Ἐπεὶ δὲ ἐν τῷ περὶ ἀριθμῶν τόπῳ ἑκάστου ἀριθμοῦ δύναμίν τινα ἔχοντος ἐν τοῖς οὖσιν, ᾗ κατεχρήσατο ὁ τῶν ὅλων Δημιουργὸς εἰς τὴν σύστασιν, ὁτὲ μὲν τοῦ παντὸς, ὁτὲ δὲ εἴδους τῶν ἐν μέρει, προσέχειν δεῖ καὶ ἐξιχνεύειν ἀπὸ τῶν Γραφῶν τὰ περὶ αὐτῶν, καὶ ἑνὸς ἑκάστου αὐτῶν. Οὐκ ἀγνοητέον οὖν, ὅτι καὶ τὸ εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, δύο καὶ εἴκοσιν, ὅσος ὁ ἀριθμὸς τῶν παρ' αὐτοῖς στοιχείων ἐστὶν, οὐκ ἄλογον τυγχάνει· ὡς γὰρ τὰ κβʹ στοιχεῖα εἰσαγωγὴ δοκεῖ εἶναι εἰς τὴν σοφίαν καὶ τὰ θεῖα διδάγματα τοῖς χαρακτῆρσι τούτοις ἐντυπούμενα τοῖς ἀνθρώποις· οὕτω στοιχείωσίς ἐστιν εἰς τὴν σοφίαν τοῦ Θεοῦ, καὶ εἰσαγωγὴ εἰς τὴν γνῶσιν τῶν ὄντων τὰ κβʹ θεόπνευστα βιβλία.
Since, in the matter of numbers, each number has a certain power among the things that exist, which the Creator of all used in constituting sometimes the whole, sometimes a species of the particular things, one must attend and track out from the Scriptures what concerns them, and each one of them. It must not be overlooked, then, that it is not without reason that the books of the covenant, as the Hebrews hand down, are twenty-two, as many as the number of the letters among them; for as the twenty-two letters seem to be an introduction to wisdom and to the divine teachings imprinted on men in these characters, so the twenty-two divinely inspired books are an elementary instruction in the wisdom of God and an introduction to the knowledge of the things that are.
Εἰσὶ δὲ αἱ εἴκοσι δύο βίβλοι καθ' Ἑβραίους αἵδε· ἡ παρ' ἡμῖν Γένεσις ἐπιγεγραμμένη, παρὰ δὲ Ἑβραίοις, ἀπὸ τῆς ἀρχῆς τῆς βίβλου, Βρησὶθ, ὅπερ ἐστὶν, « Ἐν ἀρχῇ· » Ἔξοδος, Οὐαλεσμὼθ, ὅπερ ἐστὶ, « Ταῦτα τὰ ὀνόματα· » Λευϊτικὸν, Οὐϊκρὰ, « Καὶ ἐκάλεσεν· » Ἀριθμοὶ, Ἀμμεσφεκωδείμ· Δευτερονόμιον, Ἔλλε ἀδδεβαρὶμ, « Οὗτοι οἱ λόγοι· » Ἰησοῦς υἱὸς Ναυῆ, Ἰωσοῦε βὲν Νοῦν· Κριταὶ, Ῥοὺθ, παρ' αὐτοῖς ἐν ἑνὶ Σωφετίμ· Βασελειῶν πρώτη, δευτέρα, παρ' αὐτοῖς ἓν, Σαμουὴλ, « ὁ θεόκλητος· » Βασιλειῶν τρίτη, τετάρτη ἐν ἑνὶ, Οὐαμμέλεχ Δαυῒδ, ὅπερ ἐστὶ, « βασιλεία Δαυΐδ· » Παραλειπομένων πρώτη, δευτέρα ἐν ἑνὶ, Διβρὴ ἀϊαμὶμ, ὅπερ ἐστὶ, « Λόγοι ἡμερῶν· » Ἔσδρας πρῶτος καὶ δεύτερος ἐν ἑνὶ, Ἐζρᾶ, ὅ ἐστι « Βοηθός· » βίβλος Ψαλμῶν, Σέφερ θιλλίμ· Σολομῶντος Παροιμίαι, Μισλώθ· Ἐκκλησιαστής, Κωέλεθ· Ἆσμα ᾀσμάτων, Σὶρ ἀσσιρίμ· Ἡσαΐας, Ἰεσαΐα· Ἱερεμίας, σὺν Θρήνοις, καὶ τῇ ἐπιστολῇ ἐν ἑνὶ, Ἱερεμία· Δανιὴλ, Δανιήλ· Ἰεζεκ⟨ι⟩ὴλ, Ἰεεζκήλ· Ἰὼβ, Ἰώβ· Ἐσθὴρ, Ἐσθήρ. Ἔξω δὲ τούτων ἐστὶ τὰ Μακκαβαϊκὰ, ἅπερ ἐπιγέγραπται Σαρβὴθ Σαρβανὲ ἔλ.
The twenty-two books according to the Hebrews are these: the one entitled Genesis among us, but among the Hebrews, from the beginning of the book, Bresith, which is "In the beginning"; Exodus, Ouellesmoth, which is "These are the names"; Leviticus, Ouikra, "And he called"; Numbers, Ammesphekodeim; Deuteronomy, Elle addebarim, "These are the words"; Joshua son of Nun, Iosoue ben Noun; Judges, Ruth, among them in one, Sophetim; first and second of Kingdoms, among them one, Samuel, "the called of God"; third and fourth of Kingdoms in one, Ouammelech David, which is "the kingdom of David"; first and second of Chronicles in one, Dibre aiamim, which is "Words of days"; first and second Esdras in one, Ezra, which is "Helper"; the book of Psalms, Sepher thillim; the Proverbs of Solomon, Misloth; Ecclesiastes, Koeleth; the Song of Songs, Sir assirim; Isaiah, Iesaia; Jeremiah, with Lamentations and the letter in one, Ieremia; Daniel, Daniel; Ezekiel, Ieezkel; Job, Job; Esther, Esther. Outside these are the books of Maccabees, which are entitled Sarbeth Sarbane el.