλήματι τοῦ ἁγίου Πνεύματος πράγματα ἀναγραφῆς ἀξιώσαντος· ἐφ' οἷς οὐ μόνον ἀκολασία, ἀλλὰ καὶ ὠμότης καὶ ἀπανθρωπία κατηγορεῖται τοῦ Δαυῒδ, τολμήσαντος εἰς τὸν Οὐρίαν πρᾶγμα ἀλλότριον καὶ τοῦ τυχόντος ἤθους μετρίως βελτιωθέντος. Ἐγὼ δὲ εἴποιμι ἂν, ὅτι, ὥσπερ αἱ κρίσεις τοῦ Θεοῦ μεγάλαι καὶ δυσδιήγητοί εἰσι, δοκοῦσαι αἰτίαι τυγχάνειν τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι ψυχὰς, οὕτω καὶ αἱ Γραφαὶ αὐτοῦ μεγάλαι μὲν καὶ πεπληρωμέναι νοημάτων εἰσὶν ἀποῤῥήτων καὶ μυστικῶν καὶ δυσθεωρήτων· σφόδρα δὲ καὶ δυσδιήγητοί εἰσι, καὶ αἰτίαι δοκοῦσι τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι τῶν ἑτεροδόξων ψυχὰς, ἀπερισκέπτως καὶ μετὰ προπετείας κατηγορούντων τοῦ Θεοῦ ἐξ ὧν οὐ νοοῦσι Γραφῶν, καὶ διὰ τοῦτο ἐκπιπτόντων ἐπὶ ἀναπλασμὸν ἄλλου Θεοῦ. Ἀσφαλὲς οὖν τὸ περιμένειν τὴν ἑρμηνείαν τοῦ σαφηνιστοῦ Λόγου, καὶ « τῆς ἐν μυστηρίῳ σοφίας ἀποκεκρυμμένης, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, » φανερωθέντος τοῖς ἀποστόλοις καὶ τοῖς ἐκείνοις παραπλησίοις, διά τε Γραφῶν προφητικῶν καὶ τῆς γενομένης εἰς αὐτοὺς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Λόγου τοῦ « ἐν ἀρχῇ πρὸς τὸν Θεόν. »
And if to anyone it seems forced to allegorize the history in part, and not to smooth it out completely, it is clear that these things will have been said in vain, and other explanations must be sought for the passage; unless indeed someone, having examined the details of the passage more fully, should find how to restore everything consistently, both the things concerning the slain man, and his apparent goodness in not wishing to go into his house and rest while the people were in camp and contending. Yet I do not know how those who shun the allegory in these things, and think that the letter was recorded for its own sake, will conform to the purpose of the Holy Spirit Who judged such deeds worthy of record, in which not only licentiousness, but also cruelty and inhumanity are charged against David, who ventured against Uriah a deed alien even to an ordinary character moderately improved. But I would say that, just as the judgements of God are great and hard to explain, appearing to be causes of uneducated souls going astray, so also His Scriptures are great and filled with meanings ineffable and mystical and hard to contemplate; and they are exceedingly hard to explain, and appear to be causes of the uneducated souls of the heterodox going astray, who inconsiderately and with rashness bring charges against God from the Scriptures which they do not understand, and on this account fall away into the fabrication of another God. It is safe, therefore, to wait for the interpretation of the clarifying Word, and of "the wisdom hidden in a mystery, which none of the rulers of this age has known, according to the revelation of the mystery kept silent in eternal times," but manifested to the apostles and to those like them, both through the prophetic Scriptures and through the manifestation made to them of our Saviour the Word Who was "in the beginning with God."
Ἐλέησόν με, ὁ Θεὸς, κ. τ. ἐ. Ἐλεεῖ δὲ τὴν φύ-
Have mercy upon me, O God, etc. And He has mercy on the na-
PG 12:1456Read from the page
σιν ὁ πλάσας αὐτὴν πολυνοσοῦσαν τὸ ἀδρανές· κατασείει γὰρ τὸν νοῦν ὁ τῆς ἁμαρτίας εὑρετὴς, συνεργὸν ἔχων τὴν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον· προσιτέον οὖν Θεῷ· πᾶσα γὰρ ἰσχὺς παρ' αὐτοῦ. Τάχα δὲ καὶ προγνοὺς, ὅτι κατὰ καιροὺς ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Χριστὸς ἐξαλείψων πᾶσαν ἁμαρτίαν τοῦ κόσμου, ἔλεος μέγα τὴν οὕτω λαμπρὰν εἰκότως χάριν καλεῖ· γέγραπται γὰρ ὅτι « πᾶσα ἁμαρτία ἐμφράξει τὸ στόμα αὐτῆς. » Κατὰ γὰρ τὸν Ἀπόστολον, « Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; »
ture, He Who formed it subject to many sicknesses in its feebleness; for the inventor of sin shakes the mind, having as a helper the law raging in the members of the flesh; one must therefore approach God, for all strength is from Him. And perhaps also foreknowing that in due times Christ would shine forth upon those on earth to blot out all the sin of the world, he reasonably calls grace so radiant great mercy; for it is written that "all iniquity shall stop its mouth." For according to the Apostle, "It is God Who justifies; who is he that condemns?"
Ἐπὶ πλεῖον πλῦνόν με, κ. τ. ἐ. Τοῦ μηκέτι ἀνομοῦντος ἐξαλείφεται τὸ ἀνόμημα· ὁ δὲ ἐπὶ πλεῖον πλυθεὶς καθαρίζεται ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ. Κατὰ μιᾶς τοίνυν ἐνεργείας ἐπίνοια διάφορος. Ἡ μὲν γὰρ χωρὶς νόμου, ἡ δὲ κατὰ νόμου παράβασιν δηλοῖ. Αἰτεῖ δὲ ταύτην ἐκπλῦναι τὸν καθᾶραι δυνάμενον ἀπὸ τῆς χείρονος ἕξεως. Ὅρα δὲ τοῦ Χριστοῦ πάλιν τὸ μυστήριον· τὴν γὰρ ἐν νόμῳ κάθαρσιν ἡ τοῦ βαπτίσματος ὑπερβαίνουσα δύναμις, καὶ ταύτης τῆς ψυχῆς ἐργάζεται κάθαρσιν.
Wash me yet more, etc. Of him who no longer commits iniquity the iniquity is blotted out; and he who is washed yet more is cleansed from his sin. With respect to a single activity, therefore, the conception is different. For the one signifies transgression without law, the other transgression against law. And he asks Him Who is able to cleanse from the worse habit to wash this out. And see again the mystery of Christ; for the power of baptism, surpassing the cleansing in the law, works the cleansing of this soul also.
Σοὶ μόνῳ ἥμαρτον, κ. τ. ἐ. Οὐκ αἰτιατικόν ἐστι τοῦτο τὸ, « ὅπως· » οὐ γὰρ διὰ τοῦτο ἡμάρτανον, ὅπως ἂν δικαιωθῇ ὁ Θεὸς ἐν τοῖς λόγοις αὐτοῦ. Ἐδικαιοῦτο δὲ ὁ Θεὸς εἰκότως ἀφ' ὧν ἐκεῖνοι εὐεργετούμενοι ἠγνωμόνουν. Ὅτι, πολὺν τοῦ Θεοῦ τὸν περὶ μετανοίας λόγον ποιησαμένου, ἐν τῷ λέγειν μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέφειν, καὶ ζῆν αὐτὸν, σοφῶς τῶν προκειμένων ἐμνημόνευσε ῥημάτων κατασκευάζων· Ὅτι, ἐὰν ἐμοὶ μετανοοῦντι συγχωρήσῃς, καὶ ἐπιστρέφοντι ἱλασθήσῃ. δικαιωθήσῃ ἐν τοῖς λόγοις σου, ὡς ἀληθὴς ἀναδειχθεὶς ταῖς σαῖς ὑποσχέσεσι· καὶ ἐν καιρῷ τῆς ἀνταποδόσεως, ἐμὲ τὸν ἐκ μετανοίας ἐλεηθέντα εἰς μέσον παραγαγὼν, δικαίως κρινεῖς τοὺς μὴ μετανοήσαντας.
Against Thee only have I sinned, etc. This "so that" is not causal; for they did not sin on this account, so that God might be justified in His words. Rather, God was reasonably justified from the fact that those men, though receiving benefits, were ungrateful. Because, since God had made much discourse concerning repentance, in saying that He does not wish the death of the sinner, so much as that he should turn and live, he wisely made mention of the aforesaid words, establishing: That if Thou forgivest me when I repent, and art propitious to me when I turn, Thou shalt be justified in Thy words, being shown true in Thy promises; and in the time of recompense, bringing forward into the midst me who have received mercy out of repentance, Thou shalt justly judge those who have not repented.
Τοῦ αὐτοῦ. Κατ' ἐνέργειαν ἁμαρτάνοντες, καὶ ἀνθρώποις καὶ Θεῷ ἁμαρτάνομεν· κατὰ δὲ διάνοιαν πλημμελοῦντες Θεῷ μόνῳ ἐξαμαρτάνομεν. Ἢ ἀντὶ τοῦ, Σοὶ μόνῳ ἔγνωσται τὸ ἡμαρτημένον.
By the same. When we sin in act, we sin both against men and against God; but when we offend in thought, we sin against God alone. Or instead of: To Thee alone is the sin known.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν, κ. τ. ἐ. ᾯ ὀφείλεταί τι, ἀποδίδοται· ἀποδίδοται οὖν τῇ λογικῇ φύσει ἀγαλλίασις σωτηρίου Θεοῦ· καὶ ὁ τῷ ἡγεμονικῷ στηριζόμενος πνεύματι οὐ δουλεύσει τῇ ἁμαρτίᾳ. Ὥσπερ « ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· » οὕτως, ἐὰν μὴ ὁ Θεὸς κτίσῃ καρδίαν καθαρὰν ἔν τινι, οὐκ αὐτάρκης πρὸς τοῦτο προαίρεσις καὶ δύναμις ἀνθρωπίνη. Πρῶτον δὲ καρδία κτίζεται καθαρὰ, εἶτα ἐπὶ ταύτῃ εὐθὲς πνεῦμα ἐγκαινίζεται τοῖς ἐγκάτοις, καὶ ταῦτα μὴ ἀνταναιρεθέντος τοῦ ἁγίου Πνεύματος. Εἶτα μετὰ δύο πνεύματα πνεύματι ἡγεμονικῷ τις ὑπὸ Θεοῦ στηρίζεται, ἵνα ἑδραῖός τις καὶ ἄσειστος ᾖ.
Restore to me the exultation, etc. To whom something is owed, it is restored; there is restored, therefore, to the rational nature the exultation of the salvation of God; and he who is established by the ruling spirit will not be a slave to sin. Just as "unless the Lord build the house, those who build it have laboured in vain," so unless God create a clean heart in someone, human choice and power are not self-sufficient for this. First a clean heart is created, then upon this a right spirit is renewed in the inward parts, and this without the Holy Spirit being taken away in turn. Then after two spirits one is established by God with a ruling spirit, so that one may be steadfast and unshaken.
Notes, col. 1456

On the reading

Printed τὴν, for τὸν.