Migne Reading Room

PG 12 · cols. 1077–1088 · Read from the page

Exegetical notes on the Psalms

Exegetical notes on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 12:1077Read from the page
τοῦ δεδωκότος αὐτὰς Θεοῦ, τῇ ὑπὸ τῆς σφραγῖδος δηλουμένῃ. Περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ Ἀποκαλύψει λέγων· ‹ Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ Ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαυΐδ· ὁ ἀνοίγων, καὶ οὐδεὶς κλείσει, καὶ κλείων, καὶ οὐδεὶς ἀνοίξει· Οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα θύραν ἐνώπιόν σου ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν. › Καὶ μετ' ὀλίγα· ‹ Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα φωνῇ μεγάλῃ· Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι σφραγῖδας αὐτοῦ; Καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε, ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυῒδ, ἀνοῖξαι τὸ βιβλίον, καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. › Περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἠσαΐας οὕτως· ‹ Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα, ὡς οἱ λόγοι τοῦ βιβλίου τούτου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, λέγοντες· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι· ἐσφράγισται γάρ. Καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα· καὶ ἐρεῖ, Οὐκ ἐπίσταμαι γράμματα. › Ταῦτα γὰρ οὐ μόνον περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου, καὶ τοῦ Ἠσαΐου νομιστέον λέγεσθαι, ἀλλὰ καὶ περὶ πάσης θείας Γραφῆς ὁμολογουμένως καὶ παρὰ τοῖς μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις, πεπληρωμένης αἰνιγμάτων, καὶ παραβολῶν, σκοτεινῶν τε λόγων, καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει· ὅπερ διδάξαι βουλόμενος καὶ ὁ Σωτήρ φησιν, ὡς τῆς κλειδὸς οὔσης παρὰ τοῖς γραμματεῦσι, καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεῖν τοῦ ἀνοῖξαι, τό· ‹ Οὐαὶ ὑμῖν τοῖς νομικοῖς· ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν. ›
of God Who gave them, which is signified by the seal. Now concerning their having been locked and sealed, John instructs us in the Apocalypse, saying: "And to the angel of the Church in Philadelphia write: These things saith the Holy One, the True, He that hath the key of David, He that openeth, and no man shall shut, and shutteth, and no man shall open: I know thy works; behold, I have set before thee an open door, which no man can shut it" (Rev. 3:7-8). And a little further on: "And I saw upon the right hand of Him that sat upon the throne a book written within and on the back, sealed down with seven seals. And I saw a strong angel proclaiming with a great voice: Who is worthy to open the book, and to loose the seals thereof? And no man was able in heaven, nor on the earth, nor under the earth, to open the book, neither to look thereon. And I wept, because no man was found worthy to open the book, neither to look thereon. And one of the elders saith unto me: Weep not; behold, the Lion that is of the tribe of Juda, the root of David, hath prevailed to open the book, and the seven seals thereof" (Rev. 5:1-5). And concerning its having been sealed only, Esaias speaks thus: "And all these words shall be unto you as the words of this sealed book, which if they give it to a man that knoweth letters, saying: Read these things, he shall say: I cannot read it, for it is sealed. And this book shall be given into the hands of a man that knoweth not letters, and he shall say: I know not letters" (Isa. 29:11-12). For these things must be considered to be said not only concerning the Apocalypse of John and Esaias, but also concerning all divine Scripture, which is confessedly, even among those who are moderately able to understand divine words, filled with riddles, and parables, and dark sayings, and various other forms of obscurity, hard for human nature to grasp; wishing to teach which thing, the Saviour also says, inasmuch as the key was with the scribes and Pharisees who did not strive to find the way to open, this: "Woe unto you lawyers! for ye took away the key of knowledge: ye entered not in yourselves, and them that were entering in ye suffered not to enter in" (Luke 11:52).
2. Ταῦτα δὲ ἡμῖν ἐν προοιμίῳ λέλεκται, εἰς μέγιστον ἀγῶνα, καὶ ὁμολογουμένως ὑπὲρ ἡμᾶς, καὶ τὴν ἕξιν ἡμῶν, ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας, καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότητος καὶ τῆς μετριότητός σου, ἱερὲ Ἀμβρόσιε, κατελ-
2. Now these things have been said by us by way of preface, as we are compelled by your great love of learning, and shamed into compliance by your kindness and your modesty, sacred Ambrose, to descend into a very great contest, and one confessedly beyond us and our capacity;
PG 12:1080Read from the page
θεῖν· καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον, οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἁγίων, ἀλλὰ πολλῷ πλεῖον τοῦ γράφειν, καὶ τοῖς μεθ' ἡμᾶς καταλιπεῖν, παντοδαπῶς κατεπᾴδων φιλικῶς, καὶ κατὰ προκοπὴν θεότητος εἰς τοῦτο ἤγαγές με. Μάρτυς ἔσο μοι πρὸς Θεὸν, μεθ' ὅλου τοῦ βίου, καὶ περὶ τῶν ὑπηγορευμένων ἐξεταζόμενον, ποίᾳ τε προθέσει τοῦτο γεγένηται· καὶ πὴ μὲν ἐντυγχάνομεν, πὴ δὲ ἤτοι βιαζόμεθα βιαιότερον, ἢ δοκοῦμέν τι λέγειν· ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταφρονοῦντες τοῦ· ‹ Ὅτε λέγεις περὶ Θεοῦ, κρίνῃ ὑπὸ Θεοῦ, › καλῶς εἰρημένου· καὶ τό· ‹ Περὶ Θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός. › Ἀξιοῦμεν τοίνυν, ἐπεὶ μηδὲν χωρὶς Θεοῦ καλὸν εἶναι δύναται, καὶ μάλιστα νόησις Γραφῶν θεοπνεύστων, ὅπως τῷ Πατρὶ τῶν ὅλων Θεῷ, διὰ τοῦ Σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ Θεοῦ προσιέναι, αἰτήσεις δοθῆναι ἡμῖν πρῶτον καλῶς ζητεῖν· ἐπίκειται γὰρ τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ Θεῷ τῶν οὐχ ὁδῷ ἐπὶ τοῦτο προϊόντων.
and because, when for a long time I shrank back on account of knowing the danger, not only of speaking concerning holy things, but much more of writing and leaving it to those after us, you charmed me in every way in a friendly spirit, and in accordance with advancement in divinity led me to this. Be my witness before God, when along with my whole life I am examined concerning the things dictated also, and with what intention this has taken place; and in some places we hit the mark, while in some we either force the sense too violently or seem to say something; yet we have tracked out what is written, not despising the saying nobly spoken: "When you speak concerning God, you are judged by God"; and the saying: "Even to speak the truth concerning God is no small danger." We ask, therefore, since nothing good can be without God, and above all the understanding of divinely inspired Scriptures, in order to approach the God and Father of all through our Saviour and High Priest, the begotten God, that you make requests that it be granted us first to seek well; for to those who seek there is laid up the promise of finding, whereas those who do not proceed to this in the right way are perhaps not even reckoned at all among seekers with God.
Καὶ μεθ' ἕτερα·
And after other matters:
3. Μέλλοντες δὲ ἄρχεσθαι τῆς ἑρμηνείας τῶν Ψαλμῶν, χαριεστάτην παράδοσιν ὑπὸ τοῦ Ἑβραίου ἡμῖν καθολικῶς περὶ πάσης θείας Γραφῆς παραδεδομένην προτάξομεν· ἔφασκε γὰρ ἐκεῖνος ἐοικέναι τὴν ὅλην θεόπνευστον Γραφὴν, διὰ τὴν ἐν αὐτῇ ἀσάφειαν, πολλοῖς οἴκοις ἐν οἰκίᾳ μιᾷ κεκλεισμένοις, ἑκάστῳ δὲ οἴκῳ παρακεῖσθαι κλεῖν οὐ τὴν κατάλληλον αὐτῷ· καὶ οὕτω διεσκεδάσθαι τὰς κλεῖς περὶ τοὺς οἴκους, οὐχ ἁρμοζούσας καθ' ἑκάστην ἐκείνοις οἷς παράκεινται· ἔργον δὲ εἶναι μέγιστον εὑρίσκειν τε τὰς κλεῖς καὶ ἐφαρμόζειν αὐτὰς τοῖς οἴκοις, οὓς ἀνοῖξαι δύνανται· νοεῖσθαι τοίνυν καὶ τὰς Γραφὰς οὔσας ἀσαφεῖς, οὐκ ἄλλοθεν τὰς ἀφορμὰς τοῦ νοεῖσθαι λαμβανούσας ἢ παρ' ἀλλήλων ἐχουσῶν ἐν αὐταῖς διεσπαρμένον τὸ ἐξηγητικόν. Ἡγοῦμαι γοῦν καὶ τὸν Ἀπόστολον τὴν τοιαύτην ἔφοδον τοῦ συνιέναι τοὺς θείους λόγους ὑποβάλλοντα λέγειν· ‹ Ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ›
3. As we are about to begin the interpretation of the Psalms, we shall set first a most pleasing tradition handed down to us by the Hebrew universally concerning all divine Scripture; for that man used to say that the whole divinely inspired Scripture, on account of the obscurity in it, resembles many rooms locked up in one house, and that beside each room lies a key not corresponding to it; and that thus the keys have been scattered about the rooms, not fitting in each case those beside which they lie; and that it is the greatest task both to find the keys and to fit them to the rooms which they are able to open; and that accordingly the Scriptures also, being obscure, are understood by taking the starting-points for being understood from no other source than from one another, as they have their explanatory principle scattered among themselves. At any rate, I think that the Apostle also, suggesting such a method of understanding the divine words, says: "Which things also we speak, not in words taught by human wisdom, but in those taught by the Spirit, comparing spiritual things with spiritual" (1 Cor. 2:13).
Καὶ μετὰ πολλὰ συγκρίνων τοὺς ἑνικῶς κειμένους μακαρισμοὺς πρὸς τοὺς πληθυντικῶς εἰρημένους, φησίν·
And after many things, comparing the beatitudes set in the singular with those spoken in the plural, he says:
4. Εἰ δὲ ‹ τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπτα-
4. And if "the oracles of the Lord are pure oracles, silver tried by fire, proved in the earth, purified seven-
PG 12:1081Read from the page
πλασίως, › καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἅγιον Πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρετῶν τοῦ λόγου, μήποτε καὶ ἡμᾶς διαφεύγῃ ἡ ἀναλογία, καθ' ἣν ἐπὶ πᾶσαν ἔφθασε Γραφὴν ἡ σοφία τοῦ Θεοῦ θεόπνευστον μέχρι τοῦ τυχόντος γράμματος· καὶ τάχα διὰ τοῦτο ὁ Σωτὴρ ἔφη· ‹ Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. › Ὃν τρόπον γὰρ ἐπὶ τῆς κοσμοποιίας ἡ θεία τέχνη οὐ μόνον ἐν οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις φαίνεται, δι' ὅλων τῶν σωμάτων ἐκείνων πεφοιτηκυῖα, ἀλλὰ καὶ ἐπὶ γῆς ἐν ὕλῃ εὐτελεστέρᾳ τὸ αὐτὸ πεποίηκεν, ὡς μὴ ὑπερηφανῆσθαι ἀπὸ τοῦ τεχνίτου, μήτε τὰ σώματα τῶν ἐλαχίστων ζώων· πολλῷ δὲ πλέον καὶ τὰς ἐνυπαρχούσας ψυχὰς ἐν αὐτοῖς, ἑκάστης ἰδίωμά τι λαβούσης ἐν αὐτῇ, ὡς ἐν ἀλόγῳ σωτήριον· μήτε τὰ τῆς γῆς βλαστήματα, ἑκάστῳ ἐνυπάρχοντος τοῦ τεχνικοῦ περὶ τὰς ῥίζας καὶ τὰ φύλλα καὶ τοὺς ἐνδεχομένους καρποὺς, καὶ τὰς διαφορὰς τῶν ποιοτήτων· οὕτως ἡμεῖς ὑπολαμβάνομεν περὶ πάντων τῶν ἐξ ἐπιπνοίας τοῦ ἁγίου Πνεύματος ἀναγεγραμμένων, ὡς τῆς ἐπιδιδούσης τὴν ὑπὲρ ἄνθρωπον σοφίαν ἱερᾶς Προνοίας διὰ τῶν γραμμάτων τῷ γένει τῶν ἀνθρώπων, λόγια σωτήρια ἐνεσπαρκυίας, ὡς ἔστιν εἰπεῖν, ἑκάστῳ γράμματι κατὰ τὸ ἐνδεχόμενον ἴχνη τῆς σοφίας. Χρὴ μέντοιγε τὸν ἅπαξ παραδεξάμενον τοῦ κτίσαντος τὸν κόσμον εἶναι ταύτας τὰς Γραφὰς, πεπεῖσθαι ὅτι ὅσα περὶ τῆς κτίσεως ἀπαντᾷ τοῖς ζητοῦσι τὸν περὶ αὐτῆς λόγον, ταῦτα καὶ περὶ τῶν Γραφῶν. Ἔστι δέ γε καὶ ἐν τῇ κτίσει τινὰ ἀνθρωπίνῃ φύσει δυσεύρετα ἢ καὶ ἀνεύρετα· καὶ οὐ διὰ τοῦτο κατηγορητέον τοῦ ποιητοῦ τῶν ὅλων. Φέρε εἰπεῖν, ἐπεὶ οὐχ εὑρίσκομεν αἰτίαν βασιλίσκων κτίσεως, καὶ τῶν ἄλλων ἰοβόλων θηρίων· ἐνθάδε γὰρ ὅσιον τὸν αἰσθανόμενον τῆς ἀσθενείας τοῦ γένους ἡμῶν, καὶ ὅτι τέχνης Θεοῦ λόγους μετὰ πάσης ἀκριβείας τεθεωρημένους ἐκλαβεῖν ἡμῖν ἀμήχανον, Θεῷ ἀνατιθέναι τὴν τούτων γνῶσιν, ὕστερον ἡμῖν, ἐὰν ἄξιοι κριθῶμεν, φανερώσοντι ταῦτα περὶ ὧν νῦν εὐσεβῶς ἐπεστήσαμεν. Οὕτω τοίνυν καὶ ἐν ταῖς θείαις Γραφαῖς χρὴ ὁρᾷν, ὅτι πολλὰ ἀπόκεινται ἐν αὐτοῖς δυσαπόδοτα ἡμῖν· οἱ γοῦν ἐπαγγελλόμενοι μετὰ τὸ ἀποστῆναι τοῦ κτίσαντος τὸν κόσμον, καὶ ᾧ ἀνέπλασαν ὡς Θεῷ προστρέχειν, λυέτωσαν τὰς προσαγομένας ὑφ' ἡμῶν αὐτοῖς ἀπορίας, ἢ τὸ ἑαυτῶν γε συνειδὸς πειθέτωσαν μετὰ τὸ τηλικοῦτον τόλμημα τῆς ἀσεβείας ἀναπεπαῦσθαι, συμφώνως ταῖς παρ' αὐτοῖς ὑποθέσεσι περὶ τῶν ζητουμένων, καὶ περὶ τῶν προσαγομένων αὐτοῖς ἀπορημάτων· εἰ γὰρ κἀκεῖ οὐδὲν ἧττον τὰ ἀπορήματα μένει, ἀποστάντων τῆς θεότητος· πόσῳ ὁσιώτερον ἦν, μένοντας ἐπὶ τῆς ἐννοίας τῆς περὶ Θεοῦ, ἀπὸ τῶν κτισμάτων τοῦ γενεσιουργοῦ θεωρουμένου, μηδὲν ἄθεον καὶ ἀνόσιον περὶ τοῦ τηλικούτου ἀποφαίνεσθαι Θεοῦ;
fold" (Ps. 11:7), and with all exactness and scrutiny the Holy Spirit has suggested them through the ministers of the word, let not the proportion also escape us, according to which the wisdom of God has extended to all divinely inspired Scripture down to the slightest letter; and perhaps on this account the Saviour said: "One jot or one tittle shall in no wise pass away from the law, till all things be accomplished" (Matt. 5:18). For in the same way as in the creation of the world the divine art appears not only in heaven and sun and moon and stars, having pervaded all those bodies, but also upon earth in viler matter has done the same, so that neither the bodies of the smallest creatures have been disdained by the Artificer—and much more the souls existing in them, each having received a certain peculiarity in itself, as a saving principle in an irrational creature—nor the shoots of the earth, the artistic principle existing in each around the roots and the leaves and the possible fruits, and the differences of qualities; so we suppose concerning all the things recorded by the inspiration of the Holy Spirit, that the sacred Providence which imparts superhuman wisdom through the letters to the race of men, having sown saving oracles, has, so to speak, implanted in each letter as far as possible traces of wisdom. Yet indeed he who has once accepted that these Scriptures are of Him Who created the world must be persuaded that whatever things meet those who seek the account of the creation, these same things also meet us concerning the Scriptures. Now there are in the creation certain things hard for human nature to find out, or even impossible to find out; and not on this account is the Maker of all things to be accused—to take an example, because we do not find the cause of the creation of basilisks and the other venomous beasts; for here it is pious for one who perceives the weakness of our race, and that it is impossible for us to grasp principles of God's art contemplated with all exactness, to ascribe the knowledge of these things to God, Who will hereafter, if we be judged worthy, manifest to us these things upon which we have now piously paused. Thus, therefore, in the divine Scriptures also one must see that many things are laid up in them that are hard for us to explain; let those, at any rate, who profess, after revolting from Him Who created the world, to run to him whom they have fashioned as God, solve the difficulties brought forward by us to them, or at least persuade their own conscience to rest after so great a presumption of impiety, in agreement with the hypotheses among them concerning the matters under inquiry and concerning the difficulties brought forward to them; for if there too the difficulties no less remain after they have revolted from the Godhead, how much more pious was it, abiding by the conception of God contemplated as the Author of generation from His creatures (Wisd. 13:5), to pronounce nothing godless and unholy concerning so great a God?
PG 12:1084Read from the page
Ἐκ τοῦ αὐτοῦ εἰς τὸν αʹ ψαλμὸν τόμου.
From the same author's tome on Psalm 1.
Ἐπεὶ δὲ ἐν τῷ περὶ ἀριθμῶν τόπῳ ἑκάστου ἀριθμοῦ δύναμίν τινα ἔχοντος ἐν τοῖς οὖσιν, ᾗ κατεχρήσατο ὁ τῶν ὅλων Δημιουργὸς εἰς τὴν σύστασιν, ὁτὲ μὲν τοῦ παντὸς, ὁτὲ δὲ εἴδους τῶν ἐν μέρει, προσέχειν δεῖ καὶ ἐξιχνεύειν ἀπὸ τῶν Γραφῶν τὰ περὶ αὐτῶν, καὶ ἑνὸς ἑκάστου αὐτῶν. Οὐκ ἀγνοητέον οὖν, ὅτι καὶ τὸ εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, δύο καὶ εἴκοσιν, ὅσος ὁ ἀριθμὸς τῶν παρ' αὐτοῖς στοιχείων ἐστὶν, οὐκ ἄλογον τυγχάνει· ὡς γὰρ τὰ κβʹ στοιχεῖα εἰσαγωγὴ δοκεῖ εἶναι εἰς τὴν σοφίαν καὶ τὰ θεῖα διδάγματα τοῖς χαρακτῆρσι τούτοις ἐντυπούμενα τοῖς ἀνθρώποις· οὕτω στοιχείωσίς ἐστιν εἰς τὴν σοφίαν τοῦ Θεοῦ, καὶ εἰσαγωγὴ εἰς τὴν γνῶσιν τῶν ὄντων τὰ κβʹ θεόπνευστα βιβλία.
Since, in the matter of numbers, each number has a certain power among the things that exist, which the Creator of all used in constituting sometimes the whole, sometimes a species of the particular things, one must attend and track out from the Scriptures what concerns them, and each one of them. It must not be overlooked, then, that it is not without reason that the books of the covenant, as the Hebrews hand down, are twenty-two, as many as the number of the letters among them; for as the twenty-two letters seem to be an introduction to wisdom and to the divine teachings imprinted on men in these characters, so the twenty-two divinely inspired books are an elementary instruction in the wisdom of God and an introduction to the knowledge of the things that are.
E COMMENTARIO IN PSALMUM PRIMUM.
From the commentary on Psalm 1.
Εἰσὶ δὲ αἱ εἴκοσι δύο βίβλοι καθ' Ἑβραίους αἵδε· ἡ παρ' ἡμῖν Γένεσις ἐπιγεγραμμένη, παρὰ δὲ Ἑβραίοις, ἀπὸ τῆς ἀρχῆς τῆς βίβλου, Βρησὶθ, ὅπερ ἐστὶν, « Ἐν ἀρχῇ· » Ἔξοδος, Οὐαλεσμὼθ, ὅπερ ἐστὶ, « Ταῦτα τὰ ὀνόματα· » Λευϊτικὸν, Οὐϊκρὰ, « Καὶ ἐκάλεσεν· » Ἀριθμοὶ, Ἀμμεσφεκωδείμ· Δευτερονόμιον, Ἔλλε ἀδδεβαρὶμ, « Οὗτοι οἱ λόγοι· » Ἰησοῦς υἱὸς Ναυῆ, Ἰωσοῦε βὲν Νοῦν· Κριταὶ, Ῥοὺθ, παρ' αὐτοῖς ἐν ἑνὶ Σωφετίμ· Βασελειῶν πρώτη, δευτέρα, παρ' αὐτοῖς ἓν, Σαμουὴλ, « ὁ θεόκλητος· » Βασιλειῶν τρίτη, τετάρτη ἐν ἑνὶ, Οὐαμμέλεχ Δαυῒδ, ὅπερ ἐστὶ, « βασιλεία Δαυΐδ· » Παραλειπομένων πρώτη, δευτέρα ἐν ἑνὶ, Διβρὴ ἀϊαμὶμ, ὅπερ ἐστὶ, « Λόγοι ἡμερῶν· » Ἔσδρας πρῶτος καὶ δεύτερος ἐν ἑνὶ, Ἐζρᾶ, ὅ ἐστι « Βοηθός· » βίβλος Ψαλμῶν, Σέφερ θιλλίμ· Σολομῶντος Παροιμίαι, Μισλώθ· Ἐκκλησιαστής, Κωέλεθ· Ἆσμα ᾀσμάτων, Σὶρ ἀσσιρίμ· Ἡσαΐας, Ἰεσαΐα· Ἱερεμίας, σὺν Θρήνοις, καὶ τῇ ἐπιστολῇ ἐν ἑνὶ, Ἱερεμία· Δανιὴλ, Δανιήλ· Ἰεζεκ⟨ι⟩ὴλ, Ἰεεζκήλ· Ἰὼβ, Ἰώβ· Ἐσθὴρ, Ἐσθήρ. Ἔξω δὲ τούτων ἐστὶ τὰ Μακκαβαϊκὰ, ἅπερ ἐπιγέγραπται Σαρβὴθ Σαρβανὲ ἔλ.
The twenty-two books according to the Hebrews are these: the one entitled Genesis among us, but among the Hebrews, from the beginning of the book, Bresith, which is "In the beginning"; Exodus, Ouellesmoth, which is "These are the names"; Leviticus, Ouikra, "And he called"; Numbers, Ammesphekodeim; Deuteronomy, Elle addebarim, "These are the words"; Joshua son of Nun, Iosoue ben Noun; Judges, Ruth, among them in one, Sophetim; first and second of Kingdoms, among them one, Samuel, "the called of God"; third and fourth of Kingdoms in one, Ouammelech David, which is "the kingdom of David"; first and second of Chronicles in one, Dibre aiamim, which is "Words of days"; first and second Esdras in one, Ezra, which is "Helper"; the book of Psalms, Sepher thillim; the Proverbs of Solomon, Misloth; Ecclesiastes, Koeleth; the Song of Songs, Sir assirim; Isaiah, Iesaia; Jeremiah, with Lamentations and the letter in one, Ieremia; Daniel, Daniel; Ezekiel, Ieezkel; Job, Job; Esther, Esther. Outside these are the books of Maccabees, which are entitled Sarbeth Sarbane el.
PG 12:1085Read from the page
ΨΑΛΜΟΣ Αʹ.
PSALM 1.
Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, κ. τ. ἑ. Ποίαν ἐχρῆν εἶναι Ψαλμῶν ἀρχὴν ἢ τὴν τοῦ κατὰ τὸν Σωτῆρα ἀνθρώπου τὸν μακαρισμὸν περιέχουσαν, καὶ τοὺς ἐπαίνους αὐτοῦ ἐν ἀποχῇ μὲν τῶν χειρόνων, μελέτῃ δὲ καὶ πράξει τῶν βελτιόνων, καὶ τῇ ἐξομοιώσει τῇ πρὸς τὸν Μονογενῆ; ὅστις, σοφία ὢν, ξύλον μὲν ζωῆς ἐν Παροιμίαις εἴρηται ὑπὸ Σολομῶντος, νῦν δὲ ξύλον πεφυτευμένον « παρὰ τὰς διεξόδους τῶν ὑδάτων, » ὄντων λόγων διεξοδικῶν, ἢ νόμῳ διαλεκτικῷ διαιρετῶν· οὗ ξύλου καρποὶ μὲν τὰ προηγούμενα δόγματα, φύλλα δὲ αἱ λέξεις καὶ τὰ ῥητά.
Blessed is the man who has not walked in the counsel of the ungodly, etc. What ought the beginning of the Psalms to be, other than the one containing the beatitude of the man assumed by the Saviour, and his praises for abstaining from the worse, for meditation and practice of the better, and for likeness to the Only-begotten? Who, being wisdom, is called a tree of life by Solomon in the Proverbs, and now a tree planted "by the streams of the waters", the waters being discursive words, or words divisible by a dialectical law: the fruits of this tree are the leading doctrines, and its leaves the phrases and the sayings.
Τοῦ αὐτοῦ. Βουλὴ ἀσεβῶν ἐστι λογισμὸς ἐμπαθὴς αἰσθητοῖς πράγμασι τὸν νοῦν προσδεσμῶν. Οὐκ εἶπε δὲ, « ἄνθρωπος, » ἀλλ' « ἀνὴρ, » ὅτι πρὸς ἀγῶνας καὶ πάλας καὶ μάχας τὰς ὑπὲρ ἀρετῆς καλεῖ· καὶ βούλεται καὶ τὰς γυναῖκας ἀρρενώπους καὶ ἀνδρείας εἶναι. Μακαριότης δὲ, ψυχῆς ἀπάθεια μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. Καθέδρα λοιμῶν ἐστι λογικῆς ψυχῆς ἕξις χειρίστη, καθ' ἣν καὶ τοὺς ἄλλους διδάσκει· καὶ νομικοὶ, οἳ καὶ κληθεῖεν ἂν ἀσεβεῖς καὶ λοιμοὶ, καὶ ἁμαρτωλοί.
Of the same. The counsel of the ungodly is a passionate thought that binds the mind to things of sense. He did not say "man" in the generic sense but "a man" in the manly sense, because he calls to contests and wrestlings and battles on behalf of virtue; and he wishes women too to be manly and brave. Blessedness is the soul's freedom from passion together with true knowledge of the things that are. The seat of the pestilent is the worst habit of a rational soul, by which it teaches others also; and lawyers, who might also be called ungodly and pestilent and sinners.
Καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν, κ. τ. ἑ. Γενικῶς τρία ἐστίν· ἤτοι γὰρ τὴν ἀρχὴν οὐδὲ ἐπαγγέλλεταί τις ἀλήθειαν, ἀλλ' ὡς ἔτυχεν, ἑαυτὸν ἐκδοὺς τοῖς ματαίοις καὶ ἀνεξετάστοις πάντη διαλογισμοῖς τῆς καρδίας αὐτοῦ, δίκην ἀλόγου βοσκήματος φέρεται, οὐχ ἑστηκὼς, οὐδ' ἐπερειδόμενός τινι, καὶ διὰ τοῦτο οὐ καθιζόμενος, ὅστις πορεύεσθαι λέγεται ἐν τῇ βουλῇ τῶν ἀσεβῶν. Ἐν οἷς βουλεύονται οἱ ἀσεβεῖς, οὐ μετὰ δοκούσης σκέψεως προσέρχονται, ὅσα νομίζεται τοῖς ἀπαιδεύτοις καλὰ, θηρεύοντες. Ἢ ἐν τῇ ἀληθείᾳ δοκῶν ἑστάναι, οὐ κατὰ τὴν ἀληθῆ διδασκαλίαν βιοὺς, ἁμαρτωλὸς μετὰ ἁμαρτωλῶν ἐστιν, ζητῶν τῶν νομιζομένων ἐν ἀληθείᾳ εἶναι τοὺς χείρονας, καὶ διὰ τοῦτο ἐν ὁδῷ αὐτῶν ἑστηκώς. Ἢ κατὰ τὸ τρίτον τῶν ἐν τῇ προκειμένῃ λέξει τῆς Γραφῆς, ἐν ψευδέσι τισὶ δόγμασι ταῦτα ὑπολαμβάνων εἶναι τἀλη⟨θ⟩ῆ, φησὶν ἀναπεπαῦσθαι, καὶ οὐκέτι χρήζειν πορείας ἢ στάσεως, σχῆμά τι περιεχούσης τοῦ μηδεπώποτε πεπληροφορημένου περὶ τῶν Γραμμάτων. Καὶ οὗτος ἐπαναπαυόμενος τῇ καθέδρᾳ τῶν λυμαινομένων καθέζεται.
And has not stood in the way of sinners, and has not sat in the seat of the pestilent, etc. In general there are three cases. Either a man does not even profess the truth at the outset, but, giving himself up at random to the vain and wholly unexamined reasonings of his heart, is carried along like an irrational beast, not standing, not leaning on anything, and for that reason not sitting: he is the one said to walk in the counsel of the ungodly. In the things on which the ungodly take counsel they do not proceed with seemly consideration, hunting after whatever the uneducated think good. Or a man who seems to stand in the truth, not living according to the true teaching, is a sinner among sinners, seeking out the worse among those thought to be in the truth, and for that reason standing in their way. Or, according to the third of the things in the present passage of Scripture, a man who takes these things in certain false doctrines to be the truth says that he has come to rest and no longer needs walking or standing, which involve some posture of one never fully assured about the Scriptures. And this man, resting on the seat of the corrupters, sits there.
PG 12:1088Read from the page
Καθ' ὧν δὲ ἡ ‹ λοιμὸς › προσηγορία, κατὰ τούτων καὶ ἡ ‹ χλευαστὴς › οὐκ ἀσκόπως παρὰ τοῖς ἑτέροις εἴρηται. Χλευάζουσι γὰρ τοὺς λοιποὺς, καὶ μάλιστα τοὺς κατὰ τὸν ὑγιῆ λόγον πεπιστευκότας οἱ ἐν ἑαυτοῖς σοφοὶ, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες.
And against whom the appellation "pestilent" is used, against these "scorner" also has not aimlessly been spoken among the others. For those who are wise in themselves and prudent in their own sight (Isa. 5:21) scorn the rest, and above all those who have believed according to sound reason.
Ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, κ. τ. ἑ. Μελετᾷ τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οὐχ ὁ τὰς λέξεις τοῦ νόμου χωρὶς τῶν κατ' αὐτὰς ἔργων εἰς τὸ μνημονεῦσαι ἀναλαμβάνων, ἀλλὰ καὶ ὁ ἐπὶ τὰ κατάλληλα ἔργα ἐρχόμενος μεμελετηκὼς αὐτῶν, ἕως διὰ τῆς συνεχοῦς τῶν κατὰ τὸν νόμον ἔργων μελέτης γένηται εὐχερὴς, ἀποδιδοὺς πάντα τὰ ἐπιβάλλοντα τῷ κατὰ τὸν νόμον τελείως βιοῦντι. Οὕτως γὰρ ἔσται δυνατὸν τὸ δι' ὅλης τῆς ἡμέρας καὶ νυκτὸς μελετᾷν τὸν τοῦ Θεοῦ νόμον. Εἴτε γὰρ ἐσθίει, εἴτε πίνει, εἴτε πᾶν ὁτιοῦν πράττει κατὰ τὸ λεγόμενον παρὰ τῷ θείῳ Ἀποστόλῳ, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ ὁ τοιοῦτος· ὥστε καὶ ἐν τῷ τοῦ ὕπνου καιρῷ κατὰ τὸ δέον γινομένου τῆς προσοχῆς καὶ ἐπὶ τοῦτον φθανούσης, καὶ ἐπὶ τὰς φαντασίας τὰς ἐν αὐτῷ. Διὰ τούτου λύεται καὶ τὰ παρὰ τῷ Ἀποστόλῳ ἀπορούμενα λέγοντι· ‹ Ἀδιαλείπτως προσεύχεσθε. › Πῶς γὰρ κοιμώμενός τις εὔξεται, καὶ πράττων τι τῶν εἰς ἀνθρώπους καθηκόντων, ἢ τὸ ἑαυτοῦ σῶμα θεραπεύων; Ἀλλὰ καὶ ἐπὶ τούτου φαμέν· ὅτι κέκραγε πρὸς Θεὸν, καὶ αἰτεῖ αὐτὸν τὰ κάλλιστα προκαλούμενος ἐπὶ τὸ παρασχεῖν ὁ τέλειος, πάντα κατὰ τὸν λόγον ποιῶν, ὥστε πᾶσαν αὐτοῦ πρᾶξιν εὐχὴν εἶναι. Ὥσπερ δὲ ἐπὶ τοῦ μελετᾷν τὸν νόμον οὐκ ἀμελητέον τοῦ αὐτοῦ τοῦ ἰδικοῦ, οὕτως οὐκ ἀμελητέον αὐτοῦ τοῦ ἰδικῶς εὔχεσθαι, ἐπεὶ μελετᾷν ἐστε καὶ εὔχεσθαι πράττειν ὁτιοῦν κατὰ τὸν νόμον Κυρίου. Ἐπιστήσει δέ τις εἰ κατὰ νόμους ἀναγωγῆς ἡμέρα μὲν δύναται λέγεσθαι ἡ ἀπερίστατος ἡμῶν κατάστασις, νὺξ δὲ ἡ περιστατικὴ διὰ τὸ σκυθρωπότερον. Δεῖ δὲ ἐν τῷ νόμῳ πειρᾶσθαι εἶναι οὐ μόνον ὅτε τὰ ἔξωθεν ἡμῖν οὐκ ἀντιπράττει, ἀλλὰ καὶ ὅτε τοῖς καλουμένοις πειρασμοῖς περιπίπτομεν.
But his will is in the law of the Lord, and in His law will he meditate day and night (Ps. 1:2), etc. He meditates on the law of the Lord day and night, not he who takes up the words of the law without the works corresponding to them in order to remember them, but he also who comes to the corresponding works after having meditated on them, until through continuous meditation on the works according to the law he becomes ready, rendering all the things that belong to one who lives perfectly according to the law. For thus will it be possible to meditate throughout the whole day and night on the law of God. For whether he eats, or drinks, or does anything whatever, according to what is said by the divine Apostle (1 Cor. 10:31), such a man does all things to the glory of God; so that even in the time of sleep, when it takes place as is needful, attention reaches both to this and to the imaginations therein. Through this is solved also the difficulty raised in the Apostle when he says: "Pray without ceasing" (1 Thess. 5:17). For how shall anyone pray while sleeping, and while doing any of the duties towards men, or tending his own body? Yet even in this case we say that the perfect man cries out to God, and asks Him, inviting Him to grant the best things, while doing all things according to reason, so that his every action is prayer. And just as in meditating on the law one must not neglect that which is special in itself, so one must not neglect praying specially itself, since to meditate is also to pray that we may do anything whatever according to the law of the Lord. And one will consider whether according to the laws of anagogy our untroubled state can be called day, and our troubled state night on account of its gloomier character. And we must try to be in the law not only when external things do not oppose us, but also when we fall into what are called temptations.
Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅσα ἂν ποιῇ, κατευοδωθήσεται, κ. τ. ἑ. Μετὰ ταῦτα παραληψώμεθα τὸ παρὰ τοῦ Ἀκύλα λεγόμενον, ‹ μεταπεφυτευμένον. › Πόθεν γὰρ τὸ ξύλον, περὶ οὗ ὁ λόγος, μεταπεφύτευται ἐπὶ ταῖς τῶν ὑδάτων διαιρέσεσιν; Ἢ γὰρ ἐῤῥιζωκὸς ἐν τῷ Πατρὶ, ἐπ' εὐεργεσίᾳ πολλῶν μεταπεφύτευται, εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταπεφυτεῦσθαι λαμβανομένης· οὐχ ὅτι οὐκ ἔστιν ἐν τῷ Πατρὶ (ἔστι γὰρ), ἀλλ' ὅτι καὶ παρ' ἑτέροις γεγένηται· ἢ καθ' ἑτέραν ἐπιβολὴν ἡ ψυχή ἐστι τοῦ Σωτῆρος, ἣν ἔλαβεν, ἐντεῦθεν μεταπεφυτευμένη ἐπὶ τὸν παράδεισον, ὅπου καὶ τὸ Εὐαγγέλιόν φησιν αὐτὸν μετὰ τὸ
And he shall be as the tree that is planted by the watercourses, which shall give its fruit in its season; and its leaf shall not fall off; and whatsoever he shall do shall prosper (Ps. 1:3), etc. After these things let us take up what is said in Aquila, "transplanted". For whence has the tree concerning which is our discourse been transplanted by the divisions of the waters? For either, having taken root in the Father, it has been transplanted for the benefit of many, in order that others also may partake of its image, which is received according to its having been transplanted—not that it is not in the Father (for it is), but that it has come to be among others also; or else, according to another view, it is the soul of the Saviour, which He took, transplanted hence into paradise, where the Gospel also says that He was after the
Notes, col. 1088

On the reading

Printed ἐστε, for ἐστι.