Ἐν ἄλλῳ βιβλιδαρίῳ ἐπιγεγραμμένῳ Ἱππολύτου τοῦ γνωρίμου τῶν ἀποστόλων, εὗρον διήγημα τοιοῦτον· Εὐγενεστάτη τις καὶ ὡραιοτάτη παρθένος ὑπῆρχεν ἐν τῇ Κορίνθῳ πόλει ἀσκουμένη εἰς τὸν ἐνάρετον βίον. Ταύτην κατ' ἐκεῖνο καιροῦ διέβαλον τῷ τότε δικάζοντι Ἕλληνι ὄντι ἐπὶ τοῦ καιροῦ τῶν διωκτῶν, ὡς βλασφημοῦσαν καὶ τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς, καὶ τὰ εἴδωλα. Προεπείνων δὲ τὸ ταύτης κάλλος, οἱ περὶ τὰ τοιαῦτα κάπηλοι γυναικομανοῦντι τῷ ἀθέῳ τῶν δικαστῶν. Ὁ δὲ ἡδέως ἐδέξατο τὴν διαβολὴν τοῖς ἱππικοῖς ὠτίοις, καὶ τοῖς θηλυμανέσι λογισμοῖς. Προσαχθείσης δὲ ταύτης τῷ μιαιφόνῳ, πολὺ πλέον τῇ ἀσωτίᾳ ἐκμέμηνεν. Ὡς δὲ πᾶσαν μηχανὴν κατ' αὐτῆς κινήσας ὁ βέβηλος, τὴν τοῦ Θεοῦ ἄνθρωπον πεῖσαι οὐκ ἠδυνήθη, διαφόροις αἰκίαις ταύτην τὴν γενναίαν ὑπέβαλεν. Ὡς δὲ καὶ ἐν τούτοις ἀπέτυχεν, μὴ ἰσχύσας αὐτὴν ἀποστῆσαι τῆς ὁμολογίας τῆς τοῦ Χριστοῦ, ἀπομανεὶς πρὸς αὐτὴν ὁ ἀνήμερος, τότε τιμωρίᾳ τοιαύτῃ αὐτὴν παρέδωκεν. Στήσας τὴν σώφρονα εἰς πορνεῖον, ἐνετείλατο τῷ ταύτας νέμοντι, λέγων· Δέξαι ταύτην, καὶ ἡμερήσιά μοι ἐξ αὐτῆς τρία νομίσματα ἀποκόμιζε. Ὁ δὲ εἰσπραττόμενος τὸν ἐκ τῆς αἰσχροπραγίας χρυσὸν, ἔκδοτον αὐτὴν ἔστησεν τοῖς βουλομένοις, ἐν τῷ τοῦ μύσους ἐργαστηρίῳ. Ὡς οὖν ἔγνωσαν οἱ περὶ τὰ τοιαῦτα γυναικοϊέρακες, παρήδρευον τῷ παρανόμῳ ἐργαστηρίῳ, διδόντες τὸν τῆς ἀτίμου ἐργασίας μισθὸν, καὶ βουλόμενοι ταύτῃ πρὸς φθορὰν ὁμιλεῖν. Ἡ δὲ σεμνοτάτη αὕτη, καὶ τοὺς λόγους πρὸς ἀπάτην ἐκκλίνουσα, ἐκλιπαροῦσα αὐτοὺς παρεκάλει, λέγουσα· Ὅτι ἕλκος ἔχω τι εἰς κεκρυμμένον τόπον, ὅπερ ἐσχάτως ὄζει· καὶ δέδοικα μὴ εἰς μῖσος μου ἔλθητε τῷ ἀποτροπαίῳ τοῦ ἕλκους. Ἔνδοτε οὖν μοι ὀλίγας ἡμέρας, καὶ ἐξουσίαν μου ἔχετε καὶ δωρεάν με ἔχειν. Τούτοις δὲ τοῖς λόγοις ἡ μακαρία πείσασα τοὺς ἀσώτους τέως ἀπέπεμψεν. Ἐμμελεστάταις δὲ δεήσεσι τὸν Θεὸν δυσωπήσασα, καὶ κατανενυγμέναις ἱκεσίαις τοῦτον εἰς εὐσπλαγχνίαν κατέκαμψεν. Προσεσχηκὼς τοίνυν ὁ Θεὸς ὁ τὰς ἐννοίας εἰδὼς, πῶς ἐκ καρδίας ἡ σώφρων τῆς ἁγνείας ἐκήδετο,
In another little book inscribed with the name of Hippolytus, the acquaintance of the apostles, I found a narration of this sort: There was a certain most noble and most beautiful virgin in the city of Corinth, practising the virtuous life. Her at that season they accused before him who was then judge, who was a pagan in the time of the persecutors, as blaspheming both the times and the emperors, and the idols. And the hucksters busy about such things praised her beauty beforehand to that atheist among judges, who was mad after women. And he gladly received the accusation with his horse-like ears and his woman-mad thoughts. And when she was brought before the bloodthirsty man, he went much more mad with profligacy. But when the profane man, having set every engine in motion against her, was unable to persuade the woman of God, he subjected this noble woman to various tortures. And when in these also he failed, not having been able to make her depart from the confession of Christ, the savage man, driven mad against her, then handed her over to such a punishment as this. Having placed the chaste woman in a brothel, he commanded the keeper of these women, saying: Take this woman, and bring me from her three gold pieces daily. And he, exacting the gold from the shameful deed, set her up delivered over to those who wished, in the workshop of abomination. When therefore the woman-hawks busy about such things knew of it, they sat beside the lawless workshop, giving the wage of the dishonourable work, and wishing to consort with her for corruption. But this most modest woman, turning her words aside to a deception, entreated and besought them, saying: I have a certain ulcer in a hidden place, which smells extremely bad; and I fear lest you come to a hatred of me through the repulsiveness of the ulcer. Grant me therefore a few days, and you have power over me even to have me for nothing. Having persuaded the profligates with these words, the blessed woman for the time being sent them away. And having entreated God with most earnest prayers, she bent Him to compassion by her contrite supplications. God therefore, Who knows the thoughts, having given heed to how from the heart the chaste woman cared for chastity,