PG 12:1421Read from the pageΦῶς δὲ καὶ ἀλήθειαν τὴν δικαίαν καὶ σωτήριον ἐπιφάνειαν λέγει, ὥσπερ σκότος τὰς συμφοράς.
And he calls the righteous and saving manifestation light and truth, just as he calls calamities darkness.
Τοῦ αὐτοῦ. Τὸ ἐξαπεσταλμένον ἐπὶ τὴν Ἰησοῦ ψυχὴν φῶς Θεοῦ, καὶ ἀλήθεια αὐτοῦ ὁ Μονογενής ἐστιν. Ὅτι γὰρ ἔχομεν ἀρχιερέα μέγαν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἐνδεδυμένον, δηλώσει μὲν τὸ ἐξαποσταλὲν ἐπ' αὐτὸν φῶς τοῦ Θεοῦ· ἀλήθειαν δὲ, οὐ τύπον, διδάσκει ἡ προκειμένη λέξις. Ἅτινα, αὐτὸν ὁδηγήσαντα, ἤγαγον εἰς τὸ πνευματικὸν ἅγιον τοῦ Θεοῦ ὄρος, καὶ εἰς τὰ ἀληθινὰ σκηνώματα αὐτοῦ, ἵνα ὡς ἀρχιερεὺς εἰσέλθῃ πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ. Τάχα δὲ « ὄρος ἅγιον » τοῦ Θεοῦ ἡ οἰκία τοῦ Πατρός ἐστι· « σκηνώματα » δὲ αὐτοῦ αἱ πολλαὶ ἐν αὐτῇ μοναί. Ἢ « τὰ σκηνώματα, » αὐτοῦ αἰώνιοι σκηναί. Ζητήσεις δὲ πότερον εἰ ἐν τῷ ἁγίῳ ὄρει τὰ σκηνώματά ἐστι, καὶ τίνα ταῦτα· εἰ τὰ πρὸς αὐτὸν τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητα αὐτοῦ. Οὐ γὰρ εἶχε παλαιότητα. Καὶ τὸ, « Ἐνδυσάμενοι δὲ τὸν νέον, » διὰ ταύτην τὴν νεότητα εἴρηται. Καὶ τῶν τοιούτων νέων ἐστὶν ἡ ἑορτή.
Of the same. The light of God sent forth upon the soul of Jesus, and His truth, is the Only-begotten. For that we have a great high priest, Jesus Christ, clothed with the Son of God, the light of God sent forth upon Him will declare; and the present text teaches truth, not a type. Which things, having led Him, brought Him unto the spiritual holy mountain of God, and unto His true tabernacles, so that as high priest He might enter unto the altar of God. And perhaps the "holy mountain" of God is the house of the Father; and His "tabernacles" are the many mansions in it. Or "the tabernacles" are His eternal tents. And you will inquire whether the tabernacles are in the holy mountain, and what these are: whether they are the things towards God Himself that gladden His youth. For He had no old age. And the saying, "And having put on the new man," is spoken on account of this youth. And the festival belongs to such young ones.
Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν ἐστι Θεοῦ ὁ Χριστός· σκηνώματα δὲ αὐτοῦ, αἱ ἅγιαι δυνάμεις ἐν αἷς κατοικεῖ.
Of the same. The holy mountain of God is Christ; and His tabernacles are the holy powers in which He dwells.
Πρὸς τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητά μου, ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεὸς, ὁ Θεός μου, κ. τ. ἑ. Καὶ ἐν τῷ ὀγδοηκοστῷ τρίτῳ πρὸς τὴν ψυχήν φησιν· « Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. » Ταῦτα διηγηματικὰ πρὸς ἡμᾶς διὰ μέσου. Εἶτα πάλιν πρὸς Θεὸν ἀπὸ τοῦ, « Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ· » μήποτε τῷ ἁρμοσθέντι ὑπὸ τοῦ πνεύματος σώματι.
Unto God Who gladdens my youth; I will praise Thee upon the harp, O God, my God, etc. Also in the eighty-third psalm he says to the soul: "Thy youth shall be renewed as the eagle's." These things are narrative, addressed to us parenthetically. Then again he speaks to God from the words, "I will praise Thee upon the harp:" perhaps with the body tuned by the Spirit.
Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου ὁ Θεός μου, γ. τ. ἑ. Ἡ ψυχὴ δεῖται ὑπομνήσεως τῆς, « Ἔλπισον ἐπὶ τὸν Θεόν. » Σωτήριον δὲ τοῦ προσώπου ἀνακεκαλυμμένου, καὶ τὴν δόξαν Κυρίου κατοπτρίζειν κατὰ τὴν αὐτὴν, τουτέστιν ὡσαύτως ἔχουσαν, μεταμορφουμένου παντὸς, καὶ μάλιστα τοῦ Ἰησοῦ ἐστιν.
Hope in God, for I will praise Him; the salvation of my countenance is my God, etc. The soul stands in need of the reminder, "Hope in God." And the salvation of the unveiled countenance, and to reflect as a mirror the glory of the Lord according to the same image—that is, being in like manner disposed, while everyone is transformed—belongs above all to Jesus.
Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν· Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, κ. τ. ἑ. Ἐκ προσώπου τῶν ἐν τῇ διασπορᾷ ὁ ψαλμὸς, ἢ ἐκ προσώπου τῶν ἀπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν, ἐξ ἀκοῆς παραλαβόντες τὸν λόγον ἀπὸ τοῦ Ἰσραὴλ, ᾧ ὤφθη ὁ Θεός. Τὸ δὲ ἑξῆς διὰ τὸ, « Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι. » Πλὴν εἴ τις ἀναγγέλλει, πατήρ ἐστιν.
O God, we have heard with our ears; our fathers have declared to us, etc. The psalm is from the person of those in the dispersion, or from the person of those from the Gentiles who believed, having received the word by hearing from Israel, to whom God appeared. And what follows is on account of the saying: "Ask thy father, and he will declare to thee." However, if anyone declares, he is a father.
Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, κ. τ. ἑ. Κακίαν μὲν καὶ ἀγνωσίαν ἐξολοθρεύει Θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει. « Πᾶσα γὰρ φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Θεὸς, ἐκριζωθήσεται. » Ἔθνη λέγει τὰς πέντε σατραπείας τὰς ἐν Παλαιστίνῃ, Γεθθαίους, Ἀζω-
Thy hand utterly destroyed nations, etc. God utterly destroys wickedness and ignorance, and plants virtue and knowledge. "For every plant which God has not planted shall be rooted up." By nations he means the five satrapies in Palestine, the Gittites, the Ashdo-
Notes, col. 1421
On the reading
Printed γ. τ. ἑ., for κ. τ. ἑ..
PG 12:1424Read from the pageτίους, Ἀκαρωνίτας, Γαζαίους, καὶ Ἀσκαλωνίτας.
dites, the Ekronites, the Gazites, and the Ashkelonites.
Τοῦ αὐτοῦ. Τότε πεπλήρωται τό· « Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου. » Ἔθνη δὲ κακίας ἐξολοθρεύεται πρὶν καταφυτευθῆναι ἡμᾶς. Χεὶρ δὲ ἐξωλόθρευσε καὶ ἡ δεξιά· κατεφύτευσε δὲ οὔτε χεὶρ, οὔτε δεξιά· οὐ γὰρ μέρος, ἀλλ' ὅλος κατεφύτευσε. Καὶ ἔσωσεν οὐ χεὶρ, ἀλλὰ δεξιά. Ἐκβεβλημένου τοῦ Ἰσραὴλ, οἱ ἀπὸ τῶν ἐθνῶν ταῖς θείαις Γραφαῖς ἐνεφυτεύθησαν. Ὀνόματα δὲ τέθειται καθ' ἑνὸς ὑποκειμένου διάφορα. Τὸν γὰρ Σωτῆρά φησι χεῖρα, δεξιὰν, βραχίονα καὶ φωτισμόν. Πρόσωπον δὲ Πατρὸς, ὡς χαρακτὴρ ὑποστάσεως αὐτοῦ. Φωτισμός γε μὴν ἐξ αὐτοῦ πεμπόμενος εἰς νοῦν τῶν καλουμένων εἰς ἀπολύτρωσιν, ἡ διὰ τοῦ πνεύματος σύνεσις, Θεῷ προσάγουσα τοὺς φωτιζομένους. Οἱ πραεῖς δὲ κληρονομοῦσι γῆν, οὐ μαχόμενοι, οὐδὲ ῥομφαίᾳ κληρονομοῦσι.
Of the same. Then was fulfilled the saying: "Bring them in and plant them in the mountain of Thine inheritance." And nations of wickedness are utterly destroyed before we are planted. Now the hand utterly destroyed, and the right hand; but neither the hand nor the right hand planted: for not a part, but the whole planted. And not the hand saved, but the right hand. When Israel was cast out, those from the Gentiles were planted in the divine Scriptures. And different names are set down for one subject. For he calls the Saviour hand, right hand, arm, and illumination. And the countenance of the Father, as the express image of His substance. Moreover, the illumination sent from Him into the mind of those called unto redemption is the understanding through the Spirit, bringing the illuminated unto God. And the meek inherit the earth, not fighting, nor do they inherit it by the sword.
Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, κ. τ. ἑ. Ἐφ' ἡμῖν μέν ἐστι τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ Θεοῦ· τὸ δὲ καταξιωθῆναι γνώσεως πνευματικῆς οὐκ ἔστιν ἐφ' ἡμῖν.
For not by their own sword did they inherit the land, etc. It is in our power indeed to achieve virtue together with the power of God; but to be counted worthy of spiritual knowledge is not in our power.
Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, κ. τ. ἑ. Ταῦτα δὲ τοῖς ἐν τῷ λαῷ ἁρμόσει καὶ τοῖς προφήταις, μὴ οἰκείᾳ σώζεσθαι ὁμολογοῦσι δυνάμει. Ἰακὼβ δὲ, ὑφ' οὗ πτερνίζονται τὰ φαῦλα. Ἐντέλλεται ὁ Θεὸς τοῖς ἁγίοις πνεύμασι τοῖς εἰς διακονίαν ἀπεσταλμένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Πολλαὶ δὲ σωτηρίαι, ὡς ζωαί.
Thou art Thyself my King and my God, Who commandest the salvations of Jacob, etc. And these things will fit those among the people and the prophets, who confess that they are saved not by their own power. And Jacob is he by whom base things are supplanted. God commands the holy spirits sent forth for ministry for the sake of those who are to inherit salvation. And there are many salvations, as there are lives.
Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν, κ. τ. ἑ. Κεκεράτηνται οἱ ἅγιοι τῷ Θεῷ, ὃς κέρας ἐστὶν αὐτῶν. Ἀλλὰ καὶ « κέρας σωτηρίας ἤγειρεν ἡμῖν, » φησὶ Ζαχαρίας. Καὶ μόνον λέγοντες τὸ ὄνομά σου, ἰσχύσομεν, φησὶ, πρὸς τὸ ἐξουδενῶσαι.
In Thee we shall push down our enemies with the horn, and in Thy name we shall bring to naught those who rise up against us, etc. The saints are horned with God, Who is their horn. Moreover, "He hath raised up a horn of salvation for us," says Zacharias. And merely speaking Thy name, we shall be strong, he says, to bring them to naught.
Τοῦ αὐτοῦ. Κέρας ψυχῆς νοῦς καθαρὸς, καὶ διὰ μὲν τῆς πρακτικῆς τοὺς ἐχθροὺς κερατίζει, διὰ δὲ τῆς γνώσεως τοὺς ἐπανισταμένους αὐτῷ καὶ ἀντικειμένους τῇ πνευματικῇ θεωρίᾳ ἐξουθενεῖ.
Of the same. The horn of the soul is a pure mind, and through practical virtue indeed it pushes down its enemies with the horn, and through knowledge it brings to naught those who rise up against it and oppose spiritual contemplation.
Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. Ὁ μὲν μακάριος ἐπαινεῖται ὅλην τὴν ἡμέραν ἐν τῷ Θεῷ, τὴν ἑαυτοῦ δηλονότι ζωὴν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως Θεοῦ· ὁ δὲ ἐπαινούμενος ἐπὶ μέσῃ τέχνῃ, ὡς κατορθῶν αὐτὴν, ἢ ἐπὶ τῇ ἐν αἱρετικοῖς προκοπῇ, ἢ ἄλλης τινὸς ψευδολογίας λόγοις, οὐχ ὡς μακάριος ἐπαινεθήσεται, τάχα δὲ οὐδὲ ὅλην τὴν ἡμέραν.
In God we shall be praised all the day long, etc. The blessed man indeed is praised all the day long in God, namely throughout his own life, which consists of impassibility and knowledge of God; whereas he who is praised for an indifferent art, as succeeding in it, or for progress among heretics, or for words of some other falsehood, shall not be praised as blessed, and perhaps not even all the day long.
Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω, κ. τ. ἑ. Ἔμπροσθεν ἡμῶν λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν.
Thou hast turned us back, etc. Virtues are said to be before us, and vices behind; wherefore we are commanded to flee fornication, and to pursue hospitality.
PG 12:1425Read from the pageἜδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, κ. τ. ἑ. Οὐ γὰρ πάντα τὰ πρόβατα βρώσεώς εἰσιν. Ἐπεὶ δὲ ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, « ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. » Ἀπωθεῖται δὲ ὁ Θεὸς ἀφ' ἑαυτοῦ οὐ πάντοτε δι' ἁμαρτίας, ἀλλὰ καὶ δι' ἄλλας ἃς οἶδεν αἰτίας. Οὐ πᾶς δὲ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος ψεκτῶς ὑφίσταται τοῦτο, ἀλλ' εἴ τις φυγὼν τὰ κακὰ, πρὸς αὐτὰ πάλιν ὑποστρέφειν ἐθέλοι. Εἰ δέ τις, τὴν Σιὼν καταλείψας, τουτέστι τὴν ἀρετὴν, ἐπείγοιτο πρὸς τὴν κακίαν, Βαβυλῶνα καλουμένην, ἀποστρεφόμενος εἰς τὰ ὀπίσω, μακάριον ἀναδέχεται πρᾶγμα. Οἱ δὲ νῦν λέγοντες, ἐπεὶ παρὰ τοῖς ἐχθροῖς γεγόνασιν ἀποστραφέντες, εἰς τὰ ὀπίσω ψεκτῶς περιέπεσον.
Thou hast given us as sheep for eating, etc. For not all sheep are for eating. But since Thou hast given us as sheep for eating, "when men rose up against us, then they would have swallowed us up alive." Now God casts off from Himself not always on account of sins, but also on account of other causes which He knows. And not everyone who turns back undergoes this blameworthily, but if anyone, having fled evils, should wish to return to them again. Whereas if anyone, having left Sion, that is, virtue, should press on towards wickedness, called Babylon, turning back, he undertakes a blessed thing. But those who now speak, since they have come to be among the enemies having turned away, fell back blameworthily.
Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, κ. τ. ἑ. Ταῖς γὰρ ἁμαρτίαις ἐπράθημεν, ἀφ' ὧν ἡμᾶς Χριστὸς ἐξηγόρασεν.
Thou hast sold Thy people without price, etc. For we were sold for our sins, from which Christ redeemed us.
Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, κ. τ. ἑ. Οἱ γειτνιῶντα δόγματα ἔχοντες, γείτονες· οἱ δὲ ἄλλοι κύκλῳ. « Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, (οἱ γὰρ ἀπὸ τῶν ἐθνῶν, ὡς παραβολὴν ἔχουσι τὸν Ἰσραὴλ, καὶ ὡς ἐν παραβολῇ λύσιν ζητοῦσι περὶ τῶν κατ' αὐτούς·) καὶ κίνησιν κεφαλῆς, » τουτέστι Χριστοῦ. Ἐκεῖνοι γεγόνασιν « ἐν τοῖς λαοῖς. »
Thou hast made us a reproach to our neighbours, etc. Those who hold neighbouring doctrines are neighbours; and the others are round about. "Thou hast made us a byword among the nations, (for those from the nations hold Israel as a parable, and as in a parable seek a solution concerning the things relating to them;) and a shaking of the head," that is, of Christ. Those have come to be "among the peoples."
Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, κ. τ. ἑ. Ἑαυτοὺς μὲν αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες· τοὺς δὲ ἀνθρώπους κατ' ἐνέργειαν πλημμελοῦντες.
And the shame of my face hath covered me, etc. We are ashamed before ourselves when we sin in thought, and before men when we transgress in deed.
Ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, κ. τ. ἑ. Τοῦτο λεκτέον πρὸς τοὺς ἐν διωγμοῖς ὑπομείναντας.
From the voice of him who reproaches and speaks evil, etc. This is to be said to those who have endured in persecutions.
Καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου, κ. τ. ἑ. Ὁ ἁμαρτάνων εἰδὼς, ἀδικεῖ ἐν Διαθήκῃ Θεοῦ. « Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, » ὡς τῆς Λὼτ γυναικὸς, ἢ τοῦ βαλόντος τὴν χεῖρα ἐπ' ἄροτρον, ἢ μᾶλλον τούτων οἵτινες ἐστράφησαν ταῖς καρδίαις εἰς Αἴγυπτον.
And we have not dealt unjustly in Thy Covenant, etc. He who sins knowingly deals unjustly in the Covenant of God. "And our heart hath not turned back," like Lot's wife, or him who put his hand to the plough, or rather those who turned back in their hearts unto Egypt.
Τοῦ αὐτοῦ. Ἀδικεῖ τὴν Διαθήκην τοῦ Θεοῦ πᾶς ὁ μὴ ζῶν κατ' αὐτήν. Ἀπεναντίας, φησὶ, τοῖς ἄλλοις ἡμεῖς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν δεινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ καὶ μετὰ τὰ δεινὰ ἑστήκαμεν, ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Τί δέ ἐστιν, « Οὐκ ἠδικήσαμεν ἐν τῇ Διαθήκῃ σου; » Τουτέστιν, οὐκ ἠδικήσαμεν περὶ ταῦτα ἃ ἐπιστεύθημεν, ἀλλ' ἐφυλάξαμεν μετὰ ἀκριβείας.
Of the same. Everyone who does not live according to the Covenant of God deals unjustly with it. We came, he says, in the opposite way to the others. For they indeed were tripped up even before the terrors; whereas we stood firm even after the terrors, keeping our resolve unshaken. And what is, "We have not dealt unjustly in Thy Covenant"? That is, we did not deal unjustly concerning those things with which we were entrusted, but kept them with exactness.
Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου, κ. τ. ἑ. Τόπος κακώσεως τὸ ἀνθρώπινόν ἐστι σῶμα, καὶ ὁ τούτου συγγενὴς κόσμος. Ἐν ἀλλοτρίᾳ, φησὶν, ἡμᾶς εἶναι πεποίηκας· ὅπερ οὐκ εἴα τὰς λατρείας ἐπιτελεῖσθαι.
Because Thou hast humbled us in a place of affliction, and the shadow of death hath covered us, etc. The place of affliction is the human body, and the world akin to it. Thou hast made us to be in a strange land, he says; which did not allow the services of worship to be performed.
PG 12:1428Read from the pageΤοῦ αὐτοῦ. Ὁ νοῦς ἐπικαλύπτεται σκιᾷ θανάτου, ὅτε οὐ βλέπει. Ἢ τὸ σῶμα τῆς ταπεινώσεως σκιά ἐστι θανάτου, οὗ τῇ σκιᾷ γεννᾶται.
Of the same. The mind is covered with the shadow of death when it does not see. Or the body of humiliation is the shadow of death, in whose shadow it is born.
Εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, κ. τ. ἑ. Εἴ τις οὐκ ἔστι γνῶσις οὐσιώδης, ἢ ταύτην τὴν γνῶσιν οὐκ ἔχει ἐν ἑαυτῷ, Θεός ἐστιν ἀλλότριος.
If we have spread out our hands to a strange god, etc. If anyone is not essential knowledge, or does not have this knowledge in himself, God is a stranger to him.
Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, κ. τ. ἑ. Ὁ Παῦλός φησι· « Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ. » Διὰ τί δέ φησιν, « ἕνεκα σοῦ; » Ὅτι ἐξῆν ἡμῖν μετατάξασθαι καὶ ἀφεῖναι τὴν πατρῴαν πολιτείαν, καὶ εἶναι ἐν ἀσφαλείᾳ· ἀλλ' αἱρούμεθα πάσχειν κακῶς μᾶλλον καὶ τὰ πατρῷα φυλάττειν, ἢ εἰρήνης ἀπολαύειν καὶ τῶν πατρῴων ἐκπεσεῖν. Ἄξιον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ἰσχὺν, ὅτι τοὺς οὕτω προκειμένους ὡς πρόβατα σφαγῆς διετήρησε, καὶ καθ' ἡμέραν ἀποθνήσκοντας οὐκ ἀφῆκεν ἐμπεσεῖν εἰς θάνατον.
For Thy sake we are put to death all the day long; we are counted as sheep for the slaughter, etc. Paul says: "I die daily, by the boasting in you which I have in Christ Jesus." But why does he say "for Thy sake"? Because it was open to us to change sides and abandon our ancestral way of life, and be in safety; but we choose rather to suffer ill and keep our ancestral ways, than to enjoy peace and fall away from them. It is worth being amazed at the strength of God, that He preserved those so exposed as sheep for the slaughter, and did not let those who die daily fall into death.
Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; κ. τ. ἑ. Ἐκάθευδέ ποτε ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς, ἀλλὰ γενομένου χειμῶνος ἐξήγειραν αὐτὸν οἱ μαθηταί· δεικνύντος τοῦ λόγου, χειμῶνος λογισμῶν ἐν ψυχῇ γενομένου ὀργῆς ἢ ἀδικίας, ἢ γαστριμαργίας, ἢ ὑπερηφανίας, ἐξυπνίζειν ἀγάπην, δικαιοσύνην, σωφροσύνην, ἐγκράτειαν, ταπεινοφροσύνην, γνῶσιν, σοφίαν.
Awake, why sleepest Thou, O Lord? etc. Christ once slept in the boat of the disciples, but when a storm arose the disciples woke Him; the word showing that, when a storm of thoughts of anger or injustice, or gluttony, or pride arises in the soul, we must awaken love, righteousness, temperance, self-control, humility, knowledge, wisdom.
Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου, κ. τ. ἑ. Λέγοιεν τοιαῦτα πρὸς τὸν Σωτῆρα ἐν τῇ καρδίᾳ τῆς γῆς διατρίβοντα κατὰ τὸν τοῦ πάθους καιρόν· ὅς, τὴν ψυχὴν αὐτοῦ λύτρον διδοὺς ἀντὶ πολλῶν, ποιεῖ ταῦτα ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ.
Arise, O Lord, help us, and redeem us for Thy name's sake, etc. They might say such things to the Saviour while He tarried in the heart of the earth at the time of the Passion; who, giving His soul as a ransom for many, does these things for the glory of His name.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, κ. τ. ἑ. Τὸ δὲ, « Ἐξηρεύξατο, » ἀντὶ τοῦ « ἐφθέγξατο » εἶπεν· οὐχ ἵνα τὸν υἱὸν ἐρυγὴν εἴπῃ, ἀλλὰ τὴν περὶ αὐτοῦ διήγησιν. Τὸ λέγον δὲ πρόσωπον εἴη ἂν ὁ Δαυΐδ· εἰ γὰρ τῷ υἱῷ ὁ πατὴρ ἀπήγγειλεν, εὑρεθήσεται ἀγνοῶν ὁ υἱὸς, καὶ τῶν ἔργων μεταγενέστερος.
My heart has poured forth a good word; I speak my works to the king. My tongue is the pen of a swift scribe, etc. He said "has poured forth" instead of "has uttered"; not to call the Son an utterance, but the account concerning Him. The person speaking would be David; for if the Father told it to the Son, the Son will be found ignorant, and later than the works.
Τοῦ αὐτοῦ. Λόγος ἀγαθός ἐστιν ὁ ἀρετὴν ἢ γνῶσιν σημαίνων Θεοῦ.
Of the same. A good word is one that signifies virtue or knowledge of God.
Τοῦ αὐτοῦ. Κάλαμος γραμματέως ὀξυγράφου ἡ γλῶσσά ἐστι παντὸς λέγοντος τὰ ἔργα αὐτοῦ τῷ βασιλεῖ. Εὐσυνείδητος γὰρ τὰ ἴδια ἀπαγγέλλει ἀνδραγαθήματα· ὁ δὲ τὰ ἐναντία ἑαυτῷ συνειδὼς, λέγων τὰ ἔργα αὐτοῦ τῷ βασιλεῖ, βραδύγλωσσος.
Of the same. The tongue of everyone who speaks his works to the king is the pen of a swift scribe. For one with a good conscience recounts his own brave deeds; but one conscious of the opposite in himself, in speaking his works to the king, is slow of tongue.
Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, κ. τ. ἑ. Ἐκ τοῦ προφητικοῦ προσώπου ταῦτα
Fair in beauty beyond the sons of men, etc. From the prophetic person these things...
Notes, col. 1428
PG 12:1429Read from the pageλέγεται, οὗ γλῶσσα κάλαμος ἦν γραμματέως ὀξυγράφου. Ἐξεχύθη δὲ χάρις ἐν τοῖς χείλεσι τοῦ μιμητοῦ τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ Χριστοῦ, οὐ μόνον διὰ τοὺς λόγους τῆς χάριτος τοὺς ἐκπορευομένους διὰ στόματος αὐτοῦ, ἀλλὰ διὰ τὴν χάριν τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, λέγοντος αὐτοῦ· « Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. »
are spoken, whose tongue was the reed-pen of a swift-writing scribe. And grace was poured out upon the lips of the imitator of Christ, and of Christ Himself, not only on account of the words of grace proceeding out of His mouth, but on account of the grace of the forgiveness of sins, when He says: "Thy sins are forgiven thee."
Τοῦ αὐτοῦ. Τὴν σοφίαν τὴν πνευματικὴν καὶ λόγον τοῦ Θεοῦ συγκρίνει σοφίᾳ κοσμικῇ καὶ λόγῳ ἀνθρωπίνῳ.
Of the same. He compares spiritual wisdom and the word of God with worldly wisdom and human speech.
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, κ. τ. ἑ. Αὕτη ἡ ῥομφαία χωρίζει ψυχὴν κακίας, καὶ νοῦν ἀγνωσίας, τὸν λεγόμενον παλαιὸν ἄνθρωπον διαφθείρουσα, καὶ ποιοῦσα καινὸν ἐν Χριστῷ κατ' εἰκόνα τοῦ κτίσαντος.
Gird Thy sword upon Thy thigh, O Mighty One, etc. This sword separates the soul from wickedness, and the mind from ignorance, destroying the so-called old man, and making him new in Christ according to the image of Him who created him.
Τοῦ αὐτοῦ. Μήποτε « ὁ μηρὸς » σύμβολόν ἐστι γενέσεως. Οἱονεὶ οὖν τὸ λεγόμενον τοιοῦτόν ἐστι· Σύναψον τῇ γενέσει σου τὸ αἱρετικὸν τῶν πολεμίων. Καὶ σαφὲς μὲν ἡ γένεσις Ἰησοῦ ξίφος ἐγένετο κατὰ τῶν ἐχθρῶν αὐτοῦ. Ἢ ὁ ἐν ἁγνείᾳ βίου λόγος, ἀναιρῶν τὰ πάθη, περιζῶσθαι ῥομφαίαν λέγεται ἐπὶ τὸν μηρὸν αὐτοῦ. Πρῶτος δὲ Ἰησοῦς τοῦτο ἐποίησεν, ἐπεὶ οὐδὲν ἀνειμένον καὶ ἐκλελυμένον ἐν Χριστῷ. Κατὰ τοῦτο νοήσεις τὸ, « ἔντεινον. » Καὶ τὸν μὲν Σωτῆρα καὶ τοὺς ἁγίους αὐτοῦ ἡ δεξιὰ αὐτοῦ ὁδηγεῖ.
Of the same. Perhaps "the thigh" is a symbol of generation. What is said, therefore, is as it were of this sort: Join to Thy generation the power of overcoming enemies. And clearly the generation of Jesus became a sword against His enemies. Or the word in purity of life, destroying the passions, is said to gird a sword upon its thigh. And Jesus first did this, since there is nothing slack and relaxed in Christ. According to this you will understand the word, "bend." And His right hand leads both the Saviour and His saints.
Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, κ. τ. ἑ. Οἱ ἀληθεῖς, καὶ πραεῖς, καὶ δίκαιοι βασιλεύονται ὑπὸ τοῦ Χριστοῦ. « Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. » Δεξιὰ τοῦ Θεοῦ ἐστιν ὁ ἐν αὐτῷ Θεὸς Λόγος.
Because of truth and meekness and righteousness, etc. The true, and meek, and righteous are ruled as by a king by Christ. "And Thy right hand shall lead Thee wondrously." The right hand of God is God the Word Who is in Him.
Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως, κ. τ. ἑ. Βέλη Χριστοῦ αἱ πρακτικαὶ ἀρεταὶ, καὶ τῇ μὲν δικαιοσύνῃ τοξεύει τὸν ἄδικον, τῇ δὲ φρονήσει τὸν ἄφρονα, τὸν δειλὸν τῇ ἀνδρείᾳ, τῇ ἐγκρατείᾳ τὸν ἀκόλαστον, τῇ μακροθυμίᾳ τὸν ὀργίλον, καὶ τῇ πίστει τὸν ἄπιστον. Πέμπεται δὲ πρὸ τῶν ἄλλων τὸ βέλος τῆς πίστεως. Δεῖ γὰρ πρῶτον πιστεῦσαι ὅτι ἔστι Θεός.
Thine arrows are sharpened, O Mighty One; peoples shall fall under Thee, in the heart of the king's enemies, etc. The arrows of Christ are the practical virtues, and with righteousness indeed He shoots the unjust, with prudence the foolish, the cowardly with courage, with self-control the licentious, with long-suffering the irascible, and with faith the unbelieving. And before the others is sent the arrow of faith. For one must first believe that God is.
Τοῦ αὐτοῦ. Τοῦ ἱκανῶς πρεσβεύοντος ὑπὲρ ἀληθείας, καὶ δυνατῶς τὸ ψεῦδος καθαιροῦντος, τὰ λογικὰ ἠκόνηται βέλη. Καὶ οἱ ὑποκάτω τοῦ Χριστοῦ πίπτοντες ἐν τῇ καρδίᾳ καὶ τοῖς νοήμασίν εἰσι τῶν ἐχθρῶν τοῦ Χριστοῦ, ὅς ἐστι βασιλεύς. Σαφῶς δὲ Θεὸς ὁ Χριστός. Καὶ τάχα ἔστι ποιεῖν δικαιοσύνην, καὶ ἀπέχεσθαι ἀνομίας φόβῳ Θεοῦ, καὶ οὐ τῇ πρὸς Θεὸν παρὰ τὸ δίκαιον ἀγάπῃ, οὐδὲ τῷ μισεῖν τὴν ἀνομίαν. Ἀλλ' οὐ τοιοῦτος ὁ Χριστός.
Of the same. Of him who sufficiently acts as ambassador on behalf of truth, and powerfully overthrows falsehood, the rational arrows are sharpened. And those who fall under Christ are in the heart and thoughts of the enemies of Christ, Who is King. And clearly Christ is God. And perhaps it is possible to do righteousness and abstain from iniquity out of fear of God, and not out of love towards God beyond what is just, nor by hating iniquity. But Christ is not such.
Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου, κ. τ. ἑ. Ἡ ῥάβδος Χριστοῦ ᾗ χρῆται κολάζων τοὺς ἁμαρτάνοντας, ῥάβδος εὐθύτητος εἴρηται, εὐ-
A rod of uprightness is the rod of Thy kingdom, etc. The rod of Christ which He uses in punishing sinners is called a rod of uprightness, making
PG 12:1432Read from the pageθύνουσα, καὶ πάσης σκολιότητος ἀπαλλάττουσα τοὺς βασιλευομένους. Καὶ ἐπεὶ ἐξουσίᾳ βασιλικῇ δι' αὐτῆς κολάζει, ῥάβδος ἐστὶ τῆς βασιλείας αὐτοῦ.
upright and freeing from all crookedness those who are ruled as by a king. And since He punishes through it with royal authority, it is the rod of His kingdom.
Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, κ. τ. ἑ. Οἱ ἅγιοι μαθηταὶ λαβόντες τὴν βασιλείαν τῶν οὐρανῶν γεγόνασι βασιλεῖς· διόπερ καὶ αἱ ὑπ' αὐτῶν γεννώμεναι κατ' ἀρετὴν ψυχαὶ θυγατέρες λέγονται βασιλέων. Πᾶσαι δὲ αὗται αἱ ψυχαὶ, κατὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν ἑνούμεναι, μίαν ἀπεργάζονται βασιλίδα παρεστῶσαν ἐκ δεξιῶν Χριστοῦ τοῦ Θεοῦ. Καὶ νῦν μὲν ἡ Ἐκκλησία τοῦ Θεοῦ διάχρυσα ἔχει ἱμάτια, ἐκ μέρους γινώσκουσα, καὶ ἐκ μέρους προφητεύουσα· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, καὶ τὸ ἐκ μέρους καταργηθῇ, τότε ὁλόχρυσα ἕξει τὰ ἱμάτια· ἱμάτιον γάρ ἐστι φύσεως λογικῆς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.
Daughters of kings are in Thine honour. The queen stood at Thy right hand, arrayed in gold-wrought vesture, variegated, etc. The holy disciples, having received the kingdom of heaven, have become kings; wherefore also the souls begotten by them according to virtue are called daughters of kings. And all these souls, being united according to faith and virtue, form one queen standing at the right hand of Christ the God. And now indeed the Church of God has gold-wrought garments, knowing in part, and prophesying in part; but when that which is perfect is come, and that which is in part is done away, then she will have garments all of gold: for the garment of a rational nature is the manifold wisdom of God.
Καὶ κλῖνον τὸ οὖς σου, κ. τ. ἑ. « Κλῖνον τὸ οὖς σου, » πρὸς τὴν Ἐκκλησίαν φησὶν ὁ Πατήρ. Ἐπαινετὴ δὲ ἡ λήθη, αἰτία τοῦ ἐπιθυμηθῆναι τὸ κάλλος τοῦ ἐπιλαθομένου ὑπὸ τοῦ βασιλέως. Ἔπειτα αἰτία τῆς δόξης ἣν ἔχει ἡ Ἐκκλησία, ἐν τῷ κρυπτῷ τῆς καρδίας ἐστὶ, καὶ ἡ δόξα αὐτῆς ἔνδον ἐστὶν ἐνδύμασιν ἀληθέσι τοῖς κατὰ σοφίαν Θεοῦ, καὶ συνειδότι πλήρει παῤῥησίας. Διὰ τοῦτο λέγεται περὶ αὐτῆς· « Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν· » καὶ ἔστιν ἡ δόξα αὐτῆς δόξα ὁποίαν ἔχει ἂν βασιλέως θυγάτηρ. Βασιλεὺς δὲ νῦν ὁ Θεὸς λέγεται. Ἀλλὰ καὶ τὰ ἐνδύματα αὐτῆς ποικίλα κατὰ τὰς ἀρετάς.
And incline thine ear, etc. "Incline thine ear," says the Father to the Church. And praiseworthy is the forgetfulness, which is the cause of the beauty of the one who has forgotten being desired by the King. Next, the cause of the glory which the Church has is in the secret of the heart, and her glory is within, in true garments which are according to the wisdom of God, and in a conscience full of boldness. Therefore it is said concerning her: "All the glory of the king's daughter is within;" and her glory is such a glory as a king's daughter would have. And God is now called King. Moreover, her garments also are variegated according to the virtues.
Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, κ. τ. ἑ. Πᾶσα ἡ δόξα τῆς Ἐκκλησίας ἡμῶν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐστὶ κατ' ἀρετὴν καὶ γνῶσιν θεωρουμένη.
All the glory of the king's daughter is within, etc. All the glory of our Church is in the inner man, beheld according to virtue and knowledge.
Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι, κ. τ. ἑ. Αἱ ἀμίαντοι καὶ καθαραὶ, καὶ διὰ τοῦτο παρθένοι ψυχαὶ ἐξελθοῦσαι, ἀπενεχθήσονται τῷ Χριστῷ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ὁ θάλαμος δὲ τοῦ βασιλέως, τουτέστι Χριστοῦ, καὶ ναός ἐστιν αὐτοῦ· ἐπεὶ καὶ ὁ Θεός ἐστι, καὶ ἀντὶ τῶν πατριαρχῶν γεγόνασιν οἱ ἀπόστολοι.
Virgins shall be brought to the king after her; her neighbours shall be brought to Thee, etc. The undefiled and pure, and therefore virgin souls, having gone forth, shall be brought to Christ in gladness and exultation. And the bridal chamber of the King, that is, of Christ, is also His temple; since He is also God, and instead of the patriarchs have come to be the apostles.
Τοῦ αὐτοῦ. Πλησίον ἡμῶν εἰσιν ἢ πάντες ἄνθρωποι, ἢ οἱ μὴ πάντῃ κατὰ τὰ δόγματα οἰκειούμενοι.
Of the same. Our neighbours are either all men, or those who are not altogether estranged with respect to doctrines.
Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοὶ, κ. τ. ἑ. Ἀντὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ καὶ τῶν λοιπῶν τῶν εὐαρεστησάντων αὐτῷ ἐν τῇ Παλαιᾷ, ἐγεννήθησαν οἱ μαθηταὶ, καὶ ἡμεῖς οἱ δι' αὐτῶν πιστεύσαντες, καὶ τὴν ἐκείνην πίστιν κληρονομήσαντες καὶ γνῶσιν. Κληρονομία γὰρ λογικῆς φύσεώς ἐστι γνῶσις Θεοῦ.
Instead of thy fathers, sons are born to thee, etc. Instead of Abraham, and Isaac, and Jacob, and the rest of those who were well-pleasing to Him in the Old Covenant, were born the disciples, and we who believed through them, and inherited that faith and knowledge. For the inheritance of a rational nature is the knowledge of God.
Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, κ. τ. ἑ. Θεὸς μόνος καταφυγὴ, διὸ ἐπὶ μηδένα ἄλλον
Our God is a refuge and strength, etc. God alone is a refuge, wherefore to no other