πας, καὶ νόσους ἐκληπτέον τὰ γινόμενα διὰ τὴν κακίαν ταῖς ἀπροσεκτούσαις ψυχαῖς· περὶ ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· ‹ Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. › Ταῦτα μὲν οὖν αὐτάρκη τοῖς μὴ πάνυ ἀμελέσι πρὸς τὸ, ἀπὸ τούτων ἑαυτοῖς ἀναλεξαμένοις τὰ περισπῶντα ῥητὰ τῶν Γραφῶν, ἐπιβάλλειν τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος· ἔτι δὲ ὑπὲρ τοῦ σιωπῆσαι τοὺς οἰομένους τάδε εἶναι τὰ ἀγαθὰ τὰ τοῖς ἁγίοις δοθησόμενα, καὶ τάδε τὰ κακὰ τοῖς ἁμαρτωλοῖς, καὶ ταῦτα προσθετέον· ὅτι πᾶν τὸ διά τι, ἔλαττόν ἐστι τοῦ δι' ὃ ἔστιν· οἷον τομαὶ, καὶ καυστῆρες, καὶ ἔμπλαστροι, δι' ὑγείαν παραλαμβανόμενα, ἐλάττονα τυγχάνει τῆς ὑγείας· κἂν ὡς ἐν ἰατρικοῖς δὲ βοηθήμασι ταῦτα λέγοιτο ἀγαθὰ, χρὴ ἐκλαμβάνειν, ὅτι οὐκ ἔστι τελικὰ ἰατρικῆς ἀγαθὰ, ἀλλὰ ποιητικά· τελικὸν δὲ κατὰ τὴν ἰατρικὴν ἀγαθὸν ἡ τοῦ σώματος ὑγεία. Οὕτω τοίνυν καὶ εἰ τάσδε τὰς ἐντολὰς τηρητέον ὑπὲρ τοῦ τῶνδε τῶν ἀγαθῶν τυχεῖν· τὰ δὲ ἆθλα τὰ σωματικά ἐστι, καὶ τὰ ἐκτὸς, αἱ ἀγαθαὶ πράξεις ἔσονται οὐκ ἀγαθαὶ ὡς τελικαὶ, ἀλλ' ἢ ἄρα ὡς ποιητικαὶ ἀγαθῶν· καὶ ἔσται διαφέρων ὁ πλοῦτος, ὃν οἴονται ἐπαγγέλλεσθαι τὴν Γραφὴν, καὶ ἡ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης, καὶ αὐτῆς δὲ τῆς ὁσιότητος, καὶ τῆς εὐσεβείας, καὶ τῆς θεοσεβείας τῶν τηλικούτων ἀνδραγαθημάτων· ἅπερ παραδέξασθαι ἀνθρώπων ἐστὶ τὸ ἀξίωμα τῆς ἀρετῆς μὴ γινωσκόντων, ἀλλὰ τὰ ὑλικὰ αὐτῆς προτιμώντων· πάντων γάρ ἐστιν ἀτοπώτατον τῶν ἀνδραγαθημάτων λέγειν διαφέρειν τὸ πλουτεῖν, καὶ τὸ ὑγιαίνειν σωματικῶς· διὰ τὰ μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετὰ τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν ἡμᾶς μέλλειν τὰ τοιάδε βρώματα, καὶ πίνειν· τινὲς δὲ καὶ τεκνοποιεῖν. Ταῦτα δὲ φθάσαντα καὶ εἰς τοὺς ἀπὸ τῶν ἐθνῶν, μεγάλης εὐηθείας δόξαν ἀπενέγκασθαι ποιήσει τὸν Χριστιανισμὸν, πολλῷ βελτίονα δόγματα ἐχόντων τινῶν ἀλλοτρίων τῆς πίστεως· ἡμεῖς δὲ ἤδη τὸ φαινόμενον ἡμῖν ἀπὸ τῆς ἐξετάσεως τῶν ἱερῶν λογίων παραστησόμεθα. Ἐφάσκομεν γὰρ ἀρέσκεσθαι μὲν τῷ λέγειν ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτοις εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· οὐ μὴν ἠριθμοῦμεν εἰς τὰ ἀπροαίρετα τῶν ἀγαθῶν τὴν ὑγείαν, καὶ τὸ κάλλος, καὶ τὴν εὐγένειαν, καὶ τὴν εὐδοξίαν, καὶ τὸν πλοῦτον· καὶ κατὰ τὸ δυνατὸν ἐπειράσθημεν τὰ περισπῶντα ὡς ἐν ἐπιτομῇ διαλύσασθαι. Τίνα τοίνυν ἐστὶ τὰ ἀπροαίρετα ἀγαθὰ ἤδη λεκτέον· ἐπεὶ ἀληθὲς τό· ‹ Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· › καί· ‹ Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. › Οἰκοδομεῖ δὲ οἶκον πᾶς ὁ προκόπτων, καὶ φυλάσσει πόλιν πᾶς ὁ τέλειος· μάταιον δὲ τὸ ἔργον τοῦ οἰκοδομοῦντος, καὶ ματαία ἡ φυλακὴ τοῦ τηροῦντος, ἐὰν μὴ Κύριος οἰκοδομήσῃ, καὶ Κύριος φυλάξῃ· ἐκτὸς ἂν εἴη τῆς προαιρέσεως ἡμῶν ἀγαθὸν, ἡ ἀντιλαμβανομένη τοῦ Κυρίου δύναμις τῆς οἰκοδομῆς τοῦ οἰκοδομοῦντος, καὶ
and sicknesses must be understood as the things that happen on account of wickedness to heedless souls; concerning which the prophet also blames those who are in such things, saying: "From the feet even unto the head there is neither wound, nor weal, nor inflamed stripe; it is not possible to apply a poultice, nor oil, nor bandages" (Isa. 1:6). These things, therefore, are sufficient for those who are not altogether negligent, after gathering for themselves from these the distracting texts of the Scriptures, to apply themselves to the worthy understanding of the working of the Holy Spirit; and further, in order to silence those who think that such and such are the good things to be given to the holy, and such and such the evil things for sinners, these points also must be added: that everything that exists for the sake of something is lesser than that for the sake of which it exists; for instance, incisions, and cauteries, and plasters, being employed for the sake of health, are lesser than health; and even if, as among medical remedies, these should be called good things, one must understand that they are not final good things of medicine, but productive; whereas the final good according to medicine is the health of the body. Thus, therefore, even if such and such commandments must be kept in order to obtain such and such good things, and the prizes are bodily and external things, good actions will be good not as final, but only, it would seem, as productive of good things; and the wealth which they think the Scripture promises, and the health of the body, will be superior to righteousness, and to holiness itself, and to piety, and to godliness—such great achievements of virtue! Which things to admit is the part of men who do not know the dignity of virtue, but prefer material things to it; for it is the most absurd thing of all to say that being rich and being healthy in body are superior to achievements of virtue; on account of these wicked doctrines, indeed, some have consequently accepted that even after the resurrection, in accordance with the first promises, we are going to eat such and such foods, and drink, and some even that we shall beget children. And when these things reach those also who are from the Gentiles, they will cause Christianity to carry off a reputation for great folly, since some who are strangers to the faith hold much better doctrines; we, however, shall now present what appears to us from the examination of the sacred oracles. For we were saying that we are pleased indeed with saying that good things and evil things are among things voluntary and among things involuntary; yet we did not reckon among the involuntary good things health, and beauty, and noble birth, and good repute, and wealth; and as far as possible we endeavoured to solve the distracting passages as in a summary. What the involuntary good things are, therefore, must now be said: since that saying is true: "Except the Lord build the house, they labour in vain that build it"; and: "Except the Lord keep the city, the watchman waketh in vain" (Ps. 126:1). Now everyone who is advancing builds a house, and everyone who is perfect keeps a city; yet vain is the work of him who builds, and vain is the watch of him who keeps, unless the Lord build, and the Lord keep; outside of our free choice, then, would be that good thing, the power of the Lord assisting the building of him who builds, and