ἀλλ' αὐτὸς ὁ τοῦ ἁγιασμοῦ Κύριος, ὁ τῆς ἁγνείας [ἄλ. ἁγίας] πατὴρ, ὁ τῆς ἀφθαρσίας κτίστης, καὶ τῆς ἐλευθερίας δοτὴρ, ὁ τῆς σωτηρίας κηδεμὼν, καὶ τῆς ἀληθοῦς εἰρήνης ταμίας χορηγὸς, ὁ ἐκ τῆς Παρθένου γῆς πλάσας τὸν ἄνθρωπον, καὶ ἐκ τῆς ἐκείνου πλευρᾶς τὴν Εὔαν προσλαβόμενος [ἄλ. προβαλλόμενος]· οὗτος ὁ Κύριος μετὰ σοῦ, καὶ πάλιν ἐκ σοῦ. Δεῦρο [ἄλ. δεῦτε] τοίνυν, ἀγαπητοὶ, καὶ ἡμεῖς τῷ ἀγγελικῷ αἴνῳ συνεπόμενοι, τὴν κατὰ δύναμιν ὀφειλὴν εὐγνώμονες [γρ. εὐγνωμόνως] ἀποτίσωμεν, λέγοντες· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Σὸν γὰρ τὸ χαίρειν ἀληθῶς· ἐπειδὴ μετὰ σοῦ ἡ θεία χάρις, ὡς οἶδεν, ἐσκήνωσεν· μετὰ τῆς δούλης, ὁ Βασιλεὺς τῆς δόξης· μετὰ τῆς ὡραίας, ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· μετὰ τῆς ἀμιάντου, ὁ ἁγιάζων τὰ σύμπαντα. Μετὰ σοῦ ὁ Θεὸς, καὶ τέλειος ἄνθρωπος, ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος. Χαῖρε, κεχαριτωμένη, ἡ πηγὴ τοῦ φωτὸς, τοῦ φωτίζοντος πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἡλίου ἡ ἀνατολὴ [ἄλ. ἡλίου τῆς δικαιοσύνης ἡ ἀνατολὴ], καὶ τὸ τῆς ζωῆς ἀμίαντον ἄνθος. Χαῖρε, κεχαριτωμένη, ὁ λειμὼν τῆς εὐωδίας. Χαῖρε, κεχαριτωμένη, ἡ ἄμπελος ἡ ἀειθαλὴς, ἡ εὐφραίνουσα τὰς ψυχὰς τῶν σὲ δοξαζόντων. Χαῖρε, κεχαριτωμένη, ἡ ἀγεώργητος καλλίκαρπος ἄρουρα. Κατὰ φύσιν μὲν, διὰ τὸ καθ' ἡμᾶς, καὶ διὰ τὸν χρόνον τῆς ἀσκήσεως [κυήσεως]· παρὰ φύσιν δὲ, μᾶλλον δὲ ὑπὲρ φύσιν, διὰ τὸν ἄνωθεν ἐνδημήσαντα Θεὸν Λόγον, καὶ ἐν τῇ ἁγίᾳ σου γαστρὶ τὸν Ἀδὰμ ἀναπλάσαντα, καὶ τὸ μὲν γόνιμον, τῇ ἁγίᾳ Παρθένῳ παρέσχεν τὸ ἅγιον Πνεῦμα· ἡ δὲ ἀλήθεια τοῦ σώματος προσελήφθη ἐκ τοῦ σώματος αὐτῆς. Καὶ ὥσπερ ὁ μαργαρίτης ἐκ τῶν δύο φύσεων, ἐξ ἀστραπῆς καὶ ὕδατος, ἐκ τῶν ἀδήλων σημείων τῆς θαλάσσης προέρχεται· οὕτως καὶ ὁ Δεσπότης ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἀσυγχύτως καὶ ἀτρέπτως, ἐκ τῆς καθαρᾶς καὶ ἁγνῆς, καὶ ἀμιάντου, καὶ ἁγίας Παρθένου Μαρίας προέρχεται, ἐν θεότητι τέλειος, καὶ ἐν ἀνθρωπότητι τέλειος, κατὰ πάντα ὅμοιος τῷ Πατρὶ, καὶ ὁμοούσιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας.
but Himself the Lord of sanctification, the Father of purity [alias of the holy one], the Creator of incorruption, and the Giver of freedom, the Guardian of salvation, and the Steward and Provider of true peace, He Who fashioned man from the virgin earth, and took [alias brought forth] Eve from his side: this Lord is with you, and again from you. Come [alias come ye] therefore, beloved, and let us also, following the angelic praise, gratefully pay the debt according to our power, saying: Hail, favoured one, the Lord is with you. For yours truly is rejoicing, since with you divine grace, as He knows, has pitched its tent; with the handmaid, the King of glory; with the fair one, He Who is fair in beauty beyond the sons of men; with the undefiled one, He Who sanctifies all things. With you is God, and perfect man, in Whom dwells all the fulness of the Godhead. Hail, favoured one, the fountain of the light that enlightens all who believe in Him. Hail, favoured one, the rising of the intelligible Sun [alias the rising of the Sun of righteousness], and the undefiled flower of life. Hail, favoured one, the meadow of sweet fragrance. Hail, favoured one, the ever-flourishing vine that gladdens the souls of those who glorify you. Hail, favoured one, the untilled field of fair fruit: according to nature indeed, because of what is after our manner, and because of the time of exercise [of gestation]; yet contrary to nature, or rather above nature, because of God the Word Who sojourned from above, and refashioned Adam in your holy womb; and the Holy Spirit furnished fertility to the holy Virgin, while the truth of the body was assumed from her body. And just as the pearl comes forth out of the two natures, out of lightning and water, out of the hidden signs of the sea, so also our Master Jesus Christ comes forth without confusion and without change from the pure and chaste, the undefiled and holy Virgin Mary, perfect in Godhead and perfect in manhood, in all things like the Father, and consubstantial with us in all things, without sin.
Πλεῖστοι τῶν ἁγίων Πατέρων, καὶ πατριαρχῶν, καὶ προφητῶν, ἐπεθύμησαν ἰδεῖν, καὶ αὐτόπται γενέσθαι, καὶ οὐ γεγόνασιν. Καὶ οἱ μὲν αὐτῶν, διὰ ὁράσεις αὐτὸν τυπικῶς ἐν αἰνίγμασιν [ἄλ. ἐν αἰνίγματι] ἐθεάσαντο· οἱ δὲ ἐν στόλῳ νεφέλης θείας φωνῆς ἐν ἀκροάσει γεγόνασιν, καὶ ἁγίων ἀγγέλων συνέτυχον ὀπτασίαις· πρὸς Μαριὰμ δὲ Παρθένον μόνην τὴν ἁγίαν, Γαβριὴλ ὁ ἀρχάγγελος [ἄλ. ὁ ἄγγελος] φωτιστικῶς παρεγένετο, τὸ, Χαῖρε, κεχαριτωμένη, αὐτῇ εὐαγγελιζόμενος· καὶ οὕτως τὸν Λόγον ἐδέξατο, καὶ ἐν τῷ καιρῷ τῆς σωματικῆς συμπληρώσεως, τὸν πολύτιμον μαργαρίτην προήνεγκεν. Δεῦτε τοίνυν καὶ ὑμεῖς, ὦ ἀγαπητοὶ, τὰ ἐκ τῆς τοῦ Δαβὶδ θεοπνεύστου κιθάρας, ἡμῖν δεδειγμένα μελῳδήσωμεν, λέγοντες· Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου· σὺ, καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Κιβωτὸς γὰρ ἀληθῶς, ἡ ἁγία Παρθένος, ἔσωθεν καὶ ἔξωθεν κεχρυσωμένη, ἡ ὅλον τὸν θησαυρὸν δεξαμένη τοῦ ἁγιάσματος.
Most of the holy Fathers, and patriarchs, and prophets desired to see, and to become eyewitnesses, and did not become so. And some of them beheld Him figuratively through visions in riddles [alias in a riddle]; and others came within hearing of a divine voice in an array of cloud, and met with visions of holy angels; whereas to the holy Virgin Mary alone Gabriel the archangel [alias the angel] came with illumination, bringing her the good tidings: Hail, favoured one; and thus she received the Word, and in the time of bodily fulfilment brought forth the Pearl of great price. Come therefore you also, O beloved, let us sing the melodies shown to us from the God-inspired harp of David, saying: Arise, O Lord, into Thy rest, Thou and the ark of Thy holiness. For the holy Virgin is truly an ark gilded within and without, who has received the whole treasure of holiness.