μέλους ἐπὶ τὰ τῆς σαρκὸς πάθη καταφερώμεθα. Κἀκεῖνο δὲ οἶμαι τὸν προφητικὸν λόγον βαθέως ἡμῖν καὶ σοφῶς διὰ τῆς τοῦ ὀργάνου κατασκευῆς ἐνδεδεῖχθαι, ὅτι οἱ ἐμμελεῖς, καὶ εὐάρμοστοι τὰς ψυχὰς, ῥᾳδίαν ἔχουσι τὴν εἰς τὰ ἄνω πορείαν. Ὄργανον δὲ πάλιν ἐκ τῶν ἄνω τὴν ἀφορμὴν τοῦ ἠχεῖν ἐν ῥυθμῷ λαμβάνον, ποῖον ἂν εἴη τὸ σῶμα τοῦ Χριστοῦ, καὶ τῶν ἁγίων αὐτοῦ· ὄργανον τὴν εὐθύτητα μόνον τετηρηκός· Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὄργανον σύμφωνον, ἐναρμόνιον, ἐμμελὲς, οὐδεμίαν ἀνθρωπίνην ἀσυμφωνίαν εἰληφὸς, οὐδὲ παρὰ μέλος τὶ πεποιηκὸς, πάντη δὲ τὴν ἁρμονίαν, τὴν πρὸς τὸν Πατέρα τετηρηκός· ὡς γάρ φησιν αὐτός· Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ὃ ἑώρακε, καὶ ἤκουσε μαρτυρεῖ.
melody be carried down to the passions of the flesh. And this also I think the prophetic word has deeply and wisely shown us through the construction of the instrument, that those who are harmonious and well-attuned in their souls have an easy journey to the things above. And again, an instrument taking from the things above its starting-point for sounding in rhythm, what else would it be than the body of Christ, and of His saints: an instrument that alone has kept straightness; For He did no sin, neither was guile found in His mouth. An instrument concordant, harmonious, melodious, having admitted no human discord, nor having done anything out of tune, but having altogether kept its harmony with the Father; for as He Himself says: He that is of the earth, is of the earth, and speaks of the earth; He that comes from heaven bears witness to what He has seen and heard.
Ζʹ. Λοιπόν ἐστι διαλαβεῖν, ὄντων ψαλμῶν, καὶ οὐσῶν ᾠδῶν, καὶ ψαλμῶν ᾠδῆς, καὶ ᾠδῶν ψαλμοῦ, περὶ τῆς τούτων διαφορᾶς. Ἡγούμεθα τοίνυν ψαλμοὺς μὲν εἶναι τοὺς πρὸς τὸ ὄργανον μόνον, φωνῆς οὐ συνεζευγνυμένης, κρουομένους, καὶ δι' ὀργάνου μουσικὴν μελῳδίαν· ᾠδὰς δὲ τὰς τῇ φωνῇ ἐκδεχομένῃ εἰς τὸ στόμα ἐπαγγελίας μουσικῆς ἐναρμόνιον ἐκφωνεῖσθαι λεγομένας ὑπάρχειν· ψαλμοὺς δὲ ᾠδῶν, ὅτε προτέτακται μὲν ἡ φωνὴ, ταύτης δὲ ἤρτηται ὁ ἐκείνων συγγενὴς ἦχος, ἀποδιδόμενος εὐρύθμως διὰ τῶν ὀργάνων· ᾠδὰς δὲ ψαλμῶν, ὅταν προτάσσεται μὲν τὸ ὄργανον, χώραν δὲ λαμβάνει δευτέραν ἡ φωνὴ, ἡ ἑπομένη τῇ τῶν χορδῶν μουσικῇ. Καὶ ταῦτα μὲν ὡς πρὸς τὸ ῥητὸν τῶν σημαινομένων· κατὰ δὲ τοὺς τῆς ἀναγωγῆς λόγους, ψαλμὸς μὲν ἂν εἴη, ὅτε τὸ ὄργανον τὸ σῶμα κρούοντες διὰ τῶν καλῶν ἔργων, πρᾶξιν ἀγαθὴν ἐπιτελοῦμεν, κ' ἂν μὴ πάνυ ἐν τῇ θεωρίᾳ προκόπτοντες· ᾠδὴ δὲ, ὅτε χωρὶς τοῦ πρακτικοῦ θεωρήσαντες τὰ τῆς ἀληθείας μυστήρια, τούτοις συγκατατιθέμενοι, φρονοῦμεν τὰ κάλλιστα περὶ Θεοῦ, καὶ τῶν λογίων αὐτοῦ, γνώσεώς τε φωτιζούσης, καὶ σοφίας ἐν ταῖς ψυχαῖς ἡμῶν τρανουμένης· ᾠδὴ δὲ ψαλμοῦ, ὅτε προαγούσης πράξεως ἀγαθῆς, κατὰ τὸ προειρημένον· Ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγήσει σοι, αὐτὴν συνίεμεν, κριθέντες ἄξιοι ὑπὸ Θεοῦ τῆς ἀληθείας, τὰ τέως ἡμῖν ἀποκεκρυμμένα· ψαλμὸς δὲ ᾠδῆς, ὅτε τεθεωρηκότες τῆς γνώσεως σαφηνιζούσης τινὰ τῶν κεκρυμμένων ἠθικῶν, πρότερον ἐπὶ τὸ πράττειν γενώμεθα συνιέντες, καὶ ὃ πρακτέον, καὶ ὅτε πρακτέον, καὶ ὡς πρακτέον. Καὶ τάχα διὰ τοῦτο αἱ πρῶται ἐπιγραφαὶ οὐδαμῶς περιέχουσιν τὰς κατ' αὐτὰς ᾠδὰς, ἀλλὰ μόνον ψαλμὸν, ἢ μόνους ψαλμούς· οὐ γὰρ ἀπὸ θεωρίας ἄρχεται ὁ ἅγιος, ἀλλ' ἁπλούστερον πιστεύσας κατὰ ὀρθοδοξίαν, ταῖς πραττομέναις πράξεσιν ἑαυτὸν ἐπιδίδωσι. Διὰ τοῦτο ἐπὶ τέλει πολλαὶ ᾠδαὶ, καὶ ὅπου ἀναβαθμοὶ, οὐδαμοῦ ψαλμὸς, οὔτε κατ' αὐτὸν, οὔτε μετά τινος ἐπιπλοκῆς, ἀλλὰ πᾶσαι ᾠδαὶ κατ' αὐτάς. Ἐν γὰρ ταῖς ἀναβάσεσιν πρὸς οὐδενὶ οἱ
VII. It remains to treat, since there are psalms, and there are odes, and psalms of an ode, and odes of a psalm, concerning the difference between these. We consider, therefore, that psalms are those struck to the instrument alone, without the voice being joined to it, and musical melody through an instrument; and that odes are those which are said to be uttered harmoniously by the voice receiving into the mouth the expression of music; and psalms of odes, when the voice is set first, and upon this hangs the kindred sound of those instruments, rendered rhythmically through the instruments; and odes of psalms, when the instrument is set first, and the voice takes the second place, following the music of the strings. And these things indeed are as regards the literal sense of what is signified; but according to the principles of anagogy, a psalm would be when, striking the body as an instrument through good works, we accomplish good action, even though not advancing very far in contemplation; and an ode, when apart from practical action having contemplated the mysteries of the truth, assenting to these, we think the noblest things concerning God and His oracles, knowledge illuminating and wisdom being made clear in our souls; and an ode of a psalm, when good action leading the way, according to what was said before: Having desired wisdom, keep the commandments, and the Lord will supply her to you, we understand her, having been judged worthy by God of the truth, the things hitherto hidden from us; and a psalm of an ode, when having contemplated as knowledge makes clear some of the hidden moral truths, we first come to act, understanding both what is to be done, and when it is to be done, and how it is to be done. And perhaps on this account the first superscriptions in no way contain odes by themselves, but only a psalm, or psalms alone; for the saint does not begin from contemplation, but having more simply believed according to orthodoxy, he gives himself over to the actions that are performed. On this account at the end there are many odes, and where the steps are, nowhere is there a psalm, neither by itself nor with any interweaving, but all are odes by themselves. For in the ascents the